Δευτέρα, 21 Οκτωβρίου 2013

49.153 Ἔτι εἰς τὴν συμφορὰν τῆς πόλεως Ἀντιοχείας, καὶ ὅτι χρήσιμον πανταχοῦ φόβος, καὶ ὅτι πένθος γέλωτος λυσιτελέστερον, καὶ εἰς τὴν ῥῆσιν τὴν λέγουσαν· Ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· καὶ ὅτι τοῦ φονεύειν τὸ ὁρκίζειν χεῖρον. Ὁμιλία ιεʹ.



49.153 Ἔτι εἰς τὴν συμφορὰν τῆς πόλεως Ἀντιοχείας, καὶ ὅτι χρήσιμον πανταχοῦ φόβος, καὶ ὅτι πένθος γέλωτος λυσιτελέστερον, καὶ εἰς τὴν ῥῆσιν τὴν λέγουσαν· Ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· καὶ ὅτι τοῦ φονεύειν τὸ ὁρκίζειν χεῖρον. Ὁμιλία ιεʹ.

αʹ. Ἔδει καὶ τήμερον καὶ τῷ προτέρῳ σαββάτῳ τὸν περὶ νηστείας κινῆσαι λόγον, καὶ μηδεὶς ἄκαιρον εἶναι νομιζέτω τὸ λεχθέν. Ἐν μὲν γὰρ ταῖς ἡμέραις τῆς νηστείας οὐδὲν δεῖ συμβουλῆς καὶ παραινέσεως εἰς τοῦτο, αὐτῆς τῶν ἡμερῶν τῆς παρουσίας καὶ τοὺς σφόδρα ἀναπεπτωκότας  διεγειρούσης πρὸς τὸν  τῆς νηστείας ἀγῶνα.  Ἐπειδὴ  δὲ  πολλοὶ  τῶν  ἀνθρώπων   εἰσιέναι  τε  εἰς  νηστείαν  μέλλοντες, καθάπερ πολιορκίᾳ τινὶ μακρᾷ παραδίδοσθαι μελλούσης τῆς γαστρὸς, ἀδηφαγίαν καὶ μέθην προλαβόντες ἀποτίθενται,  ἐξιόντες τε πάλιν, ὥσπερ ἔκ τινος μακροῦ λιμοῦ καὶ   χαλεποῦ   δεσμωτηρίου   τῆς   νηστείας   ἀπαλλαγέντες,    μετὰ   πολλῆς   τῆς ἀπειροκαλίας ἐπὶ τὰς τραπέζας τρέχουσι, καθάπερ σπουδάζοντες τὴν ἐκ τῆς νηστείας γενομένην αὐτοῖς ὠφέλειαν τῇ τῆς ἀδηφαγίας ἀμετρίᾳ καταλῦσαι πάλιν, ἀναγκαῖον ἦν καὶ τότε καὶ νῦν τοὺς περὶ ἐγκρατείας κινῆσαι λόγους. Ἀλλ' ὅμως οὔτε πρώην εἰρήκαμέν τι τοιοῦτον, οὔτε νῦν ἐροῦμεν· ὁ γὰρ τῆς ἐπικειμένης  συμφορᾶς φόβος ἀντὶ πάσης παραινέσεως καὶ συμβουλῆς ἀρκεῖ τὰς ἁπάντων σωφρονίσαι ψυχάς. Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς ἐν τοσούτῳ χειμῶνι μεθύειν; τίς οὕτως ἀναίσθητος,  ὡς  τῆς  πόλεως  οὕτω  σαλευομένης, καὶ ναυαγίας  τοιαύτης ἀπειλουμένης, μὴ νήφειν  καὶ ἐγρηγορέναι, καὶ πάσης
συμβουλῆς καὶ παραινέσεως ἀκριβέστερον ἀπὸ τῆς ἀγωνίας  διορθοῦσθαι ταύτης; Οὐ γὰρ τοσοῦτον ἐργάσασθαι δυνήσεται λόγος, ὅσον ἐργάζεται φόβος· καὶ τοῦτο αὐτὸ ἀπὸ τῶν συμβεβηκότων νῦν δυνατὸν  ἀποδεῖξαι.  Πόσους γοῦν  ἀνηλώσαμεν  λόγους,  πολλοὺς  τῶν  ῥᾳθύμων παραινοῦντες, καὶ συμβουλεύοντες τὰ θέατρα ἀφεῖναι, καὶ τὰς ἐκεῖθεν ἀκολασίας; καὶ οὐκ ἠνέσχοντο,  ἀλλ' ἀεὶ κατὰ τὴν  ἡμέραν ταύτην  ἐπὶ  τὰς παρανόμους  τῶν ὀρχουμένων συνέτρεχον θεωρίας, καὶ σύλλογον διαβολικὸν ἀντικαθίστασαν τῷ πληρώματι  τῆς Ἐκκλησίας τοῦ Θεοῦ, καὶ ταῖς ἐνταῦθα  ψαλμῳδίαις  ἀντήχουν  αἱ ἐκεῖθεν κραυγαὶ μετὰ πολλῆς φερόμεναι τῆς σφοδρότητος· ἀλλ' ἰδοὺ νῦν σιγώντων ἡμῶν, καὶ οὐδὲν περὶ τούτου λεγόντων,  αὐτόματοι τὴν ὀρχήστραν ἔφραξαν, καὶ ὁ

ἱππόδρομος ἄβατος γέγονε· καὶ πρὸ τούτου μὲν πολλοὶ τῶν ἡμετέρων πρὸς ἐκείνους ἔτρεχον,  νυνὶ  δὲ  πάντες  ἐκεῖθεν  εἰς  τὴν  ἐκκλησίαν  49.154 κατέφυγον,  καὶ  τὸν ἡμέτερον ἅπαντες ἐνυμνοῦσι Θεόν. Ὁρᾷς πόσον ἀπὸ τοῦ φόβου τὸ κέρδος ἐγένετο; Εἰ μὴ καλὸν ἦν ὁ φόβος, οὐκ ἂν πατέρες παιδαγωγοὺς τοῖς παισὶν ἐπέστησαν, οὐκ ἂν οἱ νομοθέται ταῖς πόλεσιν ἄρχοντας. Τί γεέννης χαλεπώτερον; ἀλλ' οὐδὲν τοῦ ταύτης χρησιμώτερον  φόβου· ὁ γὰρ τῆς  γεέννης  φόβος  τὸν  τῆς  βασιλείας  ἡμῖν  κομίζει στέφανον. Ἔνθα φόβος ἐστὶν, οὐκ ἔστι φθόνος· ἔνθα φόβος ἐστὶ, χρημάτων  ἔρως οὐκ ἐνοχλεῖ· ἔνθα φόβος ἐστὶν, ἔσβεσται θυμὸς, ἐπιθυμία κατέσταλται πονηρὰ, ἅπαν ἀλόγιστον ἐξώρισται πάθος· καὶ καθάπερ ἐν οἰκίᾳ στρατιώτου διηνεκῶς ὡπλισμένου οὐ λῃστὴς, οὐ τοιχωρύχος, οὐκ ἄλλος τις τῶν τὰ τοιαῦτα κακουργούντων τολμήσει φανῆναι  πλησίον,  οὕτω  καὶ φόβου  τὰς  ἡμετέρας  κατέχοντος  ψυχὰς,  οὐδὲν  τῶν ἀνελευθέρων παθῶν ἐπεισέρχεται ῥᾳδίως ἡμῖν· ἀλλὰ πάντα δραπετεύει καὶ φυγαδεύεται τῇ τυραννίδι τοῦ φόβου πάντοθεν ἐξελαυνόμενα. Καὶ οὐ τοῦτο μόνον ἐστὶν ὃ καρπούμεθα ἀπὸ τοῦ φόβου, ἀλλὰ καὶ ἕτερον πολλῷ τούτου μεῖζον. Οὐ γὰρ δὴ τὰ πονηρὰ ἡμῶν ἀπελαύνει  πάθη μόνον, ἀλλὰ καὶ πᾶσαν εἰσάγει μετὰ πολλῆς εὐκολίας τὴν ἀρετήν. Ἔνθα φόβος ἐστὶν, ἐκεῖ καὶ ἐλεημοσύνης σπουδὴ, καὶ εὐχῆς ἐπίτασις, καὶ δάκρυα θερμὰ καὶ ἐπάλληλα, καὶ στεναγμοὶ πολλὴν ἔχοντες τὴν κατάνυξιν. Οὐδὲν γὰρ οὕτω κατεσθίει μὲν ἁμαρτήματα, ἀρετὴν δὲ αὔξεσθαι ποιεῖ καὶ θάλλειν,  ὡς  διηνεκὴς  φόβου  φύσις· διὰ τοῦτο  τὸν  μὴ συζῶντα  φόβῳ  ἀδύνατον κατορθοῦσθαι· ὥσπερ οὖν  τὸν  ἐν φόβῳ  ζῶντα  ἀδύνατον  διαμαρτεῖν.  Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοὶ, μηδὲ καταπίπτωμεν ἐπὶ τῇ παρούσῃ θλίψει, ἀλλὰ θαυμάσωμεν τὸ εὐμήχανον τῆς τοῦ Θεοῦ σοφίας. ∆ι' ὧν γὰρ προσεδόκησεν ὁ διάβολος τὴν πόλιν ἡμῶν καταβαλεῖν, διὰ τούτων αὐτὴν ὁ Θεὸς ἀνέστησέ τε καὶ ἀνώρθωσεν· ὁ μὲν γὰρ διάβολος ἐνέπνευσέ τισι παρανόμοις ἀνθρώποις, καὶ εἰς τοὺς τῶν βασιλέων ὕβρισαν ἀνδριάντας, ἵνα καὶ αὐτὸ τῆς πόλεως ἀφανισθῇ τὸ ἔδαφος· ὁ δὲ Θεὸς αὐτῷ δὴ τούτῳ τῷ γεγενημένῳ  πρὸς σωφρονισμὸν ἡμῶν πλείονα ἀπεχρήσατο, τῷ φόβῳ τῆς προσδοκωμένης ἀπειλῆς πᾶσαν ἐκβαλὼν ῥᾳθυμίαν· καὶ γέγονε τοὐναντίον,  ἤπερ ὁ δαίμων  ἠθέλησε,  δι'  ὧν  αὐτὸς  κατεσκεύασεν. Ἡ γὰρ  πόλις  ἡμῖν  καθ'  ἑκάστην ἐκκαθαίρεται  τὴν  ἡμέραν,  καὶ  στενωποὶ  καὶ  ἄμφοδα  καὶ  49.155 ἀγοραὶ  τῶν πορνικῶν  καὶ διακεκλασμένων  ἀπηλλάγησαν  ᾀσμάτων, καὶ ὅπουπερ ἄν  τις  ἴδῃ, λιταὶ  καὶ  εὐφημίαι  καὶ  δάκρυα  ἀντὶ  γέλωτος  ἀτάκτου,  καὶ  ῥήματα  φιλοσοφία, ἔχοντα  ἀντὶ  ῥημάτων  αἰσχρῶν, καὶ ἐκκλησία γέγονεν  ἡμῖν  ἡ πόλις  ἅπασα, τῶν ἐργαστηρίων  ἀποκεκλεισμένων,  καὶ  πάντων  ἐν  ταῖς  πανδήμοις  ταύταις διημερευόντων  λιταῖς, καὶ τὸν Θεὸν μιᾷ καὶ κοινῇ φωνῇ μετὰ πολλῆς καλούντων τῆς προθυμίας. Ποῖος ταῦτα λόγος ἀνύσαι ποτὲ ἴσχυσε; ποία παραίνεσις; τίς συμβουλή; πόσον χρόνου μῆκος;
βʹ. ∆ιὰ ταῦτα εὐχαριστῶμεν,  καὶ μὴ ἀποδυσπετῶμεν  μηδὲ δυσχεραίνωμεν. Ὅτι γὰρ καλὸν ὁ φόβος, ἐδίδαξε μὲν καὶ τὰ εἰρημένα· ἄκουσον δὲ καὶ Σολομῶντος περὶ αὐτοῦ φιλοσοφοῦντος  οὕτως, Σολομῶντος τοῦ πάσῃ συντραφέντος τρυφῇ καὶ πολλῆς ἀπολαύσαντος ἀδείας. Τί οὖν ἐκεῖνός φησιν; Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον γέλωτος.  Τί λέγεις, εἰπέ μοι; Ὅπου θρῆνος, καὶ δάκρυα, καὶ οἰμωγαὶ, καὶ ὀδύνη, καὶ ἀθυμία τοσαύτη, βέλτιον ἀπελθεῖν  μᾶλλον, ἢ ὅπου χορεῖαι, καὶ κύμβαλα, καὶ γέλως, καὶ τρυφὴ, καὶ ἀδηφαγία, καὶ μέθη; Ναὶ, φησί. Τίνος ἕνεκεν, εἰπέ μοι, καὶ διὰ τί; Ὅτι ἐκεῖθεν μὲν παροινία, ἐντεῦθεν δὲ σωφροσύνη τίκτεται· κἂν ἀπέλθῃ τις εἰς εὐπορωτέρου συμπόσιον, οὐκέτι μετὰ τῆς αὐτῆς ἡδονῆς ὄψεται τὴν οἰκίαν, ἀλλ' ἀηδῶς μὲν πρὸς τὴν γυναῖκα ἐπανήξει, ἀηδῶς δὲ τῆς ἑαυτοῦ μεθέξει τραπέζης, καὶ δυσάρεστος καὶ τοῖς οἰκέταις καὶ τοῖς παιδίοις καὶ πᾶσιν ἔσται τοῖς κατὰ τὴν οἰκίαν, ἀπὸ τῆς ἑτέρων εὐπορίας ἀκριβέστερον κατιδὼν  τὴν ἑαυτοῦ πενίαν.  Καὶ οὐ τοῦτο μόνον  ἐστὶ τὸ δεινὸν,  ἀλλ'  ὅτι καὶ βασκαίνει πολλάκις  τῷ

καλέσαντι αὐτὸν πρὸς τὴν εὐωχίαν· καὶ ὅλως οὐδὲν ἀγαθὸν λαβὼν οἴκαδε ἐπανήξει. Ἐπὶ δὲ τῶν πενθούντων  οὐδὲν τοιοῦτον ἔστιν εἰπεῖν, ἀλλὰ πολλὴ μὲν ἡ φιλοσοφία, πολλὴ δὲ ἡ σωφροσύνη. Ἅμα γὰρ ἄν τις ἐπιβῇ τῶν προθύρων τῆς οἰκίας τῆς νεκρὸν ἐχούσης, καὶ τὸν τετελευτηκότα ἴδῃ ἄφωνον  κείμενον, καὶ τὴν γυναῖκα τὰς τρίχας τίλλουσαν, τὰς παρειὰς καταξαίνουσαν, τοὺς βραχίονας κατατέμνουσαν, καταστέλλεται,  σκυθρωπάζει, καὶ τῶν  συγκαθημένων  ἕκαστος πρὸς τὸν  πλησίον οὐδὲν  ἕτερον φθέγγεται  ἀλλ' ἢ, ὅτι Οὐδέν ἐσμεν, καὶ ἡ κακία ἡμῶν  ἄφατος.  Τί τούτων   φιλοσοφώτερον   τῶν  ῥημάτων  γένοιτ'  ἂν,  ὅταν  καὶ  τῆς  φύσεως  τὴν εὐτέλειαν  ἐπιγινώσκωμεν,  καὶ  τὴν  πονηρίαν  διαβάλλωμεν,  καὶ  μηδὲν  εἶναι  τὰ παρόντα  νομίζωμεν,  ἑτέροις μὲν ῥήμασι, γνώμῃ  δὲ τῇ αὐτῇ τὰ τοῦ Σολομῶντος φθεγγόμενοι  ἐκεῖνα τὰ θαυμαστὰ καὶ πολλῆς φιλοσοφίας γέμοντα, ὅτι Ματαιότης ματαιοτήτων,  καὶ τὰ πάντα ματαιότης; Ὁ εἰς οἶκον πενθούντων  εἰσελθὼν, εὐθέως δακρύει τὸν ἀπελθόντα, κἂν ἐχθρὸς ᾖ. Εἶδες πόσον βελτίων  αὕτη ἐκείνης ἡ οἰκία; Ἐκεῖ μὲν γὰρ, κἂν φίλος  ᾖ, φθονεῖ· ἐνταῦθα δὲ, κἂν ἐχθρὸς ᾖ, δακρύει· τοῦτο, ὃ μάλιστα πάντων  ὁ Θεὸς ἐπιζητεῖ, τὸ μὴ ἐφήδεσθαι τοῖς λελυπηκόσιν. Οὐ ταῦτα δὲ μόνον ἔστιν ἐκεῖθεν καρπώσασθαι τὰ καλὰ, ἀλλὰ καὶ ἕτερα τούτων οὐκ ἐλάττω. Καὶ γὰρ ἀναμιμνήσκεται  τῶν ἁμαρτημάτων ἕκαστος τῶν ἑαυτοῦ, καὶ τοῦ δικαστηρίου τοῦ  φοβεροῦ,  καὶ  τῶν  εὐθυνῶν  ἐκείνων,  καὶ  τῆς  κρίσεως,  κἂν  ᾖ  μυρία  κακὰ πεπονθὼς παρ' ἑτέρων, καὶ λύπας κατὰ τὴν οἰκίαν ἔχων, πάντων αὐτῶν λαβὼν τὸ φάρμακον οὕτως ἐπάνεισιν. Ἐν 49.156 νοήσας γὰρ, ὅτι μικρὸν ὕστερον καὶ αὐτὸς πείσεται τοῦτο, καὶ πάντες δὲ οἱ μεγάλα φυσῶντες, καὶ ὅτι πρόσκαιρα τὰ παρόντα ἅπαντα, κἂν χρηστὰ ᾖ, κἂν λυπηρὰ, ἀθυμίαν καὶ βασκανίαν ἅπασαν ἀποθέμενος, καὶ κούφην ποιήσας τὴν ψυχὴν, καὶ πτερωθεὶς, οὕτως οἴκαδε ἀναστρέψει· καὶ ἐντεῦθεν ἡμερώτερος  ἔσται  πᾶσι  λοιπὸν,  ἐπιεικέστερος  καὶ  προσηνέστερος  καὶ φιλοσοφώτερος, τοῦ φόβου τῶν μελλόντων  ἐπεισελθόντος αὐτοῦ τῇ ψυχῇ, καὶ τὰς ἀκάνθας  δαπανήσαντος  ἁπάσας. Καὶ ταῦτα  πάντα  ἐκεῖνος  συνιδὼν  ἔλεγεν  ὅτι, Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον πότου· ἐκεῖθεν ῥᾳθυμία, ἐντεῦθεν ἀγωνία γίνεται· ἐκεῖθεν καταφρόνησις, ἐντεῦθεν φόβος, ὁ πρὸς ἅπασαν ἡμᾶς παιδαγωγῶν ἀρετήν. Εἰ μὴ καλὸν ἦν ὁ φόβος, οὐκ ἂν τοὺς πολλοὺς καὶ μακροὺς ἀνήλωσε λόγους ὁ Χριστὸς περὶ τῆς ἐκεῖ κολάσεως καὶ τιμωρίας διαλεγόμενος.  Ὁ φόβος  οὐδὲν  ἕτερόν  ἐστιν, ἢ τεῖχος  καὶ ἀσφάλεια, καὶ πύργος ἀκαταγώνιστος· καὶ γὰρ πολλῆς ἡμῖν ἀσφαλείας δεῖ, διὰ τὸ πολλὰς εἶναι πανταχοῦ τὰς ἐνέδρας· καθάπερ αὐτὸς οὗτος πάλιν  παραινῶν  ὁ Σολομὼν ἔλεγεν· Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς. Βαβαὶ πόσων γέμει τοῦτο τὸ ῥῆμα ἀγαθῶν, καὶ οὐκ ἔλαττον ἢ τὸ πρότερον! Ἐγγράψωμεν τοίνυν ἕκαστος ἐπὶ τῆς διανοίας αὐτὸ τῆς ἡμετέρας, καὶ περιφέρωμεν ἐπὶ τῆς μνήμης ἀεὶ, καὶ οὐχ ἁμαρτησόμεθα ταχέως. Ἐγγράψωμεν πρότερον αὐτὸ μετὰ ἀκριβείας ἁπάσης μαθόντες· οὐ γὰρ εἶπε, Βλέπε, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, ἀλλ', Ἐπίγνωθι. Καὶ τίνος ἕνεκεν εἶπεν, Ἐπίγνωθι; Συνεσκίασται, φησὶν, ἡ παγίς· τοῦτο γάρ ἐστιν ἡ παγὶς, ὅταν μὴ φανερὸς ὁ ὄλεθρος φαίνηται, μηδὲ δήλη ἡ βλάβη, ἀλλὰ πανταχόθεν περιεσταλμένη παρακέηται· διὰ τοῦτό φησιν, Ἐπίγνωθι· πολλῆς σοι δεῖ τῆς κατανοήσεως  καὶ ἀκριβοῦς τῆς ἐρεύνης. Ὥσπερ γὰρ τὰ παιδία τῇ γῇ τὴν παγίδα, οὕτως ὁ διάβολος τὰς ἁμαρτίας ταῖς βιωτικαῖς περιέστειλεν ἡδοναῖς· ἀλλ' ἐπίγνωθι διερευνώμενος  ἀκριβῶς, καὶ ἐὰν  ἐμπέσῃ κέρδος, μὴ τὸ κέρδος ἴδῃς μόνον,  ἀλλ' ἐρεύνησον ἀκριβῶς, μή που θάνατος καὶ ἁμαρτία εἰς τὸ κέρδος ἔνδον ἐγκέκρυπται· κἂν ἴδῃς, ἀπόφυγε. Πάλιν, ὅταν τέρψις καὶ ἡδονὴ παρεμπέσῃ, μὴ τὴν ἡδονὴν ἴδῃς μόνον,  ἀλλὰ  μή που παρανομία  τις  ἐν  τῷ  βάθει τῆς ἡδονῆς  συνεσκίασται, μετὰ ἀκριβείας ἐξέτασον, κἂν εὕρῃς, ἀποπήδησον· κἂν συμβουλεύῃ τις, κἂν κολακεύῃ, κἂν θεραπεύῃ, κἂν τιμὰς ἐπαγγέλληται, κἂν ὁτιοῦν ἕτερον, πάντα ἐξετάζωμεν μετὰ

ἀκριβείας, καὶ περισκοπῶμεν πάντοθεν μή πού τις βλάβη, μή πού τις κίνδυνος ἀπὸ τῆς συμβουλῆς, ἢ τῆς τιμῆς, ἢ τῆς θεραπείας ἡμῖν  ἐγγίνηται,  καὶ μὴ ταχέως  καὶ ἀπερισκέπτως ἐπιτρέχωμεν. Εἰ μὲν γὰρ μία καὶ δύο μόνον ἦσαν αἱ παγίδες, εὔκολος ἦν ἡ φυλακή· νῦν δὲ τὸ πλῆθος αὐτῶν ἐνδείξασθαι βουλόμενος ὁ Σολομὼν, ἄκουσον πῶς φησιν· Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· οὐκ εἶπεν, ὅτι Παρὰ παγίδας διαβαίνεις, ἀλλ' Ἐν μέσῳ παγίδων.  Ἑκατέρωθεν ἡμῖν τὰ βάραθρα, ἑκατέρωθεν οἱ δόλοι. Ἐνέβαλέ τις εἰς ἀγορὰν, εἶδεν ἐχθρὸν, ἐφλέγμανεν ἀπὸ τῆς ὄψεως μόνης· εἶδε φίλον εὐδοκιμοῦντα, ἐβάσκηνεν· εἶδε πένητα, κατεφρόνησε καὶ ὑπερεῖδεν· εἶδε πλούσιον, καὶ ἐφθόνησεν· εἶδέ τινα ἐπηρεαζόμενον, ἀπεδυσπέτησεν· εἶδέ τινα ἐπηρεάζοντα, ἐδυσχέρανεν· εἶδε γυναῖκα  εὔμορφον, ἑάλω. Εἶδες πόσαι αἱ παγίδες, ἀγαπητέ; ∆ιὰ τοῦτό φησιν· 49.157 Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις. Καὶ ἐν οἰκίᾳ παγίδες, καὶ ἐπὶ τραπέζης παγίδες, καὶ ἐπὶ συλλόγων παγίδες. Πολλάκις ἀπερισκέπτως τις μεταξὺ φίλων θαῤῥῶν ἐφθέγξατό τι τῶν οὐκ ὀφειλόντων ἐξενεχθῆναι  ῥημάτων, καὶ κίνδυνον  ἤνεγκε τοσοῦτον, ὥστε ὁλόκληρον ἀνατρέψαι τὴν οἰκίαν.
γʹ. Πανταχόθεν τοίνυν διερευνώμεθα τὰ πράγματα μετὰ ἀκριβείας. Πολλάκις καὶ  γυνὴ  γέγονε  παγὶς  τοῖς  μὴ  προσέχουσι, πολλάκις  παιδία,  πολλάκις  φίλοι,
πολλάκις  γείτονες.  Καὶ τίνος  ἕνεκεν  τοσαῦται παγίδες,  φησίν;  Ἵνα  μὴ κάτωθεν πετώμεθα,  ἀλλὰ τὰ ἄνω  ζητῶμεν. Καὶ γὰρ τὰ πετεινὰ,  ἕως ἂν τὸν ὑψηλὸν  ἀέρα
τέμνῃ, οὐ ταχέως ἁλίσκεται· οὕτω καὶ σὺ, ἕως ἂν πρὸς τὰ ἄνω βλέπῃς, οὔτε ὑπὸ παγίδος, οὔτε ὑφ' ἑτέρας τινὸς ἁλώσῃ ῥᾳδίως ἐπιβουλῆς. Ἰξευτής ἐστιν ὁ διάβολος· γενοῦ τοίνυν  τῶν  ἐκείνου καλάμων  ὑψηλότερος. Ὁ πρὸς τὸ ὕψος ἀναβὰς οὐκέτι
οὐδὲν θαυμάσεται τῶν βιωτικῶν πραγμάτων· ἀλλ' ὥσπερ, ἐπειδὰν εἰς τὴν κορυφὴν ἀναδράμωμεν  τῶν  ὀρῶν,  μικρὰ καὶ  ἡ πόλις  ἡμῖν  εἶναι  δοκεῖ  καὶ  τὰ  τείχη,  καὶ μυρμήκων δίκην ἐπὶ τῆς γῆς οἱ ἄνδρες ἡμῖν βαδίζοντες φαίνονται·  οὕτως ἐπειδὰν
ἐπὶ  τὴν  ὑψηλὴν  ἔννοιαν  τῆς  φιλοσοφίας  ἀνέλθῃς,  οὐδέν  σε τῶν  ἐπὶ  τῆς  γῆς ἐκπλῆξαι δυνήσεται, ἀλλὰ μικρὰ πάντα φανεῖται, καὶ πλοῦτος, καὶ δόξα, καὶ δυναστεία, καὶ τιμὴ καὶ εἴ τι τοιοῦτον ἕτερον, ὅταν τὰ ἐν οὐρανοῖς βλέπῃς· καθάπερ
οὖν καὶ Παύλῳ μικρὰ πάντα  ἐφαίνετο,  καὶ νεκρῶν  ἀχρηστότερα τὰ λαμπρὰ τοῦ παρόντος βίου. ∆ιὰ τοῦτο καὶ ἐβόα λέγων· Ἐμοὶ κόσμος ἐσταύρωται· διὰ τοῦτο καὶ ἡμῖν παρῄνει λέγων· Τὰ ἄνω φρονεῖτε. Ἄνω; ποῖα λέγεις, εἰπέ μοι; ὅπου ἥλιος, ὅπου
σελήνη; Οὐχὶ, φησίν. Ἀλλὰ ποῦ; ὅπου ἄγγελοι, ὅπου ἀρχάγγελοι, ὅπου τὰ χερουβὶμ καὶ τὰ σεραφίμ; Οὐχὶ, φησίν. Ἀλλὰ ποῦ; Ὅπου ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.  Πειθώμεθα  τοίνυν,  κἀκεῖνο  διηνεκῶς  λογιζώμεθα,  ὅτι  καθάπερ  τῷ
στρουθίῳ ὄφελος οὐδὲν τῶν πτερῶν ὑπὸ τῆς παγίδος ἁλόντι, ἀλλ' εἰκῆ καὶ μάτην πτερύσσεται· οὕτω καὶ σοὶ τῶν λογισμῶν οὐδὲν ὄφελος, ἐὰν κατὰ κράτος ὑπὸ τῆς
πονηρᾶς  ἐπιθυμίας  ἁλῷς,  ἀλλ' ὅσα ἂν  σκιρτήσῃς, ἑάλως.  ∆ιὰ τοῦτο  πτερὰ  τοῖς στρουθίοις,  ἵνα  ἐκφύγῃ  τὰς  παγίδας·  διὰ  τοῦτο  λογισμοὶ  τοῖς  ἀνθρώποις,  ἵνα ἐκφύγωσι  τὰ ἁμαρτήματα. Τίνα οὖν ἕξομεν συγγνώμην,  τίνα δὲ ἀπολογίαν,  ὅταν
τῶν ἀλόγων ὦμεν ἀνοητότεροι; Ὁ μὲν γὰρ στρουθὸς ἅπαξ ἁλοὺς ὑπὸ παγίδος, εἶτα διαφυγὼν, καὶ ἔλαφος δὲ εἰς δίκτυον ἐμπεσοῦσα καὶ διαδρᾶσα, δυσκόλως ἁλώσονται πάλιν  τοῖς αὐτοῖς· ἑκάστῳ γὰρ ἡ πεῖρα διδάσκαλος ἀσφαλείας  γίνεται.  Ἡμεῖς δὲ
πολλάκις  τοῖς αὐτοῖς ἁλόντες, τοῖς αὐτοῖς περιπίπτομεν, καὶ οὐδὲ τῶν ἀλόγων  τὸ προνοητικὸν  καὶ  μεμεριμνημένον  οἱ  λόγῳ  τιμηθέντες  μιμούμεθα.  Ποσάκις οὖν ἰδόντες γυναῖκα, μυρία ἐπάθομεν δεινὰ οἴκαδε ἀναχωρήσαντες, καὶ τὴν ἐπιθυμίαν
δεξάμενοι, καὶ ἐπὶ  πολλαῖς  ὀδυνηθέντες  ἡμέραις, ἀλλ' ὅμως οὐ σωφρονιζόμεθα, ἀλλὰ μόλις τὸ πρότερον θεραπεύσαντες ἕλκος, πάλιν τοῖς αὐτοῖς περιπίπτομεν, καὶ ὑπὸ τῶν  αὐτῶν  ἁλισκόμεθα, καὶ διὰ βραχεῖαν  ἡδονὴν  ὄψεως,  διηνεκῆ  τινα  καὶ
χρόνιον ὑπομένομεν ὀδύνην. Ἀλλ' ἐὰν μάθωμεν 49.158 συνεχῶς ταύτην ἐπιλέγειν

ἑαυτοῖς  τὴν  ῥῆσιν,  πάντων   ἀποστησόμεθα  τῶν  δεινῶν·  παγὶς  μεγίστη  κάλλος γυναικός· μᾶλλον δὲ οὐχὶ κάλλος γυναικὸς, ἀλλ' ἡ ἀκόλαστος ὄψις· μὴ γὰρ δὴ τὰ πράγματα διαβάλλωμεν, ἀλλ' ἡμᾶς καὶ τὴν ἡμετέραν ῥᾳθυμίαν· μηδὲ λέγωμεν, Μὴ ἔστωσαν γυναῖκες,  ἀλλὰ  Μὴ ἔστωσαν μοιχεῖα· μηδὲ λέγωμεν,  Μὴ ἔστω κάλλος, ἀλλὰ Μὴ ἔστω πορνεία· μηδὲ λέγωμεν, Μὴ ἔστω κοιλία, ἀλλὰ Μὴ ἔστω ἀδηφαγία· οὐ γὰρ ἡ κοιλία τὴν ἀδηφαγίαν  ποιεῖ, ἀλλ' ἡ ἡμετέρα ῥᾳθυμία. Μὴ λέγωμεν  διὰ τὸ φαγεῖν καὶ πιεῖν πάντα τὰ κακά· οὐ γὰρ διὰ τοῦτο, ἀλλὰ διὰ τὴν ῥᾳθυμίαν καὶ τὴν ἀπληστίαν  τὴν ἡμετέραν. Οὐκ ἔφαγε γοῦν οὐδὲ ἔπιεν ὁ διάβολος, καὶ κατέπεσεν· ἔφαγε καὶ ἔπιεν ὁ Παῦλος, καὶ εἰς τὸν οὐρανὸν ἀνῆλθε. Πόσων ἀκούω λεγόντων, Μὴ ἔστω πενία! Ἐπιστομίζωμεν τοίνυν τοὺς τὰ τοιαῦτα δυσχεραίνοντας· βλασφημία γὰρ τὸ τὰ τοιαῦτα λέγειν ἐστί. Λέγωμεν τοίνυν πρὸς αὐτούς· Μὴ ἔστω μικροψυχία· πενία γὰρ μυρία εἰς τὸν βίον ἡμῶν εἰσήγαγεν ἀγαθὰ, καὶ χωρὶς πενίας ὁ πλοῦτος ἄχρηστος. Μὴ τοίνυν  μήτε τοῦτον  μήτε ἐκείνην  διαβάλλωμεν·  πενία γὰρ καὶ πλοῦτος ὅπλα ἐστὶ πρὸς ἀρετὴν ἑκάτερα φέροντα, ἂν ἐθέλωμεν. Ὥσπερ οὖν ὁ γενναῖος στρατιώτης, οἷον ἂν ὅπλον λάβῃ, τὴν οἰκείαν ἀρετὴν ἐπιδείκνυται· οὕτως ὁ ἄνανδρος καὶ δειλὸς ὑφ' ἑκατέρων ἐμποδίζεται. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀναμνήσθητί μοι τοῦ   Ἰὼβ,   ὃς  ὁμοῦ  καὶ   πλούσιος   καὶ   πένης   γέγονε,   καὶ   ἑκάτερα  τὰ   ὅπλα μετεχειρίσατο, καὶ ἐν ἑκατέροις ἐκράτησε. Καὶ ὅτε μὲν πλούσιος ἦν, ἔλεγεν· Ἡ θύρα μου παντὶ  ἐλθόντι  ἠνέῳκτο·  ὅτε δὲ πένης  γέγονεν,  ἔλεγεν·  Ὁ Κύριος ἔδωκεν,  ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Ὅτε πλούσιος ἦν, πολλὴν τὴν φιλοξενίαν, ὅτε πένης γέγονε, πολλὴν τὴν ὑπομονὴν ἐπεδείξατο. Καὶ σὺ τοίνυν πλούσιος εἶ; πολλὴν  ἐπιδείκνυσο  τὴν  ἐλεημοσύνην.  Πένης γέγονας;  πολλὴν  τὴν καρτερίαν καὶ τὴν ὑπομονήν.  Οὔτε γὰρ πλοῦτος  κακὸν, οὔτε πενία ἁπλῶς· ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν χρωμένων ἑκάτερα ταῦτα γίνεται.
δʹ. Παιδεύσωμεν τοίνυν ἑαυτοὺς μὴ τοιαύτας περὶ τῶν πραγμάτων ἔχειν τὰς κρίσεις, μηδὲ τὰ ἔργα τοῦ Θεοῦ, ἀλλὰ τὴν προαίρεσιν τὴν πονηρὰν τῶν ἀνθρώπων
διαβάλλειν. Τὸν μικρόψυχον οὐδὲ ὁ πλοῦτος ὠφελῆσαι δύναται· τὸν μεγαλόψυχον οὐδὲ  ἡ  πενία  καταβλάπτει  ποτέ.  Ἐπιγνῶμεν  τοίνυν  τὰς  παγίδας,  καὶ  πόῤῥωθεν
αὐτῶν βαδίζωμεν· ἐπιγνῶμεν τοὺς κρημνοὺς, καὶ μηδὲ ἐγγὺς γινώμεθα. Τοῦτο ἀσφαλείας ἡμῖν ἔσται μεγίστης ὑπόθεσις, τὸ μὴ τὰ ἁμαρτήματα φεύγειν μόνον, ἀλλὰ καὶ τὰ ἀδιάφορα μὲν εἶναι  δοκοῦντα, πρὸς δὲ τὰς ἁμαρτίας ἡμᾶς ὑποσκελίζοντα.
Οἷόν τι λέγω· Τὸ γελᾷν καὶ ἀστεῖα λέγειν  οὐ δοκεῖ μὲν ὡμολογημένον  ἁμάρτημα εἶναι,  ἄγει δὲ εἰς ὡμολογημένον  ἁμάρτημα· πολλάκις  γοῦν  ἀπὸ γέλωτος  αἰσχρὰ ῥήματα  τίκτεται,   ἀπὸ  ῥημάτων   αἰσχρῶν   πράξεις  αἰσχρότεραι·  πολλάκις   ἀπὸ
ῥημάτων  καὶ γέλωτος  λοιδορία καὶ ὕβρις, ἀπὸ λοιδορίας  καὶ ὕβρεως πληγαὶ  καὶ τραύματα, ἀπὸ τραυμάτων καὶ πληγῶν  σφαγαὶ καὶ φόνοι. Ἂν τοίνυν  μέλλῃς περὶ
σεαυτοῦ  καλῶς  βουλεύεσθαι,  οὐχὶ  τὰ  αἰσχρὰ  ῥήματα  μόνον,  οὐδὲ  τὰ  αἰσχρὰ πράγματα, οὐδὲ τὰς πληγὰς καὶ τὰ τραύματα καὶ τοὺς φόνους, ἀλλὰ καὶ αὐτὸν τὸν ἄκαιρον γέλωτα 49.159 καὶ αὐτὰ τὰ ἀστεῖα ἀποφεύξῃ ῥήματα, ἐπειδὴ τῶν μετὰ ταῦτα
κακῶν ῥίζα ταῦτα ἐγένετο. ∆ιὰ τοῦτο ὁ Παῦλός φησι· Μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Εἰ γὰρ καὶ αὐτὸ καθ' ἑαυτὸ μικρὸν εἶναι δοκεῖ, ἀλλὰ μεγάλων ἡμῖν κακῶν αἴτιον γίνεται. Πάλιν τὸ τρυφᾷν οὐ δοκεῖ μὲν ἔγκλημα
εἶναι φανερὸν  καὶ ὡμολογημένον,  μεγάλα δὲ ἡμῖν τίκτει κακὰ, μέθην, παροινίαν, πλεονεξίαν,  ἁρπαγάς. Ὁ γὰρ δαπανηρὸς καὶ πολυτελὴς, καὶ λειτουργίας τῇ γαστρὶ λειτουργῶν   ἀφορήτους,   καὶ  κλέπτειν   ἀναγκάζεται   πολλάκις,   καὶ  τὰ  ἑτέρων
ἁρπάζειν,  καὶ  πλεονεκτεῖν,   καὶ  βιάζεσθαι.  Ἂν  τοίνυν   φύγῃς   τὸ  τρυφᾷν,  καὶ πλεονεξίας  καὶ  ἁρπαγῆς  καὶ  μέθης  καὶ  μυρίων  κακῶν  τὴν  ὑπόθεσιν  ἀνεῖλες, πόῤῥωθεν τὴν ῥίζαν ἐκτεμὼν τῆς πονηρίας. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἡ
σπαταλῶσα χήρα ζῶσα τέθνηκε.  Τὸ εἰς  τὰ θέατρα ἀναβαίνειν  πάλιν,  καὶ ἵππων

ἁμίλλας θεωρεῖν, καὶ κυβεύειν, οὐ δοκεῖ πλημμέλημα τοῖς πολλοῖς ὡμολογημένον εἶναι,  μυρία δὲ εἰς τὸν  βίον  εἰσάγει κακά. Καὶ γὰρ ἡ ἐν  τοῖς  θεάτροις διατριβὴ πορνείαν,  ἀκολασίαν, καὶ πᾶσαν ἀσέλγειαν  ἔτεκε, καὶ ἡ τῆς ἁμίλλης  τῶν  ἵππων θεωρία μάχας, λοιδορίας, πληγὰς, ὕβρεις, ἀπεχθείας διηνεκεῖς ἐπήγαγε· καὶ ἡ περὶ τὸ κυβεύειν  σπουδὴ βλασφημίας, ζημίας, ὀργὰς, λοιδορίας, καὶ μυρία ἕτερα τούτων δεινότερα πολλάκις  εἰργάσατο. Μὴ τοίνυν  τὰ ἁμαρτήματα φεύγωμεν  μόνον, ἀλλὰ καὶ τὰ δοκοῦντα  μὲν ἀδιάφορα εἶναι,  κατὰ μικρὸν δὲ ἡμᾶς εἰς τὰς πλημμελείας ἄγοντα  ταύτας. Καὶ γὰρ ὁ παρὰ κρημνὸν  βαδίζων, κἂν μὴ καταπέσῃ, τρέμει, καὶ πολλάκις  ὑπ' αὐτοῦ τοῦ τρόμου περιτραπεὶς κατέπεσεν· οὕτω καὶ ὁ μὴ πόῤῥωθεν φεύγων   τὰς  ἁμαρτίας,  ἀλλ'  ἐγγὺς  αὐτῶν  βαδίζων,  μετὰ  φόβου  βιώσεται,  καὶ πολλάκις εἰς αὐτὰς ἐμπεσεῖται. Καὶ γὰρ ὁ τὰ ἀλλότρια περιεργαζόμενος κάλλη, κἂν μὴ μοιχεύσῃ, τέως ἐπεθύμησε, καὶ γέγονε κατὰ τὴν ἀπόφασιν τοῦ Χριστοῦ μοιχός· πολλάκις   δὲ  ὑπ'  αὐτῆς  τῆς  ἐπιθυμίας   καὶ  εἰς  τὴν  διὰ  τῆς  πείρας  ἁμαρτίαν καταφέρεται. Πόῤῥωθεν τοίνυν  ἑαυτοὺς ἀναστείλωμεν  τῶν  ἁμαρτημάτων. Βούλει σωφρονεῖν; μὴ φύγῃς μοιχείαν μόνον, ἀλλὰ καὶ ἀκόλαστον ὄψιν. Βούλει ῥημάτων αἰσχρῶν  εἶναι  μακράν;  μὴ  τὰ  αἰσχρὰ  ῥήματα  φύγῃς  μόνον,  ἀλλὰ  καὶ  γέλωτα ἄτακτον,  καὶ  ἐπιθυμίαν  ἅπασαν.  Βούλει φόνων  εἶναι  πόῤῥω;  φεῦγε  λοιδορίας. Βούλει μέθης ἀφίστασθαι; φεῦγε τρυφὰς καὶ τὰς πολυτελεῖς τραπέζας, καὶ πρόῤῥιζον τὴν κακίαν ἀνάσπασον. Μεγάλη παγὶς γλώσσης ἀκολασία καὶ πολλοῦ δεομένη τοῦ χαλινοῦ.  ∆ιὰ τοῦτο καί τίς φησι· Παγὶς ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται ῥήμασιν  ἰδίου  στόματος.  εʹ. Πρὸ τῶν  ἄλλων   τοίνυν   ἁπάντων   μελῶν  ταύτην σωφρονίσωμεν, ταύτην  χαλινώσωμεν,  καὶ λοιδορίας καὶ ὕβρεις καὶ αἰσχρολογίας καὶ κακηγορίας ἀπὸ τοῦ στόματος ἐξελάσωμεν, καὶ τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν· πάλιν  γὰρ ἡμᾶς ἐπὶ τὴν  αὐτὴν  παραίνεσιν  ὁ λόγος  ἤγαγε.  Καίτοι γε ἑσπέρας συνεταξάμην ὑμῶν τῇ ἀγάπῃ, ὡς οὐκέτι περὶ τῆς ἐντολῆς ταύτης ἐρῶ, διὰ τὸ πάσας τὰς ἔμπροσθεν ἡμέρας ἀρκούντως  περὶ αὐτῆς διειλέχθαι·  ἀλλὰ τί πάθω; Ἕως ἂν ἴδω κατορθώσαντας, οὐ στέγω τῆς συμβουλῆς ἀποσχέσθαι· ἐπεὶ καὶ Παῦλος Γαλάταις λέγων,  Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, πάλιν  αὐτοῖς φαίνεται συγγενόμενος καὶ διαλεχθείς. Τοιαῦτα τὰ σπλάγχνα τὰ πατρικὰ, κἂν εἴπωσιν ἀφίστασθαι, οὐκ ἀφίστανται,  ἕως ἂν  ἴδωσι σωφρο 49.160 νισθέντας  αὐτῶν  τοὺς παῖδας.  Ἠκούσατε τοῦ  προφήτου  σήμερον περὶ  τῶν  ὅρκων  ἡμῖν  διαλεγομένου; Ἐπέβλεψα  τοῖς  ὀφθαλμοῖς  μου, καὶ  εἶδον,  φησὶ,  καὶ  ἰδοὺ  δρέπανον  πετόμενον μήκους πηχῶν εἴκοσι, καὶ πλάτους πηχῶν δέκα, καὶ εἶπε πρός με· Τί σὺ βλέπεις; Καὶ εἶπον· Ὁρῶ δρέπανον πετόμενον  μήκους πηχῶν  εἴκοσι, καὶ πλάτους δέκα πηχῶν· καὶ εἰσελεύσεται εἰς τὸν οἶκον, φησὶ, τοῦ ὀμνύοντος τῷ ὀνόματί μου, καὶ καταλύσει ἐν τῷ μέσῳ, καὶ κατασκάψει τοὺς λίθους καὶ τὰ ξύλα. Τί ποτέ ἐστι τὸ εἰρημένον, καὶ τίνος  ἕνεκεν  ἐν τάξει δρεπάνης ἡ τοῖς ὀμνύουσιν ἑπομένη τιμωρία φαίνεται,  καὶ δρεπάνης πετομένης; Ἵνα τὸ ἄφυκτον τῆς δίκης καὶ τὸ ἀδιεξόδευτον τῆς κολάσεως ἴδῃς. Ξίφος μὲν γὰρ πετόμενον ἴσως τις διαδρᾶναι δυνήσεται, δρεπάνην δὲ εἰς τὸν τράχηλον ἐμπεσοῦσαν καὶ ἀντὶ σχοινίου γενομένην, οὐδεὶς ἂν διαφύγοι· ὅταν δὲ καὶ πτερὰ προσῇ, ποία λοιπὸν σωτηρίας ἐλπίς; Τίνος δὲ ἕνεκεν τοὺς λίθους καὶ τὰ ξύλα καταλύει τοῦ ὀμνύοντος; Ἵνα τοῖς ἄλλοις σωφρονισμὸς τὸ πάθος γένηται. Ἐπειδὴ γὰρ τὸν ὀμνύοντα ἀποθανόντα ἀνάγκη τῇ γῇ κρύπτεσθαι, ἡ οἰκία καταλυθεῖσα καὶ χῶμα γενομένη τοῖς παριοῦσιν ἅπασι καὶ βλέπουσι παραινέσεται διὰ τῆς ὄψεως, μὴ τὰ   αὐτὰ   τολμᾷν,   ἵνα   μὴ   τὰ   αὐτὰ   πάθωσι,   καὶ   κατήγορος   ἔσται  τῆς   τοῦ τετελευτηκότος  ἁμαρτίας διηνεκής. Οὐχ οὕτω κεντεῖ  ξίφος, ὡς ὅρκου φύσις· οὐχ οὕτως ἀναιρεῖ μάχαιρα, ὡς ὅρκου πληγή. Ὁ ὀμόσας, κἂν δοκῇ ζῇν, ἤδη τετελεύτηκε, καὶ τὴν πληγὴν  ἐδέξατο· καὶ καθάπερ ὁ τὸ σπαρτίον λαβὼν, καὶ πρὶν ἢ τὴν πόλιν ἐξελθεῖν, καὶ ἐπὶ τὸ βάραθρον ἐλθεῖν, καὶ δήμιον ἰδεῖν ἐφιστάμενον, τέθνηκεν ἅμα

τῷ τὰς θύρας ἐξελθεῖν τοῦ δικαστηρίου, οὕτω καὶ ὁ ὀμόσας. Ταῦτα λογιζώμεθα, καὶ μὴ ὁρκίζωμεν τοὺς ἀδελφούς. Τί ποιεῖς, ἄνθρωπε; ἐπὶ τραπέζης ὁρκίζεις ἱερᾶς, καὶ ἔνθα ὁ Χριστὸς κεῖται τεθυμένος, ἐκεῖ τὸν ἀδελφὸν καταθύεις τὸν σόν; Καὶ οἱ μὲν λῃσταὶ ἐπὶ  τῶν  ὁδῶν  θύουσι, σὺ δὲ ἔμπροσθεν τῆς  μητέρος τὸν  υἱὸν  καταθύεις ἐναγέστερον  τοῦ Κάϊν ἐργαζόμενος φόνον;  Ἐκεῖνος μὲν  γὰρ ἔθυσε τὸν  ἀδελφὸν αὐτοῦ ἐπὶ τῆς ἐρημίας, καὶ τὸν παρόντα θάνατον· σὺ δὲ θύεις τὸν ἀδελφὸν ἐν μέσῳ τῆς  ἐκκλησίας, καὶ τὸν  μέλλοντα  θάνατον  τὸν  ἀθάνατον.  Μὴ γὰρ ἐκκλησία διὰ τοῦτο γέγονεν, ἵνα ὀμνύωμεν; ∆ιὰ τοῦτο γέγονεν, ἵνα εὐχώμεθα. Μὴ γὰρ τράπεζα διὰ τοῦτο ἕστηκεν, ἵνα ὁρκίζωμεν; ∆ιὰ τοῦτο ἕστηκεν, ἵνα τὰ ἁμαρτήματα λύωμεν, οὐχ  ἵνα  δεσμῶμεν.  Σὺ δὲ  εἰ  μηδὲν  ἕτερον,  αὐτὸ  γοῦν  τὸ  βιβλίον  αἰδέσθητι  ὃ προτείνεις εἰς ὅρκον, καὶ τὸ Εὐαγγέλιον, ὃ μετὰ χεῖρας λαμβάνων κελεύεις ὀμνύναι, ἀνάπτυξον,  καὶ  ἀκούσας τί  περὶ  ὅρκων  ὁ  Χριστὸς ἐκεῖ  διαλέγεται,  φρίξον,  καὶ ἀπόστηθι. Τί οὖν ἐκεῖ περὶ ὅρκων φησίν; Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως· σὺ δὲ τὸν  νόμον  τὸν  κωλύοντα  ὀμνύναι,  τοῦτον  ὅρκον ποιεῖς;  Ὢ τῆς  ὕβρεως! ὢ  τῆς παροινίας!  ταυτὸν  γὰρ  ποιεῖς,  ὥσπερ  ἂν  εἴ  τις  τὸν  νομοθέτην  τὸν  κωλύοντα φονεύειν, αὐτὸν σύμμαχον κελεύοι γενέσθαι πρὸς τὴν σφαγήν. Οὐχ οὕτω στένω καὶ δακρύω σφαζομένους ἀκούων τινὰς ἐν ταῖς ὁδοῖς, ὡς στένω καὶ δακρύω καὶ φρίττω, ἐπειδὰν ἴδω τινὰ πλησίον τῆς τραπέζης ταύτης ἐλθόντα, καὶ τὰς χεῖρας θέντα, καὶ τῶν Εὐαγγελίων ἁψάμενον καὶ ὀμνύοντα. Περὶ χρημάτων ἀμφιβάλλεις, εἰπέ μοι, καὶ ψυχὴν  ἀναιρεῖς; τί τοσοῦτον κερδαίνεις, ὅσον ζημιοῖς καὶ τὴν ψυχήν σου, καὶ τὸν πλη 49.161 σίον; Εἰ μὲν πιστεύεις, ὅτι ἀληθής ἐστιν ὁ ἀνὴρ, μὴ ἐπαγάγῃς τοῦ ὅρκου τὴν ἀνάγκην· εἰ δὲ οἶδας, ὅτι ψεύδεται, μὴ ἀναγκάσῃς ἐπιορκεῖν. Ἀλλ' ἵνα πληροφορηθῶ, φησίν. Ὅταν μὲν οὖν μὴ ὁρκίσῃς, τότε ἱκανὴν  δέξῃ πληροφορίαν. Νῦν μὲν  γὰρ ἀναχωρήσας  οἴκαδε κατεσθίῃ διηνεκῶς  ὑπὸ τοῦ συνειδότος  ταῦτα λογιζόμενος, ἆρα μὴ μάτην ὥρκωσα; ἆρα μὴ ἐπιώρκησεν; ἆρα μὴ ἐγὼ τῆς ἁμαρτίας ἐγενόμην αἴτιος; Ἂν δὲ μὴ ὁρκώσῃς, ἀναχωρήσας οἴκαδε πολλὴν δέξῃ παραμυθίαν εὐχαριστῶν τῷ Θεῷ, καὶ λέγων· Εὐλογητὸς ὁ Θεὸς, ὅτι κατέσχον ἐμαυτὸν, καὶ οὐχ ὥρκωσα εἰκῆ  οὐδὲ μάτην.  Οἰμωζέτω τὸ χρυσίον, ἀπολλύσθω  τὰ  χρήματα,  ὥστε πληροφορίαν ἡμῖν τοῦτο ἐντίθησι μάλιστα, τὸ μὴ παραβῆναι τὸν νόμον, μηδὲ ἕτερον ἀναγκάσαι τοῦτο ποιῆσαι. Ἐννόησαι διὰ τίνα οὐχ ὥρκωσας, καὶ ἀρκέσει σοι τοῦτο εἰς παραμυθίαν καὶ παράκλησιν. Πολλάκις γοῦν μάχης γινομένης ὑβριζόμενοι φέρομεν γενναίως,  καὶ πρὸς τὸν ὑβρίζοντα λέγομεν· Τί σοι ποιήσω; ὁ δεῖνά με κωλύει,  ὁ προστάτης ὁ σὸς, ἐκεῖνός μου κατέχει τὰς χεῖρας· καὶ ἀρκεῖ τοῦτο ἡμῖν εἰς παραμυθίαν.  Οὕτω  καὶ  σὺ,  ἐπειδὰν  μέλλῃς  τινὰ  ὁρκίζειν,  ἐπίσχες  σαυτὸν  καὶ κώλυσον, καὶ εἰπὲ πρὸς τὸν μέλλοντα ὀμνύναι· Τί σοι ποιήσω; ὁ Θεὸς ἐκέλευσε μὴ ὁρκίζειν· ἐκεῖνός με κατέχει νῦν. Ἀρκεῖ τοῦτο καὶ εἰς τιμὴν τοῦ νομοθετήσαντος, καὶ εἰς ἀσφάλειαν σὴν, καὶ εἰς φόβον τοῦ μέλλοντος ὀμνύναι. Ὅταν γὰρ ἐκεῖνος ἴδῃ, ὅτι ὁρκῶσαι ἑτέρους οὕτω δεδοίκαμεν, πολλῷ μᾶλλον αὐτὸς ὀμόσαι προπετῶς φοβηθήσεται· ἂν 49.162 τοῦτο τὸ ῥῆμα φθέγξῃ, μετὰ πολλῆς οἴκαδε ἀναχωρήσεις τῆς πληροφορίας. Ἄκουσον γοῦν τοῦ Θεοῦ ἐν ταῖς ἐντολαῖς, ἵνα καὶ αὐτὸς ἀκούσῃ σοῦ ἐν ταῖς προσευχαῖς. Τοῦτο τὸ ῥῆμα ἐγγραφήσεται ἄνω, καὶ παραστήσεταί σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καὶ πολλὰς ἁμαρτίας διαλύσεται. Καὶ τοῦτο μὴ ἐπὶ τοῦ ὅρκου μόνον, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν πραγμάτων λογιζώμεθα, καὶ ὅταν μέλλωμέν τι διὰ Θεὸν ποιεῖν ἀγαθὸν, εἶτα φέρῃ ζημίαν τινὰ, μὴ τὴν ζημίαν τὴν ἐκ τοῦ πράγματος βλέπωμεν μόνον, ἀλλὰ καὶ τὸ κέρδος, ὃ καρπωσόμεθα ἐκ τοῦ διὰ τὸν Θεὸν ποιῆσαι. Οἷόν τι λέγω· Ὕβρισέ σέ τις; φέρε γενναίως·  οἴσεις δὲ γενναίως,  ἂν μὴ τὴν ὕβριν ἐννοήσῃς  μόνον,  ἀλλὰ  καὶ  τὸ  ἀξίωμα  τοῦ  κελεύοντος  φέρειν,  καὶ  οἴσῃ πράως. Ἔδωκας ἐλεημοσύνην; μὴ τὴν δαπάνην ἐννόει, ἀλλὰ καὶ τὴν πρόσοδον τὴν ἀπὸ τῆς δαπάνης. Ἐζημιώθης χρήματα; εὐχαρίστησον, καὶ μὴ τὴν ὀδύνην τὴν ἀπὸ τῆς ζημίας

ἴδῃς μόνον, ἀλλὰ καὶ τὸ κέρδος τὸ ἀπὸ τῆς εὐχαριστίας. Ἂν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν, οὐδὲν ἡμᾶς λυπήσει τῶν ἐμπιπτόντων  δεινῶν, ἀλλὰ καὶ κερδανοῦμεν ἀπὸ τῶν δοκούντων εἶναι λυπηρῶν, καὶ ζημία πλούτου, καὶ λύπη ἡδονῆς καὶ εὐφροσύνης, καὶ ὕβρις τιμῆς ἡδίων ἔσται καὶ ποθεινοτέρα, καὶ τὰ ἐναντία πάντα εἰς κέρδος ἡμῖν ἀποβήσεται· καὶ ἐνταῦθα πολλῆς ἀπολαυσόμεθα τῆς γαλήνης, κἀκεῖ τῆς βασιλείας τῶν  οὐρανῶν  ἐπιτευξόμεθα· ἧς γένοιτο  πάντας ἡμᾶς ἀξιωθῆναι,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.