Κυριακή, 3 Νοεμβρίου 2013

5. ΛΟΓΟΣ Εʹ Τοῦ αὐτοῦ παραίνεσις ὥστε τρυφῆς ἀπέχεσθαι καὶ πολυτελείας καὶ μέθης καὶ τὴν συμμετρίαν πάντων προτιμᾶν· καὶ πρὸςτοὺς νεοφωτίστους.




5. ΛΟΓΟΣ Εʹ Τοῦ αὐτοῦ παραίνεσις ὥστε τρυφῆς ἀπέχεσθαι καὶ πολυτελείας καὶ μέθης καὶ τὴν συμμετρίαν πάντων προτιμᾶν· καὶ πρὸςτοὺς νεοφωτίστους.

5.1 Εἰ καὶ ἡ νηστεία παρῆλθεν, ἀγαπητοί, ἀλλὰ μενέτω ἡ εὐλάβεια. Εἰ καὶ ὁ τῆς ἁγίας τεσσαρακοστῆς καιρὸς παρέδραμε, τὴν γοῦν μνήμην αὐτῆς μὴ ἀποθώμεθα. Ἀλλὰ μηδεὶς δυσχεραινέτω, παρακαλῶ, πρὸς τὴν παραίνεσιν· οὔτε γὰρ νηστεύειν ἀναγκάζων πάλιν φημὶ ταῦτα ἀλλὰ βουλόμενος ὑμᾶς καὶ ἀνίεσθαι καὶ ἀκριβεστέραν νῦν  μᾶλλον  τὴν  ἀληθῆ  νηστείαν  ἐπιδείκνυσθαι.  Ἔστι γὰρ  καὶ  μὴ  νηστεύοντα νηστεύειν. Καὶ πῶς; Ἐγὼ λέγω· ὅταν βρωμάτων μὲν μεταλαμβάνωμεν ἁμαρτημάτων δὲ ἀπεχώμεθα. Αὕτη γὰρ ἡ ἐπωφελὴς νηστεία καὶ διὰ ταύτην καὶ ἡ τῶν βρωμάτων ἀποχὴ γίνεται  ἵν' εὐκολώτερον πρὸς τὸν τῆς ἀρετῆς δρόμον τρέχωμεν. Ἂν τοίνυν βουλώμεθα καὶ τοῦ σώματος τὴν προσήκουσαν ἐπιμέλειαν ποιεῖσθαι καὶ τὴν ψυχὴν καθαρὰν  τῶν  ἁμαρτημάτων  διατηρεῖν,  οὕτω  ποιῶμεν  πειθόμενοι.


 5.2 Καὶ γὰρ εὐκολώτερος ἡμῖν οὗτος ἔσται τῆς νηστείας ὁ τρόπος· διότι ἐπ' ἐκείνης τῆς νηστείας, τῆς ἀποχῆς  τῶν  βρωμάτων  λέγω,  πολλῶν  ἤκουον  λεγόντων  βαρέως φέρειν  τῆς ἀσιτίας τὸν πόνον καὶ ἀσθένειαν αἰτιωμένων  σώματος καὶ πολλὰ ἕτερα ἀποδυρομένων καὶ λεγόντων  ὑπὸ τῆς ἀλουσίας καὶ ὑδροποσίας διαφθείρεσθαι. Ἐπὶ δὲ ταύτης τῆς νηστείας οὐδὲν τοιοῦτον ἔστι προβαλέσθαι. Ἔξεστι γὰρ καὶ τούτων ἁπάντων  ἀπολαύειν καὶ τὴν κατάλληλον  τῷ σώματι θεραπείαν προσάγειν καὶ τὴν προσήκουσαν τῆς ψυχῆς ἐπιμέλειαν ποιεῖσθαι. Οὐδενὸς γὰρ τούτων τέως ἀπέχεσθαι νῦν παραινῶ. Ἁμαρτίας μόνον ἀπόστηθι καὶ τὴν ἐκείνης ἀποχὴν διηνεκῶς ἐπιδείκνυσο. Καὶ οὕτω δυνήσῃ ἐν παντὶ  τῷ τῆς ζωῆς χρόνῳ τὴν ἀληθῆ νηστείαν ἐπιτελεῖν. Ἐκείνων μὲν γὰρ ὧν ἀπηριθμησάμεθα, ἡ σύμμετρος ἀπόλαυσις οὐ κεκώλυται· ἡ δὲ ἁμαρτία πάντη ἀπηγόρευται· αὕτη δὲ οὐδαμόθεν τίκτεται ἢ ἀπὸ τῆς τρυφῆς  καὶ ἀδηφαγίας  καὶ πολλῆς  τῆς βλακείας. ∆ιό, παρακαλῶ, ταῦτα ἀκριβῶς ἐπισταμένους  μὴ  τὰ  ἄδικα  εἰς  πρόφασιν  ῥᾳθυμίας  χρησώμεθα.

 5.3  Ὅπερ  γὰρ πολλάκις εἶπον τοῦτο καὶ νῦν ἐρῶ· ὥσπερ ἡ χρεία καὶ ἡ συμμετρία τῆς μεταλήψεως καὶ  τῇ  τοῦ  σώματος  ὑγιείᾳ  καὶ  τῇ  τῆς  ψυχῆς  καταστάσει πολλὴν  παρέχει  τὴν ὠφέλειαν,  οὕτω  πάλιν  ἡ ἀμετρία ἑκατέρωθεν  διαφθείρει  τὸν  ἄνθρωπον.  Ἡ γὰρ ἀδηφαγία καὶ ἡ μέθη τοῦ σώματος ἐκλύει τὸν τόνον καὶ τῆς ψυχῆς διαφθείρει τὴν ὑγίειαν.  ∆ιὸ φεύγωμεν  τὴν ἀμετρίαν καὶ μὴ ῥᾳθύμως περὶ τὴν ἑαυτῶν  σωτηρίαν διακεώμεθα· ἀλλ' εἰδότες ὅτι ῥίζα πάντων τῶν κακῶν ἐστιν, ἐκτέμωμεν αὐτὴν μετὰ ἀκριβείας. Καθάπερ γὰρ ἀπὸ πηγῆς  τινος,  οὕτως  ἀπὸ τῆς  τρυφῆς  καὶ τῆς  μέθης ἅπαντα βλαστάνει τὰ τῶν  ἁμαρτημάτων  εἴδη, καὶ ὅπερ ἐστὶν ἡ καυστικὴ ὕλη τῷ πυρί, τοῦτο ἡ τρυφὴ καὶ ἡ μέθη πρὸς τὸν τῶν ἁμαρτημάτων ὄλισθον· καὶ ὥσπερ ἐκεῖ πλείονα  τὴν πυρὰν ἀνάπτει  καὶ τὴν φλόγα  εἰς ὕψος ἐγείρει ἡ τῆς ὕλης ἀφθονία, οὕτω καὶ ἐνταῦθα τὴν πυρὰν τῶν ἁμαρτημάτων αὔξεσθαι παρασκευάζει τὸ πρὸς τὴν τρυφὴν  καὶ τὴν μέθην ἑαυτοὺς ἐκδιδόναι.


5.4 Καὶ οἶδα μὲν ὅτι συνετοὶ ὄντες οὐκ ἀνέξεσθε μετὰ τὴν ἡμετέραν παραίνεσιν τῆς χρείας ὑπερβῆναι τοὺς ὅρους. Ἐγὼ δὲ νῦν εὐκαίρως παραινῶ οὐ ταύτην μόνον τὴν μέθην ἐκτρέπεσθαι ἀλλὰ καὶ τὴν ἄνευ οἴνου ἐγγινομένην. Καὶ γὰρ αὕτη πάλιν χαλεπωτέρα τυγχάνει. Καὶ μὴ ξενιζέτω ὑμᾶς τὸ λεγόμενον· ἔστι γὰρ καὶ ἄνευ οἴνου μεθύειν. Καὶ ὅτι μεθύειν ἄνευ οἴνου ἔστιν, ἄκουε τοῦ προφήτου λέγοντος· «Οὐαὶ οἱ μεθύοντες οὐκ ἀπὸ οἴνου.» Ποία τοίνυν ἐστὶ μέθη οὐκ ἀπὸ οἴνου; Πολλὴ καὶ διάφορος· καὶ γὰρ ὀργὴ ποιεῖ μέθην καὶ κενοδοξία καὶ ἀπόνοια  καὶ ἕκαστον τῶν  ὀλεθρίων  παθῶν  τῶν  ἐν ἡμῖν  τικτομένων,  ὥσπερ μέθην τινὰ  καὶ κόρον ἐν ἡμῖν  ἐργάζεται καὶ σκοτοῖ τὸν λογισμὸν τὸν ἡμέτερον. Οὐδὲν γάρ ἐστι μέθη ἢ ἔκστασις τῶν κατὰ φύσιν φρενῶν  καὶ παρατροπὴ λογισμῶν καὶ ἔκπτωσις συνέσεως.

5.5 Τί τοίνυν, εἰπέ μοι, ἔλαττον διάκεινται  τῶν ἀπὸ οἴνου μεθυόντων οἱ ὀργιζόμενοι καὶ τῷ θυμῷ μεθύοντες καὶ τοσαύτην ἐπιδεικνύμενοι τὴν ἀμετρίαν  ὡς  κατὰ  πάντων   ὁμοίως  χωρεῖν  καὶ  μήτε  ῥημάτων  φείδεσθαι  μήτε προσώπων  εἰδέναι  διαφοράν.  Καθάπερ γὰρ οἱ μαινόμενοι  καὶ  ἐξεστηκότες κατὰ κρημνῶν ἑαυτοὺς ῥιπτοῦντες οὐκ αἰσθάνονται, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ ὀργιζόμενοι  καὶ  ὑπὸ  τοῦ  θυμοῦ  πολιορκούμενοι.  ∆ιὸ καὶ  σοφός τις  παραστῆσαι βουλόμενος τῆς τοιαύτης μέθης τὸν ὄλεθρόν φησιν· «Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.» Εἶδες πῶς ἐν βραχεῖ ῥήματι τὴν  ὑπερβολὴν  τοῦ ὀλεθρίου  τούτου πάθους  ἡμῖν  ᾐνίξατο;

5.6 Καὶ ἡ κενοδοξία  δὲ πάλιν  καὶ ἡ ἀπόνοια  ἑτέρα μέθη, μᾶλλον  δὲ μέθης χαλεπωτέρα.  Ὁ γὰρ τούτοις  ἁλοῦς τοῖς πάθεσι καὶ αὐτῶν  τῶν αἰσθητηρίων ὡς εἰπεῖν τὸ κριτήριον ἀπόλλυσι καὶ οὐδὲν ἔλαττον πάλιν τῶν μαινομένων   διάκειται.  Καὶ γὰρ  καθ'  ἑκάστην  ἡμέραν  ὑπὸ  τῶν  παθῶν  τούτων σπαραττόμενος   οὐκ  αἰσθάνεται   μέχρις   ἂν  εἰς  αὐτὸν   τὸν   βυθὸν   τῆς  κακίας κατενεχθείς, ἀνιάτοις ἑαυτὸν περιβάλῃ κακοῖς. Φύγωμεν τοίνυν, παρακαλῶ, καὶ τὴν ἀπὸ  τοῦ  οἴνου  μέθην  καὶ  τὴν  ἀπὸ  τῶν  παθῶν  τῶν  ἀτόπων  ἐγγινομένην   ἡμῖν σκότωσιν τῶν  λογισμῶν  καὶ  ἀκούωμεν  τοῦ  κοινοῦ  διδασκάλου  τῆς  οἰκουμένης λέγοντος·  «Μὴ μεθύσκεσθε οἴνῳ  ἐν ᾧ ἐστιν ἀσωτία.»


5.7 Εἶδες πῶς  δῆλον  ἡμῖν ἐποίησε διὰ τοῦ ῥήματος τούτου ὅτι ἔστι καὶ ἑτέρως μεθύειν; Εἰ γὰρ μὴ ἦν καὶ ἑτέρα μέθη, τίνος  ἕνεκεν  εἰπών· μὴ μεθύσκεσθε, προσέθηκεν· οἴνῳ; Καὶ ὅρα αὐτοῦ τῆς σοφίας τὴν ὑπερβολὴν καὶ τῆς διδασκαλίας τὴν ἀκρίβειαν διὰ τῆς ἐπαγωγῆς· εἰπὼν γάρ· μὴ μεθύσκεσθε οἴνῳ, ἐπήγαγεν· ἐν ᾧ ἐστιν ἀσωτία, μονονουχὶ δεικνὺς ἡμῖν ὅτι ἡ τούτου ἀμετρία πάντων ἡμῖν αἰτία γίνεται τῶν κακῶν. «Ἐν ᾧ ἐστί, φησίν, ἀσωτία» τουτέστι δι' οὗ τὸν πλοῦτον  τῆς ἀρετῆς ἀπόλλυμεν.


 5.8 Καὶ ἵνα μάθῃς ὅτι τοῦτο αἰνίττεται, ἐξ αὐτῆς τῆς λέξεως πειράσομαι ὑμῖν τοῦτο ποιῆσαι φανερόν. Ἀσώτους γὰρ ἐκείνους  καλεῖν  εἰώθαμεν  τῶν  νέων  οὓς ἐὰν  ἴδωμεν  τὴν  πατρῴαν  οὐσίαν ἁπλῶς καὶ εἰκῇ καταδαπανῶντας καὶ εἰς οὐδὲν δέον, καὶ οὔτε καιρὸν εἰδότας ἐξόδου οὔτε δαπάνης μέτρον, ἀλλ' ἐν βραχεῖ χρόνῳ πάντα τὸν πατρικὸν πλοῦτον καταναλίσκοντας καὶ εἰς ἐσχάτην πενίαν καταφερομένους. Τοιοῦτοί εἰσι καὶ οἱ ὑπὸ τῆς μέθης τοῦ οἴνου ἁλισκόμενοι· οὐδὲ γὰρ ἴσασι λοιπὸν  δεόντως  διανέμειν  τῆς διανοίας τὸν πλοῦτον, ἀλλὰ καθάπερ οἱ ἄσωτοι τῶν νέων οὕτω καὶ οὗτοι ὑπὸ τῆς μέθης καταβαπτιζόμενοι κἂν ῥήματα προέσθαι δέῃ, κἂν ἀπρεπῆ τινα φθέγξασθαι καὶ ὄλεθρον πολὺν  φέροντα, πάντα ἀδεῶς καὶ λέγουσι καὶ πράττουσι καὶ χεῖρον τῶν ἀσώτων  ἐκείνων  τὴν  τῶν  χρημάτων  οὐσίαν  καταναλισκόντων   εἰς  τὴν  ἐσχάτην πενίαν  τῆς ἀρετῆς ἑαυτοὺς ἐμβάλλουσι, καὶ τὰ ἀπόρρητα τῆς διανοίας  πολλάκις ἐκφέροντες οὐκ αἰσθάνονται, καὶ πᾶσαν αὐτῶν τῆς διανοίας τὴν ὕπαρξιν καταναλώσαντες ἔρημοι καὶ γυμνοὶ πάσης εὐλαβείας καὶ συνέσεως ἀθρόον γίνονται.


5.9 Ὁ γὰρ μεθύων οὐκ οἶδεν οἰκονομῆσαι τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ἀλλ' ὥσπερ οἰκία πάντοθεν  ἀνεῳγμένη  καὶ πᾶσιν εὐεπίβατος τοῖς ἐπιβουλεύουσι τυγχάνουσα, οὕτως ἐστὶν ἡ τοῦ τοιούτου διάνοια ἀναπεπταμένη  καὶ ὑπὸ τῶν ὀλεθρίων  παθῶν σπαραττομένη. Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ προδοσία λογισμῶν  καὶ συμφορὰ καταγελωμένη  καὶ  νόσημα  χλευαζόμενον.  Μέθη αὐθαίρετός  ἐστι  δαίμων,  μέθη σκότωσις λογισμῶν, μέθη συνέσεως ἐρημία, μέθη τῶν ἐκ σαρκὸς παθῶν ὑπέκκαυμα. Τὸν γὰρ ὑπὸ δαίμονος ἐνοχλούμενον πολλάκις καὶ ἐλεοῦμεν· τούτῳ δὲ καὶ ἀγανακτοῦμεν καὶ ὀργιζόμεθα. Τίνος ἕνεκεν; Ὅτι ἐκεῖνο μὲν ἐπήρεια τοῦ δαίμονός ἐστι, τοῦτο δὲ ῥᾳθυμίας καὶ πολλῆς ἀκρασίας δεῖγμα, καὶ ἐκεῖνο μὲν ἐπιβουλὴ τοῦ διαβόλου, τοῦτο δὲ ἐπιβουλὴ τῶν οἰκείων λογισμῶν.

 5.10 Καὶ ἵνα μάθῃς ὅτι οὕτως ἔχει, ὅρα μοι αὐτὸν τὰ αὐτὰ ὑπομένοντα τῷ δαιμονῶντι  ἢ καὶ χαλεπώτερα. Ὥσπερ γὰρ ὁ δαιμονῶν  ἀφρὸν ἐκ τοῦ στόματος ἀφίησι καὶ καταπίπτει καὶ ἀκίνητος μένει πολλάκις ἐπὶ τοῦ ἐδάφους, οὐδὲ τοὺς παρόντας ἐπιγινώσκων ἀλλὰ διαστρέφων τῶν ὀφθαλμῶν  τὰς κόρας, τὸν  αὐτὸν  δὴ τρόπον καὶ ὁ μεθύων,  ἐπειδὰν  ἡ τοῦ οἴνου ἀμετρία ἐπεισελθοῦσα διαφθείρῃ  τὸ κριτήριον  τῶν  λογισμῶν,  ὁμοίως  ἐκείνῳ  οὐ μόνον ἀφρὸν ἐκ τοῦ στόματος προΐεται οὐδὲ τῶν νεκρῶν χεῖρον ἐρριμμένος κεῖται, ἀλλὰ καὶ χυμὸν πολλάκις σεσηπότα ἐκ τοῦ στόματος προΐησι. Καὶ ἐντεῦθεν λοιπὸν γίνεται καὶ φίλοις ἀηδὴς καὶ γυναικὶ ἐπαχθὴς καὶ παισὶ καταγέλαστος καὶ οἰκέταις εὐκαταφρόνητος καὶ πᾶσιν ἁπλῶς τοῖς ὁρῶσιν ἀσχημοσύνης ὑπόθεσις πρόκειται καὶ γέλωτος.


5.11 Εἶδες πῶς καὶ τῶν δαιμονώντων  ἀθλιώτερον  οἱ τοιοῦτοι διάκεινται; Βούλει μαθεῖν μετὰ τούτων  ἁπάντων  καὶ τὸ κεφάλαιον  τῶν κακῶν; Τοσαῦτα γὰρ εἰρηκὼς  οὐδέπω  τὸν  κολοφῶνα   ἐπήγαγον·    μεθύων  καὶ  τῆς  βασιλείας  τῶν οὐρανῶν  ἀλλότριος  γίνεται.  Καὶ ἄκουε  τοῦ  μακαρίου  Παύλου  λέγοντος·  «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι,  οὔτε μοιχοί, οὔτε ἀρρενοκοῖται, οὔτε μέθυσοι βασιλείαν Θεοῦ κληρονομήσουσιν.» Ἀλλ' ἴσως εἴποι τις ἄν· Τί οὖν; Καὶ ὁ εἰδωλολάτρης καὶ ὁ μοιχὸς καὶ ὁ μέθυσος ὁμοίως τῆς βασιλείας ἐκτὸς γίνονται; –Μὴ παρ' ἐμοῦ ταῦτα θέλε μανθάνειν,  ἀγαπητέ. Ἐγὼ γὰρ θεῖον ἀνέγνων  νόμον οὕτως ἔχοντα· μὴ τοίνυν  ταῦτα περιεργάζου εἰ τὴν  αὐτὴν  τιμωρίαν  ἐκείνοις  δίδωσιν  ὁ μεθύων ἀλλ' ἐκεῖνο σκόπει ὅτι ὁμοίως τῆς βασιλείας τὴν στέρησιν ὑπομένει· ὁ δὲ ταύτης ἐκτὸς γεγονώς, ποίαν ἕξει λοιπὸν παραμυθίαν;


 5.12 Καὶ ταῦτα νῦν λέγω, οὐ τῶν παρόντων  καταγινώσκων,  μὴ γένοιτο· πέπεισμαι γὰρ ὅτι καθαροὶ τοῦ πάθους ὑμεῖς τυγχάνετε  διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ τούτου μέγιστον ποιοῦμαι δεῖγμα τὴν ἐνταῦθα μετὰ προθυμίας ὑμῶν συνέλευσιν, τὴν σπουδὴν τὴν περὶ τὴν ἀκρόασιν τῆς πνευματικῆς  ταύτης  διδασκαλίας. Οὐδὲ γὰρ ἔνι  τὸν  μὴ νήφοντα  καὶ ἐγρηγορότα θείων λογίων  ἐπιθυμεῖν. Ἀλλὰ ταῦτα λέγω βουλόμενος δι' ὑμῶν καὶ τοὺς ἄλλους ἅπαντας  παιδεύεσθαι  καὶ  ὑμᾶς  ἀσφαλεστέρους γενέσθαι  ὥστε μηδέποτε  ἁλῶναι τούτῳ τῷ πάθει.


5.13 Οἱ γὰρ τοιοῦτοι καὶ αὐτῶν τῶν ἀλόγων ἂν εἶεν ἀλογώτεροι. Καὶ πῶς; Ἐγὼ λέγω· τὰ ἄλογα ἐπειδὰν διψῇ μέχρι τῆς χρείας τὴν ἐπιθυμίαν ἵστησι καὶ οὐκ ἄν ποτε ἀνάσχοιτο ὑπερβῆναι τὴν χρείαν· ἄνθρωποι δὲ οἱ λογικοὶ οὐ τοῦτο σκοποῦσιν ὅπως τὸ δίψος παραμυθήσωνται, ἀλλ' ὅπως ὑποβρύχιοι γενόμενοι χαλεπώτερον  ἑαυτοῖς ἐργάσωνται  τὸ ναυάγιον.  Καθάπερ γὰρ πλοῖον  ὑπέραντλον γεγονὸς ταχέως καταβαπτίζεται, οὕτω καὶ ἄνθρωπος ὑπερβὰς τῆς χρείας τοὺς ὅρους καὶ μεῖζον ἐπιθεὶς  τὸ φορτίον  τῇ γαστρὶ κατέδυσεν αὐτοῦ τὴν  διάνοιαν  καὶ τῆς ψυχῆς  τὴν  εὐγένειαν  ἐλυμήνατο. 


5.14 ∆ιὸ πολλὴν  ὑμᾶς προσήκει ποιεῖσθαι  τὴν φροντίδα,  ἀγαπητοί, ὥστε τοὺς πλησίον διορθοῦν καὶ ἐξαρπάζειν τοῦ κλυδωνίου τούτου, ἵνα μὴ μόνον ὑπὲρ τῶν καθ' ἑαυτοὺς ἀλλὰ καὶ τῆς ἑτέρων σωτηρίας πολὺν κομίσησθε τὸν μισθόν. Οὕτω καὶ Παῦλος ἔλεγε· «Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ πλησίον συμφέρον.» Καὶ πάλιν· «Οἰκοδομεῖτε εἷς τὸν ἕνα.» Μὴ τοίνυν  τοῦτο ἴδῃς ὅτι αὐτὸς ὑγιαίνεις καὶ ἀπήλλαξαι τῆς νόσου, ἀλλὰ πολλὴν ποιοῦ τὴν φροντίδα καὶ τὴν μέριμναν ὥστε καὶ τὸ μέλος τὸ σὸν ἐλευθερωθῆναι τῆς ἐντεῦθεν βλάβης καὶ τὴν  νόσον  διαφυγεῖν.   «Μέλη  γάρ  ἐσμεν  ἀλλήλων   καὶ  εἴτε  πάσχει  ἓν  μέλος συμπάσχειν χρὴ πάντα τὰ μέλη καὶ εἴτε δοξάζεται ἓν μέλος συγχαίρειν δεῖ πάντα τὰ μέλη.»


5.15 Οὐ τοσαύτης ὑμῖν παραινέσεως καὶ συμβουλῆς ἦν χρεία κατὰ τὸν τῆς ἁγίας τεσσαρακοστῆς καιρὸν ὅση νῦν. Τότε μὲν γὰρ ἡ τῆς νηστείας ὑπόθεσις καὶ ἄκοντας  ὑμᾶς ἐσωφρόνιζε· νυνὶ  δὲ δέδοικα καὶ φοβοῦμαι τὴν ἄδειαν καὶ τὴν ἐκ ταύτης τικτομένην ῥᾳθυμίαν. Πρὸς οὐδὲν γὰρ οὕτως ἄχρηστον ἡ ἀνθρωπίνη φύσις ὡς πρὸς ἄνεσιν· διὸ καὶ ὁ φιλάνθρωπος  δεσπότης ἄνωθεν καὶ ἐκ προοιμίων ὥσπερ χαλινόν  τινα ἐπιθεὶς τῷ τῶν ἀνθρώπων γένει πόνῳ καὶ ταλαιπωρίᾳ τὸν ἄνθρωπον κατεδίκασε, πολλὴν  τῆς σωτηρίας ἡμῶν τὴν πρόνοιαν ποιούμενος.


5.16 ∆ιηνεκῶς γὰρ δεόμεθα χαλινοῦ ὥστε εὔτακτα βαδίζειν, ἐπεὶ καὶ Ἰουδαῖοι ἐντεῦθεν τὴν ἄνωθεν ὀργὴν ἐπεσπάσαντο. Ὅτε γὰρ πολλῆς ἀπέλαυσαν τῆς ἀνέσεως καὶ ἐν ἀδείᾳ γεγόνασι, τῆς σκληρᾶς δουλείας ἀπαλλαγέντες τῆς ἐν Αἰγύπτῳ, δέον πλείονα τὴν εὐχαριστίαν ποιεῖν καὶ τὴν δοξολογίαν σπουδαιότερον ἀναφέρειν  τῷ δεσπότῃ καὶ εὐγνώμονας γίνεσθαι περὶ τὸν τοσαύτας εὐεργεσίας εἰς αὐτοὺς καταθέμενον. Οἱ δὲ τὸ ἐναντίον ἐποίησαν καὶ ὑπὸ πολλῆς ἀνέσεως ἐξετραχηλίσθησαν. ∆ιά τοι τοῦτο κατηγοροῦσα αὐτῶν ἡ θεία γραφή φησιν· «Ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, ἐλιπάνθη καὶ ἐπαχύνθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος.»



5.17 Μετὰ γὰρ τὰ πολλὰ θαύματα ἐκεῖνα καὶ τὰ σημεῖα τὰ παράδοξα καὶ τῆς θαλάττης τὴν διάβασιν καὶ τὸν τῶν Αἰγυπτίων ὄλεθρον καὶ τὴν ξένην καὶ καινὴν τοῦ μάννα τροφήν, ἔτι ἔναυλον ἔχοντες τῶν εὐεργεσιῶν τὴν   μνήμην,   ἐπειδὴ   ἐν   πολλῇ   ἀνέσει   γεγόνασι,   λήθην   ἁπάντων   ἐκείνων ποιησάμενοι μόσχον κατασκευάσαντες προσεκύνουν λέγοντες· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἱ ἐξαγαγόντες  σε ἐκ γῆς Αἰγύπτου.» Ὢ τῆς ἀγνωμοσύνης, ὢ τῆς πολλῆς ἀναισθησίας. Τοιοῦτον γὰρ αὐτῶν ἀεὶ τὸ ἔθος καὶ ὅταν μὲν ἀνέσεως λάβωνται κατὰ κρημνῶν φέρονται καὶ ἐπιλανθάνονται τοῦ εὐεργέτου· ὅταν δὲ μικρὸν στενοχωρηθῶσι, τότε  συστέλλονται  καὶ ταπεινοῦνται.  ∆ιὸ καὶ ὁ μακάριος ∆αβὶδ τοῦτο δηλῶν ἔλεγεν· «Ὅταν ἀπέκτεννεν  αὐτούς, τότε ἐξεζήτουν αὐτόν.»


5.18 Ἀλλὰ τοιοῦτο τῶν ἀγνωμόνων  οἰκετῶν καὶ τῶν ἀναισθήτων Ἰουδαίων τὸ ἔθος. Ἡμεῖς δέ, παρακαλῶ, διηνεκῶς τὰς τοῦ Θεοῦ δωρεὰς ἐπὶ τῆς διανοίας στρέφοντες καὶ ἀναμιμνῃσκόμενοι  τῶν  εὐεργεσιῶν αὐτοῦ τὸ μέγεθος καὶ τὸ πλῆθος εὐγνώμονες γινώμεθα καὶ διὰ παντὸς τὸν τῶν ἀγαθῶν ἡμῖν αἴτιον ἐπιγινώσκωμεν καὶ ἀξίαν τῶν εὐεργεσιῶν τὴν πολιτείαν ἐπιδειξώμεθα καὶ καθ' ἑκάστην ἡμέραν τῆς ἑαυτῶν ψυχῆς τὴν ὑγίειαν  πραγματευώμεθα. Καὶ μάλιστα ὑμεῖς οἱ πρόσφατον τῆς θείας καταξιωθέντες   μυσταγωγίας  καὶ  τὰ  τῶν  ἁμαρτημάτων  ἀποθέμενοι  φορτία  καὶ λαμπρὰν τὴν στολὴν περιβαλόμενοι· καὶ τί λέγω λαμπρὰν στολήν, οἱ τὸν Χριστὸν αὐτὸν ἐνδεδυμένοι καὶ τὸν τῶν ὅλων δεσπότην ἔνοικον δεξάμενοι, ἀξίαν τοῦ ἐνοικοῦντος   τὴν   πολιτείαν   ἐπιδείξασθε  ἵνα   καὶ  πλείονα   τὴν   ἄνωθεν   χάριν ἐπισπάσησθε καὶ μιμηταὶ γενέσθαι σπουδάσητε τοῦ προτέρου μὲν διώκτου μετὰ δὲ ταῦτα  ἀποστόλου  γενομένου. 

5.19 Ὃς  ἡνίκα  μὲν  ἐβαπτίσθη  καὶ  τῷ  φωτὶ  τῆς ἀληθείας κατηυγάσθη, εὐθέως μὲν καὶ οὕτω μέγας γέγονε, πολλῷ δὲ μείζων ἐγένετο τοῦ χρόνου προϊόντος. Ἐπειδὴ γὰρ τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε, τὸν ζῆλον, τὴν προθυμίαν, τὸ φρόνημα  τὸ γενναῖον,  τὸν πόθον τὸν ζέοντα, τὴν ὑπεροψίαν  τῶν παρόντων, ἐπέρρει αὐτῷ λοιπὸν καὶ τὰ παρὰ τῆς τοῦ Θεοῦ χάριτος μετὰ πολλῆς τῆς δαψιλείας. Καὶ ὁ πρὸ τούτου ἀκάθεκτον τὴν μανίαν ἐπιδεικνύμενος  καὶ πανταχοῦ διατρέχων καὶ διὰ πάντων πολεμῶν τῷ τῆς εὐσεβείας λόγῳ, ἐπειδὴ ἐπέγνω τὴν τῆς ἀληθείας ὁδόν, εὐθέως καὶ συνέχυνε τοὺς ἀγνώμονας Ἰουδαίους καὶ «διὰ θυρίδος ἐν σαργάνῃ» ἐχαλᾶτο ἵνα δυνηθῇ διαφυγεῖν  τῶν μαινομένων  Ἰουδαίων τὴν ὠμότητα. Εἴδετε ἀθρόαν μεταβολήν; Εἴδετε τοῦ Πνεύματος τὴν χάριν πῶς αὐτοῦ τὴν ψυχὴν μετερρύθμισε, πῶς  αὐτοῦ  τὴν  γνώμην  μετέβαλε, πῶς  καθάπερ πῦρ εἰς  ἀκάνθας ἐμπεσόν, οὕτως ἡ τοῦ Πνεύματος χάρις ἐπεισελθοῦσα καὶ τῶν  ἁμαρτημάτων  τὰς ἀκάνθας  ἠφάνισε  καὶ ἀδάμαντος  αὐτὸν  στερρότερον εἰργάσατο;


5.20 Τοῦτον καὶ ὑμεῖς μιμήσασθε, παρακαλῶ, καὶ δυνήσεσθε οὐ πρὸς δύο καὶ τρεῖς καὶ δέκα ἡμέρας καὶ εἴκοσι μόνον καλεῖσθαι νεοφώτιστοι,  ἀλλὰ καὶ δέκα καὶ εἴκοσι καὶ τριάκοντα παρελθόντων ἐτῶν καὶ διὰ πάσης ὡς εἰπεῖν τῆς ζωῆς ταύτης ἀξιοῦσθαι τῆς προσηγορίας. Ἐὰν γὰρ τὸ ἐν ἡμῖν φῶς, τοῦ Πνεύματος λέγω τὴν χάριν, σπουδάζωμεν διὰ  τῆς  τῶν  ἀγαθῶν  ἔργων  πράξεως  φαιδρότερον  ἀπεργάζεσθαι ὥστε μηδέποτε κατασβεσθῆναι,  διὰ  παντὸς  τοῦ  χρόνου  ταύτης  ἀπολαύσομεν  τῆς  προσηγορίας. Ὥσπερ γὰρ ἔστι τὸν νήφοντα  καὶ ἐγρηγορότα καὶ ἀξίαν πολιτείαν  ἐπιδεικνύμενον διηνεκῶς εἶναι νεοφώτιστον,  οὕτω πάλιν ἔστι καὶ μετὰ μίαν ἡμέραν ῥᾳθυμήσαντα ἀνάξιον γενέσθαι ταύτης τῆς προσηγορίας.



 5.21 Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος διὰ τῆς μετὰ  ταῦτα  ἀρετῆς  πλείονα  τὴν  ἄνωθεν  ἐπισπασάμενος ῥοπήν,  διηνεκῶς  ἐν  τῇ φαιδρότητι ταύτῃ διέμεινε, λαμπρότερον ἐν αὐτῷ τῆς ἀρετῆς τὸ φῶς ἐργαζόμενος. Ὁδὲ Σιμὼν ἐκεῖνος ὁ μάγος, ἐπειδὴ μετανοήσας ἐπὶ τὴν διὰ τοῦ βαπτίσματος δωρεὰν ἔδραμε καὶ τῆς χάριτος μὲν ἀπέλαυσε καὶ τῆς φιλοτιμίας τῆς δεσποτικῆς, οὐκ ἀξίαν δὲ  γνώμην  εἰσήνεγκεν  ἀλλὰ  πολλὴν  τὴν  ῥᾳθυμίαν  ἐπεδείξατο,  ἀθρόον  ἔρημος ἐγένετο τῆς τοσαύτης δωρεᾶς ὡς καὶ συμβουλὴν δέξασθαι παρὰ τοῦ πρώτου τῶν ἀποστόλων διὰ μετανοίας τὸ μέγεθος τοῦ πλημμελήματος ἰάσασθαι· «Μετανόησον γάρ, φησίν, ἀπὸ τῆς κακίας σου ταύτης, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου.»


5.22 Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐνταῦθα συνειλεγμένων τοιοῦτόν τι ὑποστῆναί ποτε, ἀλλὰ κατὰ τὸν μακάριον Παῦλον πάντας εἰς τοσαύτην ἐπιδοῦναι τὴν ἀρετὴν ὡς δαψιλεστέρας ἀξιωθῆναι τῆς παρὰ τοῦ δεσπότου φιλοτιμίας. Μὴ γὰρ τὰ τυχόντα ἐστίν, ἀγαπητέ, ὧν ἠξιώθημεν· πᾶσαν ἀνθρωπίνην  ὑπερβαίνει διάνοιαν, νικᾷ τὸν λογισμὸν  τὸν  ἡμέτερον  τῶν  δεδωρημένων  τὸ μέγεθος.  Ἐννόησον γάρ μοι ὅσην ἀρχὴν  ἐνεπιστεύθης  καὶ  οἷον  ἀξίωμα  ἔλαβες  παρὰ τοῦ  τῶν  ὅλων  βασιλέως.  Ὁ πρότερον  γὰρ  δοῦλος,    αἰχμάλωτος,    προσκεκρουκώς, εἰς  υἱοθεσίαν  ἀθρόον ἀνηνέχθης.  Οὐκοῦν μὴ ῥᾳθυμήσῃς μηδὲ συγχωρήσῃς ἀφαιρεθῆναί  σου τοῦτο  τὸ ἀξίωμα μηδὲ ἔρημόν σε γενέσθαι τοῦ πλούτου τούτου τοῦ πνευματικοῦ. Ἐὰν γὰρ σὺ μὴ βουληθῇς, οὐδείς ποτε ἀφελέσθαι δυνήσεται τὰ παρὰ τοῦ Θεοῦ σοι δεδωρημένα.



5.23 Καίτοι ἐπὶ τῶν ἀνθρωπίνων  πραγμάτων τοῦτο οὐκ ἔνι. Ὅταν γάρ τις ἀξιώματός τινος τύχῃ παρὰ τοῦ τῆς γῆς βασιλέως, οὐκ ἐν τῇ αὐτοῦ γνώμῃ κεῖται ἡ ἀφαίρεσις, ἀλλ' ὁ τὴν ἀξίαν παρασχὼν αὐτὸς καὶ τῆς ἀφαιρέσεώς ἐστι κύριος καὶ ὅτε βούλεται γυμνοῖ τῆς ἀξίας τὸν εἰληφότα καὶ ἰδιώτην  ἀθρόον ἀπεργάζεται καὶ παραλύει τῆς ἀρχῆς. Ἐπὶ δὲ τοῦ βασιλέως τοῦ ἡμετέρου τοὐναντίον  ἅπαν· τὸ γὰρ ἀξίωμα διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ἅπαξ ἡμῖν δωρηθέν, τὴν υἱοθεσίαν λέγω, τὸν ἁγιασμόν, τοῦ Πνεύματος τὴν χάριν, εἰ μὴ ῥᾳθυμήσαιμεν, οὐδεὶς οὐδέποτε ἡμῶν ἀφελέσθαι ταῦτα δυνήσεται. Καὶ τί λέγω ἀφελέσθαι, ἐὰν γὰρ ἴδῃ εὐγνώμονας  γεγενημένους παρὰ τὰ ἤδη παρασχεθέντα καὶ προσθήκην ἡμῖν ἐργάζεται καὶ μετὰ πολλῆς τῆς φιλοτιμίας πάλιν  αὔξει τὰς παρ' ἑαυτοῦ δωρεάς.


5.24 Εἰδότες τοίνυν  ὅτι μετὰ τὴν τοῦ Θεοῦ χάριν ἐν ἡμῖν κεῖται τὸ πᾶν καὶ ἐν τῇ σπουδῇ τῇ ἡμετέρᾳ, εὐγνώμονες  γενώμεθα περὶ τὰ ἤδη δωρηθέντα ἵνα καὶ μειζόνων ἑαυτοὺς ἀξίους καταστήσωμεν. ∆ιὸ παρακαλῶ, οἵ τε πρόσφατον ἀξιωθέντες  τῆς θείας δωρεᾶς πολλὴν  τὴν  φυλακὴν ἐπιδείξασθε καὶ τὸ παρασχεθὲν ὑμῖν ἔνδυμα πνευματικὸν  καθαρὸν καὶ ἀκηλίδωτον διαφυλάττετε,  οἵ  τε  πάλαι  ταύτης  τυχόντες  τῆς  δωρεᾶς  πολλὴν  τοῦ  βίου  τὴν μεταβολὴν ἐπιδειξώμεθα. Ἔστι γάρ, ἔστιν ἐπάνοδος ἐὰν βουλώμεθα καὶ δυνατὸν εἰς τὴν  προτέραν ἐπανελθεῖν  εὐμορφίαν  καὶ φαιδρότητα  ἐὰν μόνον  τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν.


 5.25 Ἐπὶ  μὲν  γὰρ  τοῦ  σωματικοῦ  κάλλους  ἀμήχανον  τὴν  ἅπαξ ἄμορφον γενομένην ὄψιν καὶ ὑπὸ γήρως ἢ ὑπὸ νόσου ἢ ὑπὸ ἑτέρας τινὸς σωματικῆς περιστάσεως τὸ πρότερον ἀπολέσασαν κάλλος εἰς ἀκμὴν πάλιν ἐπανελθεῖν. Φύσεως γάρ  ἐστι τὸ  πάθος  καὶ  διὰ  τοῦτο  ἀδύνατον  πρὸς τὴν  προτέραν  ἐπανελθεῖν  τῆς εὐμορφίας  φαιδρότητα.  Ἐπὶ δὲ  τῆς  ψυχῆς,  ἐὰν  βουλώμεθα,  καὶ  τοῦτο  γενέσθαι δυνατὸν διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν,  καὶ τὴν ἅπαξ καταρρυπωθεῖσαν καὶ διὰ τοῦ τῶν ἁμαρτημάτων πλήθους δυσειδῆ καὶ αἰσχρὰν γενομένην ταχέως ἐπὶ τὴν προτέραν ἐπανελθεῖν εὐμορφίαν, εἰ πολλὴν καὶ ἀκριβῆ τὴν μετάνοιαν ἐπιδειξαίμεθα.

 5.26 Ἀλλὰ  ταῦτα  μὲν  πρὸς  ἐμαυτὸν  λέγω  καὶ  τοὺς  πάλαι  τοῦ βαπτίσματος ἀξιωθέντας. Ὑμεῖς δὲ οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, ἐμοὶ πείσθητε, καὶ παντὶ  τρόπῳ  σπουδάσατε καθαρὸν  ὑμῶν  τὸ ἔνδυμα  διατηρῆσαι·  πολλῷ  γὰρ βέλτιον  ὑπὲρ τῆς  φαιδρότητος  νῦν  ἔχειν  τὴν  μέριμναν  καὶ  τὴν  φροντίδα  ὥστε διηνεκῶς ἐν καθαρότητι διαμένειν καὶ μηδεμίαν δέξασθαι κηλῖδα ἢ ῥᾳθυμήσαντας ὕστερον δακρύειν καὶ κόπτεσθαι ὥστε τὸν ἐπιγενόμενον  ἀποσμήξασθαι ῥύπον. Μὴ δὴ  τὰ  αὐτὰ  ἡμῖν  πάθητε,  παρακαλῶ,  ἀλλ'    τῶν  προλαβόντων  ῥᾳθυμία  ὑμῖν ἀσφαλείας ὑπόθεσις γενέσθω.


 5.27 Καὶ καθάπερ στρατιῶται πνευματικοί, γενναῖοικαὶ ἐγρηγορότες, οὕτω καθ' ἑκάστην ἡμέραν ἀποσμήχετε τὰ ὅπλα ὑμῶν τὰ πνευματικά, ἵνα βλέπων ὁ πολέμιος τῶν ὅπλων τὴν ἀστραπὴν πόρρω γένηται  καὶ μηδὲ πλησίον ἑστάναι νομίσῃ. Ὅταν γὰρ ἴδῃ μὴ μόνον ἀστράπτοντα τὰ ὅπλα ἀλλὰ καὶ ὑμᾶς πανταχόθεν  πεφραγμένους καὶ τὸν τῆς διανοίας ὑμῶν θησαυρὸν καθάπερ οἶκόν τινα μετὰ ἀκριβείας ἠσφαλισμένον, ἐγκαλυψάμενος  ἄπεισιν, εἰδὼς ὡς οὐδὲν αὐτῷ πλέον ἔσται κἂν μυριάκις ἐπιθέσθαι ἐπιχειρήσῃ. Εἰ γὰρ καὶ ἀναίσχυντός ἐστι καὶ ἰταμὸς καὶ θηρίου παντὸς  πικρότερος, ἀλλ' ὁρῶν  ὑμῶν  τὴν  παντευχίαν  τὴν πνευματικὴν καὶ τὴν ἰσχὺν τὴν παρὰ τοῦ Πνεύματος ὑμῖν δεδομένην, ἀκριβέστερον τὴν οἰκείαν ἀσθένειαν καταμανθάνων μετὰ πολλῆς τῆς αἰσχύνης ἀφίσταται, σφόδρα καταγνοὺς  ἑαυτοῦ  καὶ γινώσκων  ὡς  ἀνηνύτοις  ἐπιχειρεῖ. 

5.28 Νήφωμεν  τοίνυν ἅπαντες, παρακαλῶ, καὶ οἱ πάλαι τῆς δωρεᾶς ταύτης ἀξιωθέντες ὥστε δυνηθῆναι εἰς τὴν προτέραν εὐμορφίαν ἐπανελθεῖν  καὶ τὸν ἐπιγενόμενον  ἀποκαθήρασθαι ῥύπον, καὶ  οἱ  πρόσφατον  τῆς  φιλοτιμίας   ἀπολαύσαντες   τῆς  βασιλικῆς,  πολλὴν   τὴν ἀγρυπνίαν  καὶ τὴν ἀσφάλειαν ἐπιδείξασθε ὥστε ἐν διηνεκεῖ καθαρότητι διαμένειν καὶ μηδεμίαν ῥυτίδα ἢ σπίλον δέξασθαι ἐκ τῆς τοῦ διαβόλου μηχανῆς, ἀλλ' ὡσανεὶ παρόντος τούτου καὶ πλησίον ἑστῶτος καὶ τὰ τῆς πονηρίας ἐξακοντίζοντος  βέλη, οὕτω πανταχόθεν ἑαυτοὺς περιφράττωμεν καὶ μετὰ πολλῆς αὐτῷ τῆς σπουδῆς ἀντιταττώμεθα, πολλὴν τῆς οἰκείας σωτηρίας ποιούμενοι τὴν πρόνοιαν, ἵνα καὶ τὰς ἐκείνου μηχανὰς διαφυγεῖν δυνηθῶμεν καὶ αὐτοὶ ἄτρωτοι διαμείναντες τὴν ἄνωθεν συμμαχίαν ἐπισπασώμεθα. Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.