Δευτέρα, 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ ΛΗʹ. Περὶ τοῦ μὴ ἐπαισχύνεσθαι ὁμολογεῖν τὸν τίμιον σταυρὸν, καὶ ὡς δι' αὐτοῦ ἔσωσεν ἡμᾶς ὁ Χριστὸς, καὶ ὡς δεῖ ἐν αὐτῷ καυχᾶσθαι, καὶ περὶ ἀρετῆς, καὶ ὅπως ἐφίεται τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ περὶ ἐλεημοσύνης.




ΛΟΓΟΣ ΛΗʹ. Περὶ τοῦ μὴ ἐπαισχύνεσθαι ὁμολογεῖν τὸν τίμιον σταυρὸν, καὶ ὡς δι' αὐτοῦ ἔσωσεν ἡμᾶς ὁ Χριστὸς, καὶ ὡς δεῖ ἐν αὐτῷ καυχᾶσθαι, καὶ περὶ ἀρετῆς, καὶ ὅπως ἐφίεται τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ περὶ ἐλεημοσύνης.

Τοῦτό ἐστιν, ἀδελφοί  μου, τὸ σημεῖον, ὅπερ ὁ ∆εσπότης πᾶσιν ὑπέσχετο δώσειν,  λέγων·  Γενεὰ  πονηρὰ  καὶ  μοιχαλὶς  σημεῖον  ἐπιζητεῖ,  καὶ  σημεῖον  οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· τὸν σταυρὸν λέγων καὶ τὸν θάνατον καὶ τὴν ταφὴν καὶ τὴν ἀνάστασιν. Καὶ πάλιν ἑτέρως δηλῶν  τοῦ σταυροῦ τὴν ἰσχὺν, ἔλεγεν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· τουτέστιν, Ὅταν σταυρώσητέ με, φησὶ, καὶ νομίσητε περιγενέσθαι μου, τότε μάλιστα εἴσεσθέ μου τὴν ἰσχύν. Καὶ καλῶς  εἶπεν  ὁ Χριστός. Μετὰ γὰρ τὸ σταυρωθῆναι Χριστὸν, τὰ Ἰουδαϊκὰ ἔθη ἐπαύσαντο, τὸ κήρυγμα ἤνθησε, πρὸς τὰ πέρατα τῆς οἰκουμένης  ἐξετάθη ὁ λόγος, καὶ γῆ καὶ θάλαττα, καὶ οἱκουμένη καὶ ἀοίκητος τὴν δύναμιν αὐτοῦ διαπαντὸς ἀνακηρύττουσι· μηδεὶς τοίνυν αἰσχυνέσθω τὰ
σεμνὰ τῆς σωτηρίας ἡμῶν  σύμβολα, καὶ τὸ κεφάλαιον  τῶν  ἀγαθῶν,  δι' ὃ καὶ ζῶμεν  καὶ δι' ὃ ἐσμέν· ἀλλ' ὡς  στέφανον,  οὕτω  περιφέρωμεν  τὸν  σταυρὸν τοῦ Χριστοῦ. Καὶ γὰρ πάντα δι' αὐτοῦ τελεῖται  τὰ καθ' ἡμᾶς· κἂν ἀναγεννηθῆναι δέῃ, σταυρὸς παραγίνεται· κἂν τραφῆναι τὴν μυστικὴν ἐκείνην τροφὴν, κἂν χειροτονηθῆναι, κἂν ὁτιοῦν ἕτερον ποιῆσαι, πανταχοῦ τὸ τῆς νίκης ἡμῖν παρίσταται σύμβολον. ∆ιὰ τοῦτο καὶ ἐν οἰκίαις, καὶ ἐπὶ τῶν τοίχων, καὶ ἐπὶ τῶν θυρῶν, καὶ ἐπὶ τοῦ μετώπου, καὶ ἐπὶ τῆς διανοίας μετὰ πολλῆς ἐπιγράφομεν  αὐτὸν τῆς σπουδῆς. Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας ἡμῶν τοῦ ∆εσπότου τοῦτό ἐστι τὸ σημεῖον· Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν  ἤχθη. Ὅταν τοίνυν  σφραγίζῃ, ἐννόει πᾶσαν τοῦ σταυροῦ τὴν ὑπόθεσιν, καὶ σβέσον τὸν θυμὸν, καὶ τὰ λοιπὰ πάντα πάθη· ὅταν σφραγίζῃ, πολλῆς ἔμπλησον τὸ μέτωπον παῤῥησίας, ἐλευθέραν  τὴν  ψυχὴν  ποίησον.  Ἴστε δὲ  πάντως  ποῖά  ἐστι  τὰ  ἐλευθερίαν  ἡμῖν παρέχοντα. ∆ιὸ καὶ Παῦλος εἰς τοῦτο ἐνάγων  ἡμᾶς, εἰς τὴν ἐλευθερίαν  λέγω τὴν προσήκουσαν ἡμῖν, οὕτως ἀνήγαγε,  τοῦ σταυροῦ καὶ τοῦ αἵματος ἀναμνήσας τοῦ  ∆εσποτικοῦ·  Τιμῆς   γὰρ,   φησὶν,   ἠγοράσθητε·  μὴ   γίνεσθε   δοῦλοι   ἀνθρώπων. Ἐννόησον, φησὶ, τὴν ὑπὲρ σοῦ καταβληθεῖσαν  τιμὴν, καὶ οὐδενὸς ἀνθρώπων  ἔσῃ δοῦλος·  τιμὴν   τὸ  αἷμα  λέγων   τὸ  διὰ  σταυροῦ.  Οὐ  γὰρ  ἁπλῶς   τῷ  δακτύλῳ ἐγχαράττειν αὐτὸν δεῖ, ἀλλὰ πρότερον τῇ προαιρέσει μετὰ πολλῆς τῆς πίστεως, καὶ οὕτως ἐντυποῦν αὐτὸν τῇ ὄψει. Οὐδεὶς ἐγγύς σου στῆναι δυνήσεται τῶν ἀκαθάρτων δαιμόνων, ὁρῶν τὴν μάχαιραν, ἐν ᾗ τὴν πληγὴν ἔλαβεν· ὁρῶν τὸ ξίφος, ἐν ᾧ τὴν καιρίαν  ἐδέξατο.  Εἰ γὰρ  ἡμεῖς  τόπους  ὁρῶντες,  ἐν  οἷς  τέμνονται  οἱ  κατάδικοι,φρίττομεν, ἐννόησον τί πείσεται ὁ διάβολος τὸ ὅπλον ὁρῶν, δι' οὗ πᾶσαν αὐτοῦ τὴν δύναμιν  ἔλυσεν ὁ Χριστὸς, καὶ τὴν τοῦ δράκοντος ἀπέταμε κεφαλήν.  Μὴ τοίνυν ἐπαισχυνθῇς τοσοῦτον ἀγαθὸν, ἵνα μή σε ἐπαισχυνθῇ ὁ Χριστὸς, ὅταν ἔρχηται μετὰ τῆς δόξης αὐτοῦ, καὶ τὸ σημεῖον ἔμπροσθεν φαίνηται  λάμπον ὑπὲρ τὴν ἀκτῖνα τοῦ ἡλίου. Καὶ γὰρ φανήσεται ὁ σταυρὸς τότε φωνὴν ἀφιεὶς διὰ τῆς ὄψεως, καὶ πρὸς τὴν οἰκουμένην  ἅπασαν ἀπολογούμενος  ὑπὲρ τοῦ  ∆εσπότου, καὶ  δεικνὺς,  ὅτι  οὐδὲν ἐνέλιπε  τῶν εἰς αὐτοὺς ἡκόντων.  63.850 Τοῦτο τὸ σημεῖον καὶ ἐπὶ τῶν προγόνων ἡμῶν   θύρας  ἀνέῳξε   κεκλεισμένας·  τοῦτο  δηλητήρια  ἔσβεσε  φάρμακα,  τοῦτο κωνείου  δύναμιν  ἐξέλυσε, τοῦτο  θηρίων  δήγματα  ἰοβόλων  ἰάσατο. Εἰ γὰρ ᾅδου πύλας ἀνέῳξε, καὶ οὐρανῶν ἁψῖδας ἀνεπέτασε καὶ παραδείσου εἴσοδον ἀνεκαίνισε, καὶ τοῦ διαβόλου τὰ νεῦρα ἐξέκοψε, τί θαυμαστὸν εἰ φαρμάκων  δηλητηρίων  καὶ θηρίων  καὶ τῶν  ἄλλων  τῶν  τοιούτων  περιγίνεται;  Τοῦτον τοίνυν  ἐγκόλαψον  τῇ διανοίᾳ  τῇ σῇ, καὶ τὴν σωτηρίαν περίπτυξαι τῶν  ἡμετέρων  ψυχῶν.  Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἐπέστρεψε, τὴν πλάνην ἐξήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν  γῆν  οὐρανὸν  ἐποίησε, τοὺς  ἀνθρώπους  ἀγγέλους  εἰργάσατο. ∆ιὰ τοῦτον  οἱ δαίμονες  οὐκέτι  φοβεροὶ,  ἀλλ'  εὐκαταφρόνητοι,  οὐδὲ  ὁ  θάνατος  θάνατος,  ἀλλ' ὕπνος· διὰ τοῦτον  πάντα ἔῤῥιπται χαμαὶ, καὶ πεπάτηται  τὰ πολεμοῦντα  ἡμῖν. Ἂν τοίνυν  εἴπῃ  σοί τις,  Τὸν  ἐσταυρωμένον  προσκυνεῖς;  εἰπὲ  φαιδρᾷ  τῇ  φωνῇ  καὶ γεγηθότι   προσώπῳ·  Καὶ  προσκυνῶ,  καὶ  οὐ  παύσομαί  ποτε  προσκυνῶν·   κἂν γελάσηται, δάκρυσαι αὐτὸν, ὅτι μαίνεται.  Εὐχαρίστησον τῷ ∆εσπότῃ, ὅτι τοιαῦτα ἡμᾶς εὐηργέτησεν, ἃ μηδὲ μαθεῖν δύναταί τις χωρὶς τῆς ἄνωθεν ἀποκαλύψεως. ∆ιὰ γὰρ  τοῦτο  καὶ  οὗτος  γελᾷ,  ὅτι  Ὁ ψυχικὸς  αὐτοῦ  ἄνθρωπος  οὐ  δέχεται  τὰ  τοῦ Πνεύματος.  Ἐπεὶ  καὶ  τὰ  παιδία  τοῦτο  πάσχει,  ὅταν  τι  τῶν  μεγάλων   ἴδῃ  καὶ θαυμαστῶν· κἂν εἰς μυστήρια παιδίον ἀγάγῃς, γελάσεται. Τούτοις δὴ καὶ οἱ Ἕλληνες ἐοίκασι τοῖς παιδίοις, μᾶλλον δὲ καὶ τούτων εἰσὶν ἀτελέστεροι· διὸ καὶ ἀθλιώτεροι, ὅτι  οὐκ ἐν  ἀώρῳ  ἡλικίᾳ,  ἀλλ' ἐν  τελείᾳ  τὰ τῶν  παιδίων  πάσχουσιν· ὅθεν  οὐδὲ συγγνώμης  ἄξιοί εἰσιν. Ἀλλ' ἡμεῖς λαμπρᾷ τῇ φωνῇ  μέγα βοῶντες  καὶ ὑψηλὸν, κράζωμεν καὶ λέγωμεν, κἂν πάντες παρῶσιν Ἕλληνες, μετὰ πλείονος τῆς παῤῥησίας εἴπωμεν, ὅτι Τὸ καύχημα ἡμῶν ὁ σταυρὸς, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἁπάντων, καὶ ἡ παῤῥησία καὶ ὁ στέφανος ἅπας. Ἐβουλόμην δύνασθαι καὶ μετὰ Παύλου λέγειν, ὅτι Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, ἀλλ' οὐ δύναμαι, ποικίλοις  πάθεσι κατεχόμενος.  ∆ιὸ παραινῶ  καὶ  ὑμῖν  καὶ  πρό γε  ὑμῶν  ἐμαυτῷ  σταυρωθῆναι  τῷ κόσμῳ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλὰ τῆς ἄνω πατρίδος ἐρᾷν, καὶ τῆς ἐκεῖθεν  δόξης,  καὶ  τῶν  αἰωνίων   ἀγαθῶν.  Καὶ γὰρ  στρατιῶται  βασιλέως  ἐσμὲν οὐρανίου  καὶ  ὅπλα  ἐνδεδύμεθα  πνευματικά.  Τί  τοίνυν  καπήλων  καὶ  ἀγυρτῶν, μᾶλλον δὲ σκωλήκων βίον μεταχειρίζομεν; ὅπου γὰρ βασιλεὺς, ἐκεῖ καὶ τὸν στρατιώτην  εἶναι  δεῖ. Καὶ γὰρ στρατιῶται γεγόναμεν,  οὐ τῶν  μακρὰν, ἀλλὰ τῶν ἐγγύς. Ὁ μὲν γὰρ ἐπὶ γῆς βασιλεὺς οὐκ ἂν ἀνάσχοιτο πάντας εἶναι ἐν τοῖς βασιλείοις, οὐδὲ παρὰ τὰς αὐτοῦ πλευράς· ὁ δὲ τῶν οὐρανῶν ἅπαντας ἐγγὺς εἶναι βούλεται τοῦ θρόνου τοῦ βασιλικοῦ. Καὶ πῶς δυνατὸν ἐνταῦθα ὄντας, φησὶ, παρ' ἐκεῖνον ἑστάναι τὸν θρόνον; Ὅτι καὶ Παῦλος ἐπὶ γῆς ὢν, ὅπου τὰ Σεραφὶμ ἦν, ὅπου τὰ Χερουβὶμ, καὶ ἐγγυτέρω οὗτος τοῦ Χριστοῦ, ἢ οὗτοι οἱ ἀσπιδηφόροι τοῦ βασιλέως. Οὗτοι μὲν γὰρ πολλαχοῦ  τὰς  ὄψεις  πολλάκις  περιφέρουσιν,  ἐκεῖνον  δὲ οὐδὲν  ἐφάνταζεν,  οὐδὲ περιεῖλκεν, ἀλλὰ πᾶσαν τὴν διάνοιαν πρὸς τὸν βασιλέα καὶ Κύριον τεταμένην εἶχεν. Ὥστε ἐὰν βουληθῶμεν, δυνατὸν καὶ ἡμῖν τοῦτο. Εἰ μὲν γὰρ τόπῳ διειστήκει, καλῶς ἂν ἠπόρεις· εἰ δὲ πανταχοῦ πάρεστι, τῷ σπουδάζοντι καὶ συντεταμένῳ πλησίον ἐστί.
∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγεν, Οὐ φοβηθή 63.851 σομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ.
Καὶ αὐτὸς πάλιν  ὁ Θεός· Θεὸς ἐγγίζων  ἐγώ εἰμι, καὶ οὐ πόῤῥωθεν. Ὥσπερ οὖν αἱ ἁμαρτίαι διιστῶσιν  ἡμᾶς αὐτοῦ, οὕτω  καὶ αἱ δικαιοσύναι  συνάγουσιν  ἡμᾶς πρὸςαὐτόν. Ἔτι γὰρ λαλοῦντός  σου, φησὶν, ἐρῶ· Ἰδοὺ πάρειμι. Ποῖος πατὴρ οὕτως ἂν ὑπακούσειέ  ποτε  τοῖς  ἐγγόνοις;  ποία  μήτηρ  οὕτως  ἐστὶ  παρεσκευασμένη  καὶ διηνεκῶς ἑστηκυῖα, μήποτε καλέσειεν αὐτὴν τὰ παιδία; Οὐκ ἔστιν οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ, ἀλλ' ὁ Θεὸς ἕστηκε διηνεκῶς ἀναμένων, εἴ τίς ποτε καλέσειεν αὐτὸν τῶν οἰκετῶν, καὶ οὐδέποτε, καλεσάντων ἡμῶν ὡς δεῖ, παρήκουσε. ∆ιὰ τοῦτό φησιν, Ἔτι λαλοῦντός  σου. Οὐκ ἀναμένω  σε πληρῶσαι,  καὶ  εὐθέως  ὑπακούσω. Καλέσωμεν τοίνυν αὐτὸν, ὡς κληθῆναι βούλεται. Πῶς δὲ βούλεται; Λύε, φησὶ, πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα· διάθρυπτε πεινῶντι  τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. Τότε ἐπικάλεσαί με, καὶ εἰσακούσομαί σου· ἔτι λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ πάρειμι. Καὶ τίς  ταῦτα  πάντα  δύναται  ποιῆσαι, φησί; Τίς δὲ οὐ δύναται,  εἰπέ μοι; τί γὰρ δυσχερὲς τῶν εἰρημένων; τί δὲ ἐργῶδες; τί δὲ οὐ ῥᾴδιον; Οὕτω γάρ ἐστιν οὐχὶ δυνατὰ μόνον, ἀλλὰ καὶ εὔκολα, ὅτι πολλοὶ καὶ τὸ μέτρον τῶν εἰρημένων ὑπερηκόντισαν, οὐκ ἄδικα γραμματεῖα διασπάσαντες μόνον, ἀλλὰ καὶ τὰ ὄντα ἀποδυσάμενοι πάντα· οὐ στέγῃ καὶ τραπέζῃ τοὺς πτωχοὺς ὑποδεχόμενοι, ἀλλὰ καὶ τῷ τοῦ σώματος ἱδρῶτι κάμνοντες, ὥστε αὐτοὺς διαθρέψαι· οὐ συγγενεῖς μόνον, ἀλλὰ καὶ ἐχθροὺς εὐεργετοῦντες. Τί δὲ ὅλως καὶ δύσκολον τῶν εἰρημένων· Οὐδὲ γὰρ εἶπεν, Ὑπέρβηθι τὸ ὄρος, διάβηθι τὸ πέλαγος, διάσκαψον γῆς πλέθρα τόσα καὶ τόσα, ἄσιτος διάμενε, σάκκον περιβαλοῦ· ἀλλὰ μετάδος τῆς οἰκίας, μετάδος τοῦ ἄρτου, τὰ ἀδίκως κείμενα γραμματεῖα διάῤῥηξον. Τί τούτων  εὐκολώτερον, εἰπέ μοι; Εἰ δὲ καὶ δύσκολα εἶναι νομίζεις,  σκόπει μοι καὶ τὰ ἔπαθλα,  καὶ ἔσται σοι ῥᾴδια πάντα.  Καθάπερ γὰρ οἱ βασιλεῖς ἐν ταῖς ἱπποδρομίαις  πρὸ τῶν  ἀγωνιζομένων  στεφάνους  καὶ ἰμάτια  καὶ βραβεῖα τιθέασιν· οὕτω  δὴ καὶ ὁ Χριστὸς ἐν μέσῳ τίθησι τῷ σταδίῳ τὰ ἔπαθλα, καθάπερ διὰ πολλῶν χειρῶν τῶν τοῦ προφήτου ῥημάτων ἐκτείνων αὐτά. Καὶ οἱ μὲν βασιλεῖς,   κἂν   μυριάκις   ὦσι   βασιλεῖς,   ἅτε   ἄνθρωποι   ὄντες,   καὶ   εὐπορίαν δαπανωμένην  ἔχοντες,  καὶ  φιλοτιμίαν  ἀναλισκομένην,  τὰ  ὀλίγα  πολλὰ φιλοτιμοῦνται   δεῖξαι·  διὸ  καὶ  ἓν  ἕκαστον  ἑκάστῳ  τῶν  διακόνων  ἐγχειρίζοντες, οὕτως εἰσάγουσιν εἰς τὸ μέσον· ὁ δὲ βασιλεὺς ὁ ἡμέτερος τοὐναντίον  πάντα ὁμοῦ συμφορήσας, ἐπειδὴ σφόδρα ἐστὶν εὔπορος καὶ οὐδὲν πρὸς ἐπίδειξιν ποιεῖ, οὕτως εἰς μέσον προτίθησιν, ἅπερ ἐκταθέντα, ἄπειρα ἔσται, καὶ πολλῶν δεήσεται τῶν κατεχουσῶν  χειρῶν.  Καὶ ἵνα  μάθῃς  τοῦτο,  ἕκαστον  αὐτῶν  περισκόπησον μετὰ ἀκριβείας. Τότε ῥαγήσεται, φησὶ, πρώϊμον τὸ φῶς σου. Ἆρα οὐ δοκεῖ σοι ἕν τι εἶναι δῶρον; ἀλλ' οὐκ ἔστιν ἕν· καὶ γὰρ πολλὰ ἔνδον ἔχει, καὶ στεφάνους καὶ βραβεῖα καὶ ἕτερα ἔπαθλα. Καὶ, εἰ βούλεσθε, λύσαντες δείξομεν τὸν πλοῦτον ἅπαντα, καθὼς ἡμῖν οἷόν τε ἐπιδεῖξαι· μόνον μὴ ἀποκάμητε· καὶ πρῶτον μάθωμεν, τί ἐστι, Ῥαγήσεται. Τὸ ταχὺ  καὶ  δαψιλὸς  ἡμῖν  ἐμφαίνει,  καὶ  63.852 πῶς  σφόδρα ἐφίεται  τῆς  ἡμετέρας σωτηρίας, καὶ πῶς ὠδίνει τὰ ἀγαθὰ αὐτὰ προελθεῖν καὶ ἐπείγεται, καὶ οὐδὲν ἔσται τὸ κωλύον τὴν ἄφατον ῥύμην· δι' ὧν ἁπάντων τὴν δαψίλειαν αὐτῶν ἐνδείκνυται  καὶ τὸ  ἄπειρον  τῆς  περιουσίας. Τί δέ  ἐστι Πρώϊμον; Τουτέστιν, οὐ  μετὰ  τὸ  ἐν  τοῖς πειρασμοῖς γενέσθαι, οὐδὲ μετὰ τὴν τῶν κακῶν ἔφοδον, ἀλλὰ προφθάνει. Καθάπερ γὰρ ἐπὶ τῶν καρπῶν λέγομεν πρώϊμον τὸ πρὸ τοῦ καιροῦ φανὲν, οὕτω καὶ ἐνταῦθα τὸ ταχὺ πάλιν ἐμφαίνων, οὕτως εἶπεν· ὥσπερ ἄνω ἔλεγεν, Ἔτι λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ πάρειμι. Ποῖον δὲ λέγει  φῶς,  καὶ τί ποτέ ἐστι τοῦτο τὸ φῶς; Οὐ τοῦτο τὸ αἰσθητὸν, ἀλλ' ἕτερον πολλῷ βέλτιον, ὃ τὸν οὐρανὸν ἡμῖν δείκνυσι, τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους,  τὰ Χερουβὶμ, τὰ Σεραφὶμ, τοὺς θρόνους, τὰς κυριότητας,  τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ στρατόπεδον ἅπαν, τὰς πόλεις τὰς βασιλικὰς, τὰς σκηνάς. Ἂνγὰρ τοῦ φωτὸς  ἐκείνου καταξιωθῇς, καὶ ταῦτα ὄψει καὶ ἀπαλλαγήσῃ γεέννης  καὶ τοῦ σκώληκος τοῦ ἰοβόλου, καὶ τῶν βρυγμῶν τῶν ὀδόντων, καὶ τῶν δεσμῶν τῶν ὀδυνηρῶν, καὶ τῆς στενοχωρίας καὶ τῆς θλίψεως καὶ τοῦ σκότους τοῦ ἀφεγγοῦς, καὶ τοῦ διχοτομηθῆναι,  καὶ τῶν  ποταμῶν  τοῦ πυρὸς, καὶ τῆς κατάρας, καὶ τῶν  τῆς ὀδύνης χωρίων, καὶ ἀπελεύσῃ ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη, ἔνθα πολλὴ ἡ χαρὰ καὶ εἰρήνη καὶ ἀγάπη καὶ τρυφὴ καὶ εὐφροσύνη· ἔνθα ζωὴ αἰώνιος, καὶ δόξα ἄῤῥητος, καὶ κάλλος ἄφραστον· ἔνθα αἰώνιοι σκηναὶ, καὶ ἡ δόξα τοῦ βασιλέως ἡ ἀπόῤῥητος, καὶ τὰ ἀγαθὰ ἐκεῖνα, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ἔνθα ὁ νυμφὼν ὁ πνευματικὸς, καὶ αἱ παστάδες τῶν οὐρανῶν, καὶ αἱ παρθένοι  αἱ τὰς φαιδρὰς  ἔχουσαι λαμπάδας, καὶ οἱ τὸ ἔνδυμα τοῦ γάμου ἔχοντες· ἔνθα τὰ παλάτια ὑπάρχει τοῦ ∆εσπότου, καὶ τὰ ταμιεῖα τὰ βασιλικά. Εἶδες ἡλίκα τὰ ἔπαθλα, καὶ ὅσα διὰ μιᾶς ῥήσεως ἐπεδείξατο, καὶ πῶς πάντα συνεφόρησεν; Οὕτω  καὶ  τῶν   ἑξῆς  ῥήσεων  ἑκάστην  ἀναπτύξαντες,   πολλὴν   εὑρήσομεν  τὴν περιουσίαν καὶ πέλαγος ἀχανές. Μὴ οὖν ἀναβαλλώμεθα, μηδὲ ὀκνῶμεν ἐλεεῖν τοὺς δεομένους· μὴ, παρακαλῶ· ἀλλὰ κἂν πάντα ῥῖψαι δέῃ, κἂν εἰς πῦρ ἐμβληθῆναι, κἂν ξίφους κατατολμῆσαι, κἂν κατὰ μαχαιρῶν ἅλλεσθαι, κἂν ὁτιοῦν παθεῖν, πάντα φέρωμεν εὐκόλως, ὥστε δύνασθαι τὸ Πνεῦμα τὸ ἅγιον ἔχειν παρ' ἑαυτοῖς. Ἀλλὰ καὶ τὸν  ἐγκεχειρισμένον  τὴν  ἐνέργειαν  τῶν  θείων  μυστηρίων  μετὰ πολλῆς θεραπεύωμεν  τῆς  τιμῆς·  μεγάλη  γὰρ  ἡ  τῶν  ἱερέων  ἀξία. Ὧν ἂν  ἀφῆτε,  φησὶν, ἀφέωνται  αἱ ἁμαρτίαι. ∆ιὸ καὶ Παῦλος ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις  ὑμῶν καὶ ὑπείκετε, καὶ ὑπερεκπερισσοῦ ἡγεῖσθε αὐτοὺς ἐν τιμῇ. Σὺ μὲν γὰρ τὰ σαυτοῦ μεριμνᾷς· κἂν ταῦτα διαθῇ καλῶς, οὐδείς σοι τῶν ἄλλων  ἔσται λόγος· ὁ δὲ ἱερεὺς κἂν   τὸν   οἰκεῖον   οἰκονομήσῃ   βίον   καλῶς,   τὸν   δὲ   σὸν  μὴ   μετὰ   ἀκριβείας ἐπιμελήσηται, μετὰ τῶν  πονηρῶν  εἰς τὴν γέενναν  ἄπεισι, καὶ πολλάκις  ἀπὸ τῶν οἰκείων οὐ προδοθεὶς, ἀπὸ τῶν ὑμετέρων ἀπόλλυται, κἂν μὴ πάντα τὰ ἥκοντα εἰς αὐτὸν ἀπαρτίσῃ καλῶς. Εἰδότες οὖν τοῦ κινδύνου  τὸ μέγεθος, πολλὴν  ἀπονέμετε αὐτῷ  εὔνοιαν·  ὃ καὶ Παῦλος ᾐνίξατο  λέγων,  ὅτι Ἀγρυπνοῦσιν ὑπὲρ τῶν  ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. ∆ιὸ πολλῆς δεῖ θεραπείας ἀπολαύειν αὐτούς. Ἐὰν δὲ ἐπιβαίνητε μετὰ τῶν ἄλλων  αὐτοῖς καὶ ὑμεῖς, οὐδὲ τὰ ὑμέτερα καλῶς διακείσεται. Ἕως μὲν γὰρ ἂν ἐν εὐθυμίᾳ διάγῃ ὁ κυβερνήτης, ἐν ἀσφαλείᾳ ἔσται καὶ τὰ τῶν ἐπιβατῶν·  ἂν  δὲ λοιδορουμένων  ἐκείνων  καὶ ἀπεχθῶς  ἐχόντων  πρὸς αὐτὸν,  οὐ ταλαιπω 63.853 ρῆσαι οὐδὲ ἀγρυπνεῖν ὁμοίως δύναται, οὔτε τὴν τέχνην διασώζειν, καὶ ἄκων μυρίοις αὐτοὺς περιβαλεῖ κακοῖς. Οὕτω καὶ ὁ ἱερεὺς, ἂν μὲν ἀπολαύῃ τῆς παρ' ὑμῶν  θεραπείας, καὶ τὰ ὑμέτερα διαθεῖναι  καλῶς  δυνήσεται· ἂν δὲ ἀθυμίᾳ αὐτοὺς περιβάλητε, τὰς χεῖρας ἐκλύσαντες, εὐχειρώτους μεθ' ὑμῶν αὐτοὺς ποιήσετε τοῖς κύμασι, κἂν σφόδρα γενναῖοι  ὦσιν. Ἐννόησον τί περὶ τῶν Ἰουδαίων  φησὶν ὁ Χριστός· Ἐπὶ τῆς  Μωϋσέως καθέδρας  ἐκάθισαν  οἱ  γραμματεῖς  καὶ  οἱ  Φαρισαῖοι· πάντα  οὖν, ὅσα λέγουσιν  ὑμῖν  ποιεῖν,  ποιεῖτε. Νῦν δὲ οὐκ ἔστιν εἰπεῖν,  Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ ἱερεῖς, ἀλλ', Ἐπὶ τῆς τοῦ Χριστοῦ· τὴν γὰρ ἐκείνου διεδέξαντο διδασκαλίαν. ∆ιὸ καὶ Παῦλός φησιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος  δι'  ἡμῶν.  Οὐχ ὁρᾷς  ἐπὶ  τῶν  ἔξωθεν  ἀρχόντων   ἅπαντας ὑποκύπτοντας,   καὶ  γένει  βελτίους  ὄντας  πολλάκις   καὶ  βίῳ  καὶ  συνέσει  τῶν δικαζόντων  αὐτούς; ἀλλ' ὅμως διὰ τὸν δεδωκότα οὐδὲν τούτων  ἐννοοῦσιν,  ἀλλ' αἰδοῦνται τὴν ψῆφον τοῦ βασιλέως, κἂν ὁστισοῦν ὁ λαβὼν τὴν ἀρχὴν ᾖ. Εἶτα ἂν μὲν ἄνθρωπος  χειροτονήσῃ,  τοσοῦτος ὁ φόβος· τοῦ  Χριστοῦ δὲ  χειροτονοῦντος,  καὶ ὑπερορῶμεν τὸν χειροτονούμενον καὶ λοιδορούμεθα καὶ μυρίοις ὀνείδεσι πλύνομεν; καὶ τοὺς ἀδελφοὺς ἡμῶν κωλυθέντες κρίνειν, κατὰ τῶν ἱερέων τὴν γλῶσσαν ἀκονῶμεν; Καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια, ὅταν τὴν μὲν ἐν τῷ ὀφθαλμῷ τῷ ἡμετέρῳ δοκὸν οὐ κατανοῶμεν, τὸ δὲ κάρφος τοῦ ἑτέρου πικρῶς περιεργαζώμεθα; οὐκ οἶσθα,ὅτι χαλεπώτερον  σαυτῷ ποιεῖς τὸ δικαστήριον οὕτω δικάζων; Καὶ ταῦτα λέγω, οὐκ ἀποδεχόμενος τοὺς ἀναξίως τὴν ἱερωσύνην διοικοῦντας, ἀλλ' ἐλεῶν καὶ δακρύων. Οὐ μὴν διὰ τοῦτό φημι παρὰ τῶν ἀρχομένων κρίνεσθαι, κἂν ὁ βίος αὐτῶν σφόδρα διαβεβλημένος  ᾖ. Σὺ δὲ ἂν  63.854 σαυτῷ προσέχῃς, οὐδὲν  παραβλαβήσῃ εἰς  τὰ ἐγκεχειρισμένα αὐτῷ παρὰ τοῦ Θεοῦ. Εἰ γὰρ δι' ὄνου φωνὴν  ἀφεθῆναι ἐποίησε, καὶ διὰ  μάντεως   εὐλογίας  πνευματικὰς   ἐχαρίσατο,  καὶ  ἐν  ἀλόγῳ  στόματι  καὶ  ἐν ἀκαθάρτῳ  γλώττῃ  τοῦ Βαλαὰμ ἐνεργήσας διὰ τοὺς προσκεκρουκότας Ἰουδαίους, πολλῷ μᾶλλον δι' ὑμᾶς τοὺς εὐγνώμονας, καὶ εἰ σφόδρα φαῦλοί εἰσιν οἱ ἱερεῖς, τὰ αὐτοῦ πάντα ἐργάσεται, καὶ πέμψει τὸ Πνεῦμα τὸ ἅγιον. Οὐδὲ γὰρ ὁ καθαρὸς ἀπὸ τῆς οἰκείας ἐπισπᾶται αὐτὸ καθαρότητος, ἀλλὰ χάρις ἐστὶν ἡ τὸ πᾶν ἐργαζομένη. Πάντα γὰρ, φησὶ, δι' ὑμᾶς, εἴτε Παῦλος, εἴτε Ἀπολλὼς, εἴτε Κηφᾶς. Ἃ γὰρ ἐγκεχείρισται ὁ ἱερεὺς, Θεοῦ μόνον ἐστὶ δωρεῖσθαι· καὶ ὅπουπερ ἂν ἡ ἀνθρωπίνη φθάσῃ φιλοσοφία, ἐλάττων  τῆς  χάριτος  ἐκείνης  φανεῖται.  Καὶ ταῦτα  λέγω,  οὐχ  ἵνα  ῥᾳθύμως  τὸν ἑαυτῶν  βίον  οἰκονομῶμεν,  ἀλλ' ἵνα  μὴ, ῥᾳθυμούντων  τινῶν  τῶν  προεστώτων, ὑμεῖς οἱ ἀρχόμενοι ἑαυτοῖς πολλάκις ἐπισωρεύητε τὰ κακά. Καὶ τί λέγω τοὺς ἱερεῖς; οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος ἐργάσασθαί τι δύναται εἰς τὰ δεδομένα παρὰ Θεοῦ, ἀλλὰ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα πάντα οἰκονομεῖ· ὁ δὲ ἱερεὺς τὴν ἑαυτοῦ δανείζει γλῶτταν,  καὶ τὴν ἑαυτοῦ παρέχει χεῖρα. Καὶ γὰρ οὐδὲ δίκαιον ἦν διὰ τὴν ἑτέρου κακίαν, εἰς τὰ σύμβολα τῆς σωτηρίας ἡμῶν τοὺς πίστει προσιόντας παραβλάπτεσθαι. Ταῦτ' οὖν ἅπαντα εἰδότες, καὶ τὸν Θεὸν φοβώμεθα, καὶ τοὺς ἱερέας αὐτοῦ ἐντίμως ἔχωμεν, πᾶσαν αὐτοῖς ἀπονέμοντες τιμὴν, ἵνα καὶ ὑπὲρ τῶν οἰκείων κατορθωμάτων,  καὶ ὑπὲρ τῆς εἰς ἐκείνους θεραπείας πολλὴν  λάβωμεν παρὰ Θεοῦ τὴν ἀμοιβὴν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.