Κυριακή, 3 Νοεμβρίου 2013

7. ΛΟΓΟΣ Ζʹ. Τοῦ αὐτοῦ ὅτι μεγίστης ὠφελείας ἡμῖν ὑπόθεσις γίνεται τὰ λείψανα τῶν ἁγίων μαρτύρων




7. ΛΟΓΟΣ Ζʹ. Τοῦ αὐτοῦ ὅτι μεγίστης ὠφελείας ἡμῖν ὑπόθεσις γίνεται τὰ λείψανα τῶν ἁγίων μαρτύρων καὶ ὅτι δεῖ ὑπερορᾶν τῶν βιωτικῶν ἁπάντων καὶ τῶν πνευματικῶν ἔχεσθαι καὶ ὅσον ἀγαθὸν εὐχὴ καὶ ἐλεημοσύνη· καὶ εἰς τοὺς νεοφωτίστους.

7.1 Πολλὴν καὶ διάφορον περὶ τὸ τῶν ἀνθρώπων γένος ἐπιδεικνύμενος  τὴν ἑαυτοῦ πρόνοιαν ὁ φιλάνθρωπος  Θεὸς οὐ μόνον τὴν κτίσιν ἅπασαν ἐδημιούργησε καὶ τὸν οὐρανὸν ἐξέτεινε καὶ τὴν θάλασσαν ἥπλωσε καὶ ἥλιον ἀνῆψε καὶ σελήνην φαίνειν παρεσκεύασε καὶ τὴν γῆν πρὸς οἴκησιν ἐχαρίσατο καὶ τὰ ἀπὸ τῆς γῆς ἅπαντα πρὸς διατροφὴν καὶ σύστασιν τῶν ἡμετέρων παρέσχε σωμάτων, ἀλλὰ καὶ τῶν ἁγίων μαρτύρων ἡμῖν τὰ λείψανα κεχάρισται, καὶ τὰς ψυχὰς αὐτὸς λαβών, «δικαίων γάρ, φησί, ψυχαὶ ἐν χειρὶ Θεοῦ», τὰ σώματα ἡμῖν τέως κατέλιπεν ἱκανὴν παράκλησιν καὶ παραμυθίαν  ἵνα  παρὰ τοὺς τάφους  τῶν  ἁγίων  τούτων  γινόμενοι,  εἰς ζῆλον  καὶ μίμησιν διεγειρώμεθα καὶ διὰ τῆς ὄψεως ὑπόμνησιν λαμβάνωμεν τῶν αὐτοῖς κατορθωμένων  καὶ  τῶν  ἐπὶ  τοῖς  κατορθώμασιν  ἀμοιβῶν  τῶν  ἀποκειμένων


.
 7.2Μέγα γὰρ ὄφελος ταῖς ἡμετέραις ψυχαῖς ἐντεῦθεν προσγίνεται ἐὰν νήφωμεν· οὐδὲ γὰρ οὕτω λόγος παιδεῦσαι δύναται  καὶ πρὸς φιλοσοφίαν  ἐναγαγεῖν  καὶ τὴν τῶνπαρόντων  ὑπεροψίαν ὡς τὰ πάθη τῶν μαρτύρων σάλπιγγος λαμπροτέραν ἀφιένταφωνὴν καὶ πᾶσι διὰ τῶν πραγμάτων δεικνύντα τῆς ἀμοιβῆς τῶν ἐνταῦθα πόνων τὸ μέγεθος  καὶ τῆς  ἀντιδόσεως  τὴν  ὑπερβολήν.  Ὅσον γὰρ λείπεται  λόγος  πράξεως τοσοῦτον τὰ παρ'  ἡμῶν  λεγόμενα  τῆς παρὰ τῶν  ἁγίων  τούτων  διδασκαλίας. 

7.3Ὅταν τοίνυν ἐνταῦθα παραγενόμενος, ἀγαπητέ, ἀναλογίσῃ τῇ διανοίᾳ ὅτι ὁ δῆμος οὗτος ἅπας μετὰ τοσαύτης σπουδῆς συντρέχειν ἐπείγεται ὥστε τὴν κόνιν περιπτύξασθαι καὶ τὴν ἐντεῦθεν εὐλογίαν καρπώσασθαι, πῶς οὐχὶ μετάρσιος γενήσῃ λοιπὸν τῇ διανοίᾳ καὶ τὸν ἴσον ζῆλον τῷ μάρτυρι ἐπιδείξασθαι σπεύσεις, ὥστε καὶ αὐτὸς τῶν αὐτῶν ἀξιωθῆναι ἀμοιβῶν; Ἐννόησον γὰρ εἰ παρ' ἡμῶν τῶν συνδούλων ἐνταῦθα  τοσαύτης ἀπολαύουσι  τιμῆς,  πόσης καὶ  ἡλίκης  ἀπολαύσονται  παρὰ τῷ δεσπότῃ τῆς παρρησίας ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ, ὅτε μέλλουσι τῶν ἀκτίνων τῶν ἡλιακῶν φαιδρότερον ἀπολάμπειν· «τότε γάρ, φησίν, ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος.»  


7.4 Εἰδότες τοίνυν  τῆς  παρρησίας  αὐτῶν  τὸ  μέγεθος,  πρὸς  αὐτοὺς  ἀεὶ καταφεύγωμεν  καὶ τὴν παρ' αὐτῶν συμμαχίαν λαμβάνωμεν. Εἰ γὰρ ἄνθρωποι πρὸς τὸν ἐπὶ γῆς βασιλέα παρρησίαν ἔχοντες πολλὰ καὶ μεγάλα δύνανται τοὺς ἐπ' αὐτοὺς καταφεύγοντας  ὠφελεῖν,  πολλῷ μᾶλλον οὗτοι οἱ ἅγιοι οἱ πρὸς τὸν τῶν οὐρανῶν βασιλέα τὴν παρρησίαν κτησάμενοι διὰ τῶν οἰκείων  παθημάτων  τὰ μέγιστα ἡμᾶς ὀνήσουσι, μόνον ἐὰν ἡμεῖς τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν· τότε γὰρ μάλιστα καὶ ἡ παρ' αὐτῶν  προστασία ὠφελῆσαι  ἡμᾶς δυνήσεται, ἐὰν μὴ ῥᾳθυμῶμεν  ἀλλὰ  καὶ αὐτοὶ σπουδάζωμεν τῇ προσεδρείᾳ καὶ τῇ περὶ τὸν βίον ἐπιμελείᾳ τὴν φιλανθρωπίαν ἐφ' ἑαυτοῖς ἐπισπάσασθαι τοῦ δεσπότου. 

7.5 Ὡς πρὸς ἰατροὺς τοίνυν πνευματικοὺς  ἐπὶ τούτους συνεχῶς καταφεύγωμεν. ∆ιὰ γὰρ τοῦτο τὰ σώματα αὐτῶν κατέλιπεν ἡμῖν ὁ ἀγαθὸς  δεσπότης, ἵν' ἐνταῦθα  παραγενόμενοι  καὶ  τῇ  τῆς  ψυχῆς  διαθέσει ταῦτα περιπτυσσόμενοι μεγίστην ἐντεῦθεν λαμβάνωμεν τὴν ἰατρείαν καὶ τῶν ψυχικῶν καὶ τῶν   σωματικῶν   ἀρρωστημάτων.  Ἐὰν  γὰρ  μετὰ  πίστεως   παραγενώμεθα,   κἂν ψυχικὸν  ἔχωμεν  πάθος  κἂν  σωματικόν,  κατάλληλον   τὴν  θεραπείαν  δεξάμενοι οὕτως ἐπαναστρέψομεν. 

7.6 Καίτοι ἐπὶ μὲν τῶν  σωματικῶν  παθῶν  πολλάκις  καὶ ἀποδημίαν ἔνι στείλασθαι μακρὰν ὥστε τῶν τοῦ ἰατροῦ χειρῶν τυχεῖν καὶ χρήματα  καταβαλεῖν  καὶ πολλὰ  ἕτερα ἐπινοῆσαι τὰ δυνάμενα  πεῖσαι ἐκεῖνον  τὴν ἀπὸ τῆς οἰκείας τέχνης ἐπιστήμην εἰσενεγκεῖν καὶ τῷ πάθει παραμυθίαν εὑρέσθαι. Ἐνταῦθα δὲ  οὐδενὸς  ἡμῖν  τούτων  δεῖ,  οὐχ  ὁδοιπορίας  μακρᾶς,  οὐ  καμάτου,  οὐ  πολλῆς περιόδου,  οὐ  δαπάνης  χρημάτων,  ἀλλ'  ἀρκεῖ  πίστιν  εἰσενεγκόντα  γνησίαν  καὶ δάκρυα  θερμὰ  προχέαντα  μετὰ  νηφούσης  ψυχῆς  παραχρῆμα  καὶ  τῇ  ψυχῇ  τὴν ἰατρείαν  εὑρεῖν  καὶ  τοῦ  σώματος  τὴν  θεραπείαν  κομίσασθαι.


 7.7 Εἶδες ἰατρῶν δύναμιν; εἶδες φιλοτιμίαν; εἶδες τέχνην οὐ νικωμένην  ὑπὸ νοσημάτων; Καὶ γὰρ ἐπὶ τῶν  σωματικῶν  παθῶν  πολλάκις  ἐνίκησε τοῦ ἰατροῦ τὴν τέχνην  ἡ δυσκολία τῆς νόσου. Ἐνταῦθα δὲ οὐδὲν ἔστι τοιοῦτον ὑποπτεῦσαί ποτε, ἀλλ' ἐὰν μετὰ πίστεως τὴν πρόσοδον  ποιώμεθα,  παραχρῆμα  τὴν  ὠφέλειαν   καρπούμεθα.  Καὶ μὴ  θαυμάσῃς, ἀγαπητέ·    γὰρ  φιλάνθρωπος   δεσπότης,  ἐπειδὴ  δι'  αὐτὸν  καὶ  τὴν  εἰς  αὐτὸν ὁμολογίαν   ἅπαντα   ὑπέμειναν   καὶ   μέχρις   αἵματος   ἀντικατέστησαν   πρὸς  τὴν ἁμαρτίαν   ἀποδυσάμενοι,   βουλόμενος   αὐτοὺς   καὶ   διὰ   τούτου   λαμπροτέρους ἀποφῆναι καὶ τὴν δόξαν αὐτῶν ἐπὶ πλέον αὐξῆσαι καὶ ἐν τῷ ἐπικήρῳ τούτῳ βίῳ, εἰς τιμὴν αὐτῶν τοῖς μετὰ πίστεως προσιοῦσι τὰς δωρεὰς φιλοτιμεῖται.  


7.8 Καὶ ὅτι οὐ ῥήματα μόνον εἰσὶ τὰ παρ' ἡμῶν λεγόμενα ἀλλὰ καὶ αὐτὴ μαρτυρεῖ τῶν πραγμάτων ἡ πεῖρα, καὶ ὑμεῖς εὖ οἶδ' ὅτι ἐρεῖτε καὶ μαρτυρήσετε. Ποία γὰρ γυνὴ ἐν ἀποδημίᾳ τὸν ἄνδρα ἔχουσα καὶ δυσχεραίνουσα ἐπὶ τῷ χωρισμῷ, παραγενομένη ἐνταῦθα καὶ διὰ τῶν ἁγίων μαρτύρων τὴν ἱκεσίαν προσαγαγοῦσα τῷ τῶν ὅλων δεσπότῃ, οὐχὶ θᾶττον ἐπανήγαγε  τοῦτον  ἐκ τῆς μακρᾶς ἀποδημίας; καὶ ἑτέρα πάλιν  ὁρῶσα τὸν ἑαυτῆς παῖδα ὑπὸ ἀρρωστίας χαλεπῆς πολιορκούμενον καὶ σπαραττομένη ὥσπερ εἰπεῖν καὶ διακοπτομένη τὰ σπλάγχνα, ἐνταῦθα ἀφικομένη καὶ θερμὰ δάκρυα ἀφεῖσα καὶ διεγείρασα εἰς τὴν ὑπὲρ αὐτῆς δέησιν τοὺς ἁγίους τούτους, τοὺς τοῦ Χριστοῦ λέγω στεφανίτας, οὐκ εὐθέως τὴν νόσον ἀπήλασε καὶ πρὸς ὑγίειαν τὸν ἄρρωστον ἐπανελθεῖν παρεσκεύασε; 


7.9 Πολλοὶ δὲ καὶ περιστάσεσι πραγμάτων περιπεπτωκότες καὶ κινδύνους ἀφορήτους αὐτοῖς ὁρῶντες ἐπικρεμαμένους, ἐνταῦθα ἀφικόμενοι καὶ τὴν  προσευχὴν  ἐκτενῆ  ποιησάμενοι,  πάντων   ἐκείνων  τῶν  δεινῶν  τὴν  πεῖραν διέφυγον. Καὶ τί λέγω σωματικὰ νοσήματα καὶ πραγμάτων περιστάσεις; Πολλοὶ καὶ ὑπ' αὐτοῦ τοῦ διαβόλου τυραννούμενοι  καὶ ὑπὸ παθῶν ψυχικῶν  πολιορκούμενοι, πρὸς τοὺς πνευματικοὺς  τούτους ἰατροὺς παραγεγονότες καὶ εἰς μνήμην ἐλθόντες τῶν οἰκείων πλημμελημάτων  καὶ τῷ λόγῳ γυμνώσαντες αὐτῶν ὡς εἰπεῖν τὰ ἕλκη, τοσαύτην ἐντεῦθεν ἐδέξαντο τὴν παραμυθίαν ὡς αἴσθησιν εὐθέως λαβεῖν καὶ κουφότερον  ἐργάσασθαι αὐτῶν  τὸ  συνειδὸς  καὶ  μετὰ  πολλῆς  τῆς  πληροφορίας οἴκαδε  ἐπανελθεῖν.   


7.10  Καθάπερ γὰρ  πηγὰς  πνευματικὰς   δαψιλῆ  τὰ  νάματα προχέειν δυναμένας, οὕτω τὰς τῶν ἁγίων μαρτύρων θήκας ὁ δεσπότης ἡμῖν κεχάρισται. Καὶ ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτων πᾶσιν ἀδεῶς πρόκεινται τοῖς ἀρύεσθαι βουλομένοις τὰ ἐκεῖθεν νάματα καὶ ὅσον ἂν ὑποδέξασθαι δύνηται τοῦ ἀγγείου τὸ μέγεθος, τοσοῦτον λαβὼν ἄπεισιν ὁ βουλόμενος, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῶν πηγῶν  τούτων  τῶν  πνευματικῶν  ἔστιν ἰδεῖν. Καὶ αὖται γὰρ αἱ πηγαὶ πᾶσίν εἰσιν ἀνειμέναι καὶ οὐδεμία ἐστὶν ἐνταῦθα προσώπων διαφορά, ἀλλὰ κἂν πλούσιος ᾖ τις κἂν πένης, κἂν δοῦλος κἂν ἐλεύθερος, κἂν ἀνὴρ κἂν γυνή, τοσοῦτον μέτρον ὑποδέχεται ἐκ τῶν θείων τούτων ναμάτων ὅσον ἐὰν μέγεθος προθυμίας εἰσενεγκεῖν σπουδάσῃ. 


7.11 Ὅπερ γάρ ἐστιν ἐκεῖ τὰ ἀγγεῖα  πρὸς τὴν  τῶν  ὑδάτων  ὑποδοχήν, τοῦτο ἐνταῦθα ἡ διάνοια καὶ ἡ ζέουσα προθυμία καὶ ἡ μετὰ νήψεως πρόσοδος. Ὁ γὰρ οὕτω προσιὼν εὐθέως τὰ μυρία κομίζεται ἀγαθά, τῆς τοῦ Θεοῦ χάριτος ἀοράτως αὐτοῦ  κουφιζούσης τὸ συνειδὸς  καὶ πολλὴν  τὴν  πληροφορίαν  παρεχομένης  καὶ παρασκευαζούσης λοιπὸν  τῆς γῆς ἀπαλλάττεσθαι καὶ πρὸς τὸν οὐρανὸν μεθορμίζεσθαι. ∆υνατὸν γὰρ καὶ σώματι περιπεπλεγμένον  μηδὲν κοινὸν ἔχειν πρὸς τὴν  γῆν  ἀλλὰ  τὰ ἐν τοῖς οὐρανοῖς ἅπαντα  φαντάζεσθαι  καὶ τὰ ἐκεῖ περισκοπεῖνδιηνεκῶς. 


.12 ∆ιὰ τοῦτο καὶ Παῦλος γράφων  ἔλεγεν  ἀνθρώποις  σαρκὶ συμπεπλεγμένοις καὶ ἐν τῷ μέσῳ στρεφομένοις καὶ γυναικὸς καὶ παίδων φροντίζουσιν· «Τὰ ἄνω φρονεῖτε.» Εἶτα ἵνα μάθωμεν τί βούλεται αὐτῷ ἡ παραίνεσις αὕτη καὶ τί ἐστι τὰ ἄνω φρονεῖν ἐπήγαγεν· «Οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.» Ἐκεῖνα, φησί, βούλομαι ὑμᾶς φρονεῖν τὰ δυνάμενα ὑμῶν ἐκεῖ μεταστῆσαι τὸν λογισμόν, τὰ ἀφιστῶντα ὑμᾶς τῶν ἐν τῇ γῇ πραγμάτων. «Καὶ γὰρ τὸ πολίτευμα ὑμῶν ἐν οὐρανῷ ὑπάρχει.» Ἔνθα οὖν ἀπεγράφητε, φησίν, ἐκεῖ τὸν νοῦν ὑμῶν ἅπαντα μεταγαγεῖν  σπουδάσατε κἀκεῖνα βουλεύεσθε καὶ πράττειν ἃ τῆς ἐκεῖ πολιτείας  ὑμᾶς  ἀξίους  ἀποφῆναι  δυνήσεται.  


7.13 Καὶ ἵνα  μὴ  νομίσωμεν  αὐτὸν ἀδύνατά τινα ἐπιτάττειν καὶ ὑπερβαίνοντα τὴν φύσιν τὴν ἡμετέραν, πάλιν δευτεροῖ τὴν παραίνεσιν καί φησι· «Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.» Τί ἐστιν ὃ βούλεται ἡμᾶς παιδεῦσαι; Μὴ ταῦτα, φησί, φρονεῖτε τὰ τῆς γῆς ἄξια. Τίνα δέ ἐστι τὰ τῆς γῆς ἄξια; Τὰ μηδὲν ἔχοντα μόνιμον, τὰ πρὶν ἢ φανῆναι  ἀφιπτάμενα,  τὰ μηδὲν ἔχοντα βέβαιον μηδὲ ἀκίνητον,  τὰ τῷ παρόντι  βίῳ συγκαταλυόμενα,  τὰ πρὶν ἢ ἀνθῆσαι μαραινόμενα,  τὰ  φθορᾷ  ὑποκείμενα.  Τοιαῦτα  γὰρ  ἅπαντα  τὰ  ἀνθρώπινα   κἂν πλοῦτον εἴπῃς κἂν δυναστείαν κἂν δόξαν κἂν σώματος ὥραν κἂν ἅπασαν τοῦ βίου τὴν εὐημερίαν. 


7.14 ∆ιὰ τοῦτο καὶ λέξει τοιαύτῃ ἐχρήσατο εἰπών· «Μὴ τὰ ἐπὶ τῆς γῆς», τῷ ὀνόματι τῆς γῆς τὴν πολλὴν αὐτῶν εὐτέλειαν ἐνδείξασθαι βουλόμενος. Μὴ τοίνυν  ταῦτα φρονεῖτε,  φησίν, ἀλλὰ τὰ ἄνω· ἀντὶ τῶν  ἐπὶ τῆς γῆς, τῶν  εὐτελῶν τούτων καὶ παρατρεχόντων, τὰ ἄνω φρονεῖτε, φησί, τὰ ἐν τοῖς οὐρανοῖς, τὰ ἀκίνητα, τὰ τῷ διηνεκεῖ αἰῶνι συμπαρεκτεινόμενα, τὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ὁρώμενα, τὰ τέλος οὐκ ἐπιστάμενα, τὰ διαδοχὴν οὐκ εἰδότα, τὰ πέρας οὐκ ἔχοντα. Περὶ ἐκεῖνα βούλομαι διηνεκῶς  ὑμῶν στρέφεσθαι τὸν λογισμόν. Ἡ γὰρ ἐν τούτοις μελέτη τῆς γῆς  ἀπαλλάττει  καὶ πρὸς τὸν  οὐρανὸν  μεθίστησι.


 7.15 ∆ιὰ τοῦτο  καὶ ὁ Χριστὸς ἔλεγεν· «Ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ.» Ἡ γὰρ ψυχὴ ἐπειδὰν τὴν ἔννοιαν δέξηται τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν, καθάπερ ἀπολυθεῖσα τῶν συνδέσμων τοῦ σώματος, μετάρσιος ὡς εἰπεῖν γίνεται καὶ καθ' ἑκάστην ἡμέραν ἐκείνων  τὴν ἀπόλαυσιν φανταζομένη,  οὐδὲ ἔννοιαν  λαβεῖν δύναται τῶν ἐν τῇ γῇ πραγμάτων ἀλλὰ πάντα καθάπερ ὄναρ καὶ σκιὰν παρατρέχει, ἐκεῖ τεταμένον ἔχουσα διηνεκῶς τὸν λογισμὸν κἀκεῖνα μονονουχὶ ὁρᾶν νομίζουσα τοῖς τῆς πίστεως ὀφθαλμοῖς   καὶ   ἐφ'   ἑκάστης  πρὸς  τὴν   ἐκείνων   ἀπόλαυσιν   ἐπειγομένη.  


 7.16Ἀκούσωμεν τοίνυν τῆς παραινέσεως τοῦ μακαρίου τούτου τοῦ θαυμαστοῦ τῆς οἰκουμένης  διδασκάλου,  τοῦ  καλοῦ  παιδοτρίβου,  τοῦ  γεωργοῦ  τῶν  ἡμετέρων ψυχῶν, κἀκεῖνα φρονῶμεν  ἅπερ αὐτὸς συνεβούλευσεν· οὕτω γὰρ δυνησόμεθα καὶ τῶν παρόντων ἀπολαύειν καὶ τῶν μελλόντων  ἐπιτυχεῖν. Ἐὰν γὰρ ἐκεῖνα ζητῶμεν προηγουμένως,  καὶ  ταῦτα  ἐν  προσθήκης  ἕξομεν  μέρει· «Ζητεῖτε γάρ, φησί,  τὴν βασιλείαν  τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην  αὐτοῦ, καὶ ταῦτα πάντα  προστεθήσεται ὑμῖν.» Μὴ τοίνυν  ἅπερ ἐν προσθήκης μέρει ὑπέσχετο ἡμῖν παρέξειν, ταῦτα προηγουμένως  ζητῶμεν ἵνα μὴ ἐναντία  τῇ δεσποτικῇ παραινέσει διαπραττόμενοι, ἑκατέρων ἐκπέσωμεν. Μὴ γὰρ ἀναμένει τὴν παρ' ἡμῶν ὑπόμνησιν ὁ δεσπότης καὶ τότε ἡμῖν τὰς παρ' ἑαυτοῦ παρέχει δωρεάς; Οἶδεν ὧν χρείαν ἔχομεν πρὸ τοῦ ἡμᾶς αἰτῆσαι αὐτόν. Ἂν τοίνυν ἴδῃ περὶ ἐκεῖνα τὴν σπουδὴν ἡμᾶς ἔχοντας, κἀκείνων ἡμῖν τὴν ἀπόλαυσιν χαριεῖται καὶ ταῦτα μετὰ δαψιλείας παρέξει ἅπερ ἐν προσθήκης μέρει φιλοτιμεῖσθαι  ὑπέσχετο. Ζητῶμεν οὖν, παρακαλῶ,  τὰ πνευματικὰ  προηγουμένως καὶ τὰ ἄνω  φρονῶμεν,  μὴ τὰ ἐπὶ τῆς γῆς, ἵνα κἀκείνων  ἐπιτύχωμεν  καὶ τούτων ἀπολαύσωμεν. 

7.17 Ἐπειδὴ καὶ οἱ ἅγιοι οὗτοι μάρτυρες, ἐπεὶ τὰ ἄνω ἐφρόνησαν καὶ τῆς γῆς ὑπερεῖδον κἀκεῖνα ἐζήτησαν, διὰ τοῦτο κἀκείνων μετὰ δαψιλείας ἐπέτυχον καὶ τῆς ἐνταῦθα τιμῆς καθ' ἑκάστην ἡμέραν ἀπολαύουσιν, εἰ καὶ μὴ δέονται ταύτης καθάπαξ αὐτῆς ὑπεριδόντες, ἀλλ' ὅμως διὰ τὴν ὠφέλειαν  τὴν ἡμετέραν προσίενται τὴν παρ' ἡμῶν τιμὴν καὶ μὴ δεόμενοι, ἵν' ἡμεῖς τὴν παρ' αὐτῶν εὐλογίαν καρπώσασθαι δυνηθῶμεν.  


7.18 Καὶ ἵνα μάθῃς ὅπως ὑπερεῖδον πάντων  τῶν ἐν τῷ παρόντι βίῳ ἵνα δυνηθῶσιν ἐπιτυχεῖν  τῶν ἀθανάτων  ἐκείνων ἀγαθῶν, ἐννόει μοι, ἀγαπητέ, τῷ λογισμῷ ὅτι ὁρῶντες τοῖς σωματικοῖς ὀφθαλμοῖς  τὸν τύραννον  πῦρ πνέοντα καὶ θήγοντα τοὺς ὀδόντας καὶ λέοντος σφοδρότερον τὴν μανίαν ἐπιδεικνύμενον  καὶ πῦρ καὶ τήγανα  καὶ λέβητας ὑποκαιομένους  παρασκευάζοντα καὶ  πάντα  ποιοῦντα  ὥστε περιγενέσθαι  καὶ  καταπαλαῖσαι  αὐτῶν  τὸν  λογισμόν, καταλιπόντες οὗτοι τὰ ἐπὶ τῆς γῆς ἅπαντα, τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὸν βασιλέα τῶν οὐρανῶν ἐθεώρουν καὶ τῶν ἀγγέλων  τὸν δῆμον παρεστῶτα καὶ τὰ ἀπόρρητα ἐκεῖνα ἀγαθὰ ἐφαντάζοντο.  

7.19 Καὶ τὸ φρόνημα ἐκεῖ μεταστήσαντες, οὐδενὶ τῶν ὁρωμένων λοιπὸν ἐπεστρέφοντο· ἀλλὰ καὶ τῶν δημίων τὰς χεῖρας ὁρῶντες καταξαινούσας αὐτῶν τὰς σάρκας καὶ τὸ πῦρ τοῦτο τὸ αἰσθητὸν βλέποντες ἀναπτόμενον  καὶ τοὺς ἄνθρακας  ἐκπηδῶντας,  αὐτοὶ τὸ τῆς γεέννης  πῦρ ἑαυτοῖς ὑπέγραφον καὶ οὕτω τὸν λογισμὸν αὐτῶν νευρώσαντες ἥλλοντο λοιπὸν ὡς εἰπεῖν πρὸς τὰ δεινά, οὐ τὴν παροῦσαν ὀδύνην τὴν ἐγγινομένην  τῷ σώματι λογιζόμενοι ἀλλὰ  πρὸς  τὴν  διηνεκῆ  ἀνάπαυσιν  σπεύδοντες.  Καὶ κατὰ  τὴν  παραίνεσιν  τοῦ μακαρίου τούτου τὰ ἄνω φρονοῦντες,  διετέλουν  οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Καὶ οὐδὲν τῶν ὁρωμένων κατεπλήττοντο, ἀλλὰ πάντα παρέτρεχον ὡς ὄναρ καὶ σκιὰν αὐτὰ ἡγούμενοι, διὰ τὸ πτερωθῆναι αὐτῶν τὸν λογισμὸν τῇ τῶν μελλόντων  ἐπιθυμίᾳ.


 7.20 ∆ιά τοι τοῦτο καὶ ὁ μακάριος οὗτος εἰδὼς τῆς τοιαύτης συμβουλῆς τὴν ἰσχὺν ἔλεγε· «Τὰ ἄνω φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.» Ὅρα διδασκάλου σύνεσιν, ποῦ ἀνήγαγεν  ἀθρόον τοὺς αὐτῷ πειθομένους. Πάντας γὰρ διατεμὼν  ἀγγέλους, ἀρχαγγέλους,  θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, πάσας τὰς ἀοράτους ἐκείνας δυνάμεις, τὰ χερουβίμ, τὰ σεραφίμ, παρ' αὐτὸν τὸν θρόνον τὸν βασιλικὸν ἔστησε τῶν πιστῶν τὰ φρονήματα· καὶ τοὺς ἐπὶ τῆς γῆς βαδίζοντας διὰ τῆς οἰκείας διδασκαλίας ἔπεισε μὲν ἀπαλλάττεσθαι τῶν συνδέσμων τοῦ σώματος, ἵπτασθαι δὲ καὶ παρ' αὐτὸν ἑστάναι τῇ διανοίᾳ τὸν τῶν ὅλων  κύριον. 

 7.21 Καὶ ἵνα  μὴ νομίσωσι πάλιν  οἱ ταῦτα  ἀκούοντες  ὑπερβαίνειν αὐτοὺς τὴν συμβουλὴν καὶ ἀδύνατα εἶναι τὰ ἐπιτάγματα καὶ ὑπὲρ τὴν ἀνθρωπίνην δύναμιν εἶναι τὸ τοιοῦτον φρόνημα ἀναλαβεῖν, εἰπών· «Τὰ ἄνω φρονεῖτε μὴ τὰ ἐπὶ τῆς γῆς», ἐπήγαγεν· «Ἀπεθάνετε γάρ.» Ὢ ψυχῆς πεπυρωμένης καὶ πολὺν ἐχούσης τὸν πόθον περὶ τὸν Θεόν. «Ἀπεθάνετε γάρ, φησί», μονονουχὶ λέγων· Τί κοινὸν ἔχετε πρὸς τὸν παρόντα βίον λοιπόν; Τί κεχήνατε πρὸς τὰ τῆς γῆς πράγματα; Ἀπεθάνετε, τουτέστι νεκροὶ γεγόνατε  τῇ ἁμαρτίᾳ, καθάπαξ ἀπετάξασθε τῇ παρούσῃ ζωῇ. 

7.22Εἶτα ἵνα μὴ θορυβηθῶσιν ἀκούοντες ἀπεθάνετε, ταχέως ἐπήγαγε· «καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.» Ἡ ζωή, φησίν, ἡ ὑμετέρα νῦν οὐ φαίνεται, κέκρυπται γάρ· μὴ τοίνυν  ὡς ζῶντες οὕτως ἐνεργεῖτε πρὸς τὰ τοῦ παρόντος βίου πράγματα, ἀλλ' ὡσανεὶ ἀποθανόντες καὶ νεκροὶ ὄντες οὕτω διάκεισθε. Εἰπὲ γάρ μοι, μὴ ἔστι τὸν ἀποθάνοντα  κατὰ τὸν βίον τοῦτον ἐνεργεῖν  τι λοιπὸν  εἰς τὰ παρόντα πράγματα; Οὐδαμῶς. Οὕτω, φησί, καὶ ὑμᾶς ἀποθανόντας καθάπαξ καὶ νεκρωθέντας τῇ ἁμαρτίᾳ διὰ τοῦ βαπτίσματος, ἀκόλουθον μηδὲν κοινὸν ἔχειν πρὸς τὰ τῆς σαρκὸς πάθη καὶ τὰ ἐπὶ τῆς γῆς πράγματα. «Ὁ παλαιὸς γὰρ ἡμῶν ἄνθρωπος, φησί, συνεσταυρώθη καὶ ἐτάφη  διὰ τοῦ βαπτίσματος.» Μηδὲν τοίνυν  τῶν  ἐπὶ τῆς γῆς διαπράττεσθε μηδὲ ὡς ζῶντες ἐν τοῖς παροῦσι πράγμασιν ἐνεργεῖτε. Ἡ γὰρ ζωὴ ἡ ὑμετέρα νῦν  μὲν  κέκρυπται  καὶ  ἄδηλός  ἐστι τοῖς  ἀπίστοις, ἔσται δὲ καιρὸς ὅτε φανερὰ γενήσεται. Νῦν οὐκ ἔστιν ὑμέτερος ὁ καιρός· ἀποθανόντες τοίνυν καθάπαξ μὴ θελήσητε τὰ ἐπὶ τῆς γῆς φρονεῖν. Τὸ γὰρ τῆς ἀρετῆς ὑμῶν μέγεθος οὕτω μάλιστα διαδείκνυται ὅταν τὸ φρόνημα τῆς σαρκὸς καταγωνισάμενοι  ὡσανεὶ νεκροὶ τῷ βίῳ γεγενημένοι οὕτω διάκεισθε πρὸς ἅπαντα τὰ βιωτικά. 

7.23 Ἀκουέτωσαν ταῦτα καὶ οἱ πρόσφατον τῆς τοῦ βαπτίσματος δωρεᾶς ἀξιωθέντες  καὶ ἡμεῖς ἅπαντες  οἱ πάλαι ταύτης μετασχόντες τῆς χάριτος καὶ δεχώμεθα τὴν συμβουλὴν τοῦ τῆς οἰκουμένης διδασκάλου καὶ ἐννοήσωμεν οἵους εἶναι βούλεται τοὺς ἅπαξ τῶν ἀπορρήτων μυστηρίων μετόχους γεγενημένους, πῶς ἀλλοτρίους αὐτοὺς τοῦ παρόντος βίου, οὐχ ἵνα ἔξω τοῦ κόσμου τούτου καὶ μακράν που ἀποικισθῶσιν, ἀλλ' ἵνα ἐν τῷ μέσῳ στρεφόμενοι   τῶν   μακρὰν   ὄντων   μηδὲν   διαφέρωσιν   ἀλλὰ   φωστήρων   δίκην διαλάμπωσι καὶ διὰ πραγμάτων  δεικνύωσι τοῖς ἀπίστοις ὅτι εἰς ἑτέραν πολιτείαν ἑαυτοὺς  μετέστησαν καὶ οὐδὲν  κοινὸν  ἔχουσι πρὸς τὴν  γῆν  καὶ τὰ ἐπὶ  τῆς  γῆς πράγματα.  


7.24  Καὶ  καθάπερ  νῦν  διὰ  τῆς  φαιδρᾶς  ἐσθῆτος  πᾶσι  περίβλεπτοι τυγχάνετε  καὶ δείκνυσιν ὑμῶν τῆς ἐν τῇ ψυχῇ καθαρότητος τὴν ὑπερβολὴν καὶ ἡ τῶν   ἱματίων   φαιδρότης,   οὕτω   καὶ   τὸν   ἑξῆς   χρόνον   καὶ   ὑμᾶς   τοὺς   ἄρτι καταξιωθέντας τῆς δωρεᾶς καὶ πάντας τοὺς ἤδη τῆς αὐτῆς ὑμῖν ἀπολαύσαντας φιλοτιμίας, δίκαιον διὰ τῆς ἀρίστης πολιτείας πᾶσι καταδήλους γίνεσθαι καὶ φωτὸς δίκην καταυγάζειν πάντας τοὺς ὁρῶντας. Τὸ γὰρ ἔνδυμα τοῦτο τὸ πνευματικόν,  εἰ βουληθείημεν αὐτοῦ τὴν φαιδρότητα διαφυλάττειν,  ὅσον πρόεισιν ὁ χρόνος φαιδροτέραν τὴν λαμπηδόνα ἀφίησι καὶ πολλὴν τοῦ φωτὸς τὴν μαρμαρυγὴν, ὅπερ ἐπὶ τῶν αἰσθητῶν ἱματίων οὐδέποτε συμβῆναι δυνατόν. Κἂν γὰρ μυριάκις πολλὴν αὐτῶν ποιώμεθα τὴν ἐπιμέλειαν, καὶ ὑπὸ τοῦ χρόνου δαπανᾶται καὶ παλαιωθέντα ἀφανίζεται   καὶ   κείμενα   ὑπὸ   σητῶν   ἀναλίσκεται   καὶ   πολλὰ   ἕτερά  ἐστι  τὰ λυμαινόμενα τὰ ἱμάτια ταῦτα τὰ αἰσθητά. Τὸ μέντοι τῆς ἀρετῆς ἔνδυμα, ἐὰν τὰ παρ' ἑαυτῶν εἰσφέρειν σπουδάζωμεν, οὔτε ῥύπον ποτὲ δέξεται οὔτε παλαιότητος πεῖραν λήψεται, ἀλλ' ὅσῳ ἂν ὁ χρόνος παρατρέχῃ τοσούτῳ μᾶλλον φαιδρότερον καὶ ἀκμαιότερον τὸ κάλλος καὶ τοῦ φωτὸς τὴν αὐγὴν ἐπιδείκνυσιν.

 7.25 Εἶδες ἱματίου δύναμιν;  Εἶδες ἐνδύματος  φαιδρότητα  οὐ χρόνῳ  εἴκουσαν, οὐχ ὑπὸ παλαιότητος ἀμαυρουμένην; Εἶδες κάλλος ἀμήχανον; Σπουδάζωμεν τοίνυν, παρακαλῶ, τοῦτο τὸ κάλλος  ἀκμάζον  διατηρεῖν  καὶ  μάθωμεν  ἀκριβῶς  τίνα  ἐστὶ  τὰ  δυνάμενα  τοῦ κάλλους  τούτου  τὴν  φαιδρότητα  διατηρῆσαι. Τίνα  οὖν  ἐστι; Πρὸ πάντων  εὐχὴ ἐκτενὴς καὶ εὐχαριστία ὑπὲρ τῶν ἤδη παρασχεθέντων καὶ παράκλησις ὑπὲρ τῆς τῶν δοθέντων  ἀσφαλείας. Τοῦτο γὰρ ἡ σωτηρία ἡ ἡμετέρα, τοῦτο τὸ φάρμακον  τῶν ἡμετέρων ψυχῶν, τοῦτο τὸ ἰατρεῖον τῶν παθῶν τῶν ἐν τῇ ψυχῇ τικτομένων.  Εὐχὴ τὸ τεῖχος τῶν πιστῶν, εὐχὴ τὸ ὅπλον ἡμῶν τὸ ἀκαταγώνιστον, εὐχὴ τὸ καθάρσιον τῆς  ἡμετέρας  ψυχῆς,  εὐχὴ  ἡ ἀπολύτρωσις  τῶν  ἡμετέρων  ἁμαρτημάτων,  εὐχὴ  ἡ ὑπόθεσις τῶν  μυρίων ἀγαθῶν.  Εὐχὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ διάλεξις πρὸς τὸν Θεὸν καὶ ὁμιλία πρὸς τὸν τῶν  ὅλων  δεσπότην. Τί οὖν ἂν εἴη μακαριώτερον τοῦ καταξιουμένου συνεχῶς τῆς πρὸς τὸν δεσπότην ὁμιλίας;

 7.26 Καὶ ἵνα μάθῃς ὅσον ἐστὶ τοῦτο τὸ ἀγαθόν, ἐννόει μοι τοὺς περὶ τὰ παρόντα πράγματα ἐπτοημένους, τοὺς σκιᾶς οὐδὲν ἄμεινον  διαφέροντας.  Οἳ ἐπειδὰν ἴδωσί τινα συνεχῶς τῷ ἐπὶ τῆς γῆς βασιλεύοντι διαλεγόμενον,  πῶς μέγαν τοῦτον εἶναι νομίζουσι καὶ μακαριστότατον ἀποφαίνουσι καὶ περιέπουσι ὡς θαυμαστόν τινα καὶ τῆς ἀνωτάτω τιμῆς ἠξιωμένον. Εἰ τοίνυν ὁ τοιοῦτος καίτοι γε ὁμογενεῖ διαλεγόμενος καὶ τῆς αὐτῆς αὐτῷ φύσεως κοινωνοῦντι    καὶ   περὶ   βιωτικῶν    καὶ   ἐπικήρων   πραγμάτων   διεξιόντι   οὕτω περίβλεπτος εἶναι νομίζεται, τί ἄν τις εἴποι περὶ τοῦ καταξιωθέντος τῷ Θεῷ διαλέγεσθαι οὐ περὶ τῶν ἐπὶ τῆς γῆς πραγμάτων ἀλλὰ περὶ τῆς τῶν ἁμαρτημάτων συγχωρήσεως, περὶ τῆς ἀφέσεως τῶν  παραπτωμάτων,  περὶ τῆς φυλακῆς  τῶν  ἤδη παρασχεθέντων, περὶ τῶν μελλόντων  παρασχεθήσεσθαι, περὶ τῶν αἰωνίων ἀγαθῶν; Ὁ τοιοῦτος καὶ αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου μακαριώτερος ἂν γένοιτο εἰ διὰ τῆς εὐχῆς ἐπισπάσαιτο τὴν ἄνωθεν  ῥοπήν.

 7.27 Αὕτη πρὸ πάντων  δυνήσεται τοῦ ἐνδύματος τούτου τοῦ πνευματικοῦ  τὴν φαιδρότητα  διηνεκῶς  ἡμῖν διαφυλάττειν καὶ μετὰ ταύτης ἡ δαψιλὴς  ἐλεημοσύνη, τὸ κεφάλαιον  τῶν  ἡμετέρων  ἀγαθῶν,  ἡ σωτηρία  τῶν  ἡμετέρων  ψυχῶν.  Αὕτη ἡ  συζυγία  τὰ  μυρία  ἡμῖν  ἀγαθὰ  ἄνωθεν προξενῆσαι δύναται καὶ τὴν πυρὰν τῶν ἁμαρτημάτων σβέσαι τῶν ἡμετέρων ψυχῶν καὶ πολλὴν ἡμῖν παρασχεῖν τὴν παρρησίαν. Ταύτῃ τῇ συζυγίᾳ χρησάμενος ὁ Κορνήλιος εἰς τὸν οὐρανὸν τὰς εὐχὰς ἀνέπεμπε. ∆ιὸ καὶ ἤκουσε παρὰ τοῦ ἀγγέλου·
«Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον  τοῦ Θεοῦ.»

7.28 Εἶδες ἄνδρα ἐν χλανίδι  καὶ ζώνῃ  τὸν  ἅπαντα  βίον ἀναστρεφόμενον πόσην ἐντεῦθεν ἐκτήσατο τὴν παρρησίαν; Ἀκουέτωσαν οἱ ταῖς στρατείαις ἐγκατειλεγμένοι  καὶ  μανθανέτωσαν  ὡς  οὐδὲν  κώλυμα  γίνεται  πρὸς  ἀρετὴν  τῷ νήφειν  βουλομένῳ  ἀλλ' ἔξεστι καὶ χλανίδα  καὶ ζώνην  περικειμένῳ  καὶ γυναῖκα ἔχοντα καὶ παιδίων ἐπιμελούμενον καὶ οἰκετῶν φροντίζοντα καὶ ἀρχὴν ἐγκεχειρισμένον τῆς ἀρετῆς πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν. Ἰδοὺ γὰρ καὶ ὁ θαυμάσιος οὗτος καὶ χλανίδα καὶ ζώνην περικείμενος καὶ στρατιωτῶν ἄρχων, ἑκατόνταρχος γὰρ ἦν, ἐπειδὴ ἐβουλήθη καὶ ἔνηφε καὶ ἐγρηγορὼς ἦν, ὅσης ἀξιοῦται τῆς  ἄνωθεν  κηδεμονίας.  Καὶ ἵνα  μάθῃς  ἀκριβῶς  ὅτι  ἡ ἄνωθεν  χάρις  τότε  ἡμῖν ἐφίπταται ἐπειδὰν αὐτοὶ τὰ παρ' ἑαυτῶν πρότερον εἰσενέγκωμεν, ἄκουε τῆς ἱστορίας αὐτῆς. Ἐπειδὴ γὰρ προλαβὼν πολλὰς καὶ δαψιλεῖς τὰς ἐλεημοσύνας ἐποιήσατο καὶ μετ' ἐκτενείας ταῖς προσευχαῖς προσεκαρτέρει, κατὰ τὴν ἐνάτην ὥραν, φησί, προσευχομένῳ αὐτῷ  ἐπιστὰς ἄγγελος  εἶπεν· «Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσουνον ἐνώπιον  τοῦ Θεοῦ.»

7.29 Μὴ ἁπλῶς παραδράμωμεν τὸ λεχθέν, ἀλλ' ἐννοήσωμεν μετὰ ἀκριβείας τοῦ ἀνδρὸς τὴν ἀρετὴν καὶ τότε καταμάθωμεν τοῦ δεσπότου τὴν φιλανθρωπίαν,  πῶς οὐδένα περιορᾷ ἀλλ' ἔνθα   ἂν  ἴδῃ  νήφουσαν   ψυχὴν   ἐκεῖ  τὴν   παρ'  ἑαυτοῦ  χάριν   ἐπιδαψιλεύεται. Στρατιώτης ἄνθρωπος, οὐδεμιᾶς ἀπολαύων διδασκαλίας, ἐν πράγμασι βιωτικοῖς συμπεπλεγμένος, καθ' ἑκάστην ἡμέραν μυρία ἔχων τὰ περισπῶντα αὐτὸν καὶ ἀνθέλκοντα, οὐκ εἰς συμπόσια καὶ μέθην καὶ ἀδηφαγίαν  τὸν ἑαυτοῦ βίον κατανήλισκεν, ἀλλ' εἰς προσευχὰς καὶ ἐλεημοσύνας καὶ τοσαύτην οἴκοθεν τὴν σπουδὴν  ἐπεδείκνυτο  καὶ  οὕτω  ταῖς  εὐχαῖς  προσήδρευε  καὶ  τὰς  ἐλεημοσύνας δαψιλεῖς εἰργάζετο ὡς καὶ ὀπτασίας τοιαύτης ἄξιον ἑαυτὸν ἀποφῆναι.

7.30 Ποῦ νῦν εἰσιν οἱ τὰς πολυτελεῖς  τραπέζας παρατιθέντες καὶ πολὺν τὸν ἄκρατον ἐγχεόμενοι καὶ διημερεύοντες ἐν τοῖς συμποσίοις καὶ οὔτε πρὸ τῆς ἑστιάσεως πολλάκις εὔχεσθαι αἱρούμενοι οὔτε μετὰ τὴν ἑστίασιν τὴν εὐχαριστίαν ἀναφέροντες, ἀλλὰ νομίζοντες πάντα αὐτοῖς ἐξεῖναι ἀδεῶς διαπράττεσθαι διὰ τὸ ἐν ἀρχαῖς εἶναι καὶ στρατιωτικοῖς καταλόγοις ἐναριθμεῖσθαι καὶ χλανίδα καὶ ζώνην περικεῖσθαι. Ὁράτωσαν τοῦ Κορνηλίου τούτου  τὴν  ἐν  ταῖς  εὐχαῖς  προσεδρείαν, τὴν  περὶ  τὰς  ἐλεημοσύνας δαψίλειαν,  καὶ  ἐγκαλυπτέσθωσαν.

 7.31 Τάχα δὲ  οὐκ  ἐκείνοις  μόνοις  ἀξιόπιστος οὗτος γενήσεται διδάσκαλος, ἀλλὰ καὶ πᾶσιν ἡμῖν καὶ αὐτοῖς τοῖς τὸν τῶν μοναχῶν βίον ἐπανῃρημένοις καὶ τὴν ἐκκλησιαστικὴν λειτουργίαν  ἀναδεδειγμένοις. Τίς γὰρ ἡμῶν ποτε δυνήσεται καυχήσασθαι ὅτι ἢ ἐν ταῖς εὐχαῖς τοσαύτην ἐπεδείξατο τὴν προσεδρείαν ἢ περὶ τὴν ἐλεημοσύνην οὕτω δαψιλὴς γέγονεν ὡς τοιαύτης ὀπτασίας ἄξιος γενέσθαι. ∆ιό, παρακαλῶ, εἰ καὶ μὴ πρότερον, κἂν νῦν γοῦν ἅπαντες τοῦτον ζηλώσωμεν καὶ οἱ ἐν στρατείᾳ κατειλεγμένοι  καὶ οἱ τὸν ἰδιωτικὸν  βίον μετιόντες καὶ  τῶν  τοσούτων  δωρεῶν  ἀξιωθέντες,  καὶ  μὴ  ἐλάττους  γενώμεθα  τοῦ  μετὰ χλανίδος καὶ ζώνης τοσαύτην ἐπιδειξαμένου τὴν ἀρετήν. Τότε γὰρ δυνησόμεθα καὶ τοῦ ἐνδύματος ἡμῶν τούτου τοῦ πνευματικοῦ τὸ κάλλος ἀκμάζον διατηρῆσαι εἰ τὴν συζυγίαν τούτων τῶν ἀρετῶν μετὰ ἀκριβείας ἐπιδειξαίμεθα·

 7.32 Εἰ δὲ βούλεσθε, καὶ ἕτερα  ταύταις   προσθῶμεν  τὰ  συντελεῖν   δυνατὰ  πρὸς  τὴν  φυλακὴν   καὶ  τὴν ἀφθαρσίαν  τούτου  τοῦ  ἐνδύματος,  τὴν  σωφροσύνην  λέγω  καὶ  τὸν  ἁγιασμόν·
«Εἰρήνην γὰρ διώκετε,  φησίν,  ὁ ἀπόστολος, καὶ  τὸν  ἁγιασμὸν  οὗ  χωρὶς  οὐδεὶς ὄψεται τὸν Κύριον.» Καὶ ταύτην τοίνυν μετὰ ἀκριβείας μετερχώμεθα, καθ' ἑκάστην ὥραν τοὺς λογισμοὺς ἡμῶν διερευνώμενοι καὶ μὴ ἀφέντες ῥύπον τινὰ ἢ κηλῖδα τὴν ψυχὴν δέξασθαι ἐκ τῶν πονηρῶν ἐνθυμήσεων.

 7.33 Ἐὰν γὰρ οὕτω διακαθαίρωμεν ἡμῶν τὴν διάνοιαν καὶ πᾶσαν σπουδὴν περὶ τὴν ταύτης ἔχωμεν ἐπιμέλειαν, εὐκολώτερον καὶ τῶν ἄλλων περιεσόμεθα παθῶν καὶ οὕτω κατὰ μικρὸν εἰς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς ἥξομεν καὶ πολλὰ ἐντεῦθεν ἤδη ἑαυτοῖς προαποθέμενοι τὰ ἐφόδια τὰ πνευματικά, δυνησόμεθα καὶ τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι τῶν τεταμιευμένων τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.