Κυριακή, 3 Νοεμβρίου 2013

Ομιλίαι κατηχητικαὶ πρὸς τοὺς μέλλοντας φωτίζεσθαι καὶ πρὸς νεοφωτίστους καὶ εἰς τὴν ἐπιγραφὴν τῶν πράξεων τῶν ἀποστόλων . - Κατήχησις πρώτη πρὸς τοὺς μέλλοντας φωτίζεσθαι.




Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου
Ομιλίαι κατηχητικαὶ πρὸς τοὺς μέλλοντας φωτίζεσθαι καὶ πρὸς νεοφωτίστους καὶ εἰς τὴν ἐπιγραφὴν τῶν πράξεων τῶν ἀποστόλων.
Catecheses ad illuminandos 

Κατήχησις πρώτη πρὸς τοὺς μέλλοντας φωτίζεσθαι.

1.1 Χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς  ὁ παρὼν καιρός· ἰδοὺ γὰρ παραγεγόνασιν  ἡμῖν  αἱ ποθειναὶ  καὶ ἐπέραστοι τῶν  πνευματικῶν  γάμων  ἡμέραι. Οὐδὲ γὰρ ἂν ἁμάρτοι τις γάμον ὀνομάζων  τὰ νῦν  γινόμενα,  καὶ οὐ γάμον μόνον ἀλλὰ καὶ στρατολογίαν τινὰ θαυμαστὴν καὶ παράδοξον. Καὶ μὴ νομίσῃ τις ἐναντία εἶναι τὰ εἰρημένα ἀλλ' ἀκουέτω τοῦ μακαρίου Παύλου τοῦ τῆς οἰκουμένης διδασκάλου  ἀμφοτέροις   τούτοις  κεχρημένου τοῖς  παραδείγμασι  καί  ποτε  μὲν λέγοντος· «Ἡρμωσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν  παραστῆσαι τῷ Χριστῷ»· ἀλλαχοῦ  δὲ καθάπερ στρατιώταις  μέλλουσιν  εἰς πόλεμον  ἐξιέναι  οὕτω  τὰ ὅπλα περιτιθέντος  καὶ λέγοντος  πάλιν·  «Ἐνδύσασθε τὴν  πανοπλίαν  τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι  ὑμᾶς  στῆναι  πρὸς  τὰς  μεθοδείας  τοῦ  διαβόλου»....


 1.2 Σήμερον  χαρὰ γίνεται  ἐν  οὐράνῳ  καὶ ἐπὶ  γῆς. Εἰ γὰρ ἐπὶ  ἑνὶ  ἁμαρτωλῷ  μετανοοῦντι  τοσαύτη γίνεται ἡδονή, ἐπὶ πλήθει τοσούτῳ ἀθρόον τῶν μὲν τοῦ διαβόλου παγίδων καταγελάσαντι,  εἰς  δὲ τὴν  τοῦ  Χριστοῦ ποίμνην  ἐγγραφῆναι  σπουδάσαντι πόσῳ μᾶλλον χαρὰ γίνεται τοῖς ἀγγέλοις καὶ τοῖς ἀρχαγγέλοις καὶ πᾶσι ταῖς ἄνω δυνάμεσι καὶ πᾶσι τοῖς ἐπὶ τῆς γῆς.

 1.3 Φέρε τοιγαροῦν  καθάπερ μελλούσῃ νύμφῃ  εἰς τὰς παστάδας εἰσάγεσθαι τὰς ἱερὰς διαλεχθῶμεν  καὶ ὑμῖν ὑποδεικνύντες  τοῦ νυμφίου τὸν   ὑπερβάλλοντα   πλοῦτον   καὶ  τὴν   ἄφατον   φιλανθρωπίαν  ἣν   περὶ  αὐτὴν ἐπιδείκνυται, καὶ αὐτῇ δείξωμεν οἵων ἀπαλλαττομένη, τίνων ἀπολαύειν μέλλει. Καὶ εἰ δοκεῖ, πρῶτον τὰ κατ' αὐτὴν γυμνάσωμεν καὶ ἴδωμεν ἐν τίσιν αὐτὴν οὖσαν καὶ ὅπως αὐτὴν διακειμένην  ὁ νυμφίος  προσίεται· οὕτω γὰρ μάλιστα καὶ τοῦ κοινοῦ πάντων   δεσπότου  δειχθήσεται   τὸ  ἄπειρον  τῆς  φιλανθρωπίας.   Οὐδὲ  γὰρ  τῆς εὐμορφίας  αὐτῆς οὐδὲ τοῦ κάλλους  ἐρασθεὶς οὐδὲ τῆς ὥρας τοῦ σώματος οὕτως αὐτὴν προσήκατο ἀλλὰ δυσειδῆμᾶλλον καὶ ἄμορφον καὶ αἰσχρὰν καὶ πανταχόθεν καὶ ῥυπαρὰν καὶ σχεδὸν εἰπεῖν ἐν αὐτῷ τῷ βορβόρῳ τῶν ἁμαρτημάτων κυλιομένην, οὕτως εἰς τὴν νυμφῶνα  εἰσήγαγεν.


 1.4 Ἀλλὰ μηδεὶς ταῦτα ἀκούων παρ' ἡμῶν, εἰς σωματικὴν παχύτητα  καταπιπτέτω·  περὶ γὰρ ψυχῆς  ἡμῖν ὁ λόγος καὶ τῆς ταύτης σωτηρίας. Οὐδὲ γὰρ ἡ οὐρανομήκης ἐκείνη ψυχὴ ὁ μακάριος Παῦλος, ἡνίκα ἔλεγεν·
«Ἡρμοσάμην ὑμᾶς ἑνὶ  ἀνδρὶ παρθένον  ἁγνὴν  παραστῆσαι τῷ Χριστῷ» ἕτερόν τι ἡμῖν  ᾐνίξατο  ἢ ὅτι τὰς τῇ εὐσεβείᾳ προσελθούσας ψυχὰς  ἐκείνας,  καθάπερ τινὰ παρθένον  ἁγνὴν  ἥρμοσε τῷ Χριστῷ.

 1.5 Ταῦτα τοίνυν  ἀκριβῶς εἰδότες, μάθωμεν σαφῶς τὴν προτέραν αὐτῆς ἀμορφίαν ἵνα θαυμάσωμεν τοῦ δεσπότου τὴν φιλανθρωπίαν.  Τί γὰρ ἂν  εἴη  ταύτης  δυσειδέστερον, τῆς  τὴν  οἰκείαν  προεδρίαν
καταλιπούσης καὶ τῆς ἄνωθεν εὐγενείας ἐπιλαθομένης, τῆς περὶ λίθους καὶ ξύλα καὶ τὰ  ἄλογα  καὶ  τὰ  τούτων  ἀτιμότερα  τὴν  θεραπείαν  ἐπιδεικνυμένης  καὶ  ὑπὸ  τῆς κνίσης καὶ τοῦ λύθρου τοῦ αἵματος καὶ τοῦ καπνοῦ τὴν ἀμορφίαν  ἐπιτεινούσης; Ἐντεῦθεν  γὰρ λοιπὸν  καὶ ὁ ποικίλος  τῶν  ἡδονῶν  ἑσμός, οἱ κῶμοι, αἱ μέθαι, αἱ ἀσέλγειαι,  πάντα  τὰ  αἰσχρὰ ἐπιτηδεύματα  οἷς  καὶ  οἱ  ὑπ'  αὐτῶν  θεραπευόμενοι δαίμονες  χαίρουσιν.


 1.6 Ἀλλὰ ταύτην  τὴν  οὕτω  διακειμένην  καὶ εἰς  αὐτὴν  τὴν ἄβυσσον ὡς εἰπεῖν τῆς κακίας κατενεχθεῖσαν  ἰδὼν ὁ ἀγαθὸς δεσπότης γυμνὴν καὶ ἀσχημονοῦσαν,   καὶ   μήτε   τὴν   ἀμορφίαν   λογισάμενος,   μήτε   τῆςπενίας   τὴν ὑπερβολήν, μήτε τῶν κακῶν τὸ μέγεθος, δεικνὺς τὴν ὑπερβάλλουσαν ἑαυτοῦ φιλανθρωπίαν,  προσεδέξατο. Καὶ διὰ τοῦ προφήτου τὴν τοιαύτην  διάθεσιν δηλοῖ λέγων· «Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου· καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.»

1.7 Σκόπει πῶς ἐξ αὐτῶν  τῶν  προοιμίων  τὴν οἰκείαν  ἀγαθότητα ἐμφαίνει,  θυγατέρα καλέσαι  καταξιώσας  τὴν  οὕτως  ἀποσκιρτήσασαν καὶ  τοῖς  ἀκαθάρτοις  δαίμοσιν ἐκδεδωκυῖαν ἑαυτήν· καὶ οὐ τοῦτο μόνον ἀλλ' ὅτι οὐδὲ εὐθύνας ἀπαιτεῖ τῶν πεπλημμελημένων  οὐδὲ δίκας εἰσπράττεται ἀλλὰ μόνον παραινεῖ καὶ προτρέπεται ὑποθεῖναι τὴν ἀκοὴν καὶ τὴν παραίνεσιν δέξασθαι καὶ τὴν νουθεσίαν καὶ παρεγγυᾷ λήθην ποιήσασθαι τῶν ἐργασμένων.

 1.8 Εἶδες φιλανθρωπίαν ἄφατον; Εἶδες κηδεμονίας ὑπερβολήν; Ταῦτα γὰρ ὁ μακάριος ∆αβὶδ ὡς πρὸς πᾶσαν τὴν οἰκουμένην κακῶς διακειμένην τότε ἐφθέγγετο· καὶ ἡμᾶς δὲ νῦν εὔκαιρον πρὸς τοὺς ἐπιποθήσαντας   τὸντοῦ   Χριστοῦ  ζυγὸν   καὶ   εἰς   τὴν   πνευματικὴν    ταύτην στρατολογίαν  ἐπιδραμόντας  ταῦτα  βοᾶν  καὶ  λέγειν  πρὸς  ἕκαστον  τῶν  ἐνταῦθα παρόντων, μικρὸν ὑπαλλάξαντας  τὸ προφητικὸν λόγιον· «Ἐπιλάθεσθε, οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται,  τῶν  προτέρων  ἁπάντων,  λήθην  ποιήσασθε  τῶν  πονηρῶν ἐπιτηδευμάτων· ἀκούσατε καὶ κλίνατε τὸ οὖς ὑμῶν καὶ δέξασθε τὴν ἀρίστην ταύτην νουθεσίαν. «Ἄκουσον, φησίν, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου.»


 1.9 Ὁρᾷς ὅτι τὰ αὐτὰ καὶ ὁ προφήτης τῇ οἰκουμένῃ πάσῃ ἐπαρῄνεσεν ἃ καὶ ἡμεῖς τήμερον παραινοῦμεν τῇ ὑμετέρᾳ ἀγάπῃ. Τῷ γὰρ λέγειν «ἐπιλάθου τοῦ λαοῦ σου», τὴν εἰδωλολατρείαν καὶ τὴν πλάνην εἶπεν αἰνιττόμενος καὶ τὴν  πρὸς τοὺς δαίμονας  θεραπείαν· «καὶ τοῦ οἴκου, φησί, τοῦ πατρός σου» τουτέστι τῆς προτέρας ἀναστροφῆς ἐπιλάθου, τῆς εἰς ταύτην  σε τὴν ἀσχημοσύνην ἀγαγούσης. Ἐκείνων ἁπάντων λήθην ποίησαι καὶ πᾶσαν ἐκείνην τὴν πρόληψιν ἔκβαλε τῆς διανοίας τῆς σῆς· ἐὰν γὰρ τοῦτο ποιήσῃς μόνον καὶ ἀποστῇς τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, τουτέστι τῆς παλαιᾶς ζύμης καὶ τῆς κακίας ἐν ᾖ κατεδαπανήθης καὶ κατηνάλωσάς σου τὴν τῆς ψυχῆς ὥραν μετὰ τῆς τοῦ σώματος, ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους  σου.

1.10 Ὁρᾷς, ἀγαπητέ,  ὅτι περὶ ψυχῆς ἐστιν ὁ λόγος; Σώματος γὰρ ἀμορφία φυσικὴ οὐκ ἂν εἰς εὐμορφίαν μετασταίη ποτέ, ἐπειδὴ τὰ τῆς φύσεως ἀκίνητα  καὶ ἀμετάθετα εἶναι προσέταξεν ὁ δεσπότης. Ἐπὶ δὲ τῆς ψυχῆς τοῦτο εὔκολον καὶ σφόδρα ῥᾴδιον. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ προαιρέσεώς ἐστι τὸ πᾶν  καὶ οὐ φύσεως· διὸ καὶ δυνατὸν  καὶ τὴν  ἄμορφον  καὶ σφόδρα δυσειδῆ ἀθρόον βουληθεῖσαν μεταβαλέσθαι καὶ εἰς τὴν ἄκραν εὐμορφίαν ἐπανελθεῖν καὶ εὔμορφον πάλιν γενέσθαι καὶ εὐειδῆ, ὥσπερ πάλιν ῥᾳθυμήσασαν εἰς τὴν ἐσχάτην δυσείδειαν κατενεχθῆναι.  «Ἐπιθυμήσει οὖν ὁ βασιλεὺς τοῦ κάλλους σου», ἐὰν ἐκείνων  τῶν προτέρων ἐπιλάθῃτοῦ λαοῦ σου, λέγει, καὶ τοῦ οἴκου τοῦ πατρός σου.

1.11 Εἶδες ἀγαθότητα δεσπότου; Οὐ μάτην ἄρα οὐδὲ εἰκῇ ἀρχόμενος τοῦ λόγου γάμον ἐκάλεσα πνευματικὸν τὰ γινόμενα. Καὶ γὰρ ἐπὶ τοῦ γάμου τούτου τοῦ αἰσθητοῦ οὐκ ἄλλως δυνατὸν τὴν ἀπειρόγαμον ἀνδρὶ συναφθῆναι μὴ τῶν τεκόντων καὶ θρεψαμένων  ἐπιλαθομένην  καὶ μεταστήσασαν ὁλόκληρον  αὐτῆς τὴν γνώμην πρὸς τὸν μέλλοντα αὐτῇ συζεύγνυσθαι νυμφίον. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος εἰς τοῦτον τὸν λόγον  ἐμπεσὼν μυστήριον τὸ πρᾶγμα ἐκάλεσεν· εἰπὼν  γάρ· «Ἀντὶ τούτου  καταλείψει   ἄνθρωπος   τὸν  πατέρα  αὐτοῦ  καὶ  τὴν  μητέρα  αὐτοῦ  καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν» καὶ τὴν δύναμιν ἐννοήσας τοῦ γινομένου καὶ ἐκπλαγεὶς ἀνεβόησε λέγων· «Τὸ μυστήριον τοῦτο μέγα ἐστί.»

1.12 Καὶ γάρ ἐστι μέγα ὡς ἀληθῶς· ποῖος γὰρ λογισμὸς ἀνθρώπινος καταλαβεῖν  δυνήσεται  τοῦ  γινομένου  τὴν  φύσιν,  ὅταν  γάρ  τις  ἐννοήσῃ  ὅτι  ἡ γαλακτοτροφηθεῖσα  καὶ  θαλαμευομένη  κόρη καὶ  τοσαύτης  παρὰ τῶν  τεκόντων ἐπιμελείας καὶ ἀνατροφῆς ἀξιωθεῖσα, ἐπειδὰν εἰς ὥραν ἔλθῃ γάμου, ἀθρόον ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ τῶν ὠδίνων  ἐπιλανθάνεται  τῶν μητρικῶν καὶ τῆς ἄλλης ἁπάσης θεραπείας καὶ συνηθείας καὶ τοῦ δεσμοῦ τῆς ἀγάπης καὶ πάντων  ἁπαξαπλῶς  καὶ πᾶσαν  αὐτῆς  τὴν  γνώμην  μεθίστησι πρὸς  ἐκεῖνον  ὃν  οὐδέποτε  ἐθεάσατο πλὴν ἐκείνης τῆς ἑσπέρας καὶ τοσαύτη λοιπὸν  γίνεται  τῶν  πραγμάτων  ἡ μεταβολὴ ὡς ἐκεῖνον αὐτῇ πάντα εἶναι καὶ νομίζειν καὶ πατέρα καὶ μητέρα καὶ νυμφίον  καὶ ὅσα ἂν εἴποι τις καὶ οὐδὲ μνήμη τις γίνεται  τῶν ἐν τοσούτοις ἔτεσιν ἀναθρεψαμένων, τοσαύτη δὲ αὐτῶν γίνεται ἡ συνάφεια ὡς μηδὲ δύο εἶναι λοιπὸν ἀλλὰ ἕν.

1.13 Καὶ τοῦτο αὐτὸ προφητικοῖς ὀφθαλμοῖς προορῶν ὁ πρωτόπλαστος ἔλεγεν· «Αὕτη κληθήσεται γυνὴ ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη  αὕτη· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Τὸ αὐτὸ ἄν τις εἴποι καὶ περὶ τοῦ ἀνδρὸς ὅτι κἀκεῖνος τῶν γεννησαμένων  ἐπιλαθόμενος καὶ τοῦ οἴκου τοῦ πατρικοῦ ἑνοῖ καὶ προσκολλᾷ ἑαυτὸν τῇ κατὰ τὴν ἑσπέραν ἐκείνην  αὐτῷ συναπτομένῃ. Καὶ ἵνα δείξῃ ἡμῖν ἡ θεία γραφὴ τῆς συνηθείας τὴν ἀκρίβειαν, οὐκ εἶπεν ὅτι ἑνωθήσεται τῇ  γυναικί,  ἀλλὰ  προσκολληθήσεται  πρὸς  τὴν  γυναῖκα  αὐτοῦ.  Καὶ οὐδὲ  τούτῳ ἠρκέσθη ἀλλὰ προσέθηκε· «Καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τὴν μαρτυρίαν ταύτην παράγων ἔλεγεν· «Ὥστε οὐκέτι εἰσὶ δύο ἀλλὰ σὰρξ μία.» Τοσαύτη, φησί, γίνεται ἡ ἕνωσις καὶ ἡ συνάφεια ὡς τοὺς δύο μίαν εἶναι σάρκα. Εἰπέ μοι,  ποῖος  λογισμὸς  τοῦτο  εὑρεῖν  δυνήσεται,  ποία  διάνοια  ἐφικέσθαι  τοῦ γινομένου;  Οὐ καλῶς  ἔλεγεν  ὁ μακάριος οὗτος ὁ τῆς οἰκουμένης  διδάσκαλος ὅτι μυστήριόν ἐστι; Καὶ οὐχ ἁπλῶς εἶπεν μυστήριον ἀλλά· «Τὸ μυστήριον τοῦτο μέγα ἐστίν.»


1.14 Εἰ τοίνυν ἐπὶ τῶν αἰσθητῶν πραγμάτων μυστήριον καὶ μέγα μυστήριόν ἐστι, τί ἄν τις εἴποι κατ' ἀξίαν ἐπὶ τοῦ πνευματικοῦ τούτου γάμου; Ὅρα δὲ λοιπὸν ἀκριβῶς πῶς ἐπειδὴ πάντα πνευματικά ἐστι τὰ ἐνταῦθα,ἀπεναντίας τοῖς αἰσθητοῖς ἐπιτελεῖται  τὰ γινόμενα.  Ἐπὶ μὲν  γὰρ τοῦ γάμου τοῦ αἰσθητοῦ οὐκ ἄν  τίς  ποτε καταδέξοιτο ἀγαγέσθαι πρότερόν τινα εἰς γυναῖκα μὴ τὴν εὐμορφίαν αὐτῆς περιεργασάμενος καὶ τοῦ σώματοςτὴν  ὥραν, καὶ οὐ τοῦτο μόνον  ἀλλὰ  καὶ πρὸ τούτων τῶν χρημάτων τὴν εὐπορίαν.

1.15  Ἐνταῦθα  δὲ  τοιοῦτον   οὐδέν.  ∆ιὰ  τί;  Ἐπειδὴ  πνευματικά   ἐστι  τὰ τελούμενα  καὶ ὁ νυμφίος  ὁ ἡμέτερος ἀπὸ φιλανθρωπίας  ὁρμώμενος ἐπιτρέχει  τῇ σωτηρίᾳ τῶν ἡμετέρων ψυχῶν. Κἂν γὰρ ἄμορφος ᾖ τις, κἂν αἰσχρὸς ὀφθῆναι, κἂν πένης πενίαν τὴν ἐσχάτην, κἂν ἀγένης, κἂν δοῦλος, κἂν ἀπερριμμένος, κἂν λώβην σώματος ἔχων, κἂν φορτία ἁμαρτημάτων ἐπιφερόμενος, οὐδὲν ἀκριβολογεῖται οὐδὲ περιεργάζεται  οὐδὲ  εὐθύνας ἀπαιτεῖ·  δωρεὰ  γάρ  ἐστι  καὶ  φιλοτιμία   καὶ  χάρις δεσποτικὴ καὶ ἓν μόνον ἐπιζητεῖ παρ' ἡμῶν, τὴν λήθην τῶν παρελθόντων  καὶ τὴν μετὰ  ταῦτα  εὐγνωμοσύνην. 

 1.16 Εἶδες  χάριτος  ὑπερβολήν;  Εἶδες  οἵῳ  νυμφίῳ ἁρμόζονται οἱ τῇ κλήσει πειθόμενοι; Ἀλλ' ἴδωμεν εἰ δοκεῖ καὶ τὰ ἑξῆς τούτου τοῦ γάμου   τοῦ   πνευματικοῦ.   Καθάπερ  γὰρ   ἐπὶ   τῶν   αἰσθητῶν   γάμων   προικῷα συντελεῖται  γραμματεῖα  καὶ ἕδνα  δίδοται  καὶ τὰ μὲν  ὁ ἀνὴρ  προσάγει, τὰ δὲ ἡ μέλλουσα συνάπτεσθαι, εἰκότως καὶ ἐνταῦθα τοιοῦτόν  τι γίνεσθαι ἐχρῆν. ∆εῖ γὰρ ἀπὸ τῶν σωματικῶν  ἐπὶ τὰ θειότερα καὶ πνευματικὰ μετάγειν  τὴν διάνοιαν. Τίνα οὖν  ἐστιν  ἐνταῦθα  τὰ προικῷα  γραμματεῖα; Τί δὲ ἕτερον  ἀλλ' ἢ ὑπακοὴ καὶ αἱ συνθῆκαι αἱ μέλλουσαι πρὸς τὸν νυμφίον  συντελεῖσθαι. Καὶ τίνα τὰ ἕδνα ἅπερ ὁ νυμφίος πρὸ τῶν γάμων προσάγει; Ἄκουε τοῦ μακαρίου Παύλου τοῦτο δεικνύντος ἡμῖν καὶ λέγοντος  οὕτως· «Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας  καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε  τὴν  ἐκκλησίαν  καὶ  ἑαυτὸν  παρέδωκεν  ὑπὲρ  αὐτῆς  ἵνα  αὐτὴνἁγιάσῃ καθαρίσας τῷ λουτρῷ  τοῦ ὕδατος ἐν ῥήματι, ἵνα  παραστήσῃ ἑαυτῷ ἔνδοξον  τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων.»



1.17 Εἶδες ἕδνων  μέγεθος; Εἶδες ἀγάπης ὑπερβολὴν ἄφατον; «Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς.» Τοῦτο οὐκ ἄν τίς ποτε ποιῆσαι κατεδέξατο, τὸ αἷμα ἐκχεῖν ὑπὲρ τῆς μελλούσης αὐτῷ συνάπτεσθαι. Ἀλλ' ὁ φιλάνθρωπος  δεσπότης τὴν οἰκείαν μιμούμενος ἀγαθότητα, τοῦτο τὸ μέγα καὶ παράδοξον διὰ τὴν περὶ αὐτὴν κηδεμονίαν κατεδέξατο, ἵνα διὰ τοῦ αἵματος τοῦ ἰδίου ταύτην ἁγιάσῃ, ἵνα καθαρίσας τῷ λουτρῷ τοῦ βαπτίσματος παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν. ∆ιὰ τοῦτο τὸ αἷμα ἐξέχεε καὶ σταυρὸν ὑπέμεινεν  ἵνα καὶ ἡμῖν διὰ τούτου τὸν ἁγιασμὸν χαρίσηται καὶ καθαρίσῃ ἡμᾶς διὰ τῆς τοῦ λουτροῦ ἀναγεννήσεως καὶ τοὺς πρότερον ἠτιμωμένους καὶ μηδεμίαν παρρησίαν δυναμένους ἔχειν παραστήσῃ ἑαυτῷ ἐνδόξους μὴ ἔχοντας σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων.


1.18 Ὁρᾷς πῶς  διὰ  τοῦ  εἰπεῖν·  «Καθαρίσει καὶ  παραστήσῃ ἑαυτῷ  ἔνδοξον  τὴν ἐκκλησίαν  μὴ  ἔχουσαν  σπίλον    ῥυτίδα»,  ἐδίδαξεν  ἡμᾶς  τὴν  ἀκαθαρσίαν  ἐν  ᾗ πρότερον ἐτύγχανεν  οὖσα; Ταῦτα δὴ πάντα ἐννοοῦντες,  οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, μὴ πρὸς τὸ μέγεθος τῶν οἰκείων ἐφορᾶτε κακῶν μηδὲ τὴν ὑπερβολὴν τῶν  ἡμαρτημένων  ὑμῖν  λογίσησθε·  μᾶλλον  δὲ,  ταῦτα  μετ'  ἀκριβείας ἀναλογισάμενοι, μηδὲ οὕτως ἐνδοιάσητε ἀλλ' εἰδότες τοῦ δεσπότου τὸ φιλότιμον, τῆς  χάριτος  τὴν  ὑπερβολήν,  τῆς  δωρεᾶς τὸ μέγεθος,  ὅσοι κατηξιώθητε  ἐνταῦθα πολιτογραφηθῆναι,  μετὰ πολλῆς  τῆς εὐγνωμοσύνης  προσέλθετε καὶ πάντων  τῶν ἤδη προπεπραγμένων ὑμῖν ἀποστάντες ὁλοκλήρῳ τῇ διανοίᾳ τὴν μετάστασιν ἐπιδείξασθε.


 1.19 Καὶ ἐπειδὴ ἔγνωτε καλῶς οἵους ὑμᾶς ὄντας καὶ ὅπως διακειμένους ὁ δεσπότης προσίεται, οὐ δίκας ἀπαιτῶν τῶν πλημμεληθέντων  οὐδὲ τῶν ἡμαρτημένων τὴν ἐξέτασιν ποιούμενος, καὶ αὐτοὶ τὰ παρ' ἑαυτῶν εἰσενέγκατε οὐ τῇ γλώττῃ μόνον ἀλλὰ καὶ τῇ διανοίᾳ τὰς πρὸς αὐτὸν ὁμολογίας βεβαιοῦντες.γάρ, φησί, πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται  εἰς σωτηρίαν.» ∆εῖ γὰρ καὶ τὴν διάνοιαν ἐστηρίχθαι βεβαίως ἐν τῇ εὐσεβεῖ πίστει καὶ τὴν γλῶτταν  διὰ τῆς ὁμολογίας  κηρύττειν  τὸ πεπηγὸς  τῆς διανοίας.
1.20 Ἐπεὶ οὖν ὁ θεμέλιος τῆς εὐσεβείας ἡ πίστις ἐστί, φέρε μικρὰ περὶ ταύτης ὑμῖν διαλεχθῶμεν ἵνα τὸν θεμέλιον ἀρραγῆ καταβαλόμενοι, οὕτω λοιπὸν μετὰ ἀσφαλείας τὴν πᾶσαν οἰκοδομὴν ποιησώμεθα.   Προσήκει   τοίνυν   τοὺς   εἰς   τὸ   ἴδιον    τοῦτο   τὸ   πνευματικὸν ἀπογραψαμένους  πιστεύειν εἰς τὸν τῶν  ὅλων  Θεὸν τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸν πάντων αἴτιον, τὸν ἄφραστον, τὸν ἀπερινόητον, τὸν οὔτε λόγῳ οὔτε διανοίᾳ ἑρμηνευθῆναι  δυνάμενον,  τὸν φιλανθρωπίᾳ  καὶ ἀγαθότητι τὰ πάντα συστησάμενον.

1.21 Καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν 1.21 αὐτοῦ τὸν μονογενῆ, τὸν κατὰ πάντα ὅμοιον καὶ ἴσον τῷ Πατρὶ καὶ ἀπαράλλακτον ἔχοντα τὴν πρὸς αὐτὸν ὁμοιότητα, τὸν ὁμοούσιον καὶ ἐν ἰδίᾳ ὑποστάσει γνωριζόμενον, τὸν ἀρρήτως ἐξ αὐτοῦ προελθόντα,  τὸν χρόνων  ἀνώτερον  καὶ τῶν  αἰώνων  ἁπάντων δημιουργόν,  ἐν ὑστέροις δὲ καιροῖς διὰ τὴν  ἡμετέραν σωτηρίαν  μορφὴν  δούλου ἀναλαβόντα καὶ ἄνθρωπον γενόμενον  καὶ συναναστραφέντα τῇ ἀνθρωπίνῃ  φύσει, καὶ σταυρωθέντα καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα.


 1.22 ∆εῖ γὰρ ὑμᾶς ταῦτα ἀκριβῶς ἔχειν  ἐμπεπηγότα ὑμῶν  τῇ διανοίᾳ  ἵνα μὴ εὐχείρωτοι  γένησθε ταῖς ἀπάταις ταῖς διαβολικαῖς, ἀλλ' ἄν τε Ἀρείου παῖδες ὑποσκελίζειν βούλωνται, εἰδείητε ἀκριβῶς ὅτι ἀποφράττειν  δεῖ τὰς ἀκοὰς πρὸς τὰ παρ' αὐτῶν  λεγόμενα,  μετὰ παρρησίας πρὸς αὐτοὺς ἀποκρινομένους καὶ δεικνύντας ὅμοιον κατὰ τὴν οὐσίαν ὄντα τῷ Πατρὶ τὸν Υἱόν. Αὐτὸς γάρ  ἐστιν    εἰρηκώς·  «Ὥσπερ ὁ  Πατὴρ ἐγείρει  τοὺς νεκροὺς  καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ» καὶ διὰ πάντων  δείκνυσιν ὅτι τὴν ἴσην ἔχει τῷ Πατρὶ δύναμιν.  Ἄν τε Σαβέλλιος ἑτέρωθεν διαφθείρειν  βούληται τὰ υγιῆ   δόγματα  συναλείφων   τὰς  ὑποστάσεις, κἀκείνῳ   τὰς  ἀκοὰς  ἀποτείχισον,ἀγαπητέ, διδάσκων ὡς ἡ μὲν οὐσία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μία, τρεῖς δὲ αἱ ὑποστάσεις· οὔτε γὰρ ὁ Πατὴρ υἱὸς ἂν δύναιτο λέγεσθαι, οὔτε ὁ Υἱὸς πατήρ, οὔτε τὸ Πνεῦμα τὸ ἅγιον  ἕτερόν τι παρὰ τοῦτο, ἀλλ' ἕκαστος ἐν τῇ ἰδίᾳ μένων ὑποστάσει τὴν  ἴσην  δύναμιν  κέκτηται.


 1.23 ∆εῖ γὰρ καὶ τοῦτο  πεπηγέναι  ἐν  τῇ διανοίᾳ τῇ ὑμετέρᾳ ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς ἀξίας ἐστί, καθὼς καὶ ὁ Χριστὸς  τοῖς   μαθηταῖς   ἔλεγε·   «Πορευθέντες   μαθητεύσατε   πάντα   τὰ   ἔθνη, βαπτίζοντες αὐτοὺς  εἰς  τὸ  ὄνομα  τοῦ  Πατρὸς  καὶ  τοῦ  Υἱοῦ  καὶ  τοῦ  ἁγίου Πνεύματος.» 


1.24 Εἶδες  ὁμολογίαν  ἀπηρτισμένην;  Εἶδες  διδασκαλίαν  μηδεμίαν ἀμφιβολίαν  ἔχουσαν; Μὴ σέ τις λοιπὸν  ταραττέτω, τὰς ἐκ τῶν οἰκείων λογισμῶν ζητήσεις ἐπεισφέρων  τοῖς τῆς ἐκκλησίας δόγμασι καὶ τὰ ὀρθὰ καὶ ὑγιῆ  δόγματα ἐπιθολοῦν βουλόμενος. Ἀλλὰ φεῦγε τῶν τοιούτων τὰς συνουσίας ὡς τῶν φαρμάκων τὰ  δηλητήρια.  Καὶ γὰρ  ἐκείνων  οὗτοι  χαλεπώτεροι·  ἐκεῖνα  μὲν  γὰρ  μέχρι  τοῦ σώματος ἵστησι τὴν βλάβην, οὗτοι δὲ αὐτῇ τῇ σωτηρίᾳ τῆς ψυχῆς λυμαίνονται. ∆ιὸ προσήκει ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων  φεύγειν  αὐτῶν  τὰς τοιαύτας  διαλέξεις  καὶ μάλιστα μέχρις ἂν δυνηθῆτε  τοῦ χρόνου προϊόντος,  καλῶς  φραξάμενοι  καθάπερ ὅπλοις  τισὶ  πνευματικοῖς  ταῖς  παρὰ  τῆς  θείας  γραφῆς  μαρτυρίαις,  ἐπιστομίζειν αὐτῶν  τὴν  ἀναίσχυντον  γλῶτταν.

 1.25 Καὶ περὶ μὲν  τὰ δόγματα  τῆς  ἐκκλησίας τοσαύτην ὑμᾶς βουλόμεθα τὴν ἀκρίβειαν ἐπιδείκνυσθαι καὶ ταῦτα ἐμπεπηγότα ἔχειν τῇ διανοίᾳ τῇ ὑμετέρᾳ. Ἐπειδὴ δὲ προσήκει τοὺς τοιαύτην ἐπιδεικνυμένους  πίστιν καὶ διὰ τῆς τῶν  ἔργων πολιτείας  διαλάμπειν,  ἀναγκαῖον  καὶ περὶ τούτου διδάξαι τοὺς μέλλοντας  τῆς βασιλικῆς ἀξιοῦσθαι δωρεᾶς ἵνα εἰδέναι ἔχητε ὡς οὐδέν ἐστιν οὕτως  ἁμάρτημα ὃ νικῆσαι  δύναται  τὴν  φιλοτιμίαν  τοῦ δεσπότου. Ἀλλὰ κἄν  τε πόρνος    τις,  κἄν  τε  μοιχός,  κἄν  τε  μαλακός,  κἄν  τε  ἀρσενοκοίτης,  κἄν  τε ἡταιρηκώς, κἄν τε ἅρπαξ, κἄν τε πλεονέκτης, κἄν τε μέθυσος, κἄν τε εἰδωλολάτρης, τοσαύτη  τῆς  δωρεᾶς    δύναμις  καὶ  τοῦ  δεσπότου    φιλανθρωπία   ὡς  ἁπάντων τούτων  ἀφανισμὸν  ἐργάσασθαι καὶ  αὐτῶν  τῶν  ἡλιακῶν  ἀκτίνων  φαιδρότερον ἀποδεικνύειν   τὸν  γνώμην   μόνον  εὐγνώμονα   ἐπιδειξάμενον. 

 1.26  Ἐννοοῦντες τοίνυν  τοῦ φιλανθρώπου  Θεοῦ τὴν ὑπερβάλλουσαν δωρεάν, ἤδη ἑαυτοὺς προευτρεπίζετε  καὶ τῇ ἀποχῇ  τῶν  κακῶν  καὶ τῇ ἐργασίᾳ τῶν  ἀγαθῶν  πράξεων· τοῦτο  γὰρ καὶ ὁ προφήτης  παραινεῖ  λέγων· 
«Ἔκκλινον  ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.» Καὶ αὐτὸς δὲ ὁ Χριστὸς πάσῃ τῇ ἀνθρωπίνῃ  φύσει διαλεγόμενος  ἔλεγε·«∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν  ταῖς  ψυχαῖς  ὑμῶν.»

1.27 Εἴδετε ἀγαθότητος  περιουσίαν; Εἴδετε κλήσεως φιλοτιμίαν;  «∆εῦτε, φησίν, πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι.»  Φιλάνθρωπος  ἡ κλῆσις, ἀπόρρητος ἡ ἀγαθότης  «∆εῦτε πρός με πάντες», οὐκ ἄρχοντες μόνον ἀλλὰ καὶ ἀρχόμενοι, οὐ πλούσιοι ἀλλὰ καὶ πένητες, οὐκ ἐλεύθεροι ἀλλὰ καὶ δοῦλοι, οὐκ ἄνδρες ἀλλὰ καὶ γυναῖκες, οὐ νέοι ἀλλὰ καὶ γέροντες, οὐχ ὑγιεῖς τὸ σῶμα ἀλλὰ καὶ οἱ ἀνάπηροι καὶ οἱ λελωβημένοι  τὰ μέλη, πάντες φησὶν δεῦτε. Τοιαῦτα γὰρ τὰ τοῦ δεσπότου δῶρα· οὐκ οἶδε διαφορὰν δούλου καὶ ἐλευθέρου οὐδὲ πλουσίου καὶ πένητος ἀλλὰ πᾶσα αὕτη ἡ ἀνωμαλία ἐκβέβληται.
«∆εῦτε πάντες, φησίν, οἱ κοπιῶντες καὶ πεφορτισμένοι.»

1.28 Ὅρα τίνας καλεῖ, τοὺς ἐν ταῖς παρανομίαις καταδαπανηθέντας,  τοὺς ἐν τοῖς ἁμαρτήμασι πεφορτισμένους,τοὺς οὐδὲ ἀνανεῦσαι λοιπὸν δυναμένους, τοὺς αἰσχύνης πεπληρωμένους, τοὺς ἀπαρρησιάστους.  Καὶ τίνος ἕνεκεν καλεῖ; Οὐχ ἵνα εὐθύνας ἀπαιτήσῃ καὶ δικαστήριον καθίσῃ. Ἀλλὰ τί; Ἵνα ἐκ τοῦ κόπου διαναπαύσῃ, ἵνα τὸ βαρὺ φορτίον περιέλῃ· τί γὰρ ἁμαρτίας βαρύτερον ἂν γένοιτό ποτε; Αὕτη γὰρ κἂν μυριάκις ὦμεν ἀναίσθητοι καὶ λανθάνειν  τοὺς πολλοὺς βουλώμεθα, τὸ συνειδὸς διεγείρει καθ' ἡμῶν τὸν δικαστὴν τὸν ἀδέκαστον κἀκεῖνος διηνεκῶς κατεξανιστάμενος ἀδιάλειπτον ἡμῶν τὴν ὀδύνην εργάζεται, καθάπερ δήμιός τις καταξαίνων καὶ
ἄγχων τὸν λογισμὸν καὶ δεικνὺς τῆς ἁμαρτίας  τὸ  μέγεθος.  «Τοὺς οὖν  ὑπὸ  ταύτης  φησὶν  βεβαρημένους  καὶ  καθάπερ φορτίῳ  τινὶ  κατακαμφθέντας,  τούτους  ἀναπαύσω τὴν  ἄφεσιν  τῶν  ἡμαρτημένων χαριζόμενος, μόνον δεῦτε πρός με.» Τίς οὕτως λίθινος, τίς οὕτως ἀνένδοτος ὡς μὴ ὑπακοῦσαι τῇ οὕτω φιλανθρώπῳ  κλήσει;


1.29 Εἶτα διδάσκων ἡμᾶς καὶ τὸν τρόπον τῆς ἀναπαύσεως ἐπήγαγεν· «Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς.» Ὑπέλθετέ μου, φησί, τὸν ζυγόν. Ἀλλὰ μὴ δειλιάσητε ζυγὸν ἀκούοντες· οὐδὲ γὰρ τρίβει τὸν αὐχένα οὐδὲ κάτω νεύειν παρασκευάζει, ἀλλὰ τὰ ἄνω φρονεῖν διδάσκει, τὴν ἀληθῆ φιλοσοφίαν οὗτος  ὁ ζυγὸς ἐκπαιδεύει.  «Ἄρατε τὸν  ζυγόν  μου ἐφ' ὑμᾶς καὶ μάθετε·» μόνον ὑπέλθετε  τὸν  ζυγὸν  καὶ  μαθήσεσθε· μάθετε  τουτέστιν  ὑπόσχετε  τὴν  ἀκοὴν  ἵνα μαθεῖν δυνηθῆτε ἀπ' ἐμοῦ. Μὴ γὰρ βαρύ τι παρ' ὑμῶν ἐπιζητῶ. Ὑμεῖς οἱ δοῦλοι ἐμὲ τὸν δεσπότην μιμήσασθε, ὑμεῖς οἱ γῆ καὶ σποδὸς ὄντες τοῦ οὐρανοῦ καὶ γῆς ποιητὴν τὸν ὑμέτερον δημιουργὸν  ζηλώσατε.
«Μάθετε ἀπ' ἐμοῦ φησιν ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς  τῇ  καρδίᾳ.» 

1.30 Εἶδες  συγκατάβασιν  δεσπότου;  Εἶδες  φιλανθρωπίαν ἀμήχανον; Μὴ βαρύ τι ἢ ἐπαχθὲς παρ' ἡμῶν ἀπῄτησεν· οὐδὲ γὰρ εἶπεν· Μάθετε ἀπ' ἐμοῦ ὅτι σημεῖα εἰργασάμην, ὅτι νεκροὺς ἤγειρα, ὅτι θαύματα ἐπεδειξάμην, ἅπερ τῆς αὐτοῦ μόνης δυνάμεως ἦν. Ἀλλὰ τί; «Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Εἶδες ὅσον τοῦ ζυγοῦ τούτου τὸ κέρδος, ὅση ἡ ὠφέλεια;  Ὁ τοίνυν  ὑπὸ τὸν ζυγὸν τοῦτον  ἐλθεῖν  καταξιωθεὶς  καὶ δυνηθεὶς  μαθεῖν  παρὰ τοῦ δεσπότου πρᾶος εἶναι  καὶ ταπεινὸς  τῇ καρδία. πᾶσαν αὐτοῦ τῇ ψυχῇ ἀνάπαυσιν προξενήσει. Τοῦτο γάρ ἐστι τὸ κεφάλαιον  τῆς σωτηρίας τῆς ἡμετέρας· ὁ ταύτην κεκτημένος τὴν ἀρετὴν δυνήσεται σώματι συμπεπλεγμένος ταῖς ἀσωμάτοις ἁμιλλᾶσθαι δυνάμεσι καὶ μηδὲν ἔχειν κοινὸν πρὸς τὰ παρόντα.

1.31
Ὁ γὰρ μιμούμενος τοῦ δεσπότου τὴν πραότητα οὐκ ὀργιεῖται, οὐκ ἐπαρθήσεται κατὰ τοῦ πλησίον. Κἂν πληγὰς αὐτῷ τις ἐντείνῃ,  ἐρεῖ· «Εἰ κακῶς ἐλάλησα μαρτύρησον περὶ  τοῦ  κακοῦ,  εἰ  δὲ  καλῶς,  τί  με  δέρεις;»  Κἂν δαιμονῶντα   αὐτὸν  καλέσῃ ἀποκρίνεται· «Ἐγὼ δαιμόνιον  οὐκ ἔχω» καὶ οὐδὲν αὐτὸν τῶν ἐπαγομένων  δακεῖν δυνήσεται. Ὁ τοιοῦτος ὑπερόψεται πάσης δόξης τοῦ παρόντος βίου καὶ οὐδὲν αὐτὸν τῶν  ὁρωμένων ἐπισπάσεται·  ἑτέρους  γὰρ  ὀφθαλμοὺς  κτήσεται  λοιπόν.    γὰρ ταπεινὸς τῇ καρδίᾳ γενόμενος οὐδέποτε βασκῆναι δυνήσεται τοῖς τοῦ πλησίον ἀγαθοῖς. Ὁ τοιοῦτος οὐχ ἁρπάσει, οὐ πλεονεκτήσει, οὐκ ἐπιθυμήσει χρημάτων ἀλλὰ καὶ τὰ ὄντα προήσεται, πολλὴν τὴν συμπάθειαν περὶ τὸ ὁμογενὲς ἐπιδεικνύμενος. Ὁ τοιοῦτος οὐ διορύξει γάμον ἀλλότριον. Ὁ γὰρ τὸν ζυγὸν ὑπελθὼν τοῦ Χριστοῦ καὶ μαθὼν πρᾶος εἶναι καὶ ταπεινὸς  τῇ καρδίᾳ πάντως  ἐπιδείξεται πᾶσαν ἀρετὴν καὶ τοῖς ἴχνεσιν  ἐξακολουθήσει τοῦ δεσπότου.

 1.32 Ὑπέλθωμεν  τοίνυν  τὸν ζυγὸν τὸν χρηστὸν  καὶ  τὸ  φορτίον   τὸ  ἐλαφρὸν   ἄρωμεν  ἵνα  καὶ  τὴν  ἀνάπαυσιν  εὑρεῖν δυνηθῶμεν.  Ὁ τοῦτον  ὑπελθὼν  τὸν ζυγὸν πάσης ὀφείλει  τῆς παλαιᾶς  συνηθείας λήθην ποιήσασθαι  καὶ  ὀφθαλμῶν   ἀκρίβειαν  ἐπιδείκνυσθαι·  «Ὁ  γὰρ  ἐμβλέψας γυναικί φησιν πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ», ὥστε ἀσφάλειαν ἐπιθεῖναι δεῖ ταῖς ὀπτικαῖς αἰσθήσεσιν ἵνα μὴ δι' αὐτῶν θάνατος ἀναβῇ. Οὐ μόνον  δὲ ὀφθαλμῶν,  ἀλλὰ καὶ γλώττης  πολλὴν  τὴν ἀκρίβειαν ἐπιδείκνυσθαι χρή. «Πολλοὶ γὰρ ἔπεσόν φησιν ἐν στόματι μαχαίρας καὶ οὐχ ὡς οἱ πεσόντες διὰ γλώσσης», τὰ  ἄλλα  πάθη  τὰ  τικτόμενα  χαλινοῦν  καὶ  ἐν  γαλήνῃ  τὴν  διάνοιαν καθιστᾶν, τὸν θυμὸν ἐξορίζειν, τὴν ὀργήν, τὴν μνησικακίαν, τὴν ἔχθραν, τὴν βασκανίαν, τὰς ἐπιθυμίας τὰς ἀτόπους, τὴν ἀσέλγειαν ἅπασαν, πάντα τὰ ἔργα τῆς σαρκὸς ἅτινά  ἐστί  φησιν  μοιχεία,  πορνεία,  ἀκαθαρσία, ἀσέλγεια,  εἰδωλολατρία, φαρμακεία, ἔχθρα, ἔρις, φθόνοι, μέθαι, κῶμοι.

1.33 Ταῦτα τοίνυν πάντα ἐκμοχλεύειν προσῆκε, τὸν δὲ καρπὸν τοῦ Πνεύματος ἔχειν σπουδάζειν, ἀγάπην, χαράν, εἰρήνην,μακροθυμίαν,   χρηστότητα,   ἀγαθωσύνην,   πραότητα,   ἐγκράτειαν.   Ἐὰν  οὕτως ἐκκαθάρωμεν ἡ μῶν τὴν διάνοιαν κατεπᾴδοντες τὰ εὐσεβῆ διδάγματα, δυνησόμεθα ἐντεῦθεν ἤδη ἑαυτοὺς προευτρεπίσαντες καὶ πρὸς τὴν ὑποδοχὴν τοῦ μεγέθους τῆς δωρεᾶς ἀξίους καταστῆσαι καὶ πρὸς τὴν φυλακὴν τῶν διδομένων ἀγαθῶν.

1.34 Μή μοι λοιπὸν  περὶ τῶν  ἔξω  καλλωπισμῶν  ἡ φροντὶς  γινέσθω  μηδὲ περὶ τὴν  τῶν ἱματίων πολυτέλειαν ἀλλὰ πᾶσα ἡ σπουδὴ μεταγέσθω ἐπὶ τὴν τῆς ψυχῆς εὐμορφίαν ὥστε τὸ ταύτης κάλλος φαιδρότερον γίνεσθαι Μή μοι τὰ σηρικὰ ἱμάτια καὶ τὰ τῶν σκωλήκων   νήματα   μηδὲ  τὰ  χρυσὰ  περιδέρραια.  Καὶ  γὰρ    τῆς   οἰκουμένης διδάσκαλος εἰδὼς μάλιστα τῆς γυναικείας φύσεως τὴν βλακείαν καὶ τῆς γνώμης τὸ εὐόλισθον οὐκ ὤκνησε καὶ περὶ τούτων  διατάξασθαι. Τί λέγω ὅτι περὶ τούτων  οὐ παρῃτήσατο διδάξαι; Περὶ ἐμπλεγμάτων  παραινῶν βοᾷ καὶ λέγει· «Μὴ ἐμπλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις  ἢ ἱματισμῷ πολυτελεῖ»  μονονουχὶ  διδάσκων κοσμεῖσθαι βούλει,  γύναι,  καὶ  παρὰ  τῶν  ὁρώντων   ἐπαινεῖσθαι;  Ἐγώ  σοι  τοὺς  ὁμογενεῖς ἀνθρώπους   ἀλλὰ   καὶ   τὸν   τῶν   ὅλων   δεσπότην   εἰς   ἔπαινον   καὶ   εὐφημίαν ἐκκαλέσομαι

. 1.35 Ἐπεὶ δὲ ἐκεῖνον τὸν κόσμον ἐξέβαλε τὸν ἀπὸ τῶν ἐμπλεγμάτων, τὸν ἀπὸ τῶν  χρυσίων καὶ μαργαριτῶν  καὶ τῶν  ἱματίων  τῶν  πολυτελῶν,  ἴδωμεν λοιπὸν ποῖον αὐτῇ περιτίθησι κόσμον. Οὗτος γὰρ ὁ κόσμος ὁ ἐκ τῶν χρυσίων καὶ τῶν  ἱματίων,  κἂν πρὸς ὀλίγον  τέρψῃ τὴν περικειμένην,  τῷ χρόνῳ  δαπανᾶται· τί λέγω δαπανᾶται; Καὶ πρὸ τῆς δαπάνης τοῦ χρόνου τοὺς τῶν βασκάνων ὀφθαλμοὺς διεγείρει καὶ τοὺς κακούργους πρὸς τὴν ὑφαίρεσιν  προτρέπεται. Ὁ δὲ κόσμος ὃν περιτίθησιν  αὐτὸς ἀνάλωτος,  ἀδαπάνητος,  διηνεκής,  καὶ ἐνταῦθα  συμπαραμένων κἀκεῖ  συναποδημῶν  καὶ  πολλὴν  ἡμῖν  τὴν  παρρησίαν κατασκευάζων.

 1.36 Ἀλλ' αὐτῶν ἀναγκαῖον ἀκοῦσαι τῶν ἀποστολικῶν ῥημάτων· τί οὖν φησιν; «Ἀλλ' ὃ πρέπει γυναιξὶν    ἐπαγγελλομέναις    θεοσεβεῖν,   δι'   ἔργων   ἀγαθῶν.»   Ἄξια,   φησί,   τῷ ἐπαγγέλματι  διαπράττου, διὰ τῶν ἔργων σαυτὴν κόσμει τῶν ἀγαθῶν. Μιμείσθω ἡ τῶν ἀγαθῶν πρᾶξις τὸ ἐπάγγελμα· ἐπαγγέλλῃ σέβειν τὸν Θεόν, τὰ ἐκείνῳ ἀρέσκοντα ἐργάζου, τὰ ἔργα τὰ ἀγαθά. Τί δέ ἐστι δι' ἔργων  ἀγαθῶν;  Πᾶσα ἡ συναγωγὴ  τῆς ἀρετῆς  φησιν,      τῶν   παρόντων   ὑπεροψία,      τῶν   μελλόντων    ἐπιθυμία,   ἡ καταφρόνησις τῶν χρημάτων, ἡ περὶ τοὺς πένητας δαψίλεια, ἡ ἐπιείκεια, ἡ πραότης, ἡ φιλοσοφία, τὸ ἐν εἰρήνῃ καὶ γαλήνῃ τὴν ψυχὴν διακεῖσθαι,τὸ μὴ ἐπτοῆσθαι πρὸς τὴν  δόξαν  τοῦ  παρόντος  βίου  ἀλλὰ  ἄνω  τεταμένον  ἔχειν  τὸ  ὄμμα καὶ  τὰ  ἐκεῖ μεριμνᾶν διηνεκῶς καὶ τῆς ἐκεῖ ἐφίεσθαι δόξης.

1.37 Ἀλλ' ἐπειδὴ πρὸς τὰς γυναῖκάς μοι νῦν ὁ λόγος μάλιστα, βούλομαι καὶ ἕτερά τινα ταύταις παρεγγυῆσαι ὥστε μετὰ τῶν ἄλλων  καὶ τῆς ἐπιβλαβοῦς συνηθείας ἀπέχεσθαι τοῦ μὴ κονιᾶν τὸ πρόσωπον μηδὲ ὡς ἐλλιπῶςἐχούσης τῆς δημιουργίας προστιθέναι καὶ τὴν ὕβριν εἰς τὸν δημιουργὸν ἐκτείνειν.  Τί γὰρ ποιεῖς, ὦ γύναι; Μὴ γὰρ ἀπὸ τῶν  ἐπιτριμμάτων  καὶ τῶν  ὑπογραφῶν  προσθήκην ἐργάσασθαι ἔχεις  τῷ φυσικῷ κάλλει  ἢ τὴν φυσικὴν ἀμορφίαν μεταβαλεῖν; Οὔτε ἐκείνῳ προσθήκην ἐργάσῃ διὰ τούτων καὶ τῆς ψυχῆς τὸ κάλλος διαφθερεῖς. Ἡ γὰρ περιεργία αὕτη τεκμήριον γίνεται τῆς ἔνδοθεν βλακείας. Ἄλλως  τε καὶ πολὺν  ἐπισορεύεις διὰ τούτου σαυτῇ τὸ πῦρ, τὰς τῶν  νέων  ὄψεις ἀναπτεροῦσα καὶ τοὺς τῶν ἀκολάστων ὀφθαλμοὺς ἐπισπωμένη καὶ μοιχοὺς ἀπηρτισμένους ἐργαζομένη καὶ τὸν ἐκείνων  ὄλισθον εἰς τὴν σὴν ἕλκεις κεφαλήν.


1.38 Τὸ μὲν οὖν πρέπον καὶ ἐπωφελὲς πάντη τούτου ἀπέχεσθαι· εἰ δὲ μὴ βούλοιντο αἱ τῇ κακῇ ταύτῃ συνηθείᾳ προκατειλημμέναι, κἂν γοῦν ἐπὶ τὸν εὐκτήριον οἶκονἀφικνούμεναι  μὴ  ποιείτωσαν  τοῦτο.  Τίνος  γὰρ  ἕνεκεν,  εἰπέ  μοι, εἰς  ἐκκλησίαν παραγενομένη  οὕτω σαυτὴν διατίθης; Μὴ γὰρ τοῦτο ἐπιζητεῖ  τὸ κάλλος ὃν ἔρχῃ προσκυνήσουσα καὶ  τὰς  ὑπὲρ τῶν  ἁμαρτημάτων  ἐξομολογήσεις  ποιησομένη; Τὸ ἔνδοθεν κάλλος ἐπιζητεῖ, τὴν διὰ τῶν ἔργων τῶν ἀγαθῶν πρᾶξιν, τὴν ἐλεημοσύνην, τὴν σωφροσύνην, τὴν κατάνυξιν, τὴν πίστιν τὴν ἀκριβῆ. Σὺ δὲ ταῦτα καταλιποῦσα πολλοὺς τῶν ῥᾳθύμων καὶ ἐν τῇ ἐκκλησίᾳ ὑποσκελίζειν ἐπιχειρεῖς. Καὶ πόσων ταῦτα ἄξια σκηπτῶν; Εἰς τὸν λιμένα παραγίνῃ καὶ ναυάγιον σαυτῇ κατασκευάζῃ· πρὸς τὸν ἰατρὸν ἔρχῃ τὰ ἕλκη θεραπεῦσαι καὶ μείζονα αὐτὰ ἐργαζομένη ἀπέρχῃ. Καὶ τίς σοι λοιπὸν ἔσται συγγνώμη; Ἀλλ' εἰ καὶ πρότερόν τινες ἦσαν οὕτω ῥᾳθύμως περὶ τὴν ἑαυτῶν  σωτηρίαν  διακείμεναι,  νῦν  γοῦν  πεισθήτωσαν  ἀπαλλαγῆναι τῆς  λύμης ταύτης·  εἰ  γὰρ  ἱματίοις  πολυτελέσι  κεχρῆσθαι  ἀπηγόρευσε, πολλῷ  μᾶλλον  τοῖς ἐπιτρίμμασι καὶ ταῖς ὑπογραφαῖς.

1.39 Μετὰ δὲ τούτων  παρακαλῶ καὶ ἄνδρας καὶ γυναῖκας τοὺς κληδονισμοὺς καὶ τὰς παρατηρήσεις πάντη φεύγειν· ταῦτα γὰρ Ἑλλήνων ἐστὶ καὶ τῶν ἔτι τῇ πλάνῃ προκατειλημμένων  ληρήματα, τὸ τοῦ κόρακος τὴν φωνὴν  περιεργάζεσθαι καὶ τοῦ μυὸς τὸν ψόφον καὶ τῆς δοκοῦ τὸν τρισμόν, τὸ τὰς ὑπαντήσεις τῶν μὲν αἰσχρῶς βεβιωκότων μεθ' ἡδονῆς δέχεσθαι τὰς δὲ τῶν ἐν εὐλαβείᾳ καὶ σεμνότητι ὡς αἰτίας μυρίων κακῶν φεύγειν. Ὅρα πόσαι τοῦ διαβόλου αἱ μηχαναί· οὐ μόνον γὰρ ἐρήμους ἡμᾶς εἶναι βούλεται τῆς ἀρετῆς καὶ πρὸς τὴν κακίαν νενευκέναι,  ἀλλὰ καὶ μῖσος ἡμῖν ἐνθεῖναι  κατασκευάζει ὡς καὶ ἀποστρέφεσθαι τοὺς τὴν ἀρετὴν μετιόντας. Καὶ πάλιν οὐ μόνον μετιέναι  ἡμᾶς τὰ πονηρὰ βούλεται ἀλλὰ καὶ οἰκειῶσαι ἡμᾶς πρὸς αὐτὰ σπεύδει καὶ ἐπείγεται, παρασκευάζων μεθ' ἡδονῆς αὐτὰ προσίεσθαι.

1.40 Ταῦτα μὴ μικρὰ εἶναι νομίσητε μηδὲ τὰ τυχόντα  ἀλλ' ἱκανὰ καταβαπτίσαι ψυχὴν  καὶ εἰς αὐτὸν τὸν πυθμένα τῆς κακίας ἀγαγεῖν. Αὕτη γάρ, αὕτη τοῦ πονηροῦ δαίμονος ἡ ἐπιβουλὴ ὥστε καὶ διὰ τῶν μικρῶν ὑποσκελίζειν. Ἀλλ' ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται καὶ ἄνδρες καὶ γυναῖκες,  τοῦτο  γὰρ  τὸ  τοῦ  Χριστοῦ στρατόπεδον  οὐκ  οἶδε  φύσεως  διαφοράν, ἐντεῦθεν  ἤδη πᾶσαν τοιαύτην  συνήθειαν ἐκκόψαντες  ὡς μέλλοντες  τὸν ἁπάντων βασιλέα ὑποδέχεσθαι, οὕτως ἐκκαθάρατε ὑμῶν  τὴν διάνοιαν  ὥστε μηδένα ῥύπον ἐπισκοτεῖν τοῖς ὑμετέροις λογισμοῖς.

1.41 Ἀλλὰ κἂν ἐχθρὸν ἔχῃ τις καταλλαττέσθω, ἐννοῶν  οἵων  αὐτὸς μέλλει  τυγχάνειν  παρὰ τοῦ δεσπότου τοσούτοις ἁμαρτήμασι βεβαπτισμένος καὶ ἀφιέτω τῷ πλησίον τὰ εἰς αὑτὸν ἐπταισμένα. «Κακίαν γάρ, φησίν, ἕκαστος τῷ πλησίον αὐτοῦ μὴ λογιζέσθω ἐν ταῖς καρδίαις ὑμῶν.» Κἂν γραμματεῖα τοίνυν  τις ἔχῃ καὶ τόκων  συναγωγήν,  ταῦτα διασπάτω. «Συγγραφὴν γὰρ ἄδικον, φησί, διάσπα.» Καὶ ἁπλῶς εἰπεῖν  προλαμβάνων  τὰ παρ' ἑαυτοῦ ἐπιδεικνύσθω  ἵνα μετὰ πολλῆς τῆς δαψιλείας τὰ παρὰ τοῦ δεσπότου δέξηται.

 1.42 Καὶ πρὸ πάντων τὴν γλῶτταν  παιδεύετε τῶν ὅρκων καθαρεύειν· οὐ λέγω τῶν ἐπιόρκων ἀλλὰ καὶ τῶν ὅρκων τῶν εἰκῇ καὶ μάτην γινομένων  καὶ ἐπὶ κακῷ τῶν ὀμνύντων.  «Ἐρρέθη γάρ φησιν· οὐκ ἐπιορκήσεις. Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως.» Ἤκουσας μὴ ὀμόσαι ὅλως, μηκέτι λοιπὸν ἀνέχου περιεργάζεσθαι τὰ παρὰ τοῦ δεσπότου νομοθετηθέντα ἀλλὰ  πείθου  τῷ  προστάξαντι καὶ διὰ πάντων  ἐκκάθαιρέ  σου τὴν  διάνοιαν.

1.43 Μηκέτι  ἱπποδρομίας  ἔστω  σοι  λόγος  καὶ  τῆς  θέας  τῶν  παρανόμων   θεάτρων, ἀσελγείας γάρ ἐστι κἀκεῖνα ὑπεκκαύματα, μηδὲ τῆς ὠμῆς τῶν θηρίων τέρψεως. Ποία γὰρ εἰπέ μοι τέρψις ἰδεῖν τὸν ὁμογενῆ καὶ τῆς αὐτῆς σοι φύσεως κοινωνοῦντα  ὑπὸ τῶν ἀνημέρων θηρίων σπαραττόμενον; Καὶ οὐ δέδοικας οὐδὲ φρίττεις  μὴ σκηπτὸς ἄνωθεν κατενεχθεὶς ἐμπρήσῃ σου τὴν κεφαλήν; Σὺ γὰρ ἀκονᾷς ὡς εἰπεῖν τοῦ θηρίου τοὺς ὀδόντας· τό γε σὸν μέρος διὰ τῆς οἰκείας φωνῆς καὶ αὐτὸς ἐργάζῃ τὸν φόνον, εἰ καὶ μὴ τῇ χειρὶ ἀλλὰ τῇ γλώττῃ. 

1.44 Μή, παρακαλῶ, μὴ οὕτω ῥᾳθύμως περὶ τῆς ἑαυτῶν  βουλεύεσθε  σωτηρίας.  Ἐννόει  σου τὴν  ἀξίαν  καὶ  αἰδέσθητι·  εἰ  γὰρ  ἐπὶ ἀνθρωπίνῳ τις ἀξιώματι μέγα φρονεῖ καὶ πολλάκις παραιτεῖταί τι διαπράξασθαι ἵνα μὴ ὕβριν  τῷ  ἀξιώματι  προστρίψηται,  σὺ τοσοῦτον  ἀξίωμα  μέλλων  κτᾶσθαι οὐκ ὀφείλεις  ἤδη σαυτὸν αἰδέσιμον καταστῆσαι; Τὸ γὰρ ἀξίωμά σου τοιοῦτόν ἐστιν ὡς καὶ τῷ παρόντι αἰῶνι συνπαρεκτείνεσθαι καὶ εἰς τὴνμέλλουσάν σοι συναποδημεῖν ζωήν. Τί δὲ τοῦτό ἐστι; Χριστιανὸς ἀκούεις λοιπὸν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καὶ  πιστός. Ἰδοὺ  οὐχ  ἓν  ἀξίωμα  ἀλλὰ  δύο· τὸν  Χριστὸν μέλλεις  μετ'  οὐ  πολὺ ἐνδύεσθαι καὶ προσήκεισε ὡς ἐκείνου σοι πανταχοῦ συμπαρόντος οὕτω καὶ πράττειν ἅπαντα καὶ βουλεύεσθαι.

 1.45 Ἢ οὐχ ὁρᾷς τοὺς τὰ πολιτικὰ διοικοῦντας πράγματα πῶς  ἐπειδὰν  ὦσιν  ἐσθῆτα περικείμενοι  τὰς μορφὰς ἔχουσαν τὰς βασιλικὰς μέγα φρονοῦσι καὶ διὰ τοῦτο βούλονται  πλείονος  ἀξιοῦσθαι τῆς τιμῆς καὶ δορυφορίας ἀπολαύουσιν.  Εἰ τοίνυν  ἐκεῖνοι  οἱ ἐπὶ  ἱματίου  τὴν  μορφὴν  ἔχοντες  ἐπικειμένην ἐντεῦθεν εἶναι αἰδέσιμοι βούλονται, πολλῷ μᾶλλον σὺ ὁ αὐτὸν μέλλων  ἐνδύεσθαι τὸν  Χριστόν. «Ἐνοικήσω γὰρ ἐν ὑμῖν,φησί, καὶ ἐμπεριπατήσω καὶ ἔσομαι ὑμῶν Θεός.» 1.46 Φεύγετε τοίνυν  πάντα ταῦτα τὰ πονηρὰ δελεάσματα τοῦ διαβόλου καὶ τῆς εἰς τὴν ἐκκλησίαν εἰσόδου μηδὲν ὑμῖν ἔστω προτιμότερον. Καὶ μετὰ τῆς ἀποχῆς τῶν βρωμάτων  καὶ  τῆς  τῶν  κακῶν  ἀποχῆς,  πολλὴ  ἡμῖν  γινέσθω  τῆς  ἀρετῆς  ἡ σπουδή· καὶ τὸν  καιρὸν ἅπαντα  τῆς ἡμέρας διανείμωμεν,  τὸν  μὲν ἐν εὐχαῖς  καὶ ἐξομολογήσεσι, τὸν δὲ ἐν ἀναγνώσει καὶ κατανύξει ψυχῆςκαὶ ἡ σπουδὴ ἡμῶν πᾶσα γινέσθω ὥστε περὶ τῶν πνευματικῶν  ἡμῖν εἶναι τὰς διαλέξεις. Πολλῆς ἡμῖν δεῖ τῆς ἀκριβείας πρὸς τὸ μὴ ἁλῶναι  ταῖς τοῦ πονηροῦ παγίσιν. Εἰ γὰρ ὑπὲρ ἀργοῦ λόγου δίκας ἀπαιτούμεθα, πολλῷμᾶλλον  ὑπὲρ τῶν  φλυαριῶν  τῶν  ἀκαίρων,  ὑπὲρ τῶν βιωτικῶν  διαλέξεων.

 1.47 Ἂν τοίνυν οὕτω φροντίζητε καὶ ἐπιμελήσησθε τῆς κατὰ ψυχὴν  ὑμῶν  ὑγείας,  καὶ  τὸν  Θεὸν εἰς  πλείονα  εὔνοιαν  ἐπισπάσεσθε καὶ  αὐτοὶ πλείονος ἀπολαύσετε τῆς παρρησίας καὶ ἡμεῖς μετὰ πολλῆς τῆς προθυμίας καὶ τὴν εἰς  τὸ ἑξῆς διδασκαλίαν  ποιησόμεθα, εἰδότες  ὅτι  εἰς  εὐγνώμονας  ἀκοὰς καὶ  εἰς λιπαρὰν  καὶ  βαθύγειον  ἄρουραν τὰ  πνευματικὰ  ταῦτα  καταβάλλομεν  σπέρματα. Γένοιτο δὲ καὶ ὑμᾶς δαψιλοῦς ἀξιωθῆναι τῆς παρὰ Θεοῦ δωρεᾶς καὶ ἡμᾶς τῆς παρ' αὐτοῦ τυχεῖν φιλανθρωπίας,  χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν  καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.