Κυριακή, 3 Νοεμβρίου 2013

3. ΛΟΓΟΣ Γʹ Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα πρὸς νεοφωτίστους.




3. ΛΟΓΟΣ Γʹ Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα πρὸς νεοφωτίστους.

3.1 Εὐλογητὸς ὁ Θεός· ἰδοὺ καὶ ἀπὸ γῆς ἀστέρες φαίνουσιν,  ἀστέρες τῶν οὐρανῶν φαιδρότεροι. Ἐπὶ γῆς ἀστέρες διὰ τὸν ἐξ οὐρανῶν ἐπὶ γῆς φανέντα· οὐκ ἐπὶ γῆς δὲ μόνον ἀστέρες, ἀλλὰ καὶ ἐν ἡμέρᾳ ἀστέρες· τοῦτο δεύτερον θαῦμα. Ἐν ἡμέρᾳ ἀστέρες  τῶν   ἐν   νυκτὶ   φαιδρότεροι. Ἐκεῖνοι  μὲν γὰρ τοῦ   ἡλίου   φανέντοςκατακρύπτονται,    οὗτοι   δὲ   τοῦ   ἡλίου    τῆς   δικαιοσύνης   φανέντος    μᾶλλον ἐκλάμπουσιν. Εἶδες ἀστέρας ποτὲ μετὰ ἡλίου φανέντας;

3.2 Ἐκεῖνοι τῆς συντελείας φανείσης ἀφανίζονται, οὗτοι τῆς συντελείας καταλαβούσης μειζόνως διαφαίνουσι. Καὶ περὶ μὲν ἐκείνων φησὶ τὸ εὐαγγέλιον ὅτι «τὰ ἄστρα τοῦ οὐρανοῦ πεσοῦνται ὡς πίπτουσι φύλλα ἀπὸ ἀμπέλου»· περὶ δὲ τούτων, ὅτι «οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν».



3.3 Τί ἐστιν «ὡς πίπτει φύλλα  ἀπὸ ἀμπέλου οὕτως οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται»; Καθάπερ ἡ ἄμπελος ἕως μὲν ἂν τρέφῃ τοὺς βότρυας χρείαν ἔχει καὶ τῆς σκέπης τῆς ἀπὸ τῶν φύλλων, ἐπειδὰν δὲ ἀποθῆται τὸν καρπὸν καὶ τὴν κόμην τὴν ἀπὸ τῶν φύλλων  ἀποτίθεται, οὕτω δὴ καὶ ὁ κόσμος ἅπας ἕως μὲν  ἔχῃ ἐν ἑαυτῷ  τῶν  ἀνθρώπων  τὴν  φύσιν, κατέχει  καὶ τὰ ἄστρα ὁ οὐρανός, καθάπερ ἡ ἄμπελος τὰ φύλλα· νυκτὸς γὰρ τότε οὐκ οὔσης, οὐδὲ ἄστρων χρεία λοιπόν.

3.4 Πυρώδης τῶν ἄστρων ἐκείνων ἡ φύσις, πυρώδης καὶ τούτων τῶν ἄστρων ἡ οὐσία. Ἀλλ' ἐκεῖ μὲν πῦρ αἰσθητόν, ἐνταῦθα δὲ πῦρ νοητόν. «Αὐτὸς ὑμᾶς βαπτίσει, φησίν,  ἐν  Πνεύματι ἁγίῳ  καὶ πυρί.» Βούλει καὶ τὰ ὀνόματα  ἑκατέρων μαθεῖν; Ἐν ἐκείνοις τοῖς ἄστροις εἰσὶ ταῦτα τὰ ὀνόματα ὠρίων, ἀρκτοῦρος, ἕσπερος καὶ φωσφόρος· ἐν δὲ τοῖς ἄστροις τούτοις ἕσπερος μὲν οὐδείς, φωσφόροι δὲ πάντες.


3.5 «Εὐλογητὸς ὁ Θεός», πάλιν εἴπωμεν, «ὁ ποιῶν θαυμάσια μόνος», ὁ ποιῶν πάντα καὶ μετασκευάζων αὐτά. Οἱ πρὸ τῆς χθὲς αἰχμάλωτοι, νῦν ἐλεύθεροι καὶ πολῖται τῆς ἐκκλησίας· οἱ πρώην ἐν αἰσχύνῃ ἁμαρτιῶν, νῦν ἐνπαρρησίᾳ καὶ δικαιοσύνῃ. Οὐ γὰρ ἐλεύθεροι μόνον ἀλλὰ καὶ ἅγιοι, οὐχ ἅγιοι μόνον ἀλλὰ καὶ δίκαιοι, οὐ δίκαιοι μόνον ἀλλὰ καὶ υἱοί, οὐχ υἱοὶ μόνον ἀλλὰ καὶ κληρονόμοι, οὐ κληρονόμοι μόνον ἀλλὰ καὶ ἀδελφοὶ τοῦ Χριστοῦ, οὐκ ἀδελφοὶ τοῦ Χριστοῦ μόνον ἀλλὰ καὶ συγκληρονόμοι, οὐ συγκληρονόμοι μόνον ἀλλὰ καὶ μέλη, οὐ μέλη μόνον ἀλλὰ καὶ ναός, οὐ ναὸς μόνον ἀλλὰ καὶ ὄργανα τοῦ Πνεύματος.


 3.6 «Εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος.» Εἶδες πόσαι τοῦ βαπτίσματος αἱ δωρεαί; Καίτοι γε πολλοῖς δοκεῖ ὅτι μόνον ἁμαρτημάτων ἄφεσιν ἔχει ἡ δωρεά, ἡμεῖς δὲ δέκα ἀπηριθμησάμεθα τιμάς. ∆ιὰ τοῦτο γοῦν καὶ τὰ παιδία βαπτίζομεν καίπερ ἁμαρτίας οὐκ ἔχοντα ἵνα προστεθῇ ἁγιασμός, δικαιοσύνη,  υἱοθεσία,  κληρονομία,  ἀδελφότης,  τὸ  μέλη  εἶναι  τοῦ  Χριστοῦ, τὸ κατοικητήριον  γενέσθαι  τοῦ Πνεύματος.


 3.7 Ἀλλ' ὦ ποθεινότατοι  ἀδελφοί,  εἴ γε ἔξεστί μοι  ἀδελφοὺς  ὑμᾶς  καλεῖν,  τῶν  μὲν  γὰρ  ὠδίνων  ὑμῖν  ἐκοινώνησα  τῶν αὐτῶν,  ἀλλὰ  τῇ  μετὰ  ταῦτα  ῥᾳθυμίᾳ  τὴν  συγγένειαν  ἀπώλεσα  τὴν  ἀκριβῆ καὶ γνησίαν. Πλὴν δότε μοι καλέσαι ὑμᾶς ἀδελφοὺς διὰ τὴν πολλὴν ἀγάπην καὶ παρακαλέσαι  ὑμᾶς  ὥστε  ὅσῳ πλείονος  ἀπελαύσατε  τῆς  τιμῆς  τοσούτῳ  μείζονα ἐπιδείξασθαι  τὴν  σπουδήν.

 3.8 Ὁ  μὲν  γὰρ  πρὸ  τούτου  χρόνος  παλαίστρα  καὶ γυμνάσιον  ἦν  καὶ συγγνώμην  εἶχε  τὰ πτώματα·  ἀπὸ δὲ τῆς  σήμερον ἡμέρας τὸ στάδιον ἀνέῳγεν, ὁ ἀγὼν ἐφέστηκε, τὸ θέατρον ἄνω κάθηται, οὐκ ἀνθρώπων φύσιςμόνον ἀλλὰ καὶ ἀγγέλων  δῆμος θεωρεῖ τὰ παλαίσματα καὶ βοᾷ Παῦλος Κορινθίοις γράφων·  «Θέατρον ἐγενήθημεν  τῷ  κόσμῳ, οὐκ  ἀνθρώποις  δὲ  μόνον  ἀλλὰ  καὶ ἀγγέλοις.» Ἄγγελοι τοίνυν θεωροῦσιν, ὁ τῶν ἀγγέλων δεσπότης ἀγωνοθετεῖ· τοῦτο οὐ τιμὴ μόνον ἐστὶν ἀλλὰ καὶ ἀσφάλεια. Ὅταν γὰρ ὁ τὴν ψυχὴν  αὐτοῦ θεὶς ὑπὲρ ἡμῶν οὗτος κρίνῃ τὰ παλαίσματα, ποίας οὐ τιμῆς τοῦτο, πόσης οὐκ ἀσφαλείας;

 3.9 Ἐπὶ   μὲν   οὖν   τῶν   ὀλυμπιακῶν    ἀγώνων       βραβεύων   μέσος   ἕστηκε   τῶν ἀγωνιζομένων,  οὔτε τούτῳ οὔτε ἐκείνῳ  προσκείμενος, ἀλλὰ ἀναμένων  τὸ τέλος.∆ιὰ τοῦτο καὶ μέσος ἕστηκεν ἐπεὶ καὶ τῇ γνώμῃ μέσος ἐστίν. Ἐπὶ δὲ ἡμῶν καὶ τοῦ διαβόλου οὐ μέσος ἕστηκεν ὁ Χριστός, ἀλλ' ἡμῶν ὅλος ἐστί. Καὶ ὅτι οὐκ ἔστι μέσος ἀλλὰ μεθ' ἡμῶν ὅλος ἐστί, σκόπει ἐντεῦθεν. Ἡμᾶς εἰς τὸν ἀγῶνα εἰσιόντας ἤλειψεν, ἐκεῖνον ἔδησεν· ἡμᾶς ἤλειψεν ἔλαιον ἀγαλλιάσεως, ἐκεῖνον ἔδησε δεσμοῖς ἀλύτοις ἵνα συμποδίζηται πρὸς τὰ παλαίσματα. Ἐμοὶ κἂν ὑποσκελισθῆναι συμβῇ χεῖρα ὀρέγεικαὶ πεσόντα ἀνίστησι καὶ πατεῖν  αὐτὸν  πάλιν  ποιεῖ· «Πατεῖτε γάρ, φησίν, ἐπάνω ὄφεων  καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν δύναμιν  τοῦ ἐχθροῦ.»

3.10 Ἐκείνῳ μετὰ τὴν νίκην γέενναν ἠπείλησεν· ἐγὼ ἐὰν νικήσω στεφανοῦμαι· ἐκεῖνος ἐὰν νικήσῃ κολάζεται. Καὶ ἵνα γνῷς ὅτι τότε μᾶλλον τιμωρεῖται ὅταν κρατήσῃ, φέρε σοι δείξω ἐκ τῶν πραγμάτων. Ἐνίκησε τὸν Ἀδὰμκαὶ ὑπεσκέλισε. Τί οὖν τὸ ἔπαθλον τῆς νίκης;«Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.» Εἰ δὲ τὸν αἰσθητὸν ὄφιν οὕτως ἐκόλασε, ποίᾳ τιμωρίᾳ κολάσει τὸν νοητόν; Εἰ τοιαύτη  καταδίκη  τοῦ  ὀργάνου,  εὔδηλον  ὅτι  πολλῷ  μείζων  κόλασις  μένει  τὸν τεχνίτην.  Καθάπερ γὰρ πατὴρ φιλόστοργος τὸν ἀποκτείναντα  τὸν υἱὸν τὸν ἑαυτοῦ εὑρὼν οὐχὶ τὸν φονέα τιμωρεῖται μόνον ἀλλὰ καὶ τὴν μάχαιραν αὐτὴν κατακόπτει, οὕτω δὴ καὶ ὁ Χριστὸς εὑρὼν τὸν διάβολον ἀποκτείναντα  τὸν ἄνθρωπον, οὐχὶ τὸν διάβολον μόνον ἐκόλασεν ἀλλὰ καὶ αὐτὴν τὴν μάχαιραν κατέκλασεν.

 3.11 Οὐκοῦνθαρροῦντες  ἀποδυσώμεθα  πρὸς  τὰ  παλαίσματα·  καὶ  γὰρ  ὅπλα  ἡμῖν  περιέβαλε χρυσίου   παντὸς   στιλπνότερα,   ἀδάμαντος   παντὸς   ἰσχυρότερα,   πυρὸς   παντὸςθερμότερα καὶ σφοδρότερα, ἀέρος παντὸςκουφότερα. Οὐδὲ γὰρ βαρύνει τὰ γόνατα τῶν ὅπλων  τούτων  ἡ φύσις, ἀλλ' ἀναπτεροῖ τὰ μέλη, καὶ μετεωρίζει, κἂν εἰς τὸν οὐρανὸν ἀναπτῆναι  βουληθῇς μετὰ τῶν  ὅπλων  τούτων, τὸ κωλῦον  οὐδέν. Καινὴγὰρ τῶν ὅπλων ἡφύσις ἐπειδὴ καὶ καινὸς τῆς μάχης ταύτης ὁ τρόπος· ἄνθρωπος γὰρ ὢν δαίμοσι πυκτεύειν ἀναγκάζομαι, σάρκα περικείμενος πρὸς ἀσωμάτους δυνάμεις παλαίω. ∆ιὰ τοῦτό μοι τὸν θώρακα οὐκ ἀπὸ σιδήρου ἀλλ' ἀπὸδικαιοσύνης ἐποίησενὁ Θεός· διὰ τοῦτό μοι τὸν θυρεὸν οὐκ ἀπὸ χαλκοῦ ἀλλ' ἀπὸ πίστεως κατεσκεύασεν. Ἔχω καὶ μάχαιραν ἠκονημένην, τὸ τοῦ πνεύματος ῥῆμα. Ἐκεῖνος ἀφίησι βέλη κατ' ἐμοῦ, ἔχω μάχαιραν ἐγώ· ἐκεῖνος τοξότης ἐστίν, ἐγὼ ὁπλίτης  εἰμί. Μάθε καὶ ἀπὸτούτου τὴν  διάνοιαν  ἐκείνου· ὁ τοξότης ἐγγὺς  ἐλθεῖν  οὐ τολμᾷ  ἀλλὰ  πόρρωθεν βάλλει.

 3.12 Τί  δαί;  Ἆρα ὅπλα  κατεσκεύασε μόνον;  Οὐχί,  ἀλλὰ  καὶ  τράπεζαν ἡτοίμασεν  ὅπλου  παντὸς  δυνατωτέραν,  ἵνα  μὴ  κάμνων  πολεμῇς,  ἵνα  τρυφῶνπεριγίνῃ  τοῦ  πονηροῦ.  Ἂν  γὰρ ἴδῃ  σε μόνον  ἀπὸ τῶν  δείπνων ἐπανιόντα  τῶν δεσποτικῶν, καθάπερ λέοντα ἰδών τις πῦρ ἀπὸ τοῦ στόματος ἀφιέντα, οὕτω φεύγει παντὸς ἀνέμου σφοδρότερον· κἂν δείξῃς αὐτῷ τὴν γλῶτταν  ᾑμαγμένην  τῷ αἵματι τῷ  τιμίῳ,  οὐδὲ  στῆναι  δυνήσεται·  ἂν δείξῃς  τὸ  στόμα πεφοινιγμένον,   καθάπερ θηρίον  εὔτελες  οὕτως  ἐπὶ  τὰ  ὀπίσω  δραμεῖται. 

3.13 Βούλει τοίνυν  τοῦ  αἵματος τούτου  μαθεῖν  τὴν  ἰσχύν;  Ἀναδράμωμεν  ἐπὶ  τὸν  τύπον  αὐτοῦ,  ἐπὶ  τὰ  παλαιὰδιηγήματα τὰ ἐν Αἰγύπτῳ. ∆εκάτην ἔμελλε πληγὴν ἐπάγειν ὁ Θεὸς τοῖς Αἰγυπτίοις· τὰ πρωτότοκα γὰρ αὐτῶν ἐβούλετο ἀνελεῖν ἐπειδὴ τὸν πρωτότοκον αὐτοῦ κατεῖχον λαόν. Τί οὖν ἵνα γένηται  ὥστε μὴ συμπλέκεσθαι τοὺς Ἰουδαίους τοῖς Αἰγυπτίοις,ἐπειδὴ εἷς κατεῖχεν αὐτοὺς τόπος; Μάθε τοῦ τύπου τὴν δύναμιν ἵνα μάθῃς καὶ τῆς ἀληθείας τὴν ἰσχύν. Πληγὴ θεήλατος ἔμελλεν ἄνωθεν  φέρεσθαι καὶ ὁ ὀλοθρεύων ἐπῄει ταῖς οἰκίαις.

3.14 Τί οὖν ὁ Μωϋσῆς; «Θύσατε, φησίν, ἀμνὸν ἄμωμον καὶ τὸ αἷμα αὐτοῦ  ἐπιχρίσατε  ταῖς  θύραις.» Τί λέγεις;  Αἷμα ἀλόγου  σῴζειν  ἀνθρώπους  τοὺς λογικοὺς  οἶδε; Ναί, φησίν,  οὐκ ἐπειδὴ  αἷμά  ἐστιν  ἀλλ'  ἐπειδὴ  τοῦ αἵματος  τοῦδεσποτικοῦ τύπος ἐστί. Καθάπερ γὰρ οἱ ἀνδριάντες  οἱ βασιλικοὶ ἄψυχοι ὄντες καὶ ἀναίσθητοι τοὺς καταφεύγοντας  εἰς αὐτοὺς ἀνθρώπους αἰσθητικοὺς καὶ ἐμψύχους ὄντας διασῴζουσιν, οὐκ ἐπειδὴ χαλκός εἰσινἀλλ' ἐπειδὴ εἰκὼν τοῦ βασιλέως εἰσίν, οὕτω  δὴ  καὶ  τὸ  αἷμα  ἐκεῖνο  τὸ  ἀναίσθητον  καὶ  ἄψυχον  τοὺς  ψυχὴν  ἔχοντας ἀνθρώπους ἔσωσεν, οὐκ ἐπειδὴ αἷμα ἦν ἀλλ' ἐπειδὴ τοῦ αἵματος τούτου τύπος ἦν.

3.15 Τότε εἶδεν ὁ ὀλοθρεύων τὸ αἷμα ταῖς θύραις ἐπικεχρισμένον καὶ οὐκ ἐτόλμησενεἰσπηδῆσαι· νῦν ἂν ἴδῃ ὁ διάβολος οὐχὶ θύραις ἐπικεχρισμένον τὸ αἷμα τοῦ τύπου ἀλλὰ τῷ στόματι τῶν πιστῶν ἐπικεχρισμένον τὸ αἷμα τῆς ἀληθείας ταῖς θύραις τοῦ ναοῦ τοῦ χριστοφόρου, οὐ πολλῷ μᾶλλον ἑαυτὸν καθέξει; Εἰ γὰρ ἄγγελος ἰδὼν τὸν τύπον ᾐδέσθη, πολλῷ μᾶλλον ὁ διάβολος ἰδὼν τὴν ἀλήθειαν φεύξεται.

3.16 Βούλειμαθεῖν καὶ ἑτέρωθεν τοῦ αἵματος τούτου τὴν ἰσχύν; Βλέπε πόθεν ἔρρευσε τὴν ἀρχὴν καὶ πόθεν τὴν πηγὴν ἔσχεν, ἄνωθεν ἀπὸ τοῦ σταυροῦ, ἀπὸ τῆς πλευρᾶς τῆς δεσποτικῆς.  Τεθνηκότος  γάρ,  φησί,  τοῦ Χριστοῦ καὶ  ἐν  τῷ  σταυρῷ  ὄντος  ἔτι, προσελθὼν ὁ στρατιώτης ἔνυξε τὴν πλευρὰν τῇ λόγχῃ, εἶτα ἐξῆλθεν ὕδωρ καὶ αἷμα. Καὶ τὸ μὲν τοῦ βαπτίσματος σύμβολον ἦν, τὸ δὲ τῶν  μυστηρίων. ∆ιὰ τοῦτο οὐκ εἶπεν· Ἐξῆλθεναἷμα καὶ ὕδωρ ἀλλὰ πρῶτον ἐξῆλθε τὸ ὕδωρ καὶ τότε τὸ αἷμα, ἐπειδὴ πρῶτον τὸ βάπτισμα καὶ τότε τὰ μυστήρια. Ἔνυξε τοίνυν τὴν πλευρὰν ὁ στρατιώτης ἐκεῖνος, διώρυξε τὸν τοῖχον τοῦ ἁγίου ναοῦ καὶ ἐγὼ τὸν θησαυρὸνεὗρον καὶ τὸν πλοῦτον ἔλαβον. Οὕτω καὶ ἐπὶ τοῦ ἀμνοῦ γέγονεν· οἱ Ἰουδαῖοι ἔσφαζον τὸ πρόβατον καὶ ἐγὼ τὴν σωτηρίαν τὴν ἀπὸ τῆς θυσίας ἐκαρπωσάμην.

 3.17 «Ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶς ὕδωρ καὶ αἷμα.» Μὴ παραδράμῃς ἁπλῶς, ἀγαπητέ, τὸ μυστήριον. Ἔχω γὰρ καὶ ἕτερον λόγον  εἰπεῖν  μυστικόν· εἶπον ὅτι τοῦ βαπτίσματος σύμβολον καὶ τῶν μυστηρίων  ἐστὶ τὸ  αἷμαἐκεῖνο  καὶ  τὸ  ὕδωρ. Ἐξ ἑκατέρων  τούτων    ἐκκλησία γεγέννηται, «διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου», διὰ βαπτίσματος καὶ διὰ μυστηρίων. Τὰ δὲ σύμβολα τοῦ βαπτίσματος καὶ τῶν μυστηρίων ἀπὸ τῆς πλευρᾶς. Ἀπὸ τῆς πλευρᾶς ἄρα τὴν ἐκκλησίαν ἐδημιούργησεν ὁ Χριστός, καθάπερ ἀπὸ τῆς πλευρᾶς τοῦ Ἀδὰμ τὴν  Εὔαν ἐδημιούργησε.

 3.18 ∆ιὰ τοῦτο καὶ Μωϋσῆς περὶ τοῦ πρώτου ἀνθρώπου διεξιὼν λέγει· «Ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου», τὴν πλευρὰν ἡμῖν αἰνιττόμενος τοῦ δεσπότου. Ὥσπερ γὰρ τότε ἔλαβεν ὁ Θεὸς τὴν πλευρὰν καὶ διέπλασε γυναῖκα, οὕτως ἔδωκεν ἡμῖν αἷμα καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς αὐτοῦ καὶ ἀνέπλασε τὴν ἐκκλησίαν. Ὥσπερ οὖν τότε ἐν τῇ ἐκστάσει τὴν  πλευρὰν  ἔλαβε,  καθεύδοντος  τοῦ  Ἀδάμ, οὕτω  καὶ  νῦν  μετὰ  τὸν θάνατον τὸ αἷμα καὶ τὸ ὕδωρ ἔδωκεν, ἐν πρώτοις δὲ τὸ ὕδωρ εἶτα τὸ αἷμα. Ἀλλ' ὅπερ τότε ἡ ἔκστασις, τοῦτο νῦν ὁ θάνατος γέγονεν ἵνα μάθῃς ὅτι ὁ θάνατος οὗτος ὕπνος λοιπόν ἐστιν.

3.19 Εἴδετε πῶς συνῆψεν ἑαυτῷ τὴν νύμφην  ὁ Χριστός; Εἴδετε ποίᾳ πάντας ἡμᾶς τρέφει τροφῇ; Ἐκ τῆς αὐτῆς τροφῆς καὶ συνεστήκαμεν καὶ τρεφόμεθα. Καθάπερ γὰρ γυνὴ τὸ τεχθὲν οἰκείῳ τρέφει αἵματι καὶ γάλακτι, οὕτωκαὶ ὁ Χριστὸς οὓς  ἐγέννησεν  αὐτὸς  οἰκείῳ  τρέφει  διηνεκῶς  αἵματι.

 3.20 Ἐπεὶ  οὖν  τοσαύτης ἀπελαύσαμεν δωρεᾶς πολλὴν  ἐπιδειξώμεθα  τὴν σπουδὴν καὶ ἀναμνησθῶμεν  τῶν συνθηκῶν ὧν ἐθέμεθα πρὸς αὐτόν. Ὑμῖν λέγω καὶ τοῖς νῦν μεμυημένοις καὶ τοῖς πάλαι  καὶ πρὸ πολλῶν  ἐτῶν·κοινὸς  γὰρ πρὸς πάντας  ἡμᾶς ὁ λόγος  ἐπειδὴ  καὶ πάντες ἐθέμεθα πρὸς αὐτὸν συνθήκας ἃς ἐγράψαμεν οὐ μέλανι ἀλλὰ πνεύματι, οὐ καλάμῳ ἀλλὰ γλώττῃ. Τούτῳ γὰρ τῷ καλάμῳ αἱ συνθῆκαι αἱ πρὸς τὸν Θεὸν γράφονται·διὰ τοῦτο καὶ ὁ ∆αβίδ φησιν· «Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.» Ὡμολογήσαμεν αὐτοῦ τὴν δεσποτείαν, ἠρνησάμεθα τὴν τυραννίδα τὴν διαβολικήν, τοῦτο χειρόγραφον  ἐγένετο, τοῦτο συνθήκη, τοῦτογραμματεῖον.

 3.21
Ὁρᾶτε μὴ πάλιν ὑποχείριοι γενώμεθα τῷ γραμματείῳ τούτῳ. Ἦλθεν ἅπαξ ὁ Χριστός, εὗρεν  ἡμῶν  χειρόγραφον  πατρῷον  ὅπερ  ἔγραψεν    Ἀδάμ. Ἐκεῖνος  τὴν  ἀρχὴν εἰσήνεγκε  τοῦ  χρέους, ἡμεῖς  τὸ  δάνειον ηὐξήσαμεν  ταῖς  μετὰ  ταῦτα  ἁμαρτίαις. Κατάρα ἦν ἐκεῖ καὶ ἁμαρτία καὶ θάνατος καὶ νόμου κατάκρισις· πάντα ταῦτα ἀνεῖλεν ὁ  Χριστὸς καὶ  συνεχώρησε.  Καὶ βοᾷ    Παῦλος  λέγων·  «Τὸ  χειρόγραφον  τῶν ἁμαρτιῶν ἡμῶν ὃ ἦν ὑπεναντίον  ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἀπὸ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ.» Οὐκ εἶπεν ἀπαλείψας αὐτό, οὐκ εἶπεν χαράξας ἀλλὰ προσηλώσας αὐτὸ  τῷ  σταυρῷ, ἵνα  μηδὲ  ἴχνος  αὐτοῦ  μείνῃ.  ∆ιὰ τοῦτο  οὐκ  ἀπήλειψεν  ἀλλὰ διέρρηξεν· οἱ γὰρ ἧλοι τοῦ σταυροῦ διέρρηξαν αὐτὸ καὶ διέφθειραν  ἵνα ἄχρηστον γένηται τοῦ λοιποῦ.

 3.22 Καὶ οὐκ ἐν γωνίᾳ καὶ λάθρᾳ ἀλλ' ἐν μέσῳ τῆς οἰκουμένης ἐφ' ὑψηλοῦ τοῦ ἰκρίου τὴν διάλυσιν ἐποιήσατο. Βλεπέτωσαν ἄγγελοι, φησίν, βλεπέτωσαν ἀρχάγγελοι, βλεπέτωσαν αἱ ἄνω δυνάμεις, βλεπέτωσαν καὶ οἱ πονηροὶ δαίμονες καὶ αὐτὸς ὁ διάβολος, οἱ ποιήσαντες ὑπευθύνους ἡμᾶς τῶν ὀφλημάτων ἐπὶ τῶν    δανειστῶν·   διαρρήγνυται    τὸ   χειρόγραφον    ἵνα   μὴ   μετὰ   ταῦτα   ἡμῖν ἐπιπηδήσωσιν.


 3.23 Ἐπεὶ οὖν διερράγη τὸ πρότερον, σπουδάσωμεν ὅπως μὴ γένηται πάλιν  ἄλλο χειρόγραφον· δεύτερος γὰρ σταυρὸς οὐκ ἔστιν, οὐ δευτέρα ἄφεσις διὰ λουτροῦ  παλιγγενεσίας.  Ἄφεσις  μὲν  γὰρ ἔστι, διὰ λουτροῦ  δὲ οὐκἔστι δευτέρα ἄφεσις. Ἀλλὰ μὴ ῥᾳθυμώτεροι γενώμεθα, παρακαλῶ. Ἐξῆλθες ἐξ Αἰγύπτου, ὦ ἄνθρωπε, μηκέτι πάλιν Αἴγυπτον καὶ τὰ Αἰγύπτου ζήτει κακά· μηκέτι τοῦ πηλοῦ καὶ τῆς πλινθείας μέμνησο· πηλὸς γὰρ καὶ πλινθεία τὰ παρόντα τοῦ βίου πράγματα, ἐπεὶ καὶ αὐτὸ τὸ χρυσίον πρὶν ἢ γενέσθαι χρυσίον οὐδὲν ἕτερόν ἐστιν ἢ γῆ.

3.24 Εἶδον θαύματα Ἰουδαῖοι· καὶ σὺ νῦν μείζονα ὄψει καὶ πολλῷ  λαμπρότερα ἢ τότε ὅτε οἱ Ἰουδαῖοι   ἐξῄεσαν   ἐξ   Αἰγύπτου.   Οὐκ  εἶδες   τὸν   Φαραὼ   μετὰ   τῶν   ὅπλων ἀποπνιγόμενον,   ἀλλ'  εἶδες  τὸν  διάβολονμετὰ  τῶν  ὅπλων   καταποντιζόμενον.∆ιέβησαν ἐκεῖνοι  πέλαγος,  διέβης σὺ θάνατον·  ἀπηλλάγησαν  Αἰγυπτίων  ἐκεῖνοι, ἠλευθερώθης  δαιμόνων  σύ· δουλείαν  ἀπέθεντο  βαρβαρικὴν  Ἰουδαῖοι,  σὺ δὲ τὴν πολλῷ καλεπωτέραν  τὴν  τῆς  ἁμαρτίας.

 3.25 Βούλει καὶ  ἑτέρωθεν  μαθεῖν  πῶς μειζόνων ἠξιώθης σύ; Ἰουδαῖοι τότε οὐκ ἠδυνήθησαν ἰδεῖν τὸ πρόσωπον Μωϋσέως δοξαζόμενον καὶ ταῦτα συνδούλου καὶ συγγενοῦς ὄντος· σὺ δὲ τὸ πρόσωπον εἶδες τοῦ Χριστοῦ ἐν τῇ δόξῃ αὐτοῦ. Καὶ βοᾷ Παῦλος λέγων· «Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα.» Εἶχον ἐκεῖνοι τὸν Χριστὸν ἑπόμενον τότε,  ἀλλὰ  πολλῷ  μᾶλλον  ἡμῖν  νῦν  ἕπεται.  Ἐκείνοις  μὲν  γὰρτότε    Κύριος ἠκολούθει διὰ τὴν χάριν Μωϋσέως, ἡμῖν δὲ οὐ διὰ τὴν χάριν Μωϋσέως μόνον ἀλλὰ καὶ διὰ τὴν οἰκείαν ὑμῶν εὐπείθειαν. Ἐκείνοις μετὰ τὴν Αἴγυπτον ἔρημος, σοὶ δὲ μετὰ τὴν ἔξοδον οὐρανός. Εἶχον ἐκεῖνοι ἡγεμόνα καὶ στρατηγὸν ἄριστον Μωσέα, ἔχομεν καὶ ἡμεῖς ἄλλον Μωϋσῆν τὸν Θεὸν προηγούμενον ἡμῖν καὶ στρατηγοῦντα.


3.26 Τί γὰρ τὸ τεκμήριον τοῦ Μωϋσέως ἐκείνου; «Ἦν γάρ, φησίν, Μωσῆς πραότερος ἁπάντων  ἀνθρώπων   τῶν  ἐπὶ  τῆς  γῆς.»  Τοῦτό  τις  εἰπὼν  καὶ  περὶ  τούτου  τοῦ Μωϋσέως οὐκ ἂν ἁμάρτοι. Καὶ γὰρ καὶ τούτῳ συμπαρῆν τὸ πραότατον Πνεῦμα ὡς ὁμοούσιον καὶ συγγενές. Μωϋσῆς τότε ἀνέτεινε  τὰς χεῖρας  εἰς τὸν  οὐρανὸν  καὶ κατήνεγκεν  ἄρτον ἀγγέλων  τὸ μάννα. Οὗτος ὁ Μωϋσῆς ἀνατείνων  τὰς χεῖρας εἰςτὸν οὐρανὸν φέρει τὴν αἰώνιον  τροφήν. Ἐκεῖνος ἔπληξε τὴν πέτραν καὶ ἐξέβαλε ποταμοὺς ὑδάτων· οὗτος ἅπτεται τῆς τραπέζης, πλήττει  τὴν νοητὴν  τράπεζαν καὶ πηγὰς πνεύματος ἀναβλύζειν ποιεῖ. ∆ιὰ τοῦτο καθάπερπηγὴ ἐν τῷ μέσῳ ἡ τράπεζα κεῖται, ἵνα πανταχόθεν τὰ ποίμνια περιρρέῃ τὴν πηγήν, ἵνα ἀπολαύῃ τῶν σωτηρίων ναμάτων.

3.27 Ἐπεὶ οὖν τοιαύτη μὲν ἐνταῦθα ἡ πηγή, τοιαύτη δὲ ἡ ζωὴ καὶ μυρίων ἡ τράπεζα γέμει τῶν ἀγαθῶν καὶ πανταχόθεν ἡμῖν βρύει τὰ δῶρα τὰ πνευματικά, μετὰ ἀληθινῆς  καρδίας προσέλθωμεν, μετὰ συνειδότος καθαροῦ, ἵνα λάβωμεν χάριν καὶ ἔλεον εἰς εὔκαιρον βοήθειαν· χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ μονογενοῦς Υἱοῦ, κυρίου δὲ σωτῆρος ἡμῶν  Ἰησοῦ Χριστοῦ δι'  οὗ καὶ μεθ'  οὗ τῷ  Πατρὶ καὶ τῷ  ζωοποιῷΠνεύματι δόξα, τιμή, κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.