Δευτέρα, 25 Νοεμβρίου 2013

Εἰς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ


Εἰς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς τὸ, Πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, καὶ ἕκαστος ὑπὲρ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ.
αʹ. Ἐνόμιζον μεγάλα τινὰ καὶ ὑπερφυῆ τῇ προτέρα ἡμέρᾳ ὑμῖν εἰρηκέναι· καὶ γὰρ  ἦν  φύσει  μεγάλα,  καὶ  πάντα  ὑπερβαίνοντα  λόγον·  ἀλλ'  ὅμως  τὰ  σήμερον λεχθέντα τοσαύτην ἔχει τὴν ὑπερβολὴν πρὸς ἐκεῖνα, ὅσην ἐκεῖνα πρὸς τὰ ἡμέτερα. Καίτοι γε  οὐκ  ᾤμην  αὐτὰ  ἔχειν  ὑπερβολήν·  ἀλλ'  ὅμως  ἐπελθόντα  τὰ  σήμερον ἀναγνωσθέντα πολὺ πλέον ἐκείνων ἐφάνησαν λαμπρότερα. Τίνα δέ εἰσι τὰ σήμερον ἀναγνωσθέντα; Ὅτι Πάντες μὲν παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ· γέγραπται γὰρ, Ζῶ ἐγὼ, λέγει  Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ αὑτοῦ λόγον  δώσει τῷ Θεῷ. Βλέπε, οὐκ εἶπεν ἁπλῶς, Προσκυνήσει ἕκαστος, ἀλλὰ καὶ Ἐξομολογήσεται ἕκαστος,  τουτέστιν,  εὐθύνας  δώσει  τῶν  πεπραγμένων.   Ἔσο τοίνυν,   ἄνθρωπε, ἐναγώνιος πάντοτε, τὸν κοινὸν ∆εσπότην ὁρῶν ἐπὶ τοῦ βήματος καθήμενον, καὶ μὴ σχίζε καὶ μέριζε τὴν Ἐκκλησίαν, τῆς χάριτος ἀποῤῥηγνύμενος· καὶ γὰρ ὁ Χριστὸς καὶ σὲ καὶ πᾶσαν τὴν ἀνθρωπίνην  φύσιν ἀπαιτήσει λόγον. Ἵνα δὲ μὴ δόξῃ ὡς ἐπίτηδες φοβῶν ἡμᾶς ταῦτα λέγειν, ἐκ τῆς προκειμένης ἀκολουθίας πάλιν ἔχεται τῆς αὐτῆς  ὑποθέσεως,  λέγων·  Μηκέτι οὖν  ἀλλήλους  κρίνωμεν,  ἀλλὰ  τοῦτο  κρίνετε μᾶλλον, τὸ μὴ τιθέναι τινὰ πρόσκομμα τῷ ἀδελφῷ  αὐτοῦ ἢ σκάνδαλον. Τοῦτο δὲ οὐκ ἐκείνου  μᾶλλόν  ἐστιν, ἢ τούτου. ∆ιὸ ἀμφοτέροις  ἁρμόζειν δύναται,  καὶ τοῦ τελείου σκανδαλιζομένου τῇ τῶν βρωμάτων παρατηρήσει, καὶ τοῦ ἀτελοῦς προσκόπτοντος ἐπὶ τῇ σφοδρᾷ ἐπιπλήξει. Σὺ δέ μοι σκόπει, ἀγαπητὲ, πόσην δώσομεν τιμωρίαν οἱ σκανδαλίζοντες ἁπλῶς. Εἰ γὰρ ἔνθα παράνομον ἦν τὸ γινόμενον, διὰ τὸ ἀκαίρως ἐπιτιμᾷν, ἐκώλυσε τοῦτο γίνεσθαι, ὥστε μὴ σκανδαλισθῆναι καὶ προσκόψαι τὸν ἀδελφὸν, ὅταν μηδὲ διορθοῦντες σκανδαλίζωμέν τινα, τίνος ἐσμὲν ἄξιοι; Εἰ γὰρ τὸ μὴ σῶσαι, ἔγκλημα (καὶ δείκνυσιν ὁ τὸ τάλαντον κατορύξας), τὸ σκανδαλίσαι τί οὐκ ἐργάζεται; Τί οὖν, ἐὰν οἴκοθεν, φησὶ, σκανδαλίζηται ἀσθενὴς ὤν; ∆ι' αὐτὸ μὲν οὖν  τοῦτο  ἂν  εἴη  δίκαιον  πάντα  ὑπομένειν.  Εἰ γὰρ  ἰσχυρὸς  ἦν,  οὐδὲ  τοσαύτης ἐπιμελείας αὐτῷ ἔδει· νυνὶ δὲ ἐπειδὴ ἀτελέστερός ἐστι, διὰ τοῦτο πολλῆς χρῄζει τῆς σπουδῆς. Παρέχωμεν τοίνυν  αὐτῷ  τοῦτο, καὶ πανταχόθεν  αὐτὸν  διαβαστάζωμεν. Οὐδὲ γὰρ τῶν  οἰκείων κακῶν ὑφέξομεν λόγον  μόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν ἑτέρους σκανδαλίζομεν.  Εἰ δὲ ἐκεῖναι  καὶ  καθ' ἑαυτὰς  χαλεπαὶ  αἱ εὐθῦναι,  ὅταν  καὶ τὰ σκάνδαλα  προστεθῶσι,  πότε  σωθησόμεθα;  Μὴ  γὰρ  νομίσωμεν,   εἰ  κοινωνοὺς εὕροιμεν τῶν ἁμαρτημάτων, ὡς ἀπολογίαν ἕξομεν· τοῦτο ἡμῖν καὶ προσθήκη γενήσεται τιμωρίας· ἐπεὶ καὶ ὁ ὄφις μᾶλλον ἐκολάσθη τῆς γυναικός· ὥσπερ οὖν καὶ ἡ  γυνὴ   τοῦ  ἀνδρὸς,  καὶ  Ἰεζάβελ  δὲ  χαλεπωτέραν   ἔδωκε  δίκην   τοῦ  Ἀχαὰβ ἁρπάσαντος τὸν ἀμπελῶνα.
Καὶ σὺ τοίνυν ὅταν αἴτιος ἑτέροις ἀπωλείας γενήσῃ, χαλεπώτερα πείσῃ τῶν ὑποσκελισθέντων παρὰ σοῦ. Οὐδὲ γὰρ οὕτω τὸ ἁμαρτεῖν, ὡς τὸ καὶ ἑτέρους εἰς τοῦτο ἐνάγειν ἀπόλλυσι· διό φησιν, Οὐ μόνον αὐτὸ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν. Ὥστε ὅταν ἴδωμέν τινας ἁμαρτάνοντας, μὴ μόνον μὴ ὠθῶμεν αὐτοὺς, ἀλλὰ  καὶ ἀνέλκωμεν  ἐκ τοῦ βόθρου τῆς πονηρίας, ἵνα μὴ τῆς ἑτέρων  ἀπωλείας αὐτοὶ τὴν δίκην ὑπόσχωμεν. Ἀλλὰ γὰρ ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἐπανέλθωμεν. Πάντες γὰρ, φησὶ, παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, καὶ λόγον δώσομεν τῷ Θεῷ. Τί οὖν ποιήσομεν οἱ ἐν ἁμαρτίαις προδιδόντες ἑαυτοὺς ἑκόντες; τίνα ἕξομεν τὴν παραψυχήν; τίνα παραμυθίαν; πῶς ἐξιλεωσόμεθα τὸν φοβερὸν δικαστήν; πόσης αἰσχύνης  πληρωθῶμεν,  ὁρῶντες  πρὸ ὀφθαλμῶν  τὰς  ἀσεβείας ἡμῶν;  Ὅμως ἐὰν θελήσωμεν νῦν διεγερθῆναι πρὸς τὰ Θεῷ ἀρεστὰ, δυνησόμεθα καὶ πάντα τὰ ἡμαρτημένα ἀπονίψασθαι, καὶ τὰ φοβερὰ ἐκεῖνα κριτήρια διαφυγεῖν. Τοῦτο δὲ ἔσται, ἐὰν μνημονεύσωμεν διηνεκῶς τῆς ἐντεῦθεν ἀποδημίας τοῦ σώματος ἡμῶν· Μιμνήσκου γὰρ, φησὶν, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα  οὐχ ἁμαρτήσεις· ἔπειτα ἀναλογιζώμεθα    τὸ   φοβερὸν   βῆμα   τοῦ   Χριστοῦ,  ἐν   ᾧ   πάντα   γυμνὰ   καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν διανοίᾳ· ἔπειτα τὸν ποταμὸν τοῦ πυρὸς, τὸν δεσμὸν τὸν ἄλυτον, τὸ σκότος τὸ ἀφεγγὲς, τὸν βρυγμὸν τῶν ὀδόντων,  τὸν σκώληκα τὸν ἰοβόλον, τὴν ἡμέραν ἐκείνην, τὴν ὀδυνηρὰν μὲν τοῖς ἁμαρτωλοῖς, φαιδρὰν δὲ καὶ ἡδεῖαν τοῖς ἔργα δικαιοσύνης ἐπιτελέσασιν.
βʹ. Ἀλλ'  εἰσί  τινες  τῶν  ἀνθρώπων   τοσαύτης  ἀνοίας  πεπληρωμένοι,  ὡς ψευδεῖς    ἡγεῖσθαι    τὰς    θεοπνεύστους    Γραφὰς,   καὶ   τὸ   δίκαιον    τοῦ   Θεοῦ ἀλληγοροῦντες.  Ἀκήκοα γάρ τινων  φιλαμαρτημόνων,  καὶ ὑπὸ πολλῆς φιληδονίας κατεχομένων,  λεγόντων  τοιαῦτα, ὅτι, φασὶν, Ὁ Θεὸς πρὸς φόβον τῶν  ἀνθρώπων ἠπείλησε ταῦτα· μὴ γένοιτο  γὰρ, ὅτι ἐλεήμων  ὢν κολάσει τινὰ, καὶ μάλιστα τῶν ἐπεγνωκότων  αὐτόν. Ἀκούσατε οὖν οἱ ἀπολωλεκότες  τὰς καρδίας ἄνθρωποι, οἱ τῇ ὑποβολῇ τοῦ μισοκάλου πειθόμενοι τοῦ χαίροντος ὑμῶν τῇ ἀπωλείᾳ. Ἵνα γὰρ 59.622  μὴ φοβηθέντες εἰς χρηστὸν βίον ἑαυτοὺς μεταβάλωμεν, καὶ φύγωμεν τῆς κολάσεως τὰ βασανιστήρια, διὰ τοῦτο  εἰς ταύτην  ἡμᾶς ἤγαγε  τὴν  ἀφοβίαν·  ὅπως  ἐνταῦθα ἀμελήσαντες, εἰς αὐτὸν τὸν τοῦ ᾅδου πυθμένα ἑαυτοὺς ἐμβάλωμεν. Λέγετε οὖν μοι,
οἱ  ψεύστην  τὸν  Θεὸν ἀποφαίνοντες,  οἱ  ῥήματα  μόνον  ψιλὰ  τὰς  ἁγίας  Γραφὰς λογιζόμενοι,  καὶ οὐχὶ  ἀλήθειαν,  τί νομίζετε, ὦ ἀνόητοι;  οὐχ ὁ πλούσιος ἐκεῖνος κολάζεται,  ὁ  τὸν  Λάζαρον ὑπεριδών;  οὐχὶ  αἱ  μωραὶ  παρθένοι  τοῦ  νυμφῶνος ἐκβάλλονται; οὐχὶ οἱ μὴ θρέψαντες Χριστὸν, εἰς τὸ πῦρ ἀπέρχονται τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ; οὐχ ὁ τὰ ῥυπαρὰ ἱμάτια ἐνδεδυμένος, χεῖρας καὶ  πόδας  δεθεὶς  ἐκβάλλεται  εἰς  τὸ  πῦρ; οὐχὶ  ὁ  τὰ  ἑκατὸν  δηνάρια  ἀπαιτήσας παραδίδοται τοῖς βασανισταῖς; οὐ τὸ περὶ τῶν μοιχῶν εἰρημένον ἀλήθειά ἐστιν, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται; ἢ ἀπειλαὶ μόνον ταῦτά  εἰσι; Ναὶ, φησί.  Καὶ πόθεν,  εἴπατέ  μοι  ἄθλιοι,  πρᾶγμα  τοιοῦτον  τολμᾶτε ἀποφήνασθαι, καὶ ταῦτα οἴκοθεν φέροντες τὴν ἄδικον ψῆφον;
Ἐγὼ δὲ καὶ  ἀφ' ὧν  εἴρηκε ὁ Χριστὸς καὶ  ἀφ' ὧν  πεποίηκε,  τοὐναντίον ἀποδεῖξαι πειράσομαι. Εἰ γὰρ περὶ τῶν  μελλουσῶν  κολάσεων οὐ πιστεύομεν, κἂν ἀπὸ τῶν  ἤδη γεγενημένων  πιστεύσωμεν· οὐ γὰρ δὴ τὰ γεγενημένα  καὶ εἰς ἔργον ἐξελθόντα  ἀπειλαὶ  καὶ ῥήματά εἰσι μόνον.  Τίς οὖν  τὴν  οἰκουμένην  κατέκλυσεν ἅπασαν ἐπὶ τοῦ Νῶε, καὶ τὸ χαλεπὸν ἐκεῖνο ναυάγιον εἰργάσατο, καὶ τὴν τοῦ γένους ἡμῶν πανωλεθρίαν  παντὸς ἐποίησε; τίς πάλιν μετὰ ταῦτα τοὺς κεραυνοὺς ἐκείνους καὶ τοὺς πρηστῆρας ἀφῆκεν ἐπὶ τὴν Σοδόμων γῆν; τίς τὴν Αἴγυπτον ἅπασαν κατεπόντισε;  τίς  τὰς  ἑξακοσίας  χιλιάδας  ἐπὶ  τῆς  ἐρήμου  κατέστρωσε; τίς  τὴν συναγωγὴν Ἀβιρὼν κατέφλεξε; τίς τοὺς περὶ Κορὲ καὶ ∆αθὰν ἀνοῖξαι τῇ γῇ τὸ στόμα καὶ  καταπιεῖν   ἐκέλευσε;  τίς  τὰς  ἑβδομήκοντα   χιλιάδας   ἐν  μιᾷ  καιροῦ  ῥοπῇ κατήνεγκεν  ἐπὶ τοῦ ∆αυΐδ; τίς τὰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἐν μιᾷ νυκτὶ ἐθανάτωσεν ἐπὶ τῆς προφητείας Ἡσαΐου; Εἴπω καὶ τοὺς κατ' ἰδίαν κολασθέντας, τὸν διηνεκεῖ  παραδοθέντα τιμωρίᾳ Κάϊν, τὸν καταλευσθέντα  μετὰ παντὸς  τοῦ γένους Χάρμην,  τὸν  ὑπὲρ  συλλογῆς  ξύλων   τὸ  αὐτὸ  παθόντα  ἐν  σαββάτῳ,  τοὺς  ἐπὶ Ἐλισσαίου τεσσαράκοντα καὶ δύο παῖδας τοὺς ὑπὸ τῶν θηρίων δαπανηθέντας, καὶ μηδὲ ἀπὸ τῆς ἡλικίας τυχόντας συγγνώμης; Εἰ δὲ καὶ μετὰ τὴν χάριν τοιαῦτα ἰδεῖν ἐθέλοις,  ἐννόησον,  ὅσα ἔπαθον  οἱ  Ἰουδαῖοι,  πῶς  τὰ  ἴδια  τέκνα  κατέφαγον  αἱ γυναῖκες   αὐτῶν,   οἱ  μὲν   ὀπτῶσαι,  αἱ  δὲ  καὶ  ἄλλως   δαπανῶσαι·   πῶς   λιμῷ παρεδόθησαν ἀνηκέστῳ, καὶ πολέμοις ποικίλοις καὶ χαλεποῖς, ὡς πάσας τὰς ἔμπροσθεν τραγῳδίας ἀποκρύψαι τῇ τῶν οἰκείων ὑπερβολῇ συμφορῶν. Ὅτι γὰρ ὁ Χριστὸς αὐτοὺς  ταῦτα  εἰργάσατο,  ἄκουσον  αὐτοῦ  ταῦτα  προλέγοντος,  καὶ  διὰ παραβολῶν, καὶ σαφῶς καὶ ἀνακεκαλυμμένως· διὰ παραβολῶν μὲν, ὡς ὅταν λέγῃ· Τοὺς δὲ μὴ θέλοντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς, ἀγάγετε καὶ κατασφάξατε· καὶ διὰ τοῦ ἀμπελῶνος, καὶ διὰ τοῦ γάμου· σαφῶς δὲ καὶ διαῤῥήδην, ὡς ὅταν λέγῃ ἀπειλῶν, ὅτι Πεσοῦνται ἐν στόματι μαχαίρας, καὶ ἔσται συνοχὴ ἐπὶ τῆς γῆς ἐθνῶν, ἐν ἀπορίᾳ ἠχούσης  θαλάσσης καὶ  σάλου, ἀποψυχόντων   ἀνθρώπων  ἀπὸ  φόβου,  καὶ  Ἔσται θλίψις  τοιαύτη,  οἵα  οὐ  γέγονε  πώποτε,  οὐδὲ  μὴ  γένηται.  Καὶ ὁ Ἀνανίας  καὶ  ἡ Σάπφειρα ὑπὲρ κλοπῆς ὀλίγων  ἀργυρίων ὅσην ἔδωκαν δίκην, ἅπαντες ἴστε. Τὰς δὲ καθημερινὰς συμφορὰς οὐχ ὁρᾶτε, ὅσας ὑποφέρομεν ἁμαρτάνοντες; ἢ οὐδὲ ταῦτα γεγένηται;  Οὐχ ὁρᾶτε καὶ  νῦν  τοὺς  λιμῷ  τηκομένους,  τοὺς  ἐλέφαντι  καὶ  λώβῃ σώματος κατεχομένους,  τοὺς πενίᾳ  διηνεκεῖ  συζῶντας, τοὺς μυρία ἀνήκεστα καὶ θλιβερὰ  πάσχοντας;  Πῶς οὖν  ἂν  ἔχοι  λόγον  τοὺς  μὲν  κολάζεσθαι, τοὺς  δὲ  μὴ κολάζεσθαι; Εἰ γὰρ οὐκ ἄδικος ὁ Θεὸς, ὡσπεροῦν οὐδὲ ἄδικος, πάντως καὶ σὺ δίκην δώσεις  ἁμαρτάνων·  εἰ  δὲ, ἐπειδὴ  φιλάνθρωπός  ἐστιν  ὁ  Θεὸς, οὐ  κολάζει,  οὐδὲ τούτους ἔδει κολασθῆναι. Νυνὶ δὲ διὰ ταῦτα ὑμῶν τὰ ψυχρὰ ῥήματα, πολλοὺς καὶ ἐνταῦθα κολάζει ὁ Θεός· ἵνα, ὅταν τοῖς ῥήμασι μὴ πιστεύσητε τῆς ἀπειλῆς, κἂν τοῖς πράγμασι πιστεύσητε τῆς τιμωρίας· καὶ ἐπειδὴ τὰ παλαιὰ οὐχ 59.623 οὕτως ἡμᾶς φοβεῖ, τοῖς ἐφ' ἑκάστης γενεᾶς συμβαίνουσι τοὺς κατὰ καιρὸν διορθοῦται ῥᾳθυμοῦντας.
γʹ. Καὶ τίνος ἕνεκεν οὐ πάντας ἐνταῦθα κολάζει, φησίν; Ἵνα δῷ τοῖς ἄλλοις προθεσμίαν μετανοίας. Τίνος οὖν ἕνεκεν οὐ πάντας τιμωρεῖται ἐκεῖ; Ἵνα μὴ πολλοὶ διαπιστήσωσιν αὐτοῦ τῇ προνοίᾳ. Πόσοι λῃσταὶ οἱ μὲν ἑάλωσαν, οἱ δὲ ἀπῆλθον μὴ δόντες δίκην; ποῦ τοίνυν  ἡ φιλανθρωπία  τοῦ Θεοῦ καὶ ἡ δικαιοκρισία; ἐμὸν γάρ ἐστιν ἔρεσθαί σε. Εἰ μὲν γὰρ μηδεὶς ὅλως ἐτιμωρεῖτο, εἶχον ἐπὶ τοῦτο καταφυγεῖν· ὅταν δὲ οἱ μὲν δῶσι δίκην, οἱ δὲ μὴ δῶσι, καίτοι χείρονα ἁμαρτάνοντες, πῶς ἂν ἔχοι τοῦτο λόγον μὴ τῶν αὐτῶν πλημμελημάτων  τὰς αὐτὰς εἶναι δίκας; πῶς δὲ οὐκ ἂν δόξαιεν ἀδικεῖσθαι οἱ κολασθέντες; Τίνος οὖν ἕνεκεν,  φησὶν, οὐ πάντες  ἐνταῦθα κολάζονται; Ἄκουσον αὐτοῦ περὶ τούτων σοι ἀπολογουμένου. Ἐπειδὴ γὰρ ἀπέθανόν τινες πύργου κατενεχθέντος,  ἔλεγε τοῖς ὑπὲρ τούτων διαποροῦσι· ∆οκεῖτε ὅτι οὗτοι μόνοι ἁμαρτωλοὶ παρὰ πάντας εἰσίν; Οὐχὶ, λέγω ὑμῖν· ἀλλ' ἐὰν μὴ μετανοήσητε καὶ ὑμεῖς, πάντες ὡς αὐτοὶ ἀπολεῖσθε· παραινῶν  ἡμῖν καὶ διδάσκων μὴ θαῤῥεῖν, ὅταν ἑτέρων δόντων δίκην, ἡμεῖς πολλὰ πλημμελήσαντες μὴ δῶμεν· ἂν γὰρ μὴ μεταμελώμεθα,  δώσομεν πάντως.  Καὶ πῶς, φησὶν, ἀθάνατα  κολαζόμεθα, ἐνταῦθα βραχὺν χρόνον ἁμαρτόντες; Ὥσπερ δὴ καὶ ἐνταῦθά τις ἄνθρωπος ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἕνα φόνον ποιῶν, τῇ τῶν μετάλλων διηνεκεῖ καταδικάζεται ταλαιπωρίᾳ. Ἀλλ' ὁ Θεὸς οὐχ  οὕτω,  φησί. Πῶς οὖν  τριάκοντα  ὀκτὼ  ἔτη  ἐν  τοιαύτῃ  κολάσει τὸν παράλυτον κατεῖχεν; Ὅτι γὰρ διὰ ἁμαρτήματα αὐτὸν ἐκόλασεν, ἄκουσον τί φησιν· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. Ἀλλ' ὅμως ἔλαβε λύσιν, φησίν. Ἀλλ' οὐ τὰ ἐκεῖ τοιαῦτα. Ὅτι γὰρ ἐκεῖνα οὐχ ἕξει λύσιν ποτὲ, ἄκουσον αὐτοῦ λέγοντος, Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται· καὶ, Πορεύσονται οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν αἰώνιον. Εἰ τοίνυν ἡ ζωὴ αἰώνιός ἐστι, καὶ ἡ κόλασις αἰώνιος. Οὐχ ὁρᾷς, πόσα ἠπείλησεν Ἰουδαίοις; Ἆρα οὖν ἐξέβη τὰ ἀπειληθέντα, ἢ λόγος ἦν τὰ εἰρημένα; Καὶ πάλιν, Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον. Ἆρα ἔμεινε; Τί δὲ, ὅτι καὶ εἶπεν, Ἔσται θλίψις, οἵα οὐ γέγονε πώποτε; Ἆρα οὖν οὐκ ἐγένετο; Ἀνάγνωθι  τὴν ἱστορίαν τοῦ Ἰωσήππου, καὶ οὐδὲ ἀναπνεῦσαι δυνήσῃ ἀκούων,  ἅπερ ἔπαθον  ἐπὶ τῶν  πραγμάτων  ἐκεῖνοι.  Φησὶ γὰρ, ὅτι πᾶσαν ἐνίκησε τραγῳδίαν   ἐκεῖνα  τὰ  δεινὰ,  καὶ  ὅτι  πόλεμος  οὐδεὶς  οὐδέποτε  τοιοῦτος  ἔθνος κατέλαβε. Ταῦτα λέγω, οὐχ ἵνα ὑμᾶς λυπήσω, ἀλλ' ἵνα ὑμᾶς ἀσφαλίσωμαι, καὶ μὴ ψυχαγωγήσας ὑμᾶς περιττὰ, παρασκευάσω χαλεπώτερα ὑπομεῖναι. ∆ιὰ τί γὰρ, εἰπέ μοι, ἀξιοῖς κολάζεσθαι ἁμαρτάνων; οὐχὶ προεῖπέ σοι ἅπαντα; οὐχὶ ἠπείλησεν; οὐχὶ ἐφόβησεν; οὐχὶ μυρία εἰργάσατο ὑπὲρ τῆς σωτηρίας τῆς σῆς; οὐχὶ λουτρὸν παλιγγενεσίας  ἐδωρήσατο, καὶ τὰ πρότερα πάντα  ἀφῆκεν;  οὐχὶ  μετὰ τὴν  ἄφεσιν ταύτην καὶ τὸ λουτρὸν, καὶ τὴν ἐκ τῆς μετανοίας βοήθειαν πάλιν ἁμαρτάνοντί σοι δέδωκεν; οὐχὶ εὔκολόν σοι ἐποίησε τὴν ὁδὸν καὶ μετὰ ταῦτα τῆς τῶν ἁμαρτημάτων ἀφέσεως;
Ἄκουε τοίνυν  καὶ οἷα ἐπέταξεν. Ἐὰν ἀφῇς τῷ πλησίον, ἀφίημί  σοι κἀγὼ, φησί. Ποίαν τοῦτο δυσκολίαν  ἔχει; Κρίνατε ὀρφανὸν,  καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν,  φησὶ, καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν  ὡς φοινικοῦν,  ὡς χιόνα λευκανῶ. Ποῖον τοῦτο ἔχει μόχθον; Λέγε σὺ, φησὶ, τὰς ἁμαρτίας σου πρῶτος, ἵνα  δικαιωθῇς.  Τίνα  τοῦτο  δυσκολίαν  ἔχει;  Τὰς ἁμαρτίας  σου ἐν  ἐλεημοσύναις λύτρωσαι. Ποῖος τοῦτο ἱδρώς; Εἶπεν ὁ τελώνης,  Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ,  καὶ κατῆλθε  δεδικαιωμένος.  Ποῖος πόνος  μιμήσασθαι τὸν  τελώνην·  Ἀλλ'  οὐ  βούλῃ πεισθῆναι οὐδὲ μετὰ τὰς τοσαύτας ἀπο 59.624 δείξεις, ὅτι κόλασίς ἐστι καὶ τιμωρία; Οὐκοῦν οὐδὲ τὸν διάβολον εἴποις ἂν κολάζεσθαι. Πορεύεσθε γὰρ, φησὶν, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἰ γὰρ γέεννα οὐκ ἔστιν, οὐδὲ ἐκεῖνος κολάζεται· δῆλον ὅτι καὶ ἡμεῖς οἱ τὰ τούτου ἔργα ἐπιτελοῦντες [οὐ] κολασθησόμεθα· καὶ γὰρ καὶ ἡμεῖς παρηκούσαμεν, εἰ καὶ μὴ ἐπὶ τοῖς αὐτοῖς. Πῶς δὲ οὐ δέδοικας, ἄνθρωπε, τολμηρὰ φθεγγόμενος, ὅταν λέγῃς, ὅτι Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ οὐ κολάζει; Καὶ ἐὰν κολάσῃ, εὑρίσκεται κατὰ σὲ οὐκ ἔτι φιλάνθρωπος ὤν;  Ὁρᾷς εἰς  οἷα ῥήματα ὑμᾶς ὁ διάβολος  ἄγει; Τί δέ; οἱ τὰ ὄρη κατειληφότες μοναχοὶ, καὶ μυρίαν ἄσκησιν ἐπιδειξάμενοι ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ἆρα ἀστεφάνωτοι  ἀπελεύσονται; Εἰ γὰρ οἱ πονηροὶ μὴ κολάζονται, μηδὲ ἔστι μηδενὸς ἀντίδοσις, ἐρεῖ πάλιν ἄλλος ἴσως, ὅτι οὔτε οἱ ἀγαθοὶ στεφανοῦνται. Οὐχὶ, φησίν· ἀλλὰ τοῦτο τῷ Θεῷ πρέπον ἐστὶ, τὸ βασιλείαν μόνην εἶναι παρ' αὐτῷ, καὶ μὴ γέενναν. Οὐκοῦν ὁ πόρνος καὶ ὁ μοιχὸς καὶ ὁ μυρία κακὰ ἐργασάμενος τῶν αὐτῶν ἀπολαύσεται τῷ σωφροσύνην καὶ ἁγιωσύνην  καὶ ἐγκράτειαν καὶ πᾶσαν ἀγγελικὴν πολιτείαν  ἐπιδειξαμένῳ;  Εἰ δὲ μὴ ἔστι γέεννα,  ἀνάστασις δὲ πάντως  ἔσται, καὶ οἱ πονηροὶ τῶν αὐτῶν ἀγαθῶν τεύξονται τοῖς δικαίοις. Καὶ τίς ἂν τοῦτο εἴποι καὶ τῶν σφόδρα ἐξεστηκότων ἀνθρώπων;  μᾶλλον  δὲ τίς ἂν τοῦτο εἴποι δαίμων; Ἀλλὰ καὶ αὐτοὶ οἱ δαίμονες γέενναν  ὁμολογοῦσιν εἶναι· διὸ καὶ ἐβόων λέγοντες, Ἦλθες ὧδε πρὸ καιροῦ  βασανίσαι ἡμᾶς; Πῶς οὖν  οὐ  δέδοικας  καὶ  φρίττεις,  ἄνθρωπε,  τῶν δαιμόνων ὁμολογούντων  αὐτὸς ἀρνούμενος; πῶς οὐ συνορᾷς τὸν διδάσκαλον τῶν πονηρῶν τούτων δογμάτων; Ὁ γὰρ τὸν ἐξ ἀρχῆς ἀπατήσας ἄνθρωπον, καὶ προτάσει μειζόνων ἐλπίδων, καὶ τῶν ἐν χερσὶν ἐκβαλὼν αὐτὸν ἀγαθῶν, οὗτός ἐστιν ὁ καὶ νῦν ταῦτα ὑποβάλλων  λέγειν  τε καὶ νοεῖν· καὶ διὰ τοῦτο πείθει τινὰς  ὑποπτεύειν  μὴ εἶναι γέενναν, ἵνα ἐμβάλῃ εἰς γέενναν. Καὶ γὰρ ὁ Θεὸς ἀπεναντίας ἀπειλεῖ γέενναν, καὶ  ἡτοίμασε  γέενναν,  ἵνα  ἡμεῖς  μαθόντες,  οὕτως  εὐσεβῶς  βιώσωμεν,  τοῦ  μὴ ἐμπεσεῖν εἰς γέενναν. Καίτοι γε εἰ γεέννης οὔσης ὁ διάβολός σε ταῦτα ἀναπείθει, πῶς ἂν, μὴ οὔσης ὡμολόγησαν  οἱ δαίμονες, οἷς περισπούδαστόν ἐστι μηδὲν τοιοῦτον ὑποπτεύειν ἡμᾶς, ἵνα τῇ ἀδείᾳ γενόμενοι ῥᾳθυμότεροι, μετ' αὐτῶν εἰς τὸ πῦρ ἐκεῖνο ἐμπέσωμεν; Καὶ πῶς, φησὶ, τότε ὡμολόγουν οἱ δαίμονες; Τὴν ἀνάγκην οὐ φέροντες τὴν ἐπικειμένην αὐτοῖς. Ἅπερ οὖν ἐννοοῦντες ἅπαντα, παυέσθωσαν καὶ ἑαυτοὺς καὶ ἑτέρους ἀπατῶντες  οἱ ταῦτα λέγοντες.  Ὁ Θεὸς γὰρ, φησὶν, ἐμφανῶς  ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον  αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς  σφοδρά. Πῦρ ἐνώπιον  αὐτοῦ  προπορεύσεται, καὶ  φλογιεῖ  κύκλῳ  τοὺς χθροὺς αὐτοῦ. Καὶ τίνες εἰσὶν οἱ ἐχθροὶ τοῦ Θεοῦ, ἀλλ' ἢ οἱ πόρνοι, οἱ μοιχοὶ, οἱ ἀρσενοκοῖται, οἱ μαλακοὶ, οἱ εἰδωλολάτραι, οἱ πλεονέκται, οἱ μέθυσοι, οἱ ἐπίορκοι, οἱ γογγυσταὶ, οἱ ὀργίλοι, οἱ μνησίκακοι, οἱ ὑπερήφανοι, οἱ ἀλαζόνες, οἱ τοῖς γονεῦσιν ἀπειθεῖς, οἱ ἀνελεήμονες; Τούτοις πᾶσιν ἐν τῇ φοβερᾷ τῆς κοινῆς ἀναστάσεως ἡμέρᾳ παρακελεύεται  ὁ κριτὴς λέγων,  Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι,  εἰς τὸ πῦρ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
δʹ. Εἰ δὲ περὶ τούτων  τῶν  εἰρημένων  δώσομεν δίκην, πολλῷ  μᾶλλον ὑπὲρ τῶν ῥημάτων τούτων δώσουσιν εὐθύνας ἐπὶ τοῦ βήματος ἐκείνου τοῦ φοβεροῦ οἱ τὰ φοβερὰ καὶ φρικώδη διασύροντες τοῦ Χριστοῦ ἐντάλματα, καὶ πολλῶν  τὸν τόνον τῶν σπουδάζειν βουλομένων  ἐκλύοντες, καὶ οὐδὲ τοὺς βαρβάρους Νινευΐτας μιμούμενοι. Ἐκεῖνοι γὰρ καίτοι τούτων  πάντων  ὄντες ἄπειροι, ἀκούσαντες ὅτι ἡ πόλις καταστραφήσεται, οὐ μόνον οὐκ ἠπίστησαν, ἀλλὰ καὶ ἐστέναξαν, καὶ σάκκον περιεβάλοντο καὶ συνεχύθησαν· καὶ οὐ πρότερον ἀπέστησαν πάντα ποιοῦντες, ἕως ἂν ἔλυσαν τὴν ὀργὴν καὶ τὴν ἀγανάκτησιν τοῦ Θεοῦ. Σὺ δὲ ὁ Χριστιανὸς ὁ τοσαύτην λαβὼν πεῖραν πραγμάτων καὶ ῥημάτων, ἐξουδενοῖς τὰ εἰρημένα ὑπὸ τοῦ Χριστοῦ; Οὐκοῦν ἔσται 59.625 σοι τὰ ἐναντία.
Ὥσπερ γὰρ οἱ Νινευῗται φοβηθέντες τὰ ῥήματα, οὐχ ὑπέμειναν τὴν ἀπὸ τῶν πραγμάτων πεῖραν· οὕτω καὶ σὺ τῆς ἀπὸ τῶν ῥημάτων καταφρονῶν  ἀπειλῆς, τὴν ἀπὸ τῶν πραγμάτων ὑποστήσεις κόλασιν. Οὐχ ὁρᾷς τί πεποίηκεν ἐνταῦθα ὁ Χριστός;
πῶς δύο λαβὼν λῃστὰς, οὐ τῶν αὐτῶν αὐτοὺς ἠξίωσεν, ἀλλὰ τὸν μὲν εἰς βασιλείαν εἰσήγαγε, τὸν δὲ εἰς γέενναν ἔπεμψε; Καὶ τί λέγω λῃστὴν καὶ ἀνδροφόνον; Οὐδὲ γὰρ τοῦ μαθητοῦ αὐτοῦ ἐφείσατο, ἐπειδὴ προδότης ἐγένετο, ἀλλὰ καὶ ἐπὶ βρόχον ὁρῶν ὁρμῶντα αὐτὸν, καὶ ἀγχόμενον καὶ μέσον ῥηγνύμενον (καὶ γὰρ Ἐλάκησε μέσος, καὶ τὰ σπλάγχνα αὐτοῦ ἐξεχύθη πάντα)· ἀλλ' ὅμως ἅπαντα ταῦτα παθεῖν αὐτὸν συνεχώρησεν, ἀπὸ τῶν παρόντων πείθων σε καὶ περὶ τῶν ἐκεῖ πάντων. Μὴ τοίνυν
φενακίζετε ἑαυτοὺς, ἄνθρωποι, τῷ διαβόλῳ πειθόμενοι· ἐκείνου γάρ εἰσι ταῦτα τὰ νοήματα. Εἰ γὰρ δικασταὶ καὶ δεσπόται καὶ διδάσκαλοι, καὶ ἥμεροι καὶ βάρβαροι, τοὺς μὲν ἀγαθοὺς τιμῶσι, τοὺς δὲ πονηροὺς κολάζουσι, πῶς ἂν ἔχοι λόγον παρὰ τῷ Θεῷ τὰ  ἐναντία  γίνεσθαι,  καὶ  τῶν  αὐτῶν  ἀξιοῦσθαι  τούς  τε  ἀγαθοὺς  καὶ  τοὺς πονηρούς;  Πότε  δὲ  καὶ  ἀπαλλαγήσονται   τῆς   κακίας   οἱ  πονηροί;  Ὅταν  γὰρ προσδοκῶσι νῦν κόλασιν, καὶ μεταξὺ τοσοῦτον φόβον ἔχωσι τὸν ἀπὸ τῶν δικαστῶν
καὶ τῶν  νόμων, καὶ οὐκ ἀφίστανται  τῆς πονηρίας· ὅταν ἀπελθόντες  ἐκεῖ καὶ τὸν φόβον  τοῦτον  ἀπόθωνται,  καὶ  μὴ  μόνον  εἰς  γέενναν  οὐκ  ἐμπέσωσιν, ἀλλὰ  καὶ βασιλείας ἐπιτύχωσι, πότε πονηρευόμενοι στήσονται; Τοῦτο οὖν φιλανθρωπίας,  εἰπέ μοι, τὸ τὴν πονηρίαν ἐπιτείνειν;  τὸ τῇ κακίᾳ ἆθλον τιθέναι; τὸ τῶν αὐτῶν ἀξιοῦν τὸν σώφρονα καὶ τὸν ἀκόλαστον, τὸν πιστὸν καὶ τὸν ἀσεβῆ, τὸν ἐλεήμονα καὶ τὸν
ἀπάνθρωπον;  Εἰ μὲν  γὰρ μηδὲν  μέλει  τῷ  Θεῷ μηδὲ ἁμαρτανόντων  ἡμῶν,  μήτε κατορθούντων,  ἴσως ἔχει τινὰ λόγον  τὸ λέγειν  μὴ εἶναι κόλασιν· εἰ δὲ τοσαύτην σπουδὴν ποιεῖται ὁ Θεὸς, ὥστε μηδὲ ἁμαρτάνειν ἡμᾶς, καὶ τοσαῦτα πραγματεύεται,ὥστε κατορθοῦν  ἡμᾶς τὰς ἐντολὰς,  εὔδηλον  ὅτι  καὶ ἁμαρτάνοντας  κολάζει, καὶ κατορθοῦντας στεφανοῖ. Σὺ δέ μοι σκόπει τῶν  πολλῶν  τὴν ἀνωμαλίαν.  Ἐνταῦθα μὲν γὰρ ἐγκαλοῦσι τῷ Θεῷ, ὅτι μακροθυμεῖ πολλάκις, καὶ περιορᾷ πολλοὺς μιαροὺς,
ἀσελγεῖς, πλεονέκτας, μὴ διδόντας δίκην· ἐκεῖ πάλιν ἐὰν ἀπειλήσῃ κολάζειν αὐτοὺς, σφοδροὶ καὶ βαρεῖς εἰσιν αἰτιώμενοι· καίτοι γε εἰ τοῦτο λυπεῖ, ἐκεῖνο ἀποδέχεσθαι ἐχρῆν καὶ θαυμάζειν. Ἀλλ'  ὢ τῆς ἀνοίας!  ὢ τῆς ἀλόγου καὶ ἀναιδοῦς γνώμης!  ὢ φιλαμαρτήμονος  καὶ φιληδόνου,  καὶ πρὸς κακίαν  ῥεπούσης ψυχῆς! Καὶ γὰρ ἀπὸ πολλῆς φιληδονίας  τὰ δόγματα ἅπαντα ταῦτα τίκτεται· ὡς εἴ γε βουληθεῖεν οἱ τὰ τοιαῦτα λέγοντες  ἀρετῆς ἐπιλαβέσθαι, ταχέως καὶ περὶ τῆς γεέννης  πεισθήσονται,καὶ οὐκ ἀμφιβαλοῦσι. Καὶ ποῦ, φησὶ, καὶ ἐν ποίῳ χωρίῳ αὕτη ἔσται ἡ γέεννα; Τί γάρ σοι περὶ τούτου μέλει; Τὸ γὰρ ζητούμενον ἐστὶ δεῖξαι, ὅτι ἔστιν· ὅπου δὲ ταμιεύεται, καὶ ἐν ποίῳ χωρίῳ, μὴ ζήτει. Τινὲς μὲν γὰρ μυθολογοῦντές φασιν, ὅτι ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφάτ ἐστιν ἡ γέεννα, ὃ περὶ πολέμου τινὸς εἴρηται παρελθόντος. Καὶ γὰρ ἐν τῇ κοιλάδι Ἰωσαφὰτ κρίσει δικαίᾳ τιμωρῶν τοὺς ἐναντίους ἄρδην ἀπώλεσεν, ὧν ἐπὶ ἑπταετῆ χρόνον ἤρκεσεν εἰς καῦσιν τὰ ὅπλα τοῖς τὴν Ἱερουσαλὴμ κατοικοῦσι. Καὶ νῦν τοῦτο εἰς τὴν γέενναν ἕλκουσιν· ἡ δὲ Γραφὴ οὐ τοῦτό φησι. Καὶ ἐν ποίῳ τόπῳ, φησὶν, ἔσται; Ἔξω που, ὡς ἔγωγε οἶμαι, τοῦ κόσμου παντὸς τούτου. Καθάπερ γὰρ τῶν βασιλέων τὰ δεσμωτήρια καὶ τὰ μέταλλα πόῤῥω διέστηκεν, οὕτω καὶ τῆς οἰκουμένης ταύτης ἔξω πού ἐστιν ἡ γέεννα. Μὴ ζητῶμεν τοίνυν ποῦ ἐστιν, ἀλλὰ πῶς ἂν  αὐτὴν  φύγωμεν,  μηδὲ ἐπειδὴ  πάντας  ἐνταῦθα  οὐ κολάζει ὁ Θεὸς, διὰ τοῦτο ἀπιστῶμεν  τοῖς μέλλουσι· φιλάνθρωπος  γάρ ἐστι, καὶ μακροθυμεῖ· καὶ διὰ τοῦτο τέως  ἀπειλεῖ,  καὶ  οὐκ  εὐθέως  κολάζει·  Οὐ γὰρ  θέλω,  φησὶ,  τὸν  θάνατον  τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Εἰ δὲ μή ἐστι θάνατος  ἁμαρτωλοῦ, περιττὸν τὸ εἰρημένον.
εʹ. Καὶ οἶδα μὲν, ὅτι οὐδὲν ἀηδέστερον τούτων ὑμῖν τῶν λόγων· ἀλλ' ἐμοὶ τούτων οὐδέν ἐστιν ἡδύτερον. Εἴθε 59.626 γὰρ ἦν ἀεὶ καὶ διὰ παντὸς περὶ γεέννης διαλέγεσθαι ἡμᾶς, καὶ ἀριστοποιουμένους, καὶ δειπνοῦντας,  καὶ λουομένους! οὐδὲ γὰρ ἂν ἠλγήσαμεν τοῖς ἐνταῦθα δεινοῖς, οὐκ ἂν ἥσθημεν τοῖς χρηστοῖς. Τί γάρ μοι καὶ εἰπεῖν ἔχεις δεινόν; πενίαν, νόσον, αἰχμαλωσίαν, πήρωσιν σώματος; Ἀλλὰ πάντα ταῦτα γέλως εἰσὶ πρὸς τὴν ἐκεῖ κόλασιν. Κἂν τοὺς δι' ὅλου βασανιζομένους λιμῷ λέγῃς· κἂν τοὺς ἐκ πρώτης ἡλικίας πεπηρωμένους καὶ προσαιτοῦντας, τρυφὴ ταῦτά εἰσι πρὸς ἐκεῖνα τὰ κακά. Συνεχῶς τοίνυν, ἀγαπητοὶ, στρέφωμεν τοὺς περὶ τούτων λόγους, καὶ ἐν διανοίᾳ, καὶ ἐπὶ γλώττης· οὐ γὰρ ἀφίησιν ἐμπεσεῖν εἰς γέενναν  τὸ μεμνῆσθαι γεέννης. Οὐκ ἀκούεις Παύλου λέγοντος, Οἵτινες δίκην τίσουσιν αἰώνιον ἀπὸ προσώπου Κυρίου; Οὐκ ἀκούεις οἷος ὁ Νέρων ἐγένετο, ὃν καὶ μυστήριον τοῦ Ἀντιχρίστου καλεῖ ὁ Παῦλος; Τὸ γὰρ μυστήριον, φησὶν, ἤδη ἐνεργεῖται τῆς ἀνομίας. Τί οὖν; οὐδὲν πείσεται ὁ Νέρων ὁ Πέτρον καὶ Παῦλον τιμωρήσας; οὐδὲν πείσεται ὁ Ἀντίχριστος,  οὐδὲν   ὁ  διάβολος;  Οὐκοῦν  ὁ  Ἀντίχριστος  καὶ  ὁ  διάβολος   οὐκ ἀποστήσονταί  ποτε  τῆς  κακίας,  μὴ  κολαζόμενοι.  Ναὶ, φησίν·  ἀλλ'  ὅτι  μὲν  ἔστι κόλασις  καὶ  γέεννα,  παντί  που  δῆλον·  οἱ  δὲ  ἄπιστοι  ἐμπεσοῦνται  μόνοι.  Τίνος ἕνεκεν, εἰπέ μοι; Ὅτι, φησὶν, οἱ πιστοὶ τὸν ∆εσπότην ἐπέγνωσαν τὸν ἑαυτῶν. Καὶ τί
τοῦτο; ὅταν  γὰρ ὁ βίος ἀκάθαρτος ᾖ, μείζονα καὶ διὰ τοῦτο δώσουσι δίκην  τῶν ἀπίστων· Ὅσοι γὰρ, φησὶν, ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· καὶ, Ὁ οἰκέτης ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλά. Εἰ δὲ οὐκ ἔστι βίου δοῦναι δίκην, ἀλλ'
ἁπλῶς ταῦτα εἴρηται, οὐδὲ ὁ διάβολος τιμωρηθήσεται. Καὶ γὰρ τὸν Θεὸν οἶδε, καὶ ἀνθρώπων   μᾶλλον  πολλῷ·  καὶ  οἱ  δαίμονες  δὲ  πάντες  καὶ  ἴσασιν  αὐτὸν,  καὶ φρίττουσι, καὶ κριτὴν αὐτὸν ὁμολογοῦσιν. Εἰ τοίνυν  βίου οὐκ ἔστι δοῦναι λόγον, οὐδὲ  πονηρῶν  πράξεων,  διαφεύξονται  καὶ  οὗτοι.  Οὐκ ἔστι ταῦτα,  οὐκ  ἔστι· μὴ ἑαυτοὺς ἀπατᾶτε, ἀγαπητοί. Εἰ γὰρ μὴ ἔστι γέεννα, πῶς κρίνουσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ οἱ ἀπόστολοι; πῶς φησιν ὁ Παῦλος· Οὐκ οἴδατε, ὅτι ἀγγέλους κρινοῦμεν; μήτοιγε βιωτικά; πῶς δὲ πάλιν ὁ Χριστὸς ἔλεγεν· Ἄνδρες Νινευῗται ἀναστήσονται ἐν τῇ  κρίσει, καὶ  κατακρινοῦσι  τὴν  γενεὰν  ταύτην;  καὶ,  Ἀνεκτότερον  ἔσται τῇ  γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως; Τί τοίνυν παίζεις ἐν οὐ παικτοῖς πράγμασι; τί ἀπατᾷς σεαυτὸν, καὶ παραλογίζῃ τὴν ψυχήν σου, ἄνθρωπε; τί δὲ καὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ἀντιμάχῃ; ∆ιὰ γὰρ τοῦτο καὶ ἡτοίμασε τὴν γέενναν, καὶ ἠπείλησεν, ἵνα μὴ ἐμπέσωμεν  ἐν  αὐτῇ, τῷ  φόβῳ  βελτίους  γενόμενοι.  Ὥστε ὁ τὸν  περὶ τούτων ἀναιρῶν λόγον οὐδὲν ἕτερον λανθάνει ποιῶν ἢ εἰς αὐτὴν τὴν γέενναν ἑαυτὸν ὠθεῖ, καὶ ἐμβάλλει διὰ τῆς ἀπάτης ταύτης. Μὴ τοίνυν ἐκλύσῃς τὰς χεῖρας τῶν ὑπὲρ ἀρετῆς πονούντων,  μηδὲ ἐπιτείνῃς  τὴν ῥᾳθυμίαν  τῶν  καθευδόντων.  Εἰ γὰρ πεισθεῖεν  οἱ πολλοὶ,  ὅτι  γέεννα  οὐκ ἔστι, πότε  ἀποστήσονται τῆς  κακίας; ποῦ δὲ τὸ δίκαιον φανεῖται;   Οὐ  λέγω   ἐπὶ   ἁμαρτωλῶν   καὶ  δικαίων,   ἀλλ'  ἐπὶ   ἁμαρτωλῶν   καὶ ἁμαρτωλῶν. ∆ιὰ τοῦτο ὁ μὲν ἐκολάσθη ἐνταῦθα, ὁ δὲ οὐκ ἐκολάσθη τὰ αὐτὰ ἁμαρτάνων, ἢ καὶ χαλεπώτερα πολλῷ. Εἰ γὰρ οὐκ ἔστι γέεννα, οὐδὲν ὑπὲρ τούτων ἀπολογήσασθαι δυνήσεται τοῖς ἐγκαλοῦσι. ∆ιὸ παρακαλῶ πάντας ὑμᾶς παυσαμένους τοῦ   γέλωτος   τούτου   τοῦ   σατανικοῦ,   ἐπιστομίζειν   τοὺς   ὑπὲρ   τούτων   ὑμῖν ἀντιλέγοντας.   Καὶ γὰρ  καὶ  τῶν  σμικροτάτων  ἐν  τοῖς  ἁμαρτήμασι  καὶ  ἐν  τοῖς κατορθώμασιν  ἀκριβὴς  ἔσται  ἡ  ἐξέτασις.  Καὶ  γὰρ  καὶ  ὀφθαλμῶν   ἀκολάστων δώσομεν δίκην, καὶ ῥήματος ἀργοῦ, καὶ γέλωτος ἀτάκτου, καὶ λοιδορίας ἁπλῶς, καὶ ἐνθυμήσεως  κακῆς, καὶ μέθης  εὐθύνας  ὑφέξομεν· ὡς  πάλιν  ἐν  τοῖς  ἀγαθοῖς  καὶ ποτηρίου ψυχροῦ ληψόμεθα μισθὸν, καὶ λόγου ἀγαθοῦ, καὶ στεναγμοῦ μόνου. ∆ὸς γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ πρόσωπον τῶν  στεναζόντων  καὶ κατοδυνωμένων.  Πῶς οὖν τολμᾷς εἰπεῖν, ὅτι μετὰ τοσαύτης ἀκριβείας ἐξετάζων τὰ ἡμέτερα ὁ Θεὸς ἁπλῶς καὶ εἰκῆ τὴν γέενναν  ἠπείλησε; Μὴ, παρακαλῶ, μὴ, δέομαι ὑμῶν, μὴ ταῖς κεναῖς ταύταις ἐλπίσιν ἑαυτοὺς ἀπολέσητε καὶ τοὺς πειθομένους ὑμῖν. Εἰ γὰρ τοῖς ἡμετέροις λόγοις  ἀπιστεῖτε, ἐξετάσατε Ἰουδαίους, 59.627 Ἕλληνας, αἱρετικοὺς ἅπαντας,  καὶ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀποκριθήσονται, ὅτι κρίσις ἔσται καὶ ἀνταπόδοσις. Ἀλλ' οὐκ ἀρκοῦσιν οἱ ἄνθρωποι; Ἐρώτησον καὶ τοὺς δαίμονας αὐτοὺς, καὶ ἀκούσῃ λεγόντων  αὐτῶν· Τί ἦλθες  ὧδε  πρὸ καιροῦ βασανίσαι ἡμᾶς; καὶ  ἅπαντα  ταῦτα συναγαγόντες,  πείσατε ἑαυτοὺς  μὴ μάτην  λαλεῖν·  59.628 ἵνα  μὴ διὰ  τῆς  πείρας μάθητε   τὴν   γέενναν,   ἀλλ'  ἐντεῦθεν   σωφρονισθέντες   τὰς   βασάνους  ἐκείνας δυνήσησθε ἐκφυγεῖν,  καὶ τῶν  μελλόντων  ἀγαθῶν  ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
  In secundum domini adventum


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.