Δευτέρα, 25 Νοεμβρίου 2013

Σύγκρισις Βασιλικής Δυναστείας και Πλούτου και Υπεροχής



ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ – ΕΛΛΗΝΙΚΗ ΠΑΤΡΟΛΟΓΙΑ

ΣΥΓΚΡΙΣΙΣ ΒΑΣΙΛΙΚΗΣ ∆ΥΝΑΣΤΕΙΑΣ ΚΑΙ ΠΛΟΥΤΟΥ ΚΑΙ ΥΠΕΡΟΧΗΣ, ΠΡΟΣ ΜΟΝΑΧΟΝ ΣΩΖΩΝΤΑ ΤΗ ΑΛΗΘΕΣΤΑΤΗ ΚΑΙ ΚΑΤΑ ΧΡΙΣΤΟΝ ΦΙΛΟΣΟΦΙΑ.

αʹ. Ὁρῶν ἐγὼ τοὺς πολλοὺς τῶν ἀνθρώπων τὰ δοκοῦντα εἶναι καλὰ μᾶλλον ἀγαπῶντάς τε καὶ θαυμάζοντας, ἢ τὰ φύσει χρηστὰ καὶ ὡς ἀληθῶς ἀγαθὰ, ἀναγκαῖον εἶναι νομίζω περὶ ἑκατέρων βραχεῖς ποιήσασθαι τοὺς λόγους, καὶ παραθεῖναι νῦν ἀλλήλοις τά τε κατεῤῥᾳθυμημένα παρὰ πολλοῖς, τά τε πολλῆς τυγχάνοντα σπουδῆς, ἵνα μαθόντες τὸ διάφορον  ἑκατέρων, τὰ μὲν ὡς ἄξια σπουδῆς καὶ σωτηρίας περὶ πολλοῦ ποιησώμεθα, τῶν δὲ καταφρονεῖν  παιδευθῶμεν ὡς οὐδενὸς ἀξίων. Οὐκοῦν ἀγαπᾶται μὲν πλοῦτος καὶ δυναστεία καὶ ἀρχὴ καὶ δόξα, καὶ μακαρίζουσιν οἱ πολλοὶ τοὺς τῶν ἐθνῶν ἄρχοντας, φερομένους ἐπὶ λαμπρῶν ὀχημάτων, καὶ κηρύκων βοῆς ἀπολαύοντας  καὶ δορυφορίας πολλῆς, καταπεφρόνηται  δὲ τῶν  φιλοσοφούντων  ὁ βίος, καὶ τῶν τὴν μονήρη δίαιταν ᾑρημένων· κἀκεῖνοι μὲν φανέντες, πρὸς ἑαυτοὺς ἐπιστρέφουσι  τὸν  δῆμον,  οὗτοι  δὲ  φανέντες  οὐδενὸς  ὀφθαλμοὺς,    κομιδῇ  γε ὀλίγων,  πρὸς ἑαυτοὺς  ἕλκουσι. Καὶ τούτων  μὲν  οὐδεὶς  ἂν  ἐπιθυμήσειε  γενέσθαι ὅμοιος, ἐκείνων δὲ ἅπαντες· καίτοι γε δυναστείαν μὲν κτήσασθαι, καὶ ἀρχὴν ἔθνους λαβεῖν, χαλεπόν τε καὶ τοῖς πολλοῖς ἀδύνατον, καὶ πολλῶν ἂν δεηθεῖεν χρημάτων οἱ τῆς ἀρχῆς ἐρασταί· τὸ δὲ μονήρη βίον ἑλέσθαι, καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ συζῇν, πᾶσιν ὁμοίως εὔπορόν τε καὶ ῥᾴδιον. Καὶ τῆς μὲν ἀρχῆς ἡ κτῆσις τῷ βίῳ τούτῳ συνδιαφθείρεται, μᾶλλον δὲ καὶ ζῶντας ἀπολιμπάνει τοὺς ἑαυτῆς ἐραστὰς, ἤδη δέ τινας  καὶ εἰς κίνδυνον  μέγαν  ἢ ἀδοξίαν  κατέστησεν· ὁ δὲ μονήρης  βίος νῦν  τε πολλῶν  ἀγαθῶν  ἀναπίμπλησι  τοὺς  δικαίους,  καὶ  μετὰ  τὴν  τοῦ  βίου  τελευτὴν λαμπροὺς καὶ χαίροντας  ἐπὶ τὸ δικαστήριον  ἄγει τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτε τῶν ἀρξάντων  οἱ πλείους  μεγάλην  ὀφθήσονται  διδόντες  τῶν  βεβιωμένων  τὴν  δίκην. Φέρε δὴ παραθέντες ἀλλήλοις τά τε τῆς 47.388 φιλοσοφίας ἀγαθὰ, τά τε δοκοῦντα εἶναι  χρηστὰ  τῆς  ἐν  τῷ  παρόντι  βίῳ  δυναστείας  καὶ  δόξης,  καταμάθωμεν  τὸ διάφορον ἑκατέρων τῶν ἀγαθῶν· παράλληλα γὰρ ἔσται φανερώτερα· μᾶλλον δὲ, εἰ δοκεῖ, τὴν κορυφὴν τῶν ἀγαθῶν, τὴν βασιλείαν λέγω, τῇ φιλοσοφίᾳ  παραθέντες, θεωρήσωμεν ἑκατέρας κτήσεως τοὺς καρποὺς, καταμαθόντες ἀκριβῶς τίνων  μὲν ὁ βασιλεὺς, τίνων δὲ ὁ φιλόσοφος ἄρχει. Οὐκοῦν ὁ μὲν βασιλεὺς πόλεσι καὶ χώραις καὶ πολλοῖς ἐφέστηκεν ἔθνεσι, καὶ στρατηγοὺς καὶ ὑπάρχους καὶ στρατόπεδα καὶ δήμους καὶ βουλὰς τοῖς ἑαυτοῦ νεύμασιν ἄγων· ὁ δὲ Θεῷ δεδωκὼς ἑαυτὸν, καὶ τὸν μονήρη βίον ᾑρημένος, θυμοῦ καὶ φθόνου καὶ φιλαργυρίας καὶ ἡδονῆς καὶ τῶν ἄλλων ἄρχει κακῶν,  σκοπῶν ἀεὶ καὶ φροντίζων,  ὅπως  ἂν μὴ συγχωρήσειε τῇ ψυχῇ  ὑπὸ τοῖς αἰσχροῖς γενέσθαι πάθεσι, μηδὲ δουλωθῆναι  τὸν  λογισμὸν  τυραννίδι  πικρᾷ, ἀλλ' ἀνωτέρω πάντων ἀεὶ τὴν διάνοιαν ἔχοι, τὸν τοῦ Θεοῦ φόβον ἐπιστήσας τοῖς πάθεσι. Τοιαύτην  μὲν  οὖν    βασιλεὺς,  τοιαύτην  δὲ    μοναχὸς  ἀρχὴν  καὶ  δυναστείαν κέκτηται, ὥστε δικαιότερον ἄν τις τοῦτον βασιλέα καλέσειεν, ἢ τὸν ἁλουργίδι καὶ στεφάνῳ λαμπόμενον, καὶ καθήμενον ἐπὶ θρόνου χρυσοῦ.

βʹ. Βασιλεὺς γὰρ ὡς ἀληθῶς  ὁ θυμοῦ καὶ φθόνου  καὶ ἡδονῆς κρατῶν, καὶ πάντα ὑπὸ τοὺς νόμους ἄγων τοῦ Θεοῦ καὶ τὸν νοῦν ἐλεύθερον τηρῶν, καὶ οὐκ ἐῶν ἐνδυναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδονῶν. Τὸν τοιοῦτον ἡδέως ἂν εἶδον καὶ δήμων καὶ γῆς καὶ θαλάσσης ἄρχοντα, καὶ πόλεων καὶ δήμων καὶ στρατοπέδων. Ὁ γὰρ τοῖς  πάθεσι τῆς  ψυχῆς  τὸν  λογισμὸν  ἐπιστήσας, ῥᾳδίως  ἂν  ἐπισταίη  καὶ
ἀνθρώποις  μετὰ τῶν  θείων  νόμων,  ὥστε αὐτὸν  ἐν πατρὸς τάξει τοῖς ἀρχομένοις εἶναι, μετὰ πάσης ἡμερότητος ὁμιλοῦντα ταῖς πόλεσιν. Ὁ δὲ ἀνθρώπων  μὲν ἄρχειν δοκῶν, θυμῷ δὲ καὶ φιλαρχίᾳ  καὶ ἡδοναῖς  δουλεύων,  πρῶτον  μὲν καταγέλαστος εἶναι δό 47.389 ξειεν ἂν τοῖς ἀρχομένοις, ὅτι στέφανον μὲν φορεῖ λιθοκόλλητον  καὶ χρυσοῦν,  σωφροσύνῃ  δὲ  οὐκ  ἐστεφάνωται,  καὶ  ἁλουργίδι  μὲν  ὅλον  τὸ  σῶμα λάμπεται, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει. Ἔπειτα δὲ οὐδὲ ὅπως μεταχειρίσαιτο τὴν ἀρχὴν  ἐπιστήσεται· ὁ γὰρ ἑαυτοῦ μὴ δυνηθεὶς  ἄρχειν,  πῶς  ἂν ἑτέρους δυνηθείη κατευθύνειν τοῖς νόμοις; Εἰ δὲ βούλει καὶ τὸν πόλεμον ἑκατέρων ἰδεῖν, εὑρήσεις τὸν μὲν δαίμοσι μαχόμενον καὶ κρατοῦντα καὶ νικῶντα καὶ ὑπὸ τοῦ Χριστοῦ στεφανούμενον· μετὰ γὰρ τῆς θείας ῥοπῆς ἐπὶ τὸν πόλεμον ἔρχεται, οὐρανίοις πεφραγμένος  ὅπλοις,  ὥστε ἀνάγκη  τούτου  γενέσθαι  τὸ  κράτος· τὸν  δὲ  βασιλέα βαρβάροις μαχόμενον. Ὅσῳ δὲ τῶν ἀνθρώπων  οἱ δαίμονες φοβερώτεροι, τοσούτῳ λαμπρότερος    τούτων  κρατῶν  τοῦ  νικῶντος   ἐκείνους.  Εἰ δὲ  καὶ  τὴν  αἰτίαν ἑκατέρου πολέμου καταμαθεῖν βουληθείης, πολὺ τὸ οὐκ ἴσον εὑρήσεις. Ὁ μὲν γὰρ ὑπὲρ εὐσεβείας καὶ τῆς τοῦ Θεοῦ λατρείας πολεμεῖ τοῖς δαίμοσιν, ἢ πόλεις ἢ κώμας ἐκ τῆς πλάνης  ἐξαρπάσαι ποθῶν·  ὁ δὲ μάχεται  βαρβάροις ὑπὲρ τόπων  ἢ ὅρων ἢ χρημάτων ἁρπασθέντων, ἢ πλεονεξίας καὶ ἔρωτος ἀρχῆς ἀδίκου παρακαλούσης ἐπὶ τὴν μάχην· ἔνθα δὴ πολλοὶ πολλάκις βασιλεῖς, τῶν μειζόνων ἐπιθυμήσαντες, καὶ τὰ παρόντα προσαπώλεσαν. Ἡ μὲν οὖν ἀρχὴ καὶ οἱ πόλεμοι τοσοῦτον ἀλλήλων διαφέροντας  ἔδειξαν τόν  τε βασιλέα, καὶ τὸν  ἐσπουδακότα τῇ τοῦ Θεοῦ λατρείᾳ συζῇν· γνοίη δ' ἄν τις αὐτοὺς ἀκριβῶς, τὸν βίον ἑκατέρου καὶ τὰς πράξεις τὰς παρ' ἡμέραν σκοπῶν. Εὕροι γὰρ ἂν ὡς ἀληθῶς τὸν μὲν ὁμιλοῦντα προφήταις, καὶ τῇ τοῦ Παύλου  σοφίᾳ  τὴν  ψυχὴν  καλλωπίζοντα,   καὶ  μεταπηδῶντα  συνεχῶς  ἀπὸ  μὲν Μωσέως πρὸς Ἡσαΐαν, ἀπὸ δὲ τούτου πρὸς Ἰωάννην, ἀπὸ δὲ τούτου πρὸς ἕτερον· τὸν βασιλέα δὲ συνεχῶς ὁμιλοῦντα ταξιάρχοις καὶ ὑπάρχοις καὶ δορυφόροις· οἷς δέ τις ὁμιλεῖ συνεχῶς, τούτοις ἀφομοιοῦται τὸ ἦθος. Οὐκοῦν ὁ μὲν μονάζων πρὸς τὰ τῶν ἀποστόλων καὶ προφητῶν ἤθη ἐκτυποῦται τὴν γνώμην, ὁ δὲ βασιλεὺς πρὸς τὰ τῶν στρατηγῶν  καὶ  δορυφόρων  καὶ  ὑπασπιστῶν,  ἀνθρώπων  οἴνῳ  δουλευόντων  καὶ ἡδοναῖς  χαριζομένων,  καὶ  τὸ  πλέον  τῆς  ἡμέρας  διατριβόντων  ἐν  πότῳ,  οὐδὲν καίριον ἢ καλὸν διὰ τὸν οἶνον ἐπισταμένων. Οὕτως ἄρα καὶ διὰ τοῦτο τὸν μονήρη βίον προσήκει μακαρίζειν μᾶλλον ἢ τὸν ἐν δυναστείᾳ καὶ βασιλείᾳ καὶ σκήπτροις.
γʹ. Εἰ δὲ καὶ τῆς νυκτὸς τὸν χρόνον ἐξετάζειν βουληθείημεν, τὸν μοναχὸν μὲν ὀψόμεθα τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ ταῖς εὐχαῖς κοσμούμενον, πολὺ πρότερον ᾄδοντα τῶν ὀρνίθων,  ἀγγέλοις συμβιοτεύοντα, Θεῷ συλλαλοῦντα, τῶν οὐρανίων  ἀγαθῶν ἀπολαύοντα· τὸν δὲ πολλοῖς ἔθνεσιν ἐφεστηκότα καὶ δήμοις καὶ στρατοπέδοις, καὶ πολλῆς  μὲν γῆς, πολλῆς  δὲ ἄρχοντα  θαλάττης,  ἐπὶ τῆς κλίνης  ἀνατεταμένον  καὶ ῥέγχοντα. Καὶ ἐκεῖνος μὲν γὰρ τοσούτοις τρέφεται σιτίοις, ὅσα οὐκ ἂν ἀπαιτήσειε τὸν μοναχὸν ὕπνον βαθύν· τὸν δὲ ἡ τρυφὴ κατακοιμίζει καὶ ὁ πότος μέχρις ἡμέρας αὐτῆς ἐν τῇ κλίνῃ κατέχων. Ἔστι τοίνυν τῷ μὲν μοναχῷ καὶ ἀμπεχόνη καὶ τράπεζα μετρία, καὶ σύσσιτοι τῆς αὐτῆς ἀρετῆς ἀθληταί·  τὸν  βασιλέα δὲ λίθοις  τε 47.390 ἀνάγκη καὶ χρυσῷ καλλωπίζεσθαι, τράπεζάν τε παρατίθεσθαι λαμπρὰν, καὶ χρῆσθαι συσσίτοις, εἰ  μὲν  ἄφρων  εἴη,  τῆς  ἑαυτοῦ  κακίας  ἀξίοις,  εἰ  δὲ  νοῦν  ἔχοι  καὶ σωφρονοίη, χρηστοῖς ἴσως καὶ δικαίοις, πολὺ δὲ λειπομένοις  τῆς ἐκείνων  ἀρετῆς. Οὕτω κἂν φιλοσοφῇ βασιλεὺς, οὐδὲ κατὰ μικρὸν ἐγγὺς ἐλθεῖν τῆς τοῦ μονάζοντος καλοκαγαθίας  δυνήσεται.  Καὶ γὰρ ἐν  ὁδοιπορίαις  βαρύς ἐστι τοῖς  ὑπηκόοις,  καὶ πόλιν οἰκῶν, καὶ εἰρήνης ἀπολαύων, καὶ πολέμων ἁπτόμενος, φόρους τε εἰσπραττόμενος, καὶ στρατεύματα συγκροτῶν, καὶ αἰχμαλώτους  ἄγων, καὶ νικῶν, καὶ  ἡττώμενος·   ἡττώμενος   μὲν   γὰρ  τῶν   οἰκείων   κακῶν   ἀναπίμπλησι   τοὺς ἀρχομένους,  νικῶν  δὲ ἀφόρητος  γίνεται,  καλλωπιζόμενός  τε τοῖς  τροπαίοις,  καὶ
μέγα  φρονῶν,   καὶ  τοῖς   στρατιώταις   παρέχων   ἄδειαν   ἁρπάζειν,  συλᾷν,  τοὺς ὁδοιπόρους ἀδικεῖν, τὰς πόλεις ἐν τῇ καθέδρᾳ πολιορκεῖν, τὰς τῶν πενήτων πορθεῖν οἰκίας, τοὺς ὑποδεξαμένους εἰσπράττεσθαι καθ' ἑκάστην ἡμέραν ἃ μηδεὶς ἐπιτρέπει νόμος, ἐπὶ προφάσει τινὸς  ἔθους ἀρχαίου παρανόμου τε καὶ ἀδίκου. Καὶ τὸν μὲν πλούσιον ἔβλαψεν οὐδὲν ὁ βασιλεὺς τοῖς τοιούτοις κακοῖς, τὴν πενίαν δὲ ἐκάκωσεν, ὥσπερ ὡς ἀληθῶς αἰσχυνόμενος τοὺς εὐπόρους. Οὐ μὴν ὅ γε μοναχὸς οὕτως, ἀλλ' ἅμα τε ὤφθη,  καὶ πλουσίων  καὶ πενήτων  χάριν  τινὰ  κομίζων  ἦλθε  καὶ τούτοις κἀκείνοις  ὁμοίως,  ἱματίῳ  μὲν  ἑνὶ  δι' ἔτους  χρώμενος,  ὕδωρ  δὲ πίνων  ἥδιον,  ἢ θαυμαστὸν οἶνον ἕτεροι· ὑπὲρ ἑαυτοῦ μὲν οὐδεμίαν, οὔτε μικρὰν, οὔτε μείζω χάριν παρὰ  τῶν  πλουσίων  αἰτῶν,  ὑπὲρ  δὲ  τῶν  ἐν  ἐνδείᾳ  πολλάς  τε  καὶ  συνεχεῖς, ἀμφοτέροις λυσιτελούσας, τοῖς τε παρέχουσι, καὶ τοῖς κομίζεσθαι μέλλουσιν. Οὕτω κοινός  ἐστιν ἰατρὸς καὶ πλουσίων  καὶ πενήτων  ὁμοίως, τοὺς μὲν  ἁμαρτημάτων ἐλευθερῶν διὰ τῆς ἀγαθῆς νουθεσίας, τοῖς δὲ λύων τὴν ἔνδειαν. Βασιλεὺς δὲ τάς τε εἰσφορὰς  κουφοτέρας  εἶναι   κελεύων,   τοὺς  πλουσίους  μᾶλλον,     τὴν  πενίαν ὠφέλησε·  καὶ τὰ ἐναντία  ποιῶν,  τοὺς  μικρὰ κεκτημένους  ἔβλαψε.  Τὸν μὲν  γὰρ πλούσιον ὀλίγα ἂν βλάψειεν ἡ χαλεπότης τῶν εἰσφορῶν, τὰς δὲ τῶν πενήτων οἰκίας ὥσπερ  χειμάῤῥους  παρασύρει,  οἰμωγῆς  πιμπλῶσα  τὰς  κώμας,  καὶ  οὔτε  γῆρας ἐλεεινὸν  τοῖς εἰσπραττομένοις  τοὺς φόρους, οὔτε χηρεία γυναικῶν,  οὐκ ὀρφανία παίδων, ἀλλὰ κωμάζουσι πάντα τὸν χρόνον, κοινοί τινες πολέμιοι τῆς χώρας, ἅπερ οὐκ ἐξήνεγκεν ἡ γῆ, ταῦτα τοὺς γεωργοὺς εἰσπραττόμενοι.
δʹ. Φέρε δὴ κἀκεῖνο ἐξετάσωμεν, τί μὲν ὁ μοναχὸς,  τί δὲ ὁ βασιλεὺς τοῖς ὑπηκόοις χαρίζεται. Οὐκοῦν ὁ μὲν χρυσὸν, ὁ δὲ πνεύματος χάριν· καὶ ὁ μὲν ἔλυσε
πενίαν, ὅταν ᾖ χρηστὸς, ὁ δὲ ψυχὰς τυραννουμένας ὑπὸ δαιμόνων ἠλευθέρωσε ταῖς προσευχαῖς. Κἂν συμβῇ τινα  τοιαύταις  χειμάζεσθαι  συμφοραῖς, τὸν  βασιλέα μὲν ὥσπερ τὰ ἄψυχα παρέρχεται, ἐπὶ δὲ τὴν τῶν μοναχῶν οἰκίαν καταφεύγει, ὥσπερ ὁ
λύκον ὑποφεύγων, καταφεύγων  δὲ ἐπ' ἄνδρα θηρευτὴν ξίφος ἐν τῇ χειρὶ φέροντα· ὅπερ γὰρ τῷ θηρευτῇ ξίφος, τοῦτο προσευχὴ τῷ μονάζοντι. Οὐ γὰρ οὕτω φοβερὸν τοῖς λύκοις τὸ ξίφος, ὡς τοῖς δαίμοσιν αἱ προσευχαὶ 47.391 τῶν δικαίων. Οὐ τοίνυν
μόνον ἡμεῖς πρὸς τοὺς ἁγίους μοναχοὺς ἐν ταῖς χρείαις καταφεύγομεν, ἀλλὰ καὶ οἱ βασιλεῖς αὐτοὶ πρὸς τούτους καταφεύγουσιν ἐν καιροῖς φοβεροῖς, ὥσπερ οἱ πτωχεύοντες  ἐν λιμῷ πρὸς τὰς τῶν πλουσίων οἰκίας. Οὐκ Ἀχαὰβ, ὁ τῶν Ἰουδαίων
βασιλεὺς, ἐν  λιμῷ  καὶ  σιτοδείᾳ  τὴν  ἐλπίδα  τῆς  σωτηρίας  εἶχεν  ἐν  ταῖς  Ἠλίου προσευχαῖς; οὐκ Ἐζεκίας τὴν αὐτὴν ἔχων ἀρχὴν καὶ δυναστείαν, νοσῶν καὶ μέλλων τελευτᾷν, ἐφεστηκότα τὸν θάνατον ὁρῶν, ἐπὶ τὸν προφήτην κατέφυγεν, ὡς θανάτου
δυνατώτερον  καὶ  ζωῆς  χορηγόν;  Καὶ μὴν  καὶ  πολέμου  καταῤῥαγέντος,  καὶ  τῆς Παλαιστίνης  ἐκ βάθρων  αὐτῶν  ἀνασπασθῆναι  κινδυνευούσης,  οἱ  τῶν  Ἰουδαίων βασιλεῖς, ἀφέντες τὴν στρατιὰν, καὶ πεζοὺς καὶ τοξότας καὶ ἱππέας καὶ στρατηγοὺς καὶ ταξιάρχους, ἐπὶ τὰς Ἑλισσαίου προσευχὰς κατέφυγον· ἡγοῦντο γὰρ αὐτοῖς ἀντὶ πολλῶν μυριάδων ἔσεσθαι τὸν θεράποντα τοῦ Θεοῦ. Τὸ δὲ αὐτὸ τοῦτο καὶ Ἐζεκίας, τοῦ Περσικοῦ πολέμου  συστάντος, καὶ τῆς  πόλεως  περὶ τῶν  ἐδάφων  αὐτῶν  εἰς κίνδυνον   μέγιστον   κατακεκλιμένης,   καὶ   τῶν   ἐπὶ   τῷ   τείχει   τρεμόντων   καὶ δεδοικότων  καὶ  σειομένων,  καθάπερ  ἐν  προσδοκίᾳ  βροντῆς,    σεισμοῦ πάντα κινοῦντος, τὰς Ἡσαΐου προσευχὰς ὁ βασιλεὺς ἀντέστησε ταῖς πολλαῖς τῶν Περσῶν μυριάσι· καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος. Ἅμα τε γὰρ ὁ προφήτης τὰς χεῖρας ἦρεν εἰς τὸν οὐρανὸν, καὶ τοῖς ἐξ οὐρανοῦ βέλεσιν ὁ Θεὸς τὸν Περσικὸν κατέλυσε πόλεμον, παιδεύων τοὺς βασιλεῖς κοινοὺς τῆς γῆς ἡγεῖσθαι σωτῆρας τοὺς ἑαυτοῦ θεράποντας, ὅπως  ἂν  παιδευθεῖεν,  καὶ παρακαλούμενοι  παρὰ τῶν  δικαίων  ἐπὶ  πᾶσαν πρᾶξιν ἀγαθὴν  καὶ φιλάνθρωπον,  αἰδεῖσθαι τὰς συμβουλίας, καὶ πείθεσθαι ταῖς ἀγαθαῖς νουθεσίαις. Οὐ τοίνυν  ἐκ τούτων  μόνον ἔστι τὸ διάφορον ἰδεῖν ἀμφοτέρων, ἀλλὰκἂν ἐκπεσεῖν συμβῇ καὶ τοῦτον κἀκεῖνον, τὸν μὲν τῆς ἀρετῆς, τὸν δὲ τῆς βασιλείας στερηθέντα,    μὲν  ῥᾳδίως  ἂν  ἑαυτοῦ  γένοιτο,  καὶ  ταχέως  διὰ  προσευχῆς  καὶ δακρύων καὶ πένθους καὶ θεραπείας πτωχῶν  τὰς ἁμαρτίας ἀποτριψάμενος, πάλιν ῥᾳδίως ἐπὶ τὴν προτέραν ἀρχὴν ἀνατρέχει· βασιλεὺς δὲ ἐκπεσὼν πολλῶν  μὲν ἂν δεηθείη συμμάχων, πολλῶν  δὲ ὁπλιτῶν  καὶ ἱππέων  καὶ ἵππων  καὶ χρημάτων  καὶ κινδύνων· καὶ ὁ μὲν ὅλως ἐν ἑτέροις ἔχει τὴν ἐλπίδα τῆς σωτηρίας· ὁ δὲ τῇ βουλήσει καὶ τῇ σπουδῇ καὶ τῇ μεταβολῇ τῆς γνώμης ἑπομένην ἕξει τὴν σωτηρίαν εὐθέως· Ἡ βασιλεία γὰρ, φησὶ, τῶν  οὐρανῶν  ἐντὸς  ὑμῶν  ἐστι. Καὶ μὴν  ὁ θάνατος  τῷ  μὲν βασιλεῖ φοβερὸς, τῷ φιλοσοφοῦντι  δὲ ἄλυπος· τὸν γὰρ ὑπερορῶντα πλούτου  καὶ
47.392 ἡδονῆς καὶ τρυφῆς, ὧν ἕνεκα ζῇν ἐπιθυμοῦσιν οἱ πολλοὶ, καὶ τὴν ἐνθένδε μετάστασιν ἀνάγκη ῥᾳδίως φέρειν. Εἰ δὲ καὶ σφαγῆναι τοῦτον συμβαίη κἀκεῖνον, ὁ μὲν  ὑπὲρ  εὐσεβείας  ἐπισπάσεται  κινδύνους,  ἀθάνατον  ζωὴν  καὶ  οὐράνιον  διὰ θανάτου  πραγματευόμενος·  βασιλεὺς  δὲ  τύραννον   ἕξει  σφαγέα  καὶ  τῆς  ἀρχῆς ἐραστὴν, ἐλεεινὸν θέαμα καὶ δεινὸν μετὰ τὴν σφαγὴν γινόμενος· μοναχὸν δὲ ἰδεῖν ὑπὲρ εὐσεβείας ἐσφαγμένον ἡδὺ καὶ σωτήριον θέαμα. Καὶ ὁ μὲν τοὺς ἐραστὰς τῶν οἰκείων ἀγαθῶν καὶ μιμητὰς ἕξει καὶ μαθητὰς πολλοὺς εὐχομένους αὐτῷ φανῆναι παραπλησίους· ὁ δὲ πολλοὺς  ἂν ἐν προσευχαῖς ἀναλώσειεν  λόγους δεόμενος τοῦ Θεοῦ μηδένα φανῆναι  τῆς βασιλείας ἐραστήν. Καὶ τὸν μὲν οὐδεὶς ἂν ἀποκτεῖναι τολμήσειεν, εἰς τὸν Θεὸν ἀσεβεῖν ἡγούμενος, εἰ τὸν τοιοῦτον ἀνέλοι· τῷ δὲ πολλοὶ σφαγεῖς ἐφεστήκασιν ἐρασταὶ τυραννίδος. ∆ιόπερ ὁ μὲν φρουρεῖται στρατιώταις, ὁ δὲ πόλεις τειχίζει ταῖς εὐχαῖς, οὐδένα δεδοικώς· ὁ δὲ βασιλεὺς ἀεὶ φόβῳ συζῇ καὶ προσδοκίᾳ σφαγῆς· ὁ μὲν γὰρ ἐπικίνδυνον  ἔχει πλεονεξίαν, ὁ δὲ ἀσφαλῆ σωτηρίαν.
Περὶ μὲν οὖν τῶν ἐν τῷ παρόντι βίῳ πραγμάτων ἱκανῶς εἰρῆσθαί μοι δοκεῖ. Εἰ δὲ καὶ τὸν ἀγῶνα τὸν μέλλοντα  βουληθείημεν  ἐξετάζειν, τὸν μὲν ὀψόμεθα λαμπρὸν καὶ περίβλεπτον ἁρπαζόμενον ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, κατὰ τὸν ἡγεμόνα καὶ παιδευτὴν τοῦ σωτηρίου τούτου βίου καὶ πάσης ἀρετῆς· ὁ δὲ βασιλεὺς, ἐὰν  μὲν  δικαίως  φανείη  καὶ φιλανθρώπως  διοικήσας τὴν  ἀρχὴν  πολὺ  δὲ τοῦτο σπάνιον, ἐλάττονος ἔσται σωτηρίας τε καὶ τιμῆς· οὐ γὰρ ἴσον, οὐκ ἴσον βασιλεύς τε χρηστὸς καὶ μοναχὸς ἄκρως τῇ τοῦ Θεοῦ λατρείᾳ συζῶν. Εἰ δὲ φανείη πονηρὸς καὶ σκαιὸς, πολλῶν  κακῶν ἐμπεπληκὼς τὴν γῆν, τίς ἂν εἰπεῖν δυνηθείη τὰς συμφορὰς αἷς   ὀφθήσεται   συνεχόμενος,   πυρὶ   καιόμενος,   μαστιγούμενος,   στρεβλούμενος,
τοιαῦτα πάσχων ἅπερ οὔτε λόγῳ ῥητὰ, οὐδὲ ἔργῳ φορητά; Ταῦτα πάντα δεῖ λογιζομένους  καὶ μανθάνοντας,  μὴ τοὺς  πλουτοῦντας  θαυμάζειν·  ὁ γὰρ τούτων δεσπότης πεφηνὼς, οὐδὲ κατὰ μικρὸν ἐγγὺς ἐλθεῖν δύναται τῆς τοῦ μοναχοῦ ἀρετῆς.
Ὅταν  οὖν  ἴδῃς  πλούσιον  ἐσθῆτι  κεκοσμημένον,  χρυσῷ  καλλωπιζόμενον,   ἐπ' ὀχημάτων  φερόμενον,  ἐξόδους  ἐξιόντα  λαμπρὰς,  μὴ  μακαρίσῃς τὸν  ἄνθρωπον· πρόσκαιρος   γὰρ      πλοῦτος,   καὶ   τὸ   δοκοῦν   εἶναι   καλὸν   τῷ   βίῳ   τούτῳ συνδιαφθείρεται·  μοναχὸν  δὲ  ἰδὼν  βαδίζοντα  μόνον,  ταπεινὸν   καὶ  πρᾶον  καὶ ἡσύχιον καὶ ἥμερον, ζήλωσον τὸν ἄνδρα, φάνηθι μιμητὴς τῆς ἐκείνου φιλοσοφίας, εὖξαι γενέσθαι τῷ δικαίῳ παραπλήσιος· Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν. Ταῦτα γὰρ ὡς ἀληθῶς καλὰ καὶ σωτήρια καὶ μόνιμα, διὰ τὴν τοῦ Χριστοῦ φιλανθρωπίαν καὶ πρόνοιαν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Comparatio regis et monachi















Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.