Παρασκευή, 25 Οκτωβρίου 2013

49.81 Ὅτι χρήσιμος ὁ τῶν ἀρχόντων φόβος, καὶ διήγησις τῶν κατὰ τὴν ὁδὸν συμβάντων τοῖς τὴν ἀγγελίαν τῆς στάσεως τῷ βασιλεῖ




49.81 Ὅτι χρήσιμος ὁ τῶν ἀρχόντων φόβος, καὶ διήγησις τῶν κατὰ τὴν ὁδὸν συμβάντων τοῖς τὴν ἀγγελίαν τῆς στάσεως τῷ βασιλεῖ ἀναφέρουσι, καὶ ὅτι ὁ ἀδίκως τι πάσχων καὶ εὐχαριστῶν τῷ συγχωροῦντι Θεῷ, ἴσος ἐστὶ τοῦ διὰ τὸν Θεὸν τὰ αὐτὰ πάσχοντος· καὶ τὰ παραδείγματα πάλιν ἐκ τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου, καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς. Ὁμιλία ςʹ.

αʹ. Πολλὰς μὲν ἀνηλώσαμεν  ἡμέρας παρακαλοῦντες  ὑμῶν τὴν ἀγάπην· οὐ μὴν διὰ τοῦτο ἀποστησόμεθα τῆς ὑποθέσεως ταύτης, ἀλλ' ἕως ἂν μένῃ τὸ ἕλκος τῆς ἀθυμίας, καὶ τὸ φάρμακον τῆς παραμυθίας ἐπιθήσομεν. Εἰ γὰρ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων οὐ παύονται ἐπαντλοῦντες ἰατρῶν παῖδες, ἕως ἂν ἴδωσι λῆξαν τὸ πάθος, πολλῷ μᾶλλον ἐπὶ τῆς ψυχῆς τοῦτο ποιεῖν χρή. Καὶ γὰρ ἕλκος ψυχῆς ἡ ἀθυμία, καὶ δεῖ συνεχῶς αὐτὴν ἐπαντλεῖν  προσηνέσι ῥήμασιν. Οὐδὲ γὰρ οὕτως οἴδημα σαρκὸς χαλᾷν εἴωθε θερμῶν ὑδάτων φύσις, ὡς ψυχῆς πάθος καταστέλλειν πέφυκε παρακλητικῶν λόγων δύναμις· οὐ χρεία σπογγιᾶς ἐνταῦθα, καθάπερ ἐπὶ τῶν ἰατρῶν, ἀλλ' ἀντὶ  σπόγγου  τὴν  γλῶτταν  μεταχειρισόμεθα· οὐ χρεία  πυρὸς  ἐνταῦθα,  ἵνα θερμαίνωμεν ὕδατα, ἀλλ' ἀντὶ πυρὸς τῇ τοῦ Πνεύματος χρησόμεθα χάριτι. Φέρε οὖν καὶ τήμερον τὸ αὐτὸ τοῦτο πράξωμεν. Εἰ γὰρ μὴ ἡμεῖς ὑμᾶς παρακαλέσωμεν, πόθεν ἑτέρωθεν παράκλησιν δέξεσθε; ∆ικασταὶ φοβοῦσιν· οὐκοῦν ἱερεῖς παρακαλείτωσαν· ἄρχοντες ἀπειλοῦσιν· οὐκοῦν ἡ Ἐκκλησία παραμυθείσθω. Καὶ γὰρ ἐπὶ τῶν παιδίων τῶν μικρῶν οὕτω γίνεται· διδάσκαλοι τὰ παιδία φοβοῦσι καὶ τύπτουσι, καὶ δεδακρυμένα πρὸς τὰς μητέρας παραπέμπουσιν· αἱ δὲ μητέρες ὑποδεξάμεναι  τοῖς κόλποις  τοῖς  ἑαυτῶν  κατέχουσι  καὶ περισφίγγουσι,  καὶ τὰ δάκρυα
καταψήσασαι καταφιλοῦσι,  καὶ  τὴν  ὀδυνωμένην  αὐτῶν  ἀνακτῶνται  ψυχὴν,  πείθουσαι  δι' ὧν λέγουσιν,  ὅτι  χρήσιμος  ὁ  τῶν  διδασκάλων  αὐτοῖς  φόβος.  Ἐπεὶ  οὖν  καὶ  ὑμᾶς ἐφόβησαν ἄρχοντες, καὶ ἐναγωνίους  ἐποίησαν, ἡ Ἐκκλησία, ἡ κοινὴ πάντων  ἡμῶν μήτηρ,  τοὺς  κόλπους  ἁπλώσασα, καὶ  ὑπτίαις  ὑποδεξαμένη  χερσὶ, καθ'  ἑκάστην  παρακαλεῖ τὴν ἡμέραν, λέγουσα, ὅτι χρήσιμος καὶ ὁ τῶν ἀρχόντων φόβος ἐστὶ, καὶ ὅτι χρησίμη καὶ ἡ ἐντεῦθεν παράκλησις. Ἐκείνων μὲν γὰρ ὁ φόβος οὐκ ἀφίησιν ὑπὸ τῆς  ῥᾳθυμίας ἐκλύεσθαι· ταύτης  δὲ ἡ παράκλησις οὐκ ἀφίησιν  ὑπὸ τῆς  ἀθυμίας καταπίπτειν· καὶ δι' ἀμφοτέρων ὁ Θεὸς τὴν ἡμετέραν σωτηρίαν οἰκονομεῖ. Καὶ γὰρ τοὺς ἄρχοντας  αὐτὸς ὥπλισεν,  ἵνα  φοβῶσι  τοὺς ἀσελγαίνοντας·  καὶ τοὺς ἱερέας αὐτὸς ἐχειροτόνησεν, ἵνα παρακαλῶσι τοὺς ὀδυνωμένους· καὶ ταῦτα ἀμφότερα, μετὰ τῶν Γραφῶν, καὶ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα διδάσκει. Εἰ γὰρ ἀρχόντων  ὄντων, καὶ στρατιωτῶν  ζώντων  ἐν ὅπλοις, μανία ἀνθρώπων  εὐαριθμήτων,  μιγάδων  καὶ ἐπηλύδων, ἐν βραχείᾳ καιροῦ ῥοπῇ τοσαύτην ἡμῖν ἀνῆψε πυρὰν, καὶ χειμῶνα τοσοῦτον ἤγειρε, καὶ περὶ ναυαγίας δεδοικέναι ἐποίησεν ἅπαντας· εἰ καθόλου τῶν ἀρχόντων  ὁ φόβος ἀνῄρητο, ποῦ οὐκ ἂν 49.82 ἦλθον οὗτοι μανίας; ἆρα οὐκ ἂν ἐκ βάθρων ἡμῖν τὴν πόλιν ἀνέτρεψαν, καὶ πάντα ἄνω καὶ κάτω ποιήσαντες, αὐτὰς ἂν ἡμῶν ἀφείλοντο  τὰς ψυχάς; Ἐὰν γὰρ τὰ δικαστήρια ἀνέλῃς, πᾶσαν τῆς ζωῆς ἡμῶν ἀνεῖλες τὴν εὐταξίαν· καὶ ὥσπερ νηὸς τὸν κυβερνήτην ἐὰν ἀποστήσῃς, κατεπόντισας τὸ  σκάφος, καὶ  τὸν  στρατηγὸν  ἂν  ἀπαγάγῃς  τοῦ  στρατοπέδου, δεδεμένους  τοῖς πολεμίοις παρέδωκας τοὺς στρατιώτας· οὕτω τῶν πόλεων τοὺς ἄρχοντας ἂν ἀνέλῃς, θηρίων  ἀλόγων  ἀλογώτερον  βιωσόμεθα  βίον,  δάκνοντες  ἀλλήλους  καὶ κατεσθίοντες, τὸν πενέστερον ὁ πλούσιος, τὸν ἀσθενέστερον ὁ δυνατώτερος,  τὸν ἐπιεικέστερον ὁ θρασύτερος. Ἀλλὰ νῦν τούτων οὐδέν ἐστι διὰ τὴν χάριν τοῦ Θεοῦ· οἱ μὲν γὰρ εὐλαβείᾳ  συζῶντες οὐδὲν δέονται  τῆς τούτων  παιδαγωγίας·  ∆ικαίῳ γὰρ νόμος οὐ κεῖται, φησίν. Οἱ δὲ πολλοὶ πρὸς κακίαν βλέποντες, εἰ μὴ τὸν ἀπὸ τούτων φόβον εἶχον αὐτοῖς ἐπικείμενον, μυρίων ἂν κακῶν τὰς πόλεις ἐνέπλησαν, ἅπερ οὖν καὶ ὁ Παῦλος συνιδὼν ἔλεγεν· Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ, καὶ αἱ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν. Ὅπερ γάρ εἰσιν ἐν ταῖς οἰκίαις τῶν ξύλων αἱ ἱμαντώσεις,  τοῦτο  καὶ  οἱ ἄρχοντες  ἐν  ταῖς  πόλεσιν·  καὶ  καθάπερ ἂν  ἐκείνας ἀνέλῃς,   διαλυθέντες   οἱ  τοῖχοι   συμπίπτουσιν   ἀλλήλοις   αὐτόματοι·   οὕτω   τῆς οἰκουμένης  ἂν ἀφέλῃς  τοὺς ἄρχοντας  καὶ τὸν  ἐκ τούτων  φόβον,  καὶ οἰκίαι  καὶ πόλεις καὶ ἔθνη μετὰ πολλῆς ἀλλήλοις συμπεσοῦνται τῆς ἀδείας, οὐδενὸς ὄντος τοῦ κατέχοντος   καὶ   ἀνακρουομένου,   καὶ   τῷ   φόβῳ   τῆς   κολάσεως   ἀναπείθοντος ἡσυχάζειν. Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοὶ, διὰ τὸν ἀπὸ τῶν ἀρχόντων φόβον, ἀλλὰ καὶ εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι τὴν ῥᾳθυμίαν ἡμῶν ἀνέστειλε, καὶ σπουδαιοτέρους εἰργάσατο. Τί γὰρ, εἰπέ  μοι, γέγονε  βλάβος  ἀπὸ  τῆς  φροντίδος  ταύτης,  καὶ  τῆς μερίμνης; ὅτι σεμνότεροι γεγόναμεν καὶ ἐπιεικέστεροι; ὅτι σπουδαιότεροι καὶ προσεκτικώτεροι; ὅτι μεθύοντα καὶ ᾄδοντα πορνικὰ ᾄσματα οὐδένα βλέπομεν; ἀλλ' ὅτι λιταὶ διηνεκεῖς, καὶ δάκρυα, καὶ εὐχαί; ὅτι γέλως ἄκαιρος καὶ αἰσχρὰ ῥήματα, καὶ διάχυσις ἅπασα ἀπελήλαται,  καὶ γυναῖκα  εὐσχήμονα καὶ ἐλευθέραν ἡ πόλις ἡμῖν ἅπασα μιμεῖται νῦν; διὰ ταῦτα ἀλγεῖς, εἰπέ μοι; ∆ιὰ ταῦτα μὲν οὖν χαίρειν δίκαιον καὶ εὐχαριστεῖν τῷ Θεῷ, ὅτι τοσαύτην βλακείαν ὀλίγων  ἡμερῶν φόβῳ κατέλυσε. Ναὶ,   φησὶν,   ἀλλ'   εἰ   μὲν   μέχρι   φόβου   μόνον   ἐκινδυνεύομεν,    ἱκανὴν   ἂν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν· νυνὶ δὲ δεδοίκαμεν μὴ περαιτέρω προέλθῃ τὸ δεινὸν, καὶ περὶ τῶν  ἐσχάτων  κινδυνεύσωμεν  ἅπαντες.  Ἀλλὰ μὴ δείσητε, Παῦλος ὑμᾶς παραμυθεῖται  λέγων.  ὅτι  Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι  ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν 49.83 ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.  Αὐτὸς γὰρ εἶπεν· Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω.  Εἰ γὰρ δι' ἔργων ἐβούλετο κολάσαι καὶ διὰ τῆς πείρας αὐτῆς, οὐκ ἂν τοσούτων ἡμερῶν παρέδωκεν ἡμᾶς φόβῳ· ὅταν γὰρ μὴ βούληται κολάζειν, φοβεῖ· ἐπεὶ εἰ μέλλοι κολάζειν, περιττὸς ὁ φόβος, περιττὴ ἡ ἀπειλή· νῦν δὲ μυρίων χαλεπωτέραν θανάτων ὑπέστημεν  ζωὴν,  ἐν  τοσαύταις ἡμέραις δεδοικότες  καὶ τρέμοντες,  καὶ τὰς  σκιὰς αὐτὰς ὑποπτεύοντες,  καὶ τὴν τοῦ Κάϊν τίνοντες  δίκην, καὶ ἐκ μέσου τῶν  ὕπνων  ἀναπηδῶντες  ἀπὸ τῆς  διηνεκοῦς  ἀγωνίας·  ὥστε εἰ καὶ παρωργίσαμεν  τὸν  Θεὸν, ἐξιλεωσάμεθα νῦν  τοσαύτην ὑπομείναντες  τὴν  τιμωρίαν.  Καὶ γὰρ εἰ καὶ μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐδώκαμεν δίκην, ἀλλ' ἀρκοῦσαν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ.  βʹ. Οὐκ ἐντεῦθεν  δὲ μόνον,  ἀλλὰ  καὶ ἑτέρωθεν  πολλαχόθεν  θαῤῥεῖν χρή· οὐδὲ γὰρ ὀλίγα  ἡμῖν  ἐνέχυρα τῶν  χρηστῶν ἐλπίδων  ἔδωκεν  ὁ Θεὸς ἤδη. Καὶ πρῶτον  μὲν ἁπάντων οἱ τὴν πονηρὰν κομίζοντες ἀγγελίαν, ἐξελθόντες ἐντεῦθεν καθάπερ τινὲς ὑπόπτεροι καὶ πάλαι καταλήψεσθαι  προσδοκήσαντες τὸ στρατόπεδον, κατὰ μέσην ἔτι διατρίβουσι τὴν ὁδόν· τοσαῦτα αὐτοῖς κωλύματα καὶ ἐμπόδια γέγονε, καὶ τοὺς ἵππους  ἀφέντες  ὀχήματα  ἐλαύνουσι  νῦν,  ὅθεν  ἀνάγκη  πᾶσα βραδυτέραν  αὐτοῖς γενέσθαι τὴν ἐκεῖσε ἄφιξιν. Ἐπειδὴ γὰρ τὸν ἱερέα τὸν ἡμέτερον καὶ κοινὸν πατέρα ἀνέστησεν ὁ Θεὸς ἐντεῦθεν, καὶ ἔπεισεν ἀπελθεῖν, καὶ τῆς πρεσβείας συνεφάψασθαι ταύτης, κατέσχε λοιπὸν  ἐκείνους κατὰ μέσην τὴν ὁδὸν, ἵνα μὴ φθάσαντες τὸ πῦρ ἀνάψωσι,  καὶ  τῷ  διδασκάλῳ  λοιπὸν   ἀνόνητον   ποιήσωσι  τὴν  διόρθωσιν,  τὰς βασιλικὰς ἐμπρήσαντες ἀκοάς. Ὅτι γὰρ οὐκ ἄνευ Θεοῦ τὸ κώλυμα γέγονε, δῆλον ἐκεῖθεν· Ἄνθρωποι  τὸν  ἅπαντα  χρόνον  τοιαύταις  συντραφέντες  ἀποδημίαις,  καὶ τοῦτο ἔργον ἔχοντες ἵππους ἐλαύνειν διηνεκῶς, νῦν ὑπ' αὐτῆς τῆς ἱππασίας συντριβέντες  ὑστέρησαν, καὶ  γέγονεν  ἀπ'  ἐναντίας  τοῖς  τοῦ  Ἰωνᾶ  πράγμασι  τὰ συμβάντα νῦν. Ἐκεῖνον μὲν γὰρ μὴ βουλόμενον ἀπελθεῖν ἤπειγε· τούτους δὲ βουλομένους ἀπελθεῖν ἐκώλυσεν. Ὢ καινοῦ καὶ παραδόξου πράγματος! ἐκεῖνος οὐκ ἐβούλετο κηρῦξαι καταστροφὴν, καὶ ἄκοντα αὐτὸν ἀνέστησεν· οὗτοι μετὰ πολλοῦ τοῦ  τάχους  σπεύδουσιν  ἀπαγγεῖλαι   καταστροφὴν,  καὶ  ἄκοντας   αὐτοὺς  πάλιν ἐκώλυσε. Τί δήποτε; Ὅτι ἐνταῦθα  μὲν τὸ τάχος βλάβος, ἐκεῖ δὲ τὸ τάχος κέρδος ἔφερε· διὰ  τοῦτο  κἀκεῖνον  ἤπειξε  διὰ  τοῦ  κήτους,  καὶ  διὰ  τῶν  ἵππων  τούτους συνεπόδισεν. Ὁρᾷς Θεοῦ σοφίαν; διὰ τῶν πραγμάτων αὐτῶν, ὧν ἕκαστος ἤλπισεν ἀνύειν  τὸ  προκείμενον,  διὰ  τούτων  συνεποδίσθησαν  ἕκαστος. Ἐκεῖνος  διὰ  τοῦ πλοίου προσεδόκησε πτήσεσθαι, καὶ τὸ πλοῖον αὐτῷ δεσμὸς ἐγένετο· διὰ τῶν ἵππων οὗτοι  προσεδόκησαν  ταχύτερον  ὄψεσθαι  τὸν  βασιλέα,  καὶ  οἱ  ἵπποι  γεγόνασιν κώλυμα· μᾶλλον δὲ οὐχ οἱ ἵπποι, ὥσπερ οὖν οὐδ' ἐκείνῳ τὸ πλοῖον, ἀλλ' ἡ πρόνοια τοῦ  Θεοῦ πανταχοῦ  πάντα  μετὰ  τῆς  οἰκείας  οἰκονομοῦσα  σοφίας.  Καὶ σκόπει κηδεμονίαν, πῶς καὶ ἐφόβησε καὶ παρεκάλεσε. Παρὰ μὲν γὰρ αὐτὴν τὴν ἡμέραν, ὅτε τὰ παράνομα ἐτολμήθη πάντα ἐκεῖνα, ἀφεὶς αὐτοὺς ἐξελθεῖν ὡς ἀπαγγελοῦντας  τῷ βασιλεῖ τὰ συμβεβηκότα ἅπαντα, τῷ τάχει τῆς ἐξόδου πάντας ἐφόβησεν· ἐπειδὴ δὲ ἀπῆλθον, καὶ δύο καὶ τρεῖς ἀνήλωσαν ἡμέρας, καὶ λοιπὸν ματαίαν εἶναι ἐνομίζομεν τοῦ ἱερέως τοῦ ἡμετέρου τὴν ἀποδημίαν, ὡς ὑστερίζειν μέλλοντος, τότε τὸν 49.84 φόβον ἐξέλυσε καὶ παρεμυθήσατο, ἐκείνους τε, ὥσπερ ἔφην, κατὰ μέσην κατασχὼν τὴν ὁδὸν, καὶ τοὺς ἐκεῖθεν ἀφικνουμένους πρὸς ἡμᾶς διὰ τῆς αὐτῆς ὁδοῦ τὰ ἐκείνων πάθη πᾶσιν ἡμῖν ἀναγγεῖλαι παρασκευάσας, ἵνα μικρὸν ἀναπνεύσωμεν· ὅπερ οὖν καὶ ἐγένετο,  καὶ πολὺ  τῆς  ἀγωνίας  ἀπεθέμεθα  μέρος. Ταῦτα ἀκούσαντες, τὸν  ταῦτα ποιήσαντα προσεκυνήσαμεν Θεὸν ὡς πατέρων πάντων φιλοστοργότερον· καὶ νῦν τὰ καθ' ἡμᾶς διέθηκεν ἅπαντα, ἀοράτῳ τινὶ δυνάμει τοὺς πονηροὺς τούτους κατασχὼν ἀγγέλους, καὶ μονονουχὶ λέγων· Τί σπεύδετε; τί δὲ ἐπείγεσθε πόλιν τοιαύτην καταποντίζειν μέλλοντες; μὴ γὰρ εὐαγγέλια κομίζετε τῷ βασιλεῖ; Μένετε αὐτοῦ, ἕως οὗ τὸν θεράποντα τὸν ἐμὸν, καθάπερ ἰατρὸν ἄριστον, παρασκευάσω φθάσαι καὶ τὸν ὑμέτερον προκαταλαβεῖν δρόμον. Εἰ δὲ ἐν ἀρχῇ τοῦ τῆς παρανομίας ἕλκους τοσαύτη πρόνοια γέγονε, πολλῷ μᾶλλον μετὰ τὴν ἐπιστροφὴν, μετὰ τὴν μετάνοιαν, μετὰ τὸν τοσοῦτον φόβον, μετὰ τὰ δάκρυα καὶ τὰς εὐχὰς πλείονος ἀπολαυσόμεθα τῆς ἀδείας. Ὁ μὲν γὰρ Ἰωνᾶς εἰκότως συνηλαύνετο, ἵνα εἰς μετάνοιαν ἐμβάλῃ, ὑμεῖς δὲ ἤδη τὴν μετάνοιαν  ἐπεδείξασθε  καὶ  πολλὴν  τὴν  ἐπιστροφήν·  διὸ  καὶ  παρακλήσεως  δεῖ λοιπὸν, οὐκ ἀγγελίας ἀπειλὴν ἐχούσης. ∆ιὰ τοῦτο καὶ τὸν κοινὸν ἐντεῦθεν ἀνέστησε  πατέρα, καίτοι πολλῶν ὄντων τῶν κωλυόντων· εἰ δὲ μὴ ἐφείδετο τῆς σωτηρίας τῆς ἡμετέρας, οὐκ ἂν ἐκεῖνον ἔπεισεν, ἀλλὰ καὶ βουλόμενον ἐξελθεῖν ἐκώλυσεν ἄν.
γʹ. Ἔχω τι καὶ τρίτον εἰπεῖν δυνάμενον  ὑμᾶς πεῖσαι θαῤῥεῖν, τὴν παροῦσαν ἑορτὴν, ἣν καὶ ἄπιστοι αἰδοῦνται σχεδὸν πάντες, ἣν καὶ αὐτὸς ὁ θεοφιλὴς βασιλεὺς οὕτω; ᾐδέσθη καὶ ἐτίμησεν, ὡς ἅπαντας τοὺς πρὸ αὐτοῦ μετ' εὐσεβείας κρατήσαντας ὑπερβαλέσθαι βασιλέας. Ἐν ταύταις γοῦν ταῖς ἡμέραις πέμψας ἐπιστολὴν εἰς τιμὴν τῆς ἑορτῆς, τοὺς τὸ δεσμωτήριον οἰκοῦντας σχεδὸν ἀφῆκεν ἅπαντας· καὶ ταύτην ὁ ἱερεὺς ὁ ἡμέτερος εἰσελθὼν ἀναγνώσεται τὴν ἐπιστολὴν πρὸς τὸν βασιλέα, καὶ τῶν οἰκείων αὐτὸν ἀναμνήσει νόμων, καὶ ἐρεῖ πρὸς αὐτὸν, ὅτι Σὺ σαυτὸν παρακάλεσον, καὶ τὰ σαυτοῦ μέμνησο· οἴκοθεν ἔχεις τὸ παράδειγμα τῆς φιλανθρωπίας· δίκαιον οὐχ εἵλου  ποιῆσαι φόνον,  καὶ ἄδικον  ὑπομενεῖς  ἐργάσασθαι; τοὺς ἐληλεγμένους  καὶ καταδικασθέντας  τὴν  ἑορτὴν  αἰδεσθεὶς ἀφῆκας,  καὶ τοὺς ἀνευθύνους  καὶ μηδὲν τετολμηκότας  κατακρινεῖς,  εἰπέ  μοι, καὶ ταῦτα  τῆς  ἑορτῆς παρούσης; Μηδαμῶς, βασιλεῦ. Σὺ διὰ τῆς ἐπιστολῆς ταύτης διαλεγόμενος ταῖς πόλεσι πάσαις ἔλεγες· Εἴθε μοι δυνατὸν  ἦν καὶ τοὺς νεκροὺς ἀναστῆσαι. Ταύτης δεόμεθα τῆς φιλανθρωπίας, τούτων δεόμεθα τῶν ῥημάτων νῦν. Οὐχ οὕτω τὸ κρατῆσαι πολεμίων λαμπροὺς ποιεῖ τοὺς βασιλεύοντας, ὡς τὸ κρατῆσαι θυμοῦ καὶ ὀργῆς· ἐκεῖ μὲν γὰρ τῶν ὅπλων καὶ τῶν στρατιωτῶν τὸ κατόρθωμα γίνεται, ἐνταῦθα δὲ γυμνὸν σόν ἐστι τὸ τρόπαιον, καὶ οὐδένα ἔχεις τὸν μεριζόμενον μετὰ σοῦ τὴν τῆς φιλοσοφίας δόξαν. Ἐκράτησας πολέμου βαρβαρικοῦ, κράτησον καὶ θυμοῦ βασιλικοῦ· μαθέτωσαν οἱ ἄπιστοι πάντες ὅτι  ὁ  τοῦ  Χριστοῦ φόβος  πᾶσαν  ἐξουσίαν  δύναται  χαλινοῦν·  δόξασόν  σου τὸν
∆εσπότην, τοῖς συνδούλοις ἀφεὶς τὰ ἁμαρτήματα, ἵνα καὶ αὐτός σε δοξάσῃ μειζόνως,
ἵνα ἥμερόν σοι κατὰ τὴν τῆς κρίσεως ἡμέραν δείξῃ τὸ ὄμμα καὶ γαληνὸν,  ταύτης μεμνημένος  σου τῆς φιλανθρωπίας.  Ταῦτα καὶ πλείονα  τούτων  ἐρεῖ, καὶ πάντως ἡμᾶς ἐξαιρήσεται 49.85 τῆς ὀργῆς. Οὐκ εἰς τὸ πεῖσαι δὲ μόνον τὸν βασιλέα μεγίστη παρὰ τῆς νηστείας ταύτης ἡμῖν ἡ συμμαχία, ἀλλὰ καὶ εἰς τὸ γενναίως  ἐνεγκεῖν  τὰ συμβαίνοντα· καὶ γὰρ παράκλησιν οὐ τὴν τυχοῦσαν ἀπὸ τοῦ καιροῦ τούτου καρπούμεθα. Αὐτὸ γὰρ τὸ καθ' ἑκάστην ἡμέραν συλλέγεσθαι, καὶ τῆς τῶν  θείων Γραφῶν   ἀκροάσεως  ἀπολαύειν,   καὶ   ἀλλήλους   βλέπειν,   καὶ   πρὸς   ἀλλήλους ὀδύρεσθαι, καὶ  εὐχομένους  καὶ  εὐλογίας  δεχομένους,  οὕτως  οἴκαδε  ἀπιέναι,  τὸ πλέον  ἡμῖν  ὑποτέμνεται  τῆς  ὀδύνης.  Μὴ τοίνυν  καταπέσωμεν,  μηδὲ  προδῶμεν ἑαυτοὺς ὑπὸ τῆς ἀγωνίας, ἀλλὰ μένωμεν τὰ χρηστὰ προσδοκῶντες, καὶ προσέχωμεν τοῖς  ῥηθήσεσθαι μέλλουσι.  Καὶ γὰρ  βούλομαι  σήμερον περὶ  ὑπεροψίας  θανάτου διαλεχθῆναι   πάλιν.  Εἶπον  χθὲς  ὑμῖν  ὅτι  τὸν  θάνατον  δεδοίκαμεν,  οὐκ  ἐπειδὴ φοβερός ἐστιν ἐκεῖνος, ἀλλ' ἐπειδὴ οὔθ' ὁ τῆς βασιλείας ἡμᾶς ἔρως ἀνῆψεν, οὔτε ὁ τῆς γεέννης φόβος κατέσχεν, καὶ πρὸς τούτοις, ὅτι τὸ συνειδὸς οὐκ ἔχομεν ἀγαθόν. Βούλεσθε καὶ τετάρτην εἴπω αἰτίαν τῆς ἀκαίρου ταύτης ἀγωνίας οὐκ ἐλάττονα, τῶν προτέρων ἀληθεστέραν; Οὐ ζῶμεν μετὰ τῆς προσηκούσης τοῖς Χριστιανοῖς σκληραγωγίας, ἀλλὰ τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον  καὶ χαῦνον ἐζηλώσαμεν βίον·  διὸ  καὶ  εἰκότως  τοῖς  παροῦσιν  ἐμφιλοχωροῦμεν   πράγμασιν.  Ὡς  εἴ  γε  ἐν νηστείαις καὶ παννυχίσι καὶ εὐτελείᾳ διαίτης τὴν ζωὴν διηνύομεν ταύτην, τὰς ἐπιθυμίας ἡμῶν ἐκκόπτοντες τὰς ἀτόπους, τὰς ἡδονὰς κωλύοντες, τοὺς ἱδρῶτας τῆς ἀρετῆς ὑπομένοντες, κατὰ τὸν Παύλου λόγον ὑποπιέζοντες τὸ σῶμα καὶ δουλαγωγοῦντες, τῆς σαρκὸς πρόνοιαν μὴ ποιούμενοι εἰς ἐπιθυμίας, τὴν στενὴν καὶ τεθλιμμένην   ὁδὸν  ὁδεύοντες,  ταχέως  ἂν  τῶν  μελλόντων   ἐπεθυμήσαμεν,  τῶν παρόντων πόνων ἀπαλλαγῆναι  σπεύδοντες. Καὶ ὅτι οὐ ψευδὴς ὁ λόγος ὁ ἡμέτερος, ἀνάβηθι πρὸς τὰς κορυφὰς τῶν ὀρέων, καὶ κατάμαθε τοὺς ἐκεῖ μοναχοὺς, τοὺς ἐν σάκκῳ, τοὺς ἐν δεσμοῖς, τοὺς ἐν νηστείαις, τοὺς ἐν σκότῳ κατακεκλεισμένους, καὶ ὄψει   πάντας   αὐτοὺς   τῆς  τελευτῆς   ἐπιθυμοῦντας,   καὶ  ἀνάπαυσιν   τὸ  πρᾶγμα  καλοῦντας. Καθάπερ γὰρ ὁ πυκτεύων ἐπείγεται τοῦ σταδίου ἐξελθεῖν, ἵνα ἀπαλλαγῇ τῶν τραυμάτων· καὶ ὁ ἀθλητὴς ἀναστῆναι τὸ θέατρον ἐπιθυμεῖ, ἵνα ἐλευθερωθῇ τῶν πόνων·  οὕτω καὶ ὁ ἐν σκληρῷ καὶ τραχυτάτῳ  βίῳ ζῶν μετ' ἀρετῆς, ἐπιθυμεῖ τῆς τελευτῆς, ἵνα καὶ τῶν πόνων ἀπαλλαγῇ τῶν παρόντων, καὶ ὑπὲρ τῶν ἀποκειμένων ἔχῃ στεφάνων  θαῤῥεῖν πρὸς τὸν  εὔδιον  καταπλεύσας λιμένα,  καὶ ἐκεῖ μεταστὰς, ἔνθα λοιπὸν οὐκ ἔστιν ὑποπτεῦσαι ναυάγιον. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς ἐπίπονον φύσει καὶ μοχθηρὸν τὸν βίον ἡμῶν  κατεσκεύασεν, ἵνα ὑπὸ τῆς ἐνταῦθα  συνωθούμενοι θλίψεως,  ἐπιθυμίαν  τῶν  μελλόντων  λάβωμεν.  Εἰ γὰρ νῦν  τοσούτων  ὄντων  τῶν λυπηρῶν,  καὶ  κινδύνων,  καὶ  φόβων  καὶ  φροντίδων  πάντοθεν  ἡμᾶς περιστοιχιζομένων, οὕτως ἐμφιλοχωροῦμεν  τῇ παρούσῃ ζωῇ, εἰ μηδὲν τούτων ἦν, ἀλλ' ἄλυπός τις καὶ ἀταλαίπωρος ὁ βίος ἡμῖν ἅπας ἐγίνετο, πότε ἂν ἐπεθυμήσαμεν τῶν μελλόντων;
δʹ. Οὕτω καὶ Ἰουδαίοις ἐποίησεν ὁ Θεός· καὶ γὰρ ἐκείνους  βουλόμενος εἰς ἐπιθυμίαν ἐμβαλεῖν τῆς ἐπανόδου, καὶ πεῖσαι μισῆσαι τὴν Αἴγυπτον, συνεχώρησε τῷ πηλῷ   καὶ  τῇ  πλινθείᾳ   ταλαιπωρεῖσθαι,  ἵνα  τῷ  μεγέθει  τῶν   πόνων   καὶ  τῆς ταλαιπωρίας ἐκείνης ἀγχόμενοι βοήσωσι πρὸς τὸν Θεὸν περὶ τῆς ἐπανόδου. Εἰ γὰρ δὴ τούτων  γενομένων  ἐξελθόντες  πάλιν  ἐμέμνηντο  τῆς Αἰγύπτου, 49.86 καὶ τῆς χαλεπῆς δουλείας καὶ πρὸς τὴν προτέραν τυραννίδα ὑποστρέφειν ἠπείγοντο, εἰ μὴ τοιούτων  ἐπειράθησαν τῶν βαρβάρων, πότε ἂν ἀφεῖναι  τὴν ἀλλοτρίαν  ἠθέλησαν;
Ἵνα οὖν καὶ ἡμεῖς μὴ τῇ γῇ προσηλωμένοι καὶ πρὸς τὰ παρόντα κεχηνότες ἀλγῶμεν, καὶ ἐπιλανθανώμεθα  τῶν μελλόντων, μοχθηρὸν ἡμῖν τὸν βίον ἐποίησεν ὁ Θεός. Μὴ τοίνυν  περιεχώμεθα  πέρα τοῦ δέοντος  τῆς παρούσης ζωῆς. Τί γὰρ ὄφελος  ἡμῖν; ποῖον δὲ κέρδος ἐκ τοῦ προσηλῶσθαι μεθ' ὑπερβολῆς τῇ τοῦ παρόντος βίου ἐπιθυμίᾳ; Βούλει μαθεῖν διὰ τί καλὸν ἡ παροῦσα ζωή; Ὅτι τῆς μελλούσης ζωῆς ἡμῖν ὑπόθεσις γίνεται  καὶ ἀφορμὴ, καὶ σκάμμα καὶ στάδιον τῶν  ἐκεῖ στεφάνων  ἐστίν· ὡς εἰ μὴ τοῦτο  παράσχοι ἡμῖν,  μυρίων  θανάτων  ἐστὶν  ἐλεεινοτέρα.  Εἰ γὰρ  μὴ  μέλλομεν ζῶντες ἀρέσκειν Θεῷ, βέλτιον ἀποθανεῖν. Τί γὰρ τὸ πλέον; τί τὸ περιττόν; Οὐχὶ τὸν αὐτὸν ἥλιον καὶ τὴν αὐτὴν σελήνην καθ' ἑκάστην ἡμέραν ὁρῶμεν; οὐχὶ τὸν αὐτὸν χειμῶνα;  οὐχὶ  τὸ  αὐτὸ  θέρος; οὐχὶ  τὰ  αὐτὰ  πράγματα;  Τί τὸ  γεγονός;  αὐτὸ  τὸ γενησόμενον.  Τί τὸ πεποιημένον;  αὐτὸ τὸ ποιηθησόμενον.  Μὴ τοίνυν  μήτε τοὺς ζῶντας ἁπλῶς μακαρίζωμεν, μήτε τοὺς ἀποθνήσκοντας θρηνῶμεν· ἀλλὰ τοὺς μὲν ἐν ἁμαρτίαις ὄντας, κἂν ζῶσι, κἂν τετελευτηκότες ὦσιν, ὀδυρώμεθα· τοὺς δὲ ἐν δικαιοσύνῃ μακαρίζωμεν πάλιν, ὅπουπερ ἂν τύχωσιν ὄντες. Σὺ μὲν οὖν ἕνα δέδοικας θάνατον, καὶ θρηνεῖς· ὁ Παῦλος δὲ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκων οὐ μόνον οὐκ ἐδάκρυε διὰ τοῦτο, ἀλλὰ καὶ ἔχαιρε καὶ ἠγάλλετο. Εἴθε κἀγὼ διὰ τὸν Θεὸν ἐκινδύνευον,  φησὶ, καὶ οὐκ ἂν  ἐφρόντισα. Ἀλλὰ μηδὲ νῦν  καταπέσῃς· οὐδὲ γὰρ μόνον ὁ διὰ τὸν Θεόν τι πάσχων εὐδοκιμεῖ, ἀλλὰ καὶ ὁ ἀδίκως τι πάσχων, καὶ φέρων γενναίως,  καὶ εὐχαριστῶν  τῷ συγχωροῦντι  Θεῷ, οὐκ ἐλάττων  τοῦ διὰ τὸν  Θεὸν ταῦτα πάσχοντός ἐστιν. Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβτὰς πολλὰς καὶ ἀφορήτους ἐκείνας πληγὰς ἐδέξατο, τοῦ διαβόλου μάτην καὶ εἰκῆ καὶ ἁπλῶς ἐπιβουλεύοντος, ἀλλ' ὅμως ἐπειδὴ γενναίως  ἤνεγκε, καὶ ηὐχαρίστησε τῷ ταῦτα συγχωροῦντι Θεῷ, ὁλόκληρον τὸν  στέφανον  ἀνεδήσατο. Μὴ τοίνυν  λυποῦ  διὰ τὸν  θάνατον·  φύσεως  γάρ ἐστι· λυποῦ δι' ἁμαρτίαν· προαιρέσεως γὰρ τὸ ἔγκλημα. Εἰ δὲ λυπῇ διὰ τοὺς ἀποθανόντας, ἄλγει καὶ διὰ τοὺς γεννωμένους·  ὥσπερ γὰρ τοῦτο φύσεως, οὕτω κἀκεῖνο φύσεως. Ἂν τοίνυν ἀπειλήσῃ τις θάνατον, εἰπὲ πρὸς αὐτόν· Ἐπαιδεύθην παρὰ τοῦ Χριστοῦ μὴ φοβεῖσθαι  ἀπὸ  τῶν   ἀποκτεινόντων   τὸ  σῶμα,  τὴν  δὲ  ψυχὴν   μὴ  δυναμένων ἀποκτεῖναι.  Ἂν  ἀπειλῇ  δήμευσιν  οὐσίας, εἰπὲ  πρὸς  αὐτόν·  Γυμνὸς  ἐξῆλθον  ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι· Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον,  δῆλον  ὅτι  οὐδὲ  ἐξενεγκεῖν  τι  δυνησόμεθα·  κἂν  μὴ  σὺ λάβῃς,  θάνατος  ἐπελθὼν  λήψεται·  κἂν  μὴ  σὺ σφάξῃς, ὁ τῆς  φύσεως  ἐπελθὼν  νόμος  οἴσει τὴν τελευτήν.  Μηδὲν τοίνυν  φοβώμεθα τῶν  ἀπὸ τῆς φύσεως ἡμῖν ἐπαγομένων,  ἀλλ' ἐκεῖνα  τὰ ἐκ πονηρᾶς ἡμῖν  ἐγγινόμενα  προαιρέσεως· ἐκεῖνα  γὰρ ἡμῖν  τίκτει  τὴν κόλασιν. Τοῦτο δὲ λογιζώμεθα διηνεκῶς ἐπὶ τῶν συμβαινόντων ἡμῖν ἀδοκήτως, ὅτι οὐ διορθώσομεν αὐτὰ ἀλγοῦντες,  καὶ παυσόμεθα ἀλγοῦντες· κἀκεῖνο μετὰ τούτου πάλιν, ὅτι ἐὰν πάθωμέν τι δεινὸν κατὰ τὸν παρόντα βίον ἀδίκως, διαλύομεν πολλὰ τῶν ἁμαρτημάτων. ∆ιὸ μέγα ἀγαθὸν ἐνταῦθα ἀπολαβεῖν ἁμαρτήματα, καὶ μὴ ἐκεῖ· καὶ   γὰρ   ὁ   πλούσιος   οὐδὲν   ἐνταῦθα   δεινὸν   ἀπέλαβε,   καὶ   διὰ   τοῦτο   ἐκεῖ ἀπετηγανίζετο.  49.87 Καὶ ὅτι  τοῦτο  ἦν  αἴτιον  τοῦ  μηδεμιᾶς  αὐτὸν  ἀπολαῦσαι παραμυθίας, ἄκουσον τί φησιν ὁ Ἀβραάμ· Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου, διὰ τοῦτο ὀδυνᾶσαι· ὅτι δὲ καὶ τῷ Λαζάρῳ τὰ ἀγαθὰ μετὰ τῆς ἀρετῆς καὶ τὸ μυρία ἐνταῦθα παθεῖν δεινὰ προεξένησε, τοῦ πατριάρχου καὶ ταῦτα λέγοντος ἄκουσον. Εἰπὼν γὰρ τῷ πλουσίῳ, Ἀπέλαβες τὰ ἀγαθά σου, ἐπήγαγεν, ὅτι Καὶ ὁ Λάζαρος τὰ κακά· καὶ διὰ τοῦτο  παρακαλεῖται.  Ὥσπερ γὰρ οἱ ἐν  ἀρετῇ ζῶντες  καὶ θλιβόμενοι  διπλοῦν  τὸ κέρδος παρὰ τοῦ Θεοῦ λαμβάνουσιν, οὕτως ὁ ἐν κακίᾳ ζῶν καὶ τρυφῶν διπλῆν ἕξει τὴν κόλασιν. Πάλιν λέγω  οὐχὶ τῶν  φευγόντων  κατηγορῶν  Ψυχὴν γὰρ τεταπεινωμένην μὴ προσταράξῃς, φησὶν, οὐδὲ ἐπιτιμῆσαι βουλόμενος ὁ γὰρ νοσῶν παρακλήσεως δεῖται, ἀλλὰ διορθῶσαι σπουδάζων, μὴ τῇ φυγῇ τὴν σωτηρίαν ἡμῶν ἐγχειρίζωμεν, ἀλλὰ φύγωμεν ἁμαρτίας, ἀποστῶμεν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς. Ἐὰν ταύτας φύγωμεν, κἂν μεταξὺ μυρίων ὦμεν στρατιωτῶν, οὐδεὶς ἡμᾶς πλῆξαι δυνήσεται·  ἐὰν  ταύτας  μὴ  φύγωμεν,  κἂν  εἰς  αὐτὴν  τῶν  ὀρέων  τὴν  κορυφὴν ἀναβῶμεν,  πολεμίους  ἐκεῖ  εὑρήσομεν  μυρίους.  Ἀναμνήσθητι  γοῦν  τῶν  τριῶν παίδων ἐκείνων πάλιν, οἳ ἔνδον ἦσαν ἐν τῇ καμίνῳ, καὶ οὐδὲν ἔπαθον δεινόν· καὶ τῶν ἐμβαλόντων  αὐτοὺς ἔξωθεν τῆς καμίνου, ὅσοι περιεκάθηντο, πάντες ἐδαπανήθησαν. Τί τούτου παραδοξότερον; Οὓς κατεῖχεν  ἔλυσε τὸ πῦρ, καὶ οὓς οὐ κατεῖχεν  ἥρπασεν· ἵνα  μάθῃς, ὅτι  οὐχὶ  τόπος, ἀλλὰ  τρόπος σωτηρίαν  φέρει  καὶ κόλασιν, οἱ ἔνδον  διέφυγον,  οἱ ἔξω διεφθάρησαν. Τὰ αὐτὰ σώματα κἀκείνοις  καὶ τούτοις, ἀλλ' οὐ τὰ αὐτὰ φρονήματα· διὰ τοῦτο οὐδὲ τὰ αὐτὰ πάθη. Καὶ γὰρ ὁ χόρτος κἂν  ἔξω περικέηται,  ταχέως  ἀνάπτεται·  ὥσπερ οὖν  τὸ χρυσίον κἂν  ἔνδον  μένῃ, μειζόνως φαιδρύνεται.
εʹ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες· Πάντα λαβέτω ὁ βασιλεὺς, καὶ τὸ σῶμα ἡμῖν ἐλεύθερον δότω; Τί ποτέ ἐστι, σῶμα ἐλεύθερον εἶναι, μανθανέτωσαν. Οὐ γὰρ τὸ μὴ κολάζεσθαι τοῦτο  ἐλεύθερον  ποιεῖ  σῶμα, ἀλλὰ  τὸ ζῇν  ἐν  δικαιοσύνῃ  διηνεκῶς.
Τούτων γοῦν τῶν παίδων τὰ σώματα ἐλεύθερα ἦν καὶ καμίνῳ παραδοθέντα· τὴν γὰρ τῆς ἁμαρτίας δουλείαν ἀπέθεντο πάλαι· καὶ γὰρ τοῦτό ἐστιν ἐλευθερία μόνον, οὐ τὸ μὴ κολάζεσθαι, μηδὲ πάσχειν τι δεινόν. Σὺ δὲ εἰδὼς τὴν κάμινον, ἀναμνήσθητι τῶν τοῦ  πυρὸς ποταμῶν,  τῶν  κατὰ  τὴν  ἡμέραν  τὴν  φοβερὰν  ἐκείνην.  Καθάπερ γὰρ ἐνταῦθα  τοὺς  μὲν  ἥρπασε, τοὺς  δὲ ᾐδέσθη τὸ  πῦρ, οὕτω  καὶ  ἐπὶ  τῶν  ποταμῶν ἐκείνων ἔσται· κἂν μέν τις ἔχῃ χόρτον, ξύλα, καλάμην, ἀνάπτει τὸ πῦρ· ἂν δέ τις ἔχῃ χρυσὸν, ἄργυρον, φαιδρότερος γίνεται. Ταύτην τοίνυν τὴν ὕλην συναγάγωμεν, καὶ τὰ  παρόντα  φέρωμεν  γενναίως,  εἰδότες  ὅτι  καὶ  ἐκείνης  ἡμᾶς  τῆς  κολάσεως  ἡ παροῦσα  ἀπαλλάξει   θλῖψις,   ἐὰν   εἰδῶμεν   φιλοσοφεῖν,   καὶ  ἐνταῦθα   βελτίους ἐργάσεται, οὐχ  ἡμᾶς  δὲ  μόνον,  ἀλλὰ  καὶ  τοὺς  ἐμβαλόντας  ἡμᾶς  πολλάκις,  ἐὰν νήφωμεν·  τοσαύτη τῆς φιλοσοφίας  ἡ περιουσία· ὃ δὴ καὶ ἐπὶ τοῦ τυράννου  τότε γέγονεν.  Ἐπειδὴ γὰρ εἶδε  μηδὲν  παθόντας  δεινὸν,  ἄκουσον πῶς  μετεβάλετο·  Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε, φησίν. Οὐ πρὸ μικροῦ ἔλεγες, Καὶ τίς ἐστι θεὸς, ὃς δυνήσεται ἐξελέσθαι ὑμᾶς ἐκ τῶν χειρῶν μου; Τί γέγονε; πόθεν ἡ μεταβολή; τοὺς ἔξω διαφθαρέντας  εἶδες, καὶ τοὺς ἔνδον καλεῖς; πόθεν ἐπῆλθέ σοι τοιαῦτα  φιλοσοφεῖν;  Εἶδες πόση μεταβολὴ  τῷ  βασιλεῖ γέγονεν;  ὅτε  οὔπω  49.88

αὐτῶν ἐκράτησεν, ἐβλασφήμει· ἐπειδὴ δὲ αὐτοὺς ἐνέβαλεν εἰς τὸ πῦρ, ἐφιλοσόφει.
∆ιὰ τοῦτο καὶ ὁ Θεὸς συνεχώρησε πάντα γενέσθαι, ὅσα ὁ τύραννος ἠθέλησεν, ἵνα δείξῃ, ὅτι τοὺς ὑπ' αὐτοῦ φυλαττομένους  οὐδεὶς παραβλάψαι δυνήσεται· καὶ ὅπερ ἐπὶ τοῦ Ἰὼβ ἐποίησε, τοῦτο καὶ ἐνταῦθα εἰργάσατο. Καὶ γὰρ ἐκεῖ ἀφῆκε τὸν διάβολον πᾶσαν αὐτοῦ τὴν δύναμιν ἐπιδείξασθαι, καὶ ὅτε ἐκένωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβουλῆς ὑπελέλειπτο τρόπος, τότε ἀνεβίβασεν ἐκ τοῦ σκάμματος τὸν ἀθλητὴν, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος  ἡ νίκη γένηται· οὕτω δὴ καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο ἐποίησεν. Ἐβουλήθη τὴν πόλιν  αὐτῶν  κατασκάψαι, καὶ οὐκ ἐκώλυσεν· ἐβουλήθη λαβεῖν  αἰχμαλώτους,  καὶ οὐκ ἐνεπόδισεν· ἐβουλήθη δῆσαι, συνεχώρησεν· εἰς τὴν κάμινον ἐμβαλεῖν, ἐπέτρεψεν· ἀνάψαι τὴν φλόγα πέρα τοῦ μέτρου, καὶ τοῦτο ἀφῆκε· καὶ  ὅτε  οὐδὲν  ὑπελέλειπτο   λοιπὸν,  ἀλλὰ  πᾶσαν  ἐκένωσεν  αὐτοῦ  τὴν  ἰσχὺν  ὁ τύραννος, τότε ἔδειξε τὴν αὐτοῦ δύναμιν  ὁ Θεὸς, καὶ τὴν τῶν παίδων  ὑπομονήν. Ὁρᾷς ὅτι διὰ τοῦτο συνεχώρησεν ὁ Θεὸς μέχρι τέλους τὰς θλίψεις, ἵνα δείξῃ τοῖς ἐπιβουλεύουσι καὶ τὴν τῶν ἐπιβουλευομένων  φιλοσοφίαν, καὶ τὴν αὐτοῦ πρόνοιαν; Ἅπερ  ἀμφότερα  κἀκεῖνος  τότε  μαθὼν  ἐβόα·  Οἱ δοῦλοι  τοῦ  Θεοῦ τοῦ  ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. Σὺ δέ μοι σκόπει τῶν παίδων μεγαλοψυχίαν·  οὔτε γὰρ πρὸ τῆς φωνῆς  ἐξεπήδησαν, ἵνα μὴ νομίσῃ τις αὐτοὺς πεφοβῆσθαι τὸ πῦρ, οὔτε κληθέντες ἔνδον ἔμειναν, ἵνα μὴ φιλότιμοί  τινες εἶναι καὶ φιλόνεικοι  δόξωσιν. Ὅτε ἔμαθες, φασὶ,  τίνος  ἐσμὲν  δοῦλοι,  ὅτε  τὸν  ∆εσπότην  ἡμῶν  ἐπέγνως,  τότε  ἐξερχόμεθα, κήρυκες ἐσόμενοι τοῖς  παροῦσιν ἅπασι τῆς τοῦ Θεοῦ δυνάμεως.  Μᾶλλον δὲ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ ὁ πολέμιος οἰκείᾳ φωνῇ  καὶ διὰ τῆς γλώττης,  καὶ διὰ τῆς ἐπιστολῆς   πᾶσιν  ἀνεκήρυττε,   καὶ  τὴν   τῶν   ἀθλητῶν   ἔνστασιν,  καὶ  τὴν   τοῦ ἀγωνοθέτου ἰσχύν. Καὶ καθάπερ οἱ κήρυκες τοὺς ἀθλητὰς νικῶντας  ἀναγορεύουσιν ἐν μέσῳ τῷ θεάτρῳ, καὶ τὰς πόλεις  αὐτῶν  λέγουσιν· Ὁ δεῖνα τῆσδε τῆς πόλεως· οὕτω καὶ οὗτος ἀντὶ τῆς πόλεως τὸν ∆εσπότην αὐτῶν ἀνεκήρυττε, Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. Τί γέγονεν,  ὅτι δούλους αὐτοὺς καλεῖς τοῦ Θεοῦ; οὐχὶ σοὶ ἦσαν δοῦλοι; Ἀλλὰ κατέλυσάν μου τὴν βασιλείαν, φησὶ, κατεπάτησάν μου τὸν τῦφον,  ἔδειξαν διὰ τῶν  ἔργων τὸν ἀληθῆ
∆εσπότην αὐτῶν. Εἰ ἀνθρώπων ἦσαν δοῦλοι, οὐκ ἂν αὐτοὺς ἐφοβήθη τὸ πῦρ, οὐκ ἂν παρεχώρησεν  ἡ φλόξ· ἀνθρώπων  γὰρ δούλους  ἡ κτίσις οὐκ οἶδεν  αἰδεῖσθαι  καὶ τιμᾷν. ∆ιὰ τοῦτο πάλιν, φησὶν, Εὐλογητὸς ὁ Θεὸς τοῦ Σεδρὰχ, Μισὰχ, Ἀβδεναγώ. Σὺ δέ μοι σκόπει πῶς  πρῶτον  ἀνακηρύττει  τὸν  ἀγωνοθέτην·  Εὐλογητὸς ὁ Θεὸς ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετο τοὺς παῖδας αὐτοῦ. Τοῦτο τῆς δυνάμεως τοῦ  Θεοῦ· εἰπὲ  καὶ  τὴν  ἀρετὴν  τῶν  ἀθλητῶν·  Ὅτι  ἐπεποίθεισαν  ἐπ'  αὐτῷ,  καὶ ἠλλοίωσαν  τὸ ῥῆμα τοῦ  βασιλέως, καὶ  παρέδωκαν  τὰ  σώματα αὐτῶν,  ὅπως  μὴ λατρεύσωσι θεοῖς ἀλλοτρίοις. Ἆρα τί γένοιτ' ἂν ἀρετῆς ἴσον; Πρὸ τούτου, ὅτε εἶπον, Τοῖς θεοῖς σου οὐ λατρεύομεν, τῆς καμίνου χαλεπώτερον ἐξεκάη· νῦν δὲ ἐπειδὴ διὰ τῶν ἔργων αὐτῶν τοῦτο ἐπαίδευσαν, οὐ μόνον οὐκ ἠγανάκτησεν, ἀλλὰ καὶ ἐπῄνεσε καὶ ἐθαύμασεν, ὅτι αὐτοῦ παρήκουσαν. Τοσοῦτον ἀρετὴ καλὸν, ὅτι καὶ αὐτοὺς τοὺς πολεμίους ἔχει θαυμαστὰς καὶ ἐπαινέτας. Ἐκεῖνοι ἠγωνί 49.89 σαντο καὶ ἐνίκησαν, καὶ ὁ ἡττηθεὶς  εὐχαρίστησεν, ὅτι οὐκ ἐφόβησεν αὐτοὺς ἡ τῆς φλογὸς  ὄψις, ἀλλὰ παρεκάλεσεν αὐτοὺς ἡ εἰς τὸν ∆εσπότην ἐλπὶς, καὶ τὸν τῆς οἰκουμένης Θεὸν ἀπὸ τῶν τριῶν παίδων  καλεῖ, οὐχὶ περικλείων  αὐτοῦ τὴν δεσποτείαν, ἀλλ' ἐπειδὴ τῆς οἰκουμένης ἀντάξιοι ἦσαν οἱ παῖδες οἱ τρεῖς, διὰ τοῦτο καὶ ἐπαινεῖ τοὺς καταφρονήσαντας αὐτοῦ, καὶ τυράννους τοσούτους καὶ βασιλεῖς καὶ ὑπάρχους παραδραμὼν τοὺς πεισθέντας αὐτῷ, τρεῖς αἰχμαλώτους καὶ δούλους τοὺς καταγελάσαντας  αὐτοῦ τῆς τυραννίδος  ἐθαύμασεν. Οὐ γὰρ φιλονεικοῦντες,  ἀλλὰ φιλοσοφοῦντες   ταῦτα   ἔπραξαν,  οὐδὲ  δι'  ἀπόνοιαν,   ἀλλὰ   δι'  εὐσέβειαν·  οὐκ ἀλαζονείᾳ φυσηθέντες, ἀλλὰ ζήλῳ πυρωθέντες.  Καὶ γὰρ μέγα ἀγαθὸν ἐλπίσαι εἰς  Θεόν· ὅπερ  οὖν  καὶ  ὁ  βάρβαρος ἔγνω,  καὶ  δῆλον  ὅτι  ἐντεῦθεν  διέφυγον  τὸν ἐπικείμενον κίνδυνον ἀνεβόησεν· Ὅτι ἐπεποίθεισαν ἐπ' αὐτῷ. ςʹ. Ταῦτα δὲ λέγω νῦν, καὶ τὰς ἱστορίας ἐκλέγω πάσας, ἐν αἷς πειρασμοὶ καὶ θλίψεις, καὶ βασιλέων ὀργαὶ, καὶ ἐπιβουλαὶ, ἵνα μηδὲν φοβώμεθα, ἀλλ' ἢ τὸ προσκροῦσαι Θεῷ μόνον. Καὶ γὰρ καὶ τότε  ἡ  κάμινος  ἐκαίετο,  ἐκεῖνοι  δὲ  ταύτης  μὲν  κατεγέλασαν,  τὴν  δὲ  ἁμαρτίαν ἔδεισαν. Ἤδεισαν γὰρ ὅτι καέντες μὲν οὐδὲν πείσονται δεινὸν, ἀσεβήσαντες δὲ τὰ ἔσχατα ὑποστήσονται. Ἡ γὰρ μεγίστη κόλασις τὸ ἁμαρτάνειν, κἂν μὴ κολαζώμεθα· ὥσπερ οὖν ἡ μεγίστη τιμὴ καὶ ἄνεσις τὸ μετὰ ἀρετῆς ζῇν, κἂν κολαζώμεθα· αἱ μὲν γὰρ ἁμαρτίαι διιστῶσιν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, καθὼς καὶ αὐτός φησιν· Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ; αἱ κολάσεις δὲ συνάγουσιν ἡμᾶς πρὸς τὸν Θεόν· ∆ὸς γὰρ ἡμῖν, φησὶν, εἰρήνην, ὅτι πάντα ἀπέδωκας ἡμῖν. Ἐὰν τραῦμά τις ἔχῃ, τί δεδοικέναι  ἄξιον, τὴν  σηπεδόνα, ἢ τὴν  τομὴν  τοῦ ἰατροῦ; τὸ σιδήριον, ἢ τὴν νομὴν τοῦ ἕλκους; Ἡ ἁμαρτία σηπεδών ἐστιν, ἡ κόλασις σιδήριον ἰατρικόν· ὥσπερ οὖν ὁ σηπεδόνα ἔχων, κἂν μὴ τέμνηται, ἀῤῥωστεῖ, καὶ τότε μᾶλλόν ἐστιν ἐν κακοῖς, ὅταν μὴ τέμνηται· οὕτω καὶ ὁ ἁμαρτάνων, κἂν μὴ κολάζηται, πάντων ἐστὶν ἀθλιώτερος, καὶ τότε μάλιστα ἄθλιος, ὅταν μὴ κολάζηται, μηδὲ πάσχῃ μηδὲν δεινόν. Καὶ καθάπερ οἱ σπλῆνα καὶ ὕδερον ἔχοντες, ὅταν τραπέζης ἀπολαύσωσι δαψιλοῦς, καὶ  ψυχροποσίας,  καὶ  πολυτελῶν  ἐδεσμάτων,  καὶ  καρυκευμάτων,  τότε  μάλιστα πάντων εἰσὶν ἐλεεινότεροι, τῇ τρυφῇ τὸ νόσημα αὔξοντες· ἂν δ' ἄγχωνται  λιμῷ καὶ δίψει  κατὰ  τοὺς  ἰατρικοὺς  νόμους,  ἐλπίδα  τινὰ  σωτηρίας  ἔχουσιν· οὕτω  καὶ  οἱ ζῶντες ἐν πονηρίᾳ, ἂν μὲν κολάζωνται, χρηστὰς ἔχουσιν ἐλπίδας, ἂν δὲ μετὰ τῆς πονηρίας, ἀδείας καὶ τρυφῆς ἀπολαύωσι, τῶν ἐν ὑδέρῳ γαστριζομένων σφόδρα ἐλεεινότεροι  ἂν εἶεν, καὶ τοσούτῳ πλέον,  ὅσῳ ψυχὴ σώματός ἐστι βελτίων.  Ἐὰν τοίνυν  ἴδῃς  τινὰς  ἐν  τοιαύταις  ὄντας  ἁμαρτίαις,  καὶ τοὺς μὲν  λιμῷ  παλαίοντας διηνεκεῖ καὶ μυρίοις κακοῖς, τοὺς δὲ μεθύοντας καὶ γαστριζομένους καὶ τρυφῶντας, τοὺς τὰ δεινὰ πάσχοντας μακάριζε μᾶλλον. Καὶ γὰρ τῆς ἡδυπαθείας  ἡ φλὸξ ταῖς συμφοραῖς ὑποτέμνεται  ταύταις, καὶ πρὸς τὴν μέλλουσαν ψῆφον  καὶ τὸ φοβερὸν ἐκεῖνο δικαστήριον οὐ μικρὰν λαβόντες ἀπέρχονται παραμυθίαν, καὶ τὰ πολλὰ τῶν ἁμαρτημάτων  δι' ὧν ἔπαθον δεινῶν  ἐνταῦθα διαλύσαντες ἄπεισιν. Ἀλλὰ τῆς μὲν παρακλήσεως ἅλις· ὥρα δὴ λοιπὸν ἡμῖν διαβῆναι ἐπὶ τὴν παραίνεσιν τῆς τῶν ὅρκων φυγῆς,  καὶ  τὴν  δοκοῦσαν  εἶναι  παραμυθίαν  τοῖς  ὀμνύουσιν  ἀνελεῖν  49.90 τὴν ψυχρὰν   καὶ   ἀνόνητον.   Καὶ  γὰρ   ἐπειδὰν   αὐτοῖς   ἐγκαλῶμεν,   ἑτέρους   ἡμῖν προβάλλονται αὐτὸ τοῦτο ποιοῦντας, καὶ λέγουσιν· Ὁ δεῖνα καὶ ὁ δεῖνα ὀμνύουσιν. Εἴπωμεν  τοίνυν  πρὸς  αὐτούς·  Ἀλλ'  ὁ  δεῖνα  οὐκ  ὄμνυσιν·  ὁ  δὲ  Θεὸς ἀπὸ  τῶν κατωρθωκότων  σοι φέρει τὴν ψῆφον. Οἱ μὲν γὰρ ἁμαρτάνοντες τοὺς ἁμαρτάνοντας οὐκ ὠφελοῦσι τῇ κοινωνίᾳ τῶν παραπτωμάτων· οἱ δὲ κατορθοῦντες τοὺς ἁμαρτάνοντας   καταδικάζουσι.  Καὶ  γὰρ   οἱ   μὴ   θρέψαντες   τὸν   Χριστὸν  μηδὲ ποτίσαντες  ἦσαν  πολλοὶ,  ἀλλ'  οὐδὲν  ἀλλήλους  ὠφέλησαν·  ὥσπερ οὖν  οὐδὲ  αἱ παρθένοι αἱ πέντε οὐκ ἔσχον τινὰ συγγνώμην παρ' ἀλλήλων, ἀλλ' ὑπὸ τῶν κατωρθωκότων καὶ οὗτοι κἀκεῖναι καταδικασθέντες ἐκολάζοντο. Ἀπαλλαγέντες τοίνυν  τῆς ψυχρᾶς ταύτης ψυχαγωγίας,  μὴ τοὺς πίπτοντας  βλέπωμεν, ἀλλὰ τοὺς κατορθοῦντας,  καὶ  σπουδάσωμεν  μνημόσυνον  τῆς  παρούσης νηστείας  λαβόντες ἀπελθεῖν.  Καὶ καθάπερ ἱμάτιον  πολλάκις  κεκτημένοι,  ἢ οἰκέτην  ἢ σκεῦος τίμιον, ἀναμιμνησκόμεθα τῶν καιρῶν, καὶ πρὸς ἀλλήλους λέγομεν· Τὸν οἰκέτην τὸν δεῖνα τῇδε ἐκτησάμην τῇ ἑορτῇ, τὸ ἱμάτιον τόδε ἐπριάμην τῷδε τῷ καιρῷ· οὕτω δὴ καὶ τὸν νόμον τοῦτον ἂν κατορθώσωμεν, ἐροῦμεν ὅτι Τὸν ὅρκον τῇδε κατώρθωσα τῇ Τεσσαρακοστῇ· ἕως γὰρ τότε ὤμνυον, καὶ ψιλῆς ἀκούσας παραινέσεως ἀπεσχόμην τῆς ἁμαρτίας. Ἀλλὰ δυσκατόρθωτον ἡ συνήθεια. Οἶδα κἀγὼ, καὶ διὰ τοῦτο ἐπείγομαι εἰς ἑτέραν ὑμᾶς συνήθειαν ἐμβαλεῖν, χρηστὴν καὶ κέρδος ἔχουσαν. Ὅταν γὰρ εἴπῃς,oτι  ∆υσκόλως  ἀφίσταμαι  τῆς  συνηθείας,  δι'  αὐτὸ  τοῦτο  σπούδασον ἀποστῆναι, σαφῶς εἰδὼς, ὅτι ἐὰν ἑτέραν σαυτῷ ποιήσῃς συνήθειαν τὴν τοῦ μὴ ὀμνύειν, οὐδενὸς δεήσῃ πόνου λοιπόν. Τί δυσκολώτερον, μὴ ὀμνύναι, ἢ δι' ὅλης τῆς ἡμέρας ἄσιτον εἶναι, καὶ ὑδροποσίᾳ καὶ εὐτελεῖ ταριχεύεσθαι διαίτῃ; Εὔδηλον ὅτι τοῦτο ἐκείνου· ἀλλ'   ὅμως   οὕτως   ἐστὶν   ἡ   συνήθεια   δυνατὸν   πρᾶγμα   καὶ   εὔκολον,   ὥστε παραγενομένης  τῆς  νηστείας,  κἂν  μυρία τις  παρακαλῇ, κἂν  μυρία τις  ἄγχῃ  καὶ βιάζηται, ὥστε μετασχεῖν οἰνοποσίας ἢ ἑτέρου τινὸς τῶν μὴ νενομισμένων ἐν νηστείαις ἀπογεύεσθαι, πάντα ἂν ἕλοιτο παθεῖν  τις, ἢ τῆς κεκωλυμένης  ἅψασθαι τροφῆς· καὶ ταῦτα ἡδέως πρὸς τὴν τράπεζαν ἔχοντες, ἀλλ' ὅμως διὰ τὴν ἀπὸ τοῦ συνειδότος συνήθειαν φέρομεν πάντα γενναίως ταλαιπωρούμενοι. Τοῦτο δὴ καὶ ἐπὶ τῶν ὅρκων ἔσται· καὶ καθάπερ νῦν, κἂν μυρίαν ἀνάγκην τις ἐπιθῇ, μένεις κατέχων τὴν  συνήθειαν·  οὕτω  καὶ  τότε,  κἂν  μυρία  τις  παρακαλῇ,  οὐκ  ἀποστήσῃ  τῆς συνηθείας.
ζʹ.  Ἀπιὼν  τοίνυν  οἴκοι, διαλέγου  ταῦτα  τοῖς  κατὰ  τὴν  οἰκίαν  ἅπασι· καὶ καθάπερ  πολλοὶ  πολλάκις  ἐκ  λειμῶνος  ἀναχωροῦντες,  ῥόδον  ἢ  ἴον  ἤ  τι  τῶν τοιούτων ἀνθῶν λαβόντες, καὶ τοῖς δακτύλοις περιφέροντες ἀναχωροῦσιν· ἕτεροι δὲ πάλιν ἐκ παραδείσων οἴκαδε ἀπιόντες, κλάδους δένδρων καρποὺς ἔχοντας ἐπικομίζονται·  ἄλλοι  πάλιν  ἀπὸ δείπνων  πολυτελῶν  λείψανα  τῆς  τραπέζης τοῖς ἑαυτῶν ἐπιτηδείοις φέρουσιν· οὕτω δὴ καὶ σὺ ἐντεῦθεν ἀπιὼν, ἀπένεγκε παραίνεσιν τῇ  γυναικὶ,  τοῖς  παιδίοις,  τοῖς  ἐπιτηδείοις  ἅπασιν.  Αὕτη γὰρ  καὶ  λειμῶνος,  καὶ παραδείσου, καὶ τραπέζης χρησιμωτέρα ἐστὶν ἡ συμβουλή· ταῦτα οὐδέποτε τὰ ῥόδα μαραίνονται, οὗτοι οὐδέποτε καταῤῥέουσιν οἱ καρποὶ, ταῦτα οὐδέποτε τὰ ἐδέσματα σήπεται· ἀπ' ἐκείνων πρόσκαιρος ἡ τέρψις, ἀπὸ δὲ τούτων διηνεκὴς ἡ ὠφέλεια· οὐ μετὰ τὸ κατορθωθῆναι μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ κατορθοῦσθαι. Ἐννόησον γὰρ οἷόν  ἐστι  πάντα  τὰ  ἄλλα  ἀφέντας,  τὰ  δημόσια,  τὰ  ἰδιωτικὰ,  περὶ  τῶν  θείων διαλέγεσθαι νόμων  διαπαντὸς, καὶ ἐπὶ τραπέζης, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ταῖς ἄλλαις συνουσίαις.  Ἂν  τούτοις  σχολάζωμεν,  οὐδὲν  ἐροῦ  49.91 μεν  ἐπικίνδυνον,   οὐδὲ σφαλερὸν, οὐδ' ἄκοντες ἁμαρτησόμεθα, ἀλλὰ καὶ τῆς ἐπικειμένης ἀθυμίας ἐν τῇ περὶ τούτων   διαλέξει  σχολάζοντες,  τὴν  ψυχὴν   ὑπεξαγαγεῖν   δυνησόμεθα,  ἀντὶ  τῆς φροντίδος ἧς φροντίζομεν πρὸς ἀλλήλους ἀεὶ λέγοντες· Ἆρα ἤκουσεν ὁ βασιλεὺς τὰ γεγενημένα;  ἆρα παρωξύνθη; τί δὲ ἐψηφίσατο; ἆρα παρεκάλεσέ τις αὐτόν; τί δὲ, αὐτὸς ἀνέξεται πόλιν οὕτω καὶ μεγάλην καὶ πολυάνθρωπον ἀφανίσαι τέλεον; Ταῦτα μὲν καὶ τὰ τοιαῦτα  πάντα  ἐπὶ τὸν Θεὸν ῥίψαντες,  τὰ παρ' αὐτοῦ προστεταγμένα μεριμνῶμεν μόνον· οὕτω γὰρ κἀκεῖνα διαλυσόμεθα πάντα, κἂν δέκα ἐν ἡμῖν κατορθώσωσι μόνον, ταχέως εἴκοσιν οἱ δέκα γενήσονται, οἱ εἴκοσι πεντήκοντα,  οἱ πεντήκοντα  ἑκατὸν, οἱ ἑκατὸν  χίλιοι,  οἱ χίλιοι  πᾶσα ἡ πόλις. Καὶ καθάπερ δέκα ἁφθέντων  λύχνων,  ῥᾳδίως τὴν οἰκίαν ἅπασαν ἐμπλῆσαι δυνήσεταί τις τοῦ φωτός· οὕτω δὴ καὶ ἐπὶ τῶν κατορθωμάτων τῶν πνευματικῶν, ἂν δέκα κατορθώσωσι μόνοι, πυρὰν ὁλόκληρον εἰς τὴν πόλιν ἀνάψομεν φῶς ἔχουσαν, καὶ ἀσφάλειαν ἡμῖν κομίζουσαν. Οὐ γὰρ οὕτω τῆς φλογὸς ἡ φύσις εἰς ὕλην ἐμπεσοῦσα, τῶν ἐγγιζόντων ἀεὶ ξύλων  ἅπτεται, ὡς ἀρετῆς ζῆλος, εἰς ψυχὰς ὀλίγας  ἐμπεσὼν, ὁδῷ προβαίνων πᾶσαν ἐμπλῆσαι τὴν πόλιν δυνήσεται. ∆ότε τοίνυν ἐμοὶ καυχήσασθαι ἐφ' ὑμῖν, καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν, ὅταν οἱ τὰ τάλαντα ἐμπιστευθέντες   εἰσάγωνται·   ἀρκῶν  ἐμοὶ  49.92 μισθὸς  τῶν   πόνων   ἡ  ὑμετέρα εὐδοκίμησις, κἂν  ἴδω  ὑμᾶς  μετ'  εὐσεβείας ζῶντας,  τὸ  πᾶν  ἀπείληφα.  Ποιήσατε τοίνυν, ὃ καὶ χθὲς παρῄνεσά τε καὶ σήμερον ἐρῶ, καὶ λέγων οὐ παύσομαι· καταδίκην κατὰ τῶν ὀμνυόντων ὁρίσαντες, καταδίκην κέρδος ἔχουσαν, οὐ ζημίαν, παρασκευάσασθε λοιπὸν  ὡς δοκιμὴν  ἡμῖν  δώσοντες  τοῦ κατορθώματος.  Καὶ γὰρ πειράσομαι πρὸς  ἕκαστον  ὑμῶν  μακρὸν  ἀποτεῖναι  λόγον  τοῦ  συλλόγου  τούτου  διαλυθέντος,  ἵνα ἐν τῷ μήκει τῶν λεγομένων  εὕρω τοὺς κατωρθωκότας· κἂν ἴδω τινὰ ὀμνύοντα, ἅπασιν αὐτὸν τοῖς κατωρθωκόσι ποιήσω φανερὸν, ἵνα ἐπιτιμῶντες, ἐλέγχοντες,  διορθοῦντες, ταχέως αὐτὸν τῆς πονηρᾶς ἀπαλλάξωμεν  συνηθείας. Καὶ γὰρ βέλτιον ἐνταῦθα ὀνειδισθέντα διορθώσασθαι, ἢ κατὰ τὴν ἡμέραν ἐκείνην κοινῇ τῆς οἰκουμένης  ἁπάσης παρούσης ἀσχημονεῖν καὶ κολάζεσθαι, τῶν  ἁμαρτημάτων ἡμῖν ὑπὸ τοῖς ἁπάντων  ἐκκαλυπτομένων  ὀφθαλμοῖς. Ἀλλὰ μὴ γένοιτο τοῦ καλοῦ τούτου  συλλόγου  φανῆναί  τινα  ἐκεῖ  ταῦτα  πάσχοντα,  ἀλλ'  εὐχαῖς  τῶν  ἁγίων πατέρων ἅπαντα τὰ ἁμαρτήματα διορθωσάμενοι, καὶ τὸν τῆς ἀρετῆς καρπὸν πολὺν ἐπιδειξάμενοι,  μετὰ  πολλῆς  ἐντεῦθεν  ἀπέλθοιμεν  παῤῥησίας, χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.