Δευτέρα, 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ Λʹ. Ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον, συντεθὲν παρὰ Θεοδώρου Μαγίστρου


ΛΟΓΟΣ Λʹ. Ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον, συντεθὲν παρὰ Θεοδώρου Μαγίστρου, ἀπὸ διαφόρων λόγων τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

Τῆς μὲν  ἐπιγραφῆς  τῶν  ἀποστολικῶν  Πράξεων ἅπαν  ὑμῖν  ἤδη  τὸ χρέος καταβεβλήκαμεν. Ἀκόλουθον δὲ λοιπὸν ἦν, καὶ τῆς ἀρχῆς ἅψασθαι τοῦ βιβλίου, καὶ  εἰπεῖν τί ποτέ ἐστι, Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Ἀλλὰ Παῦλος οὐκ ἀφίησιν ἡμᾶς χρήσασθαι τῇ  τάξει  ταύτῃ  τῆς  ἀκολουθίας,  πρὸς  ἑαυτὸν  καὶ

 τὰ  οἰκεῖα  κατορθώματα  τὴν ἡμετέραν  γλῶτταν  καλῶν.  Ἐπιθυμῶ γὰρ αὐτὸν  ἰδεῖν  εἰς ∆αμασκὸν εἰσαγόμενον, δεδεμένον,  οὐκ  ἐν  ἀλύσει  σιδηρᾷ,  ἀλλὰ  φωνῇ   ∆εσποτικῇ·  ἐπιθυμῶ   δὲ  ἰδεῖν ἁλιευθέντα  τὸν ἰχθὺν  τοῦτον  τὸν μέγαν, τὸν 63.788.40 ἅπασαν ἀναβράσαντα τὴν θάλασσαν, τὸν μυρία κύματα κατὰ τῆς Ἐκκλησίας ἐπεγείραντα· ἐπιθυμῶ ἰδεῖν αὐτὸν ἁλιευθέντα,  οὐχὶ  ἀγκίστρῳ, ἀλλὰ  λόγῳ  ∆εσποτικῷ. Καθάπερ γάρ τις 


ἁλιεὺς  ἐπὶ πέτρας ὑψηλῆς καθήμενος, καὶ τὸν κάλαμον μετεωρίζων ἀφ' ὑψηλοῦ τὸ ἄγκιστρον ἀφίησιν εἰς τὸ πέλαγος· οὕτω δὴ καὶ ὁ ∆εσπότης ὁ ἡμέτερος, ὁ τὴν ἁλείαν δείξας τὴν πνευματικὴν,   καθάπερ  ἐφ'  ὑψηλῆς  

πέτρας  τῶν   οὐρανῶν   καθήμενος,   ὥσπερ ἄγκιστρον τὴν φωνὴν ἐκείνην ἀφεὶς ἄνωθεν, καὶ εἰπὼν, Σαῦλε, Σαῦλε, τί με διώκεις; οὕτω τὸν ἰχθὺν τοῦτον τὸν μέγαν ἡλίευσε. Τίς γὰρ τὸν ὠμὸν καὶ ἀπάνθρωπον, καὶ διώκτην

καὶ βλάσφημον, καὶ οὕτω τὴν Ἐκκλησίαν λυμαινόμενον, ὡς καὶ κατὰ τοὺς οἴκους πορευόμενον σύρειν ἄνδρας 63.789 τε καὶ γυναῖκας, καὶ πάντα συγχέειν καὶ ταράττειν, ὑπέμεινεν, εἰ μὴ ἐξαίφνης ὁ Βασιλεὺς ὁ ἡμέτερος

καλέσας μετέστησε, καὶ πρὸς ἑαυτὸν ἐπανήγαγε; Καὶ γὰρ καὶ οἱ μαθηταὶ, ὅπουπερ ἂν παραγενόμενον εἶδον, δεδοικότες  ἔφριττον,  καὶ  οὐδὲ  ἀντιβλέψαι  ἐτόλμων·  καὶ  ὅτε  πάλιν  τῶν  φίλων ἐγένετο,  τὸν  αὐτὸν  φόβον 

ἐδείκνυον.  Εἰ οὖν  καταλλαγέντα  αὐτὸν  ἐδεδοίκεισαν, ἐχθρὸν ὄντα καὶ πολέμιον, τί οὐκ ἂν ἐποίουν; Ἐγὼ δὲ τί πάθω; ἀνάγκη φυγεῖν πολλῇ τῇ σφοδρότητι χρησάμενον, μὴ πάλιν κατασχὼν ἀπαγάγῃ τοῦ προκειμένου. Καὶ

γὰρ ἴστε πολλάκις ἑτέρωθί με βαδίζοντα καὶ τετραμμένον, ἀπαντήσας ἐν μέσῳ τῷ λόγῳ κατέσχε, καὶ οὕτως εἷλεν, ὡς ἐν αὐτῷ πεῖσαι καὶ καταλῦσαι τὸν λόγον. Οὗτος τοίνυν ὁ  μακάριος  Παῦλος, ὁ τὴν  οἰκουμένην  φωτίσας 

πᾶσαν, ἐν  καιρῷ  τῆς  κλήσεως ἐτυφλώθη ποτέ· ἀλλ' ἡ πήρωσις ἐκείνου φωτισμὸς τῆς οἰκουμένης ἐγένετο. Ἐπειδὴ γὰρ ἔβλεπε κακῶς, ἐπήρωσεν αὐτὸν καλῶς ὁ Θεὸς, ὥστε ἀναβλέψαι χρησίμως· καὶ ἐπειδὴ καθ' ὑπερβολὴν

ἐδίωκε τὴν Ἐκκλησίαν, καὶ οὕτως σφοδρὸς ἦν καὶ ἀπρόσιτος, σφοδρότερον δέχεται τὸν χαλινόν· ἵνα μὴ τῇ ῥύμῃ τῆς προθυμίας ἐκείνης ἀγόμενος παρακούσῃ τῶν  λεγομένων,  καὶ ἵνα μάθῃ τίνα πολεμεῖ, ὃν οὐ μόνον

κολάζοντα, ἀλλὰ οὔτε εὐεργετοῦντα ἐνεγκεῖν δύναται. Οὐδὲ γὰρ σκότος αὐτὸν ἐπήρωσεν, ἀλλ' ὑπερβολὴ φωτὸς αὐτὸν ἐσκότισεν. Εἰ πόλεμος ἡμῖν περιεστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον

ἡμῖν πράγματα· εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων ὁ μυρία προσάγων  μηχανήματα,  καὶ πάντα  συγχέων  τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ  παραδώσειν 

πυρὶ,  καὶ  δουλείαν  ἡμῖν  ἐπανατεινόμενος,   ἐξαίφνης  ὑπὸ  τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς, αἰχμάλωτος  εἰς τὴν πόλιν  ἤγετο· οὐκ ἂν ἅπαντες μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν;

Ἐπειδὴ δὲ καὶ νῦν  πόλεμος  συνέστηκεν  Ἰουδαίων  θορυβούντων  καὶ  ταραττόντων  ἅπαντα,  καὶ πολλὰ τῇ τῆς Ἐκκλησίας ἀσφαλείᾳ προσαγόντων μηχανήματα, τὸ δὲ κεφάλαιον τῶν πολεμίων ὁ Παῦλος, ὁ πάντων μείζονα

καὶ ποιῶν καὶ λέγων, ὁ πάντα θορυβῶν καὶ ταράττων, ἔδησε δὲ αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ βασιλεὺς ὁ ἡμέτερος, ἔδησε καὶ αἰχμάλωτον  ἤγαγεν· οὐκ ἐξέλθωμεν  ἅπαντες  ἐπὶ τὴν θεωρίαν  ταύτην, ὥστε  ἰδεῖν 

αὐτὸν  αἰχμάλωτον   ἀγόμενον;  Καὶ γὰρ  οἱ  ἄγγελοι  ἐκ  τῶν  οὐρανῶν ὁρῶντες αὐτὸν δεδεμένον καὶ εἰσαγόμενον, ἐσκίρτων· οὐκ ἐπειδὴ δεδεμένον αὐτὸν εἶδον, ἀλλ' ἐπειδὴ ἐνενόουν, ὅσους ἀνθρώπους ἀπὸ τῶν δεσμῶν

λύειν ἔμελλεν· οὐκ ἐπειδὴ χειραγωγούμενον  ἐθεάσαντο, ἀλλ' ἐπειδὴ ἐλογίζοντο ὅσους ἔμελλεν ἀπὸ τῆς γῆς χειραγωγεῖν  ἐκεῖνος· οὐκ ἐπειδὴ πεπηρωμένον  εἶδον, ἀλλ' ἐπειδὴ ἐνενόουν, ὅσους ἔμελλεν ἀπὸ σκότους ἐξάγειν.

∆ιὰ τοῦτο κἀγὼ πάντας ἀφεὶς τοὺς ἄλλους, εἰς Παῦλον ἅλλεσθαι σπεύδω. Παῦλος γὰρ καὶ Παύλου πόθος ἠνάγκασεν ἡμᾶς πηδῆσαι

τοῦτο τὸ πήδημα. Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν,  ὅτι  ἔδειξας  τῇ  οἰκουμένῃ  τοιοῦτον  ἄνδρα;  Ἤνεσάν  σε πάντες  ἄγγελοι ὁμοθυμαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω, καὶ ὅτε τὸν  ἥλιον, 

ἀλλ' οὐχ οὕτως, ὡς ὅτε Παῦλον ἔδειξας τῇ οἰκουμένῃ πάσῃ. ∆ιὰ τοῦτο φαιδροτέρα γέγονεν ἡ γῆ 63.790 τοῦ οὐρανοῦ, ἐπειδὴ  φαιδρότερος  οὗτος τοῦ ἡλιακοῦ  φωτός.  Καὶ οὗτος  μὲν  ὁ ἥλιος παραχωρεῖ  τῇ νυκτὶ,  ἐκεῖνος  δὲ

τοῦ διαβόλου περιεγένετο· καὶ ὁ μὲν ἀφ' ὕψους φερόμενος, κάτω τὰς ἀκτῖνας ἀφίησιν· αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἀνεπλήρωσεν, ἀλλ' ἅμα τό τε στόμα ἠνέῳξε, καὶ τοὺς

ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται  ἐν  τοῖς  οὐρανοῖς, αὐτὸς  δὲ ἐκ πρώτης  δημηγορίας  μυριάδας πέντε ἀνδρῶν ἐθήρευσε, πόσης οὐκ ἐμπίπλησι χαρᾶς τὰς ἄνω

δυνάμεις; Καὶ τί λέγω; ἁπλῶς ἀρκεῖ Παῦλον φθέγγεσθαι, καὶ τοὺς οὐρανοὺς σκιρτᾷν καὶ εὐφραίνεσθαι. Τί γὰρ τῶν σπλάγχνων τούτου θερμότερον, ὃς πανταχοῦ τῆς οἰκουμένης περιέτρεχε συρόμενος, λιθαζόμενος, ἵνα τοὺς

δεδεμένους λύσῃ, καὶ πρὸς ἑαυτὸν μεταστήσῃ; Οὐδὲ γὰρ ὡς μαχόμενος,  οὕτω  τὰ πράγματα ἤνυεν,  ἀλλ' ὡς ἐπὶ ἑτοίμην  καὶ πρόχειρον  νίκην ἐρχόμενος, οὕτως ἵστη τὰ τρόπαια, κατασκάπτων, καθαιρῶν, καταβάλλων τοῦ

διαβόλου  τὰ  ὀχυρώματα,  καὶ  τῶν  δαιμόνων  τὰ  μηχανήματα,  καὶ  οὐδὲ  μικρὸν ἀνέπνει,   ἀλλ'  ἀπὸ  τούτων   ἐπ'  ἐκείνους,  καὶ  πάλιν   ἀπ'  ἐκείνων   ἐφ'  ἑτέρους μεταπηδῶν, καὶ καθάπερ τις στρατηγὸς ἄριστος καθ'

ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλον  δὲ  καθ'  ἑκάστην  ὥραν.  Ἀπὸ γὰρ  χιτωνίσκου  μόνον  εἰς  τὴν  παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων  τὰς πόλεις· καὶ τόξα καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡ γλῶττα 

Παύλου. Καὶ γὰρ ἐφθέγγετο  μόνον, καὶ παντὸς πυρὸς σφοδρότερον τοῖς  πολεμίοις  αἱ ῥήσεις ἐμπίπτουσαι, τοὺς μὲν δαίμονας  ἤλαυνον, τοὺς δὲ ὑπ' αὐτῶν κατεχομένους ἀνθρώπους πρὸς αὐτὸν ἐπανήγαγον. Ὅτε γὰρ τὸν

δαίμονα ἐκεῖνον τὸν πονηρὸν ἐξέβαλε, γοήτων ἀνδρῶν μυριάδες πέντε συνελθόντες τὰ βιβλία τῶν μαγειῶν κατέκαιον, καὶ πρὸς τὴν ἀλήθειαν μεθίσταντο. Καὶ καθάπερ ἐν πολέμῳ πύργου πεσόντος, ἢ τυράννου

κατενεχθέντος,  οἱ μετ' ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες  τῷ στρατηγῷ προστρέχουσιν, οὕτω δὴ καὶ τότε ἐγένετο· τοῦ γὰρ δαίμονος ἐκβληθέντος πολιορκηθέντες ἅπαντες, καὶ τὰ βιβλία ῥίψαντες, μᾶλλον δὲ καταλύσαντες, 

τοῖς Παύλου ποσὶ προσέτρεχον. Ὁ δὲ καθάπερ ἑνὶ  στρατοπέδῳ τῇ οἰκουμένῃ παραταττόμενος, οὐδαμοῦ ἵστατο, ἀλλ' ὥσπερ τις ὑπόπτερος ὢν, πάντα ἐποίει· καὶ νῦν μὲν χωλὸν διώρθου, νῦν δὲ νεκρὸν ἤγειρε, νῦν δὲ ἕτερον

ἐπήρου, τὸν μάγον λέγω· καὶ οὐδὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖ τὸν δεσμοφύλακα μετῆγε πρὸς ἑαυτὸν, τὴν καλὴν  ταύτην  αἰχμαλωσίαν  ἐργαζόμενος. Θαυμάζεται ∆αυῒδ τὸν Γολιὰθ καταφέρων

ἀπὸ λίθου μόνον ἑνός· ἀλλ' εἰ τὰ Παύλου κατορθώματά τις ἐξετάσειεν, παιδὸς ἔργον ἐκεῖνο· καὶ ὅσον ποιμένος καὶ στρατηγοῦ τὸ μέσον, τοσοῦτον τούτου κἀκείνου τὸ διάφορον· οὗτος γὰρ οὐ λίθον ῥίπτων τὸν νοητὸν Γολιὰθ

κατέφερεν, ἀλλὰ φθεγγόμενος μόνον ἅπασαν κατέλυσε τοῦ διαβόλου τὴν φάλαγγα.  Καὶ καθάπερ λέων βρυχώμενος καὶ φλόγα ἀπὸ τῆς γλώττης  ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος ἦν ἐπιών· καὶ πανταχοῦ μετεπήδα συνεχῶς,

ἔδραμεν ἐπὶ τούτους,  ἦλθεν  ἐπ'  ἐκείνους,  μετέστη  πρὸς  τούτους,  ἀπεπήδησε  πρὸς  ἑτέρους, ἀνέμου  ταχύτερον  ἐπιών·  καὶ  63.791 καθάπερ  μίαν  οἰκίαν  ἢ  πλοῖον  ἓν,  τὴν οἰκουμένην ἅπασαν κυβερνῶν, καὶ τοὺς μὲν

βαπτιζομένους ἀνέλκων, τοὺς δὲ ἰλιγγιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόμενος, ἐπὶ τῶν αὐχένων καθήμενος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων, κώπην ἐλαύνων, ἱστίον ἕλκων, πρὸς τὸν οὐρανὸν  βλέπων,  πάντα

 αὐτὸς ὢν,  καὶ ναύτης  καὶ κυβερνήτης  καὶ πρωρεὺς καὶ ἱστίον καὶ πλοῖον,  καὶ πάντα πάσχων ἵνα τὰ ἑτέρων λύσῃ κακά. Καὶ καθάπερ τις ἀθλητὴς, αὐτὸς παλαίων, τρέχων, πυκτεύων· ἢ στρατιώτης τειχομαχῶν, πεζομαχῶν,

ναυμαχῶν· οὕτω πᾶν εἶδος μετῄει μάχης· καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν,

ἑνὶ σώματι καταλαμβάνων  τὴν οἰκουμένην, καὶ μιᾷ γλώττῃ  πάντας τροπούμενος. Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον  τοῖς λίθοις τῆς Ἱεριχουντείων  πόλεως, καὶ καθῄρουν  αὐτοὺς, ὡς ἡ Παύλου φωνὴ  ἠχοῦσα, τὰ

ὀχυρώματα  τὰ διαβολικὰ χαμαὶ ἔῤῥιπτε, καὶ πρὸς ἑαυτὸν τοὺς ἐναντίους  μεθίστη. Καὶ διὰ θυρίδος ἀπὸ τοῦ τείχους ἐχαλάσθη, ἵνα κάτωθεν ἄνω διαπέμψῃ τοὺς ἐῤῥιμμένους χαμαί. Τὸν μὲν οὖν λιμὸν, καὶ τὸ δίψος, καὶ τὴν

γύμνωσιν, καὶ τὰ ναυάγια, καὶ τοὺς φόβους, καὶ τὰς ἐπιβουλὰς, καὶ τὰ δεσμωτήρια, καὶ τὰς πληγὰς, καὶ τὰ ἄλλα πάντα ὅσα τοῦ κηρύγματος  ἕνεκεν  ὁ μακάριος Παῦλος ὑπέμεινεν,  οὐδὲν  οἶμαι  δεῖν  λέγειν,  ὧν ἕκαστον

ἱκανὸν  συνταράξαι σφοδρῶς, καὶ κατακλάσαι τὴν ἁγίαν  ἐκείνην  ψυχήν· ὅταν δὲ λέγῃ, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; τοῦτό ἐστιν ὃ πάντων μάλιστα διηνεκῆ καὶ ἀφόρητον παρεῖχε

τὴν ἀθυμίαν αὐτῷ. Εἰ γὰρ καθ' ἕκαστον τῶν σκανδαλιζομένων  αὐτὸς ἐπυροῦτο, οὐκ ἐνῆν σβεσθῆναι τὴν πύρωσιν ταύτην ἀπὸ τῆς ἐκείνου ψυχῆς· οὐ γὰρ διελίμπανον  οἱ σκανδαλιζόμενοι, καὶ τὴν ὑπόθεσιν παρέχοντες τῷ

πυρί. Τὸ δὲ καὶ τοὺς Ἰουδαίους ἀπιστοῦντας ὁρᾷν, τίνα ἂν ἀθυμίας καὶ ὀδύνης μικρὰν γοῦν ἀνακωχὴν  ἔχειν ἠδύνατο; Ηὐχόμην γὰρ, φησὶν, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου τῶν κατὰ

σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ποθεινότερον ἦν μοι εἰς γέενναν  ἐμπεσεῖν, ἢ τοὺς Ἰσραηλίτας ἀπιστοῦντας  ὁρᾷν. Ὁ δὲ τὴν  ἐν τῇ γεέννῃ κόλασιν ἑλόμενος ὑπὲρ τοῦ δυνηθῆναι προσαγαγέσθαι

τοὺς Ἰουδαίους ἅπαντας,  εὔδηλον  ὅτι  τούτου  μὴ τυχὼν,  τῶν  ἐν  τῇ  γεέννῃ  κολαζομένων  διῆγε βαρύτερον. Βαβαὶ τοῦ διαπύρου ἔρωτος τῆς ἀγάπης· ὁ πυρὸς κατατολμῶν Παῦλος, ὁ ἀδαμάντινος, ὁ στεῤῥὸς, ὁ ἀκλινὴς, ὁ

ἀκαμπὴς, ὁ λέγων, Τίς ἡμᾶς χωρίσει ἀπὸ τοῦ Χριστοῦ; θλῖψις,  ἢ στενοχωρία,  ἢ διωγμὸς,  ἢ λιμὸς,  ἢ γυμνότης,  ἢ κίνδυνος,  ἢ μάχαιρα; ὁ γῆς καὶ θαλάττης κατατολμῶν, ὁ τῶν ἀδαμαντίνων  τοῦ θανάτου πυλῶν καταγελῶν· 

οὗτος,  ἐπειδή  τινων  ἀγαπητῶν  εἶδε  δάκρυα, οὕτω  κατεκλάσθη  καὶ συνετρίβη, ὡς μηδὲ κρύψαι τὸ πάθος, ἀλλ' εἰπεῖν εὐθέως· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές  μου τὴν καρδίαν; Ὢ τοῦ θαύματος! ἄβυσσος αὐτὸν οὐ

συνέτριψεν ὑδάτων,  καὶ  μικρὰ  δάκρυα  συνέτριψε  καὶ  κατέκλασε.  Τί ποιεῖτε  κλαίοντες  καὶ συνθρύπτοντές   μου   τὴν   63.792  καρδίαν;   Τί  λέγεις,   εἰπέ   μοι;  ἐκείνην   τὴν ἀδαμαντίνην ψυχὴν συντρίψαι δάκρυον

ἴσχυσε; Ναὶ, φησί· πολλὴ γὰρ ἡ τῆς ἀγάπης ἰσχύς· αὕτη μου περιγίνεται  καὶ κρατεῖ· πρὸς πάντα γὰρ ἀντέχω, πλὴν τῆς ἀγάπης. Ἀκούσατε ὅσοι  μηδὲ  χρημάτων  διὰ  τὸν  Χριστὸν καταφρονεῖτε,  μᾶλλον  δὲ  δι' ἑαυτοὺς,

καὶ φρίξατε τὸ περὶ τὸν Χριστὸν τοῦ Παύλου φίλτρον  ἐν διανοίᾳ λαμβάνοντες· οὐδὲ γὰρ τὸν Χριστὸν οὗτος ἐφίλει διὰ τὰ τοῦ Χριστοῦ, ἀλλὰ δι' αὐτὸν τὰ ἐκείνου, καὶ ἓν ἐδεδοίκει μόνον, τὸ μὴ τῆς ἀγάπης ἐκπεσεῖν τῆς πρὸς

ἐκεῖνον· τοῦτο  γὰρ  αὐτῷ  καὶ  γεέννης  φοβερώτερον  ἦν,  ὥσπερ  καὶ  τὸ  μένειν  ἐν  αὐτῇ βασιλείας ποθεινότερον. Ὅταν οὖν ἐκεῖνος μὲν διὰ τὸν τοῦ Χριστοῦ πόθον καὶ εἰς γέενναν καταδέχεται ἐμπεσεῖν, καὶ βασιλείας

ἐκπεσεῖν, εἴ γε ἀμφότερα ταῦτα προύκειτο, ἡμεῖς δὲ μηδὲ τοῦ παρόντος καταφρονῶμεν  βίου· ἆρα ἄξιοι τῶν  γοῦν ὑποδημάτων αὐτοῦ ἐσμεν λοιπὸν, τοσοῦτον ἀφεστηκότες αὐτοῦ τῇ μεγαλονοίᾳ; Εἰ γὰρ οἰκίας τις μιᾶς

προνοούμενος, καὶ οἰκέτας ἔχων καὶ ἐπιτρόπους καὶ οἰκονόμους, οὐδὲ ἀναπνεῖ πολλάκις ὑπὸ τῶν φροντίδων, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος· ὁ οὐκ οἰκίας μιᾶς, ἀλλὰ καὶ πόλεων καὶ δήμων καὶ ἐθνῶν καὶ ὁλοκλήρου τῆς

οἰκουμένης τὴν φροντίδα  ἔχων,  καὶ ὑπὲρ τηλικούτων  πραγμάτων,  καὶ τοσούτων  ὄντων  τῶν ἐπηρεαζόντων,  καὶ μόνος ὢν, καὶ τοσαῦτα πάσχων, καὶ οὕτω κηδόμενος, ὡς οὐδὲ πατὴρ παίδων,  ἐννόησον τί ὑπέμεινεν.  Εἴ τις

φιλεῖν  ἐθέλει γνησίως, καὶ δύναμιν ἀγάπης  ἐπίστασθαι,  ἐπὶ  τὸν  ταύτης  τρόφιμον  τὸν  μακάριον  Παῦλον  δραμέτω, κἀκεῖνος  αὐτὸν  διδάξει, ἡλίκος  ἐστὶν ἆθλος  ἐνεγκεῖν  χωρισμὸν  φιλουμένου,  καὶ ἡλίκης δεόμενος

ψυχῆς. Οὗτος γὰρ, οὗτος ὁ τὴν σάρκα ἀποδυσάμενος καὶ τὸ σῶμα

ἀποθέμενος, καὶ γυμνῇ  σχεδὸν τὴν οἰκουμένην  περιιὼν  τῇ ψυχῇ, καὶ πᾶν πάθος ἐξορίσας τῆς διανοίας, καὶ τῶν ἀσωμάτων δυνάμεων τὴν ἀπάθειαν μιμούμενος· τὰ μὲν ἄλλα πάντα ῥᾳδίως ἔφερεν ὡς ἐν ἀλλοτρίῳ πάσχων

σώματι, καὶ δεσμωτήρια καὶ ἁλύσεις καὶ ἀπαγωγὰς  καὶ μάστιγας καὶ ἀπειλὰς καὶ θάνατον,  καὶ πᾶν κολάσεως εἶδος· μιᾶς δὲ ψυχῆς ἀγαπωμένης παρ' αὐτοῦ χωρισθεὶς, οὕτω συνεχύθη καὶ διεταράχθη, ὡς ἐν ᾗ τὸν

ἀγαπώμενον  προσδοκῶν ἰδεῖν οὐχ εὗρεν, εὐθέως καὶ τῆς πόλεως ἀποπηδῆσαι. Τί τοῦτο, ὦ μακάριε Παῦλε; ξύλῳ μὲν δεδεμένος, καὶ δεσμωτήριον οἰκῶν, καὶ μάστιγας ἔχων ἐπικειμένας, καὶ τὰ νῶτα αἵματι περιῤῥεόμενος, καὶ

ἐμυσταγώγεις καὶ ἐβάπτιζες, καὶ θυσίαν προσῆγες, καὶ ἑνὸς οὐ κατεφρόνησας  μέλλοντος  σώζεσθαι· εἰς δὲ τὴν  Τρῳάδα ἐλθὼν  καὶ τὴν  ἄρουραν εὑρὼν  ἐκκεκαθαρμένην,  καὶ ἑτοίμην  οὖσαν τὰ σπέρματα ὑποδέξασθαι,

τοσοῦτον ἔῤῥιψας ἀπὸ τῶν  χειρῶν  κέρδος, καὶ ἀπεπήδησας εὐθέως; Ναὶ, φησί· πολλῇ  γὰρ κατεσχέθην  ἀθυμίας  τυραννίδι,  καὶ  σφόδρα μου  συνέσχε τὴν  διάνοιαν  ἡ  Τίτου ἀπουσία, καὶ οὕτω μου ἐκράτησε καὶ

περιεγένετο, ὡς ἀναγκάσαι τοῦτο ποιῆσαι. Εἶδες πῶς μέγιστος ἆθλος τὸ δυνηθῆναι  ἐνεγκεῖν  πράως 63.793 ἀγαπωμένου  χωρισμόν; πῶς ὀδυνηρὸν πρᾶγμα καὶ πικρόν; πῶς ὑψηλῆς δεόμενον καὶ νεανικῆς ψυχῆς; Οὐδὲ γὰρ

ἀρκεῖ τοῖς ἀγαπῶσι μόνον τὸ τῇ ψυχῇ συνδεδέσθαι, οὐδὲ ἀποχρῶνται τούτῳ εἰς παραμυθίαν,  ἀλλὰ  καὶ  σωματικῆς  δέονται  παρουσίας·  κἂν  μὴ  τοῦτο  προσῇ, οὐ μικρὸν τῆς εὐφροσύνης ὑποτέτμηται μέρος. Βούλει μαθεῖν

ἡλίκον ὅπλον ἐστὶν εἰς τὸ τοὺς ἀδελφοὺς ἐπισπᾶσθαι, κἂν ἄπιστοί τινες εἶεν, τὸ πρᾶον εἶναι καὶ ἥμερον καὶ γλυκὺν  παρεχόμενον  τρόπον; ἄκουσον τί φησιν  ὁ Παῦλος πρὸς δικαστὴν εἰσιὼν ἄπιστον κριθησόμενος·

Μακάριον ἥγημαι ἐμαυτὸν, μέλλων ἐπὶ σοῦ κρίνεσθαι. Ταῦτα δὲ ἔλεγεν, οὐ κολακεύων αὐτόν· ἄπαγε· ἀλλὰ διὰ τῆς ἡμερότητος κερδᾶναι βουλόμενος. ∆ιὸ καὶ ἐκ μέρους ἐκέρδανε, καὶ τὸν δικαστὴν εἷλεν ὁ τέως κατάδικος

εἶναι  νομιζόμενος,  καὶ τὴν  νίκην  αὐτὸς  ὁ χειρωθεὶς  ὁμολογεῖ  λαμπρᾷ τῇ φωνῇ παρόντων  ἁπάντων,  λέγων· Ἐν ὀλίγῳ  με πείθεις  Χριστιανὸν γενέσθαι. Τί οὖν ὁ Παῦλος; Εὐξαίμην ἂν ἔγωγε, μὴ μόνον σὲ, ἀλλὰ καὶ τοὺς

παρόντας ἅπαντας τοῦτο γενέσθαι, ὅπερ ἐγώ. Πολλὰ μὲν οὖν πολλαχοῦ  τῶν  Παύλου θαυμάτων  τὰ σημεῖα τυγχάνει,  ἀλλ' οὐχ οὕτως ἐστὶ ποθεινὰ ὡς τὰ στίγματα· καὶ οὐχ οὕτω με ἐν ταῖς Γραφαῖς εὐφραίνει θαύματα

ἐργαζόμενος, ὥσπερ πάσχων κακῶς, μαστιζόμενος, συρόμενος, λιθαζόμενος· Λιθάσαντες γὰρ αὐτὸν, φησὶν, ἔσυρον ἔξω τῆς πόλεως· καὶ πάλιν, ∆είραντες αὐτὸν, καὶ ἐπιθέντες πολλὰς πληγὰς, ἔβαλον εἰς φυλακήν. Πόσον

καύχημα, πόση ἡδονὴ, πόση τιμὴ, πόση λαμπρότης, εἰδέναι,  ὅτι διὰ τὸν  Χριστὸν ἐδέθη;  Ἀλλ'  ὅρα  τὸ  θαυμαστόν·  Καὶ ἐσείσθη, φησὶ,  τὸ  δεσμωτήριον  δεδεμένου Παύλου, καὶ πάντων  τὰ δεσμὰ ἀνέθη. Εἶδες δεσμῶν

φύσιν τὰ δεσμὰ ἀναλύουσαν; Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν. Τί οὖν ὁ Παῦλος; Ἐφώνησε φωνῇ μεγάλῃ, λέγων, Μηδὲν

πράξῃς σαυτῷ κακόν· πάντες γάρ ἐσμεν ἐνθάδε. Ὁρᾷς αὐτοῦ τὸ ἀκενόδοξον, καὶ τὸ ἄτυφον  καὶ τὸ φιλόστοργον; Οὐκ εἶπεν ὅτι ∆ι' ἡμᾶς ταῦτα γέγονεν,  ἀλλ' ὡσανεὶ τῶν  δεσμωτῶν εἷς, φησί· Πάντες γάρ ἐσμεν ἐνθάδε. Εἰ

γὰρ ἐσίγησε, καὶ μὴ διὰ τῆς μεγάλης φωνῆς κατέσχεν ἐκείνου τὰς χεῖρας, ὤθησεν ἂν διὰ τοῦ λαιμοῦ τὸ ξίφος. Ἐβόησε δὲ, ἐπειδὴ εἰς τὴν ἐνδοτέραν φυλακὴν ἦν βεβλημένος. Κατὰ  σαυτοῦ  τοῦτο  πεποίηκας,   φησὶν, 

ἐνδοτέρω   βαλὼν   τοὺς  μέλλοντάς   σε ἐλευθεροῦν  τοῦ κινδύνου.  Εἶδες τὸ φιλάνθρωπον  καὶ κηδεμονικὸν  τοῦ Παύλου; εἵλετο δεδέσθαι μᾶλλον καὶ κινδυνεύειν  αὐτὸς, ἢ ἐκεῖνον ἰδεῖν ἀπολλύμενον.  Καὶ καθάπερ τις

στρατιώτης τὴν οἰκουμένην  πολεμοῦσαν ἔχων  ἅπασαν, καὶ ἐν μέσοις τοῖς  τάγμασι  τῶν  πολεμίων  στρεφόμενος,  καὶ  μηδὲν  πάσχων  δεινόν·  οὕτω  καὶ Παῦλος, μόνος ἐν βαρβάροις, ἐν Ἕλλησι, πανταχοῦ γῆς, πανταχοῦ

θαλάττης φαινόμενος.  Καὶ ὥσπερ σπινθὴρ εἰς καλάμην ἢ χόρτον ἐμπίπτων  πρὸς τὴν αὐτοῦ

φύσιν μετατίθησι τὰ καιόμενα, οὕτω καὶ οὗτος ἅπασιν ἐπιὼν, πάντας μεθίστη πρὸς τὴν  ἀλήθειαν.  Τίνα οὐκ ἂν ἐκπλήξειεν  ἡ τῶν  περικειμένων  τῷ μακαρίῳ Παύλῳ δεσμῶν  δύναμις;  ὅτι  τοὺς  δήσαντας  εἰς  τοὺς  πόδας 

ἦγε  τοῦ  δεδεμένου,  καὶ ὑποχειρίους  ἐκείνους  τούτου  ἐποίει.  Προσέπεσε γὰρ,  φησὶν,  ὁ  δεσμοφύλαξ  τῷ Παύλῳ· καὶ ὁ λελυμένος ὑπὸ τοὺς πόδας ἦν τοῦ 63.794 δεδεμένου, καὶ ὁ δήσας ἠξίου τὸν δεθέντα λυθῆναι  τοῦ

φόβου. Οὐχὶ σὺ ἔδησας, εἰπέ μοι; οὐχὶ εἰς τὴν ἐσωτέραν ἔβαλες φυλακήν; οὐχὶ εἰς τὸ ξύλον ἠσφαλίσω τοὺς πόδας; τί τρέμεις; τί θορυβῇ· τί δακρύεις; τί τὸ ξίφος ἐπεσπάσω; Οὐκ ᾔδειν, φησὶν, ὅτι τοσαύτη τῶν  τοῦ Χριστοῦ

δεσμίων ἡ δύναμις. Τί λέγεις; οὐρανοὺς ἔλαβεν ἐξουσίαν ἀνοίγειν, καὶ δεσμωτήριον οὐκ ἔμελλεν ἀνοίγειν; τοὺς ὑπὸ δαιμόνων  δεδεμένους ἔλυε, καὶ σιδήριον ἔμελλεν αὐτοῦ περιέσεσθαι; Ὁ ψυχὰς τοίνυν  δεδεμένας λύων,  τὸ

σῶμα τοῦ αὐτοῦ οὐκ ἂν ἴσχυσε λῦσαι; ὁ διὰ τῶν ἱματίων αὐτοῦ ἑτέρους τῶν δεσμῶν ἐκείνων λύων, καὶ τῶν δαιμόνων ἀπαλλάττων,  αὐτὸς δι' ἑαυτοῦ ἑαυτὸν οὐκ ἂν ἔλυσεν; ∆ιὰ τοῦτο πρῶτον ἐδέθη, καὶ  τότε  τοὺς 

δεδεμένους  ἔλυσεν, ἵνα  μάθῃς, ὅτι  οἱ τοῦ  Χριστοῦ δοῦλοι δεδεμένοι πολλῷ τῶν λελυμένων μείζονα ἔχουσι τὴν ἰσχύν· οὕτω γὰρ λαμπροτέρα ἡ ἰσχὺς τοῦ ἁγίου δείκνυται, ὅταν καὶ δεδεμένος τῶν λελυμένων  κρατῇ. Ὅταν

οὖν ὁ δεδεμένος  μὴ μόνον  ἑαυτὸν,  ἀλλὰ  καὶ  τοὺς  δεδεμένους  λύῃ,  τί  τῶν  τοίχων  τὸ ὄφελος; τί τὸ πλέον ἀπὸ τοῦ εἰς τὴν ἐσωτέραν αὐτὸν βαλεῖν φυλακὴν, ὅπου γε καὶ τὴν  ἐξωτέραν  ἀνέῳξεν;  Βούλεσθε μαθεῖν  ὅσον

ἐστὶν ἅλυσις σιδηρᾶ διὰ Χριστὸν περικειμένη σώματι δουλικῷ; ἀκούσατε τοῦ μακαρίου Παύλου τὸ αὐτὸ τοῦτο ἐγκαυχωμένου καὶ λέγοντος· Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ. Καὶ γὰρ μέγα ἀξίωμα καὶ σφοδρὸν

καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων μεῖζον τὸ διὰ τὸν Χριστὸν δεδέσθαι. Οὐδὲν γὰρ οὕτω λαμπρὸν, ὡς δέσμιος διὰ Χριστὸν, ὡς αἱ ἁλύσεις αἱ περικείμεναι ταῖς ἁγίαις χερσὶν ἐκείναις· τοῦτο τοῦ ἀπόστολον εἶναι, τοῦ

διδάσκαλον εἶναι, τοῦ εὐαγγελιστὴν εἶναι, κατὰ πολὺ λαμπρότερον καὶ σεμνότερον. Εἴ τις φιλεῖ  τὸν Χριστὸν, ἔγνω  τὸ λεγόμενον· εἴ τις μαίνεται  καὶ περικαίεται τοῦ
∆εσπότου, οἶδε τὴν δύναμιν  τῶν  δεσμῶν·  ἕλοιτο ἂν δέσμιος εἶναι διὰ Χριστὸν, ἢ τοὺς οὐρανοὺς οἰκεῖν. Τὸ γὰρ καὶ τοῦ καθίσαι ἐκ δεξιῶν αὐτοῦ, τοῦτο λαμπρότερον,
καὶ τοῦ καθίσαι ἐπὶ δώδεκα θρόνων τοῦτο σεμνότερον καὶ μακαριστότερον. Εἴ τις ἐμοὶ τὸν οὐρανὸν ἐχαρίζετο πάντα, ἢ τὴν ἅλυσιν ἐκείνην, ᾗ τὰς χεῖρας ὁ Παῦλος ἐδέδετο, ἐκείνην ἂν ἐγὼ προετίμησα· εἴ τις με μετὰ τῶν

ἀγγέλων  ἵστη ἄνω ἢ μετὰ
Παύλου δεδεμένου, τὸ δεσμωτήριον ἂν εἱλόμην· εἴ τίς με μετ' ἐκείνων  ἐποίει τῶν δυνάμεων   τῶν  περὶ  τὸν  θρόνον,  ἢ  δεσμώτην  τοιοῦτον,  τοιοῦτος  ἂν  εἱλόμην γενέσθαι δεσμώτης· καὶ γὰρ οὐδὲν βέλτιον τοῦ κακῶς

παθεῖν τι διὰ Χριστόν. Εἴ τίς
μοι νεκροὺς ἔδωκεν ἀναστῆσαι νῦν, οὐκ ἂν τοῦτο εἱλόμην, ἀλλὰ τὴν ἅλυσιν· καὶ γὰρ οὐδὲν τῆς ἁλύσεως ἐκείνης μακαριώτερον. Ἐβουλόμην ἐν τοῖς τόποις γενέσθαι νῦν
ἐκείνοις,  ἐν  οἷς ἐκεῖνα  τὰ δεσμὰ μένει,  καὶ ἰδεῖν  τὰς ἁλύσεις, ἃς δεδοίκασι μὲν δαίμονες καὶ φρίττουσιν, αἰδοῦνται δὲ ἄγγελοι. Εἰ τῶν ἐκκλησιαστικῶν φροντίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον εἶχον, οὐκ ἂν

παρῃτησάμην ἀποδημίαν τοσαύτην
ποιήσασθαι ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, καὶ τὸ δεσμωτήριον ἔνθα ὁ Παῦλος ἐδέδετο. Εἴ τίς  μοι τὸν  Παῦλον ἐδίδου ἀπὸ τοῦ οὐρανοῦ διακύπτοντα  ἰδεῖν,  καὶ φωνὴν  ἀφιέντα, ἢ ἐκ τοῦ δεσμωτηρίου· ἐκ τοῦ δεσμω

63.795 τηρίου ἂν εἱλόμην· οἱ
γὰρ ἐκ τοῦ οὐρανοῦ πρὸς αὐτὸν ἔρχονται, ὅταν εἰς τὸ δεσμωτήριον ᾖ. Ὢ μακαρίων δεσμῶν,  ὢ  μακαρίων  χειρῶν,  ἃς  ἐκόσμησεν ἡ  ἅλυσις  ἐκείνη  ἡ  περιτεθεῖσα  τῷ Παύλῳ! Οὐκ ἦσαν οὕτω τίμιαι αἱ χεῖρες αὐτοῦ, τὸν

χωλὸν τὸν ἐν Λύστροις ἐγείρασαι,
ὡς τὰ δεσμὰ περικείμεναι. Εἰ κατ' ἐκείνους τοὺς χρόνους ἤμην ἐγὼ, τότε ἂν μάλιστα αὐτὰς περιεπτυξάμην, καὶ ἐπὶ τὰς κόρας ἔθηκα τὰς ἐμάς· οὐκ ἂν ἐπαυσάμην καταφιλῶν  χεῖρας καταξιωθείσας ὑπὲρ τοῦ ∆εσπότου

δεθῆναι τοῦ ἐμοῦ. Οὐχ οὕτως
αὐτὸν μακαρίζω, ὅτι εἰς τρίτον οὐρανὸν ἡρπάγη, καὶ εἰς τὸν παράδεισον, ὡς ὅτι εἰς

τὸ δεσμωτήριον ἐνεβλήθη· οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι ἤκουσεν ἄῤῥητα ῥήματα, ὡς ὅτι ὑπέμεινε τὰ δεσμά· καὶ γὰρ ταῦτα ἐκείνων κατὰ πολὺ μείζονα. Αἱρετώτερον γὰρ ἐμοὶ παθεῖν κακῶς ὑπὲρ τοῦ Χριστοῦ, ἢ τιμᾶσθαι

παρὰ τοῦ Χριστοῦ. Τοῦτο καὶ Παῦλος ἐνθυμούμενος ἔλεγεν ὡς εἰκός· Εἰ αὐτὸς δι' ἐμὲ γενόμενος δοῦλος, καὶ τὴν δόξαν κενώσας, οὐχ οὕτως ἐν δόξῃ εἶναι ἡγεῖτο, ὡς ὅτε ἐσταυροῦτο ὑπὲρ ἐμοῦ· τί ἐμὲ παθεῖν οὐ δεῖ; Ἄκουε γὰρ

αὐτοῦ λέγοντος· ∆όξασόν με, Πάτερ. Τί λέγεις; ἐπὶ σταυρὸν ἄγῃ μετὰ λῃστῶν καὶ τυμβωρύχων, τὸν τῶν ἐπαράτων ὑφίστασαι θάνατον, ἐμπτύεσθαι μέλλεις καὶ ῥαπίζεσθαι, καὶ ταῦτα δόξαν καλεῖς; Ναὶ, φησίν· ὑπὲρ γὰρ τῶν 

φιλουμένων  ἐγὼ  πάσχω ταῦτα, καὶ εἰκότως  αὐτὰ δόξαν  ἡγοῦμαι.  Εἰ οὖν  ὁ
∆εσπότης ὁ ἐμὸς τοὺς οἰκτροὺς καὶ ταλαιπώρους φιλήσας, δόξαν τὸ πρᾶγμα καλεῖ,
καὶ τοῦτο τῆς ἐν τῷ πατρικῷ θρόνῳ δόξης μᾶλλον προτίθησι, πολλῷ μᾶλλον ἐγὼ ὀφείλω ταῦτα δόξαν ἡγεῖσθαι. Ὡς οὐδὲν τῆς Παύλου ψυχῆς μακαριώτερον. Ἐν τίσι καυχᾶται; ἐν δεσμοῖς, ἐν θλίψεσιν, ἐν ἁλύσει, ἐν στίγμασι.

Πορεύομαι γὰρ, φησὶν, εἰς Ἱεροσόλυμα, δεδεμένος τῷ Πνεύματι, τὰ ἐν αὐτοῖς συναντήσοντά μοι μὴ εἰδὼς, πλὴν ὅτι τὸ Πνεῦμά μοι κατὰ πόλιν διαμαρτύρεται λέγον, ὅτι δεσμά με καὶ θλῖψις μένουσι. Τί οὖν ἀπέρχῃ, εἰ δεσμὰ

καὶ θλίψεις σε μένουσι; ∆ι' αὐτὸ τοῦτο, ἵνα δεσμευθῶ διὰ Χριστὸν, ἵνα ἀποθάνω δι' αὐτόν· οὐ γὰρ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου μου. Τί οὖν ἐστι τοῦτο; οὐκ αἰσχύνῃ, οὐ

δέδοικας τὴν  οἰκουμένην  δεσμώτης  περιιών;  οὐ  φοβῇ,  μή  τις  ἀσθένειαν  τοῦ  Θεοῦ σου καταγνῷ; μή τις διὰ τοῦτο οὐ μὴ προσέλθῃ; Οὐ τοιαῦτά μου, φησὶ, τὰ δεσμά· οἶδε καὶ ἐν βασιλείοις λάμπειν· Ὥστε τοὺς δεσμούς

μου, φησὶν, φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν  ἐν Κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Ὁρᾷς δεσμῶν ἰσχὺν μᾶλλον ἢ νεκρῶν

ἀναστάσεως; ἐδεσμεύθη ἐν Ῥώμῃ, καὶ τοὺς πλείονας ἐπεσπάσατο· ἐδεσμεύθη ἐν  Ἱεροσολύμοις,  καὶ  δεδεμένος  δημηγορῶν,  τὸν  βασιλέα  κατέπληξε,  καὶ  τὸν ἄρχοντα  εἰς φόβον  ἤγαγεν· Ἔμφοβος γὰρ γενόμενος 

ἀπέλυσεν αὐτόν. ∆εδεμένος ἔπλει καὶ τὸ ναυάγιον ἔλυσε, καὶ τὸν χειμῶνα ἐπέδησεν· ἐν δεσμοῖς ὄντος αὐτοῦ τὸ θηρίον ἐκεῖνο καθήψατο, καὶ μηδὲν λυμηνάμενον  ἐξέπεσε. Καὶ θέα πανταχοῦ τοῦτο γινόμενον. Μεμαστίγωτο,

καὶ μεμαστίγωτο ἰσχυρῶς· Πολλὰς γὰρ αὐτῷ, φησὶν, ἐπιθέντες  πληγάς·  καὶ ἐδέδετο, καὶ τοῦτο  πάλιν  ἰσχυρῶς· Εἰς γὰρ τὴν  ἐσωτέραν φυλακὴν ἐνέβαλον αὐτὸν, καὶ μετὰ πλείονος 63.796 ἀσφαλείας· καὶ ἐν τοσούτοις ὢν,

κατὰ τὸ μεσονύκτιον, ὅτε καὶ οἱ σφόδρα ἀνειμένοι καθεύδουσιν, ᾖδε καὶ ὕμνει τὸν Κύριον. Τί ταύτης γένοιτ' ἂν τῆς ψυχῆς ἀδαμαντινώτερον; Ἐνενόει ὅτι καὶ οἱ παῖδες ἐν πυρὶ ᾖδον καὶ ἐν καμίνῳ. Ἴσως ἐλογίζετο, ὅτι Οὐδὲν

τοιοῦτον ἐγὼ πέπονθα. Ἀλλὰ καλῶς ποιῶν ὁ λόγος, εἰς ἑτέρους πάλιν ἐξήνεγκε δεσμοὺς καὶ δεσμωτήριον ἕτερον. Τί πάθω; βούλομαι σιγῆσαι, ἀλλ' οὐ δύναμαι· ἕτερον δεσμωτήριον εὗρον, ἐκείνου πολλῷ   θαυμασιώτερον  

καὶ  ἐκπληκτικώτερον.   Ἀλλά  μοι  διανάστητε   ὡς   νῦν ἀρχομένῳ   τοῦ  λόγου,  καὶ  ἀκμαζούσαις  προσέλθετε  ταῖς  διανοίαις.   Βούλομαι διακόψαι τὸν λόγον, καὶ οὐκ ἀνέχεται· οὐ δύναμαι παύσασθαι, οὐ δύναμαι

σιγῆσαι, πολλά με περιῤῥέει· οὐκ οἶδα ποῖον πρῶτον εἴπω, ποῖον δεύτερον. ∆ιὸ παρακαλῶ, μή με τάξιν  τις  ἀπαιτείτω·  πολλὴ  γὰρ  ἡ τῶν  πραγμάτων  συγγένεια.  Μακρὰ ἡ τοῦ Παύλου γέγονεν ἅλυσις, καὶ ἐπὶ πολὺ

κατέσχεν ἡμᾶς· ἀλλ' οὐ διὰ τοῦτο σιγήσομαι. Εἰ γὰρ  αὐτὸς  ἐν  δεσμωτηρίῳ  οὐκ  ἐσίγησεν,  οὐδὲ  ἐν  μάστιξιν,  ἐγὼ  σιγήσομαι καθήμενος ἡμέρας οὔσης, καὶ μετὰ πολλῆς ἀνέσεως φθεγγόμενος; καὶ πῶς ἂν ἔχοι τοῦτο

λόγον; τίς γὰρ οὐκ ἂν ἐκπλαγείη; τίς οὐκ ἂν θαυμάσειεν; Μᾶλλον δὲ τίς κατ' ἀξίαν  ἐκπλαγείη  καὶ θαυμάσειεν  ἂν  τὴν  γενναίαν  ἐκείνην  καὶ οὐρανομήκη  τοῦ Παύλου ψυχὴν, ὅτι δεδεμένος καὶ καθειργμένος ἀπὸ

τοσούτου διαστήματος, Φιλιππησίοις ἐπέστελλεν; Ἴστε γὰρ ὅσον τὸ μέσον Μακεδονίας καὶ Ῥώμης· ἀλλ' οὔτε τῆς ὁδοῦ τὸ μῆκος, οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε ὁ τῶν πραγμάτων ὄχλος, οὔτε ὁ

κίνδυνος  καὶ τὰ ἐπάλληλα  δεινὰ, οὔτε ἄλλο  οὐδὲν τὴν  ἀγάπην  καὶ τὴν  μνήμην ἐξέβαλε τῶν μαθητῶν, ἀλλ' εἶχεν αὐτοὺς ἅπαντας ἐν διανοίᾳ, καὶ οὐχ οὕτως αὐτοῦ ταῖς ἁλύσεσιν αἱ χεῖρες ἐδέδεντο, ὡς τῷ πόθῳ τῶν

μαθητῶν ἡ ψυχὴ συνεδέδετο καὶ προσήλωτο. Καὶ καθάπερ βασιλεὺς ἐπὶ τὸν θρόνον ἀναβὰς ὑπὸ τὴν ἕω, καὶ καθίσας ἐν ταῖς βασιλικαῖς αὐλαῖς, μυρίας εὐθέως δέχεται πανταχόθεν  ἐπιστολάς· οὕτω δὴ κἀκεῖνος, καθάπερ ἐν

βασιλικαῖς αὐλαῖς τῷ δεσμωτηρίῳ καθήμενος, πολλῷ πλείω καὶ ἐδέχετο, καὶ ἔπεμπε συνεχῶς  τὰ γράμματα, τῶν  πανταχόθεν  ἐθνῶν,  ἐπὶ τὴν ἐκείνου σοφίαν ὑπὲρ τῶν καθ' ἑαυτοὺς πραγμάτων ἀναφερόντων  ἅπαντα· καὶ

τοσοῦτον πλείονα πράγματα τοῦ βασιλέως ὄντος ᾠκονόμει, ὅσον καὶ μείζονα ἀρχὴν ἐμπεπίστευτο.   Ὢ   τῆς   τοῦ   Παύλου   δυνάμεως·   ἅλυσιν   περιέκειτο,   καὶ   τὸν ἀναδεδεμένον τὸ διάδημα Νέρωνα ἔβαλλε· ῥάκια

περιέκειτο αὐχμῶντα, ἅτε τὸ δεσμωτήριον οἰκῶν, καὶ μᾶλλον τῆς ἁλουργίδος πάντας ἐπέστρεφε πρὸς τὰ περικείμενα αὐτῷ δεσμά· ἐπὶ γῆς εἱστήκει κατεχόμενος καὶ κάτω νεύων, καὶ τὸν ἐπ' ὀχήματος  χρυσοῦ ἀφέντες,  ἐκείνῳ

 προσεῖχον· εἰκότως.  Τὸ μὲν  γὰρ ἐν  συνηθείᾳ θέαμα  ἦν  βασιλέα  ἰδεῖν  ἐπὶ  ζεύγους  καθήμενον  λευκοῦ·  τοῦτο  δὲ  ξένον  καὶ παράδοξον, δεσμώτην ὁρᾷν μετὰ τοσαύτης παῤῥησίας βασιλεῖ διαλεγόμενον,  μεθ' ὅσης ἂν ὁ

βασιλεὺς πρὸς ἀνδράποδον οἰκτρὸν καὶ ταλαίπωρον. Ὄχλος περιειστήκει πολὺς, καὶ δοῦλοι πάντες τοῦ βασιλέως ἦσαν· ἐθαύμαζον δὲ οὐ τὸν δεσπότην αὐτῶν, ἀλλὰ τὸν νικῶντα τὸν δεσπότην τὸν αὐτῶν. Ἀλλὰ γὰρ ἔλαθον

ἀπὸ τοῦ ὄνυχος τὸν λέοντα ἐπαινῶν, δέον ἀπὸ τῶν ἄλλων αὐτὸν ἐπαινεῖν. Τίνων τούτων; πῶς ἥξει μετὰ τοῦ  63.797 βασιλέως  τῶν  οὐρανῶν  μετὰ  λαμπροῦ  τοῦ  σχήματος· πῶς  ὁ Νέρων στήσεται κατηφὴς  τότε  καὶ

στυγνός.  Εἰ γὰρ οὔπω  τῶν  στεφάνων  ὁ καιρὸς, καὶ τοσαύτης ἀπέλαυσε τιμῆς ὁ ἀθλητής· ὅταν ὁ ἀγωνοθέτης ἔλθῃ, πόσης ἀπολαύσεται τιμῆς; Ἐν τοῖς ἀλλοτρίοις ἦν, ξένος ἦν καὶ παρεπίδημος, καὶ οὕτω θαυμάζεται· ὅταν

ἐν τοῖς ἰδίοις ᾖ, τίνος οὐκ ἀπολαύσεται ἀγαθοῦ; τίνος οὐ μεθέξει; τίνος οὐκ ἐπιτεύξεται; Οὐδεὶς βασιλεὺς γενόμενος τῆς Ῥώμης τοσαύτης ἀπέλαυσε τιμῆς ὅσης ὁ Παῦλος· ἀλλ' ὁ μὲν βασιλεὺς ἔξω που κεῖται ἐῤῥιμμένος, ὁ δὲ

τὸ μέσον κατέχει τῆς πόλεως,  καθάπερ  βασιλεύων  καὶ  ζῶν.  Εἰ δὲ  ἐνταῦθα,  ἔνθα  ἠλαύνετο  καὶ  ἔνθα ἐδιώκετο, τοσαύτης ἀπέλαυσε τιμῆς· ὅταν ἔλθῃ, τί ἔσται; εἰ ὅπου σκηνοποιὸς ἦν, οὕτως ἐγένετο λαμπρός· ὅταν ἔλθῃ

ἀντιλάμπων  ταῖς ἡλιακαῖς ἀκτῖσι, τί ἔσται; εἰ μετὰ  τοσαύτης  εὐτελείας,  τοσαύτης  μεγαλοπρεπείας  περιεγένετο·  ὅταν  ἔλθῃ,  τί ἔσται; Μὴ ἔνι φυγεῖν  τὰ πράγματα; Βούλεσθε δείξω τὸν σκηνοποιὸν ἐντιμότερον γεγονότα

τοῦ πάντων βασιλέων μᾶλλον θαυμασθέντος; Τί τοῦ Ἀλεξάνδρου ἐνδοξότερον κατὰ τὴν τοῦ κόσμου δόξαν; τί ὑψηλότερον; οὐχὶ πολλὰ καὶ μεγάλα κατώρθωσε ζῶν; οὐχὶ ἔθνη καὶ πόλεις ὑπέταξε, καὶ πολέμους πολλοὺς καὶ

μάχας ἐνίκησε, καὶ τρόπαια ἔστησεν; οὐχὶ  τρισκαιδέκατος  ἐνομίσθη εἶναι  θεὸς παρὰ τῇ συγκλήτῳ Ῥωμαίων; Ἀλλὰ τὸ μὲν ζῶντα κατορθοῦν πολέμους καὶ νίκας, βασιλέα ὄντα  καὶ στρατόπεδα ἔχοντα,  θαυμαστὸν  οὐδέν·

τὸ δὲ μετὰ θάνατον  καὶ τάφον τοσαῦτα πανταχοῦ γῆς καὶ θαλάσσης καθ' ἑκάστην ἡμέραν ἐργάζεσθαι, τοῦτό ἐστι τὸ μάλιστα πολλῆς ἐκπλήξεως γέμον. Ποῦ γὰρ, εἰπέ μοι, τὸ σῆμα Ἀλεξάνδρου; δεῖξόν μοι καὶ εἰπὲ τὴν

ἡμέραν, καθ' ἣν ἐτελεύτησεν· ἀλλ' οὐκ ἂν ἔχοις. Τοῦ δὲ Παύλου καὶ τὸ σῆμα λαμπρὸν ἴδοι τις ἂν τὴν βασιλικωτάτην  Ῥώμην καταλαβὼν,  καὶ ἡμέραν καταφανῆ,  ἑορτὴν  τῇ  οἰκουμένῃ  ποιοῦσαν.  Καὶ τὸ  μὲν  ἐκείνου  καὶ 

οἱ  οἰκεῖοι ἀγνοοῦσι, τὸ δὲ τούτου καὶ οἱ βάρβαροι ἐπίστανται· καὶ ὁ τάφος τοῦ δούλου τοῦ Χριστοῦ λαμπρότερος τῶν βασιλικῶν ἐστιν αὐλῶν. Καὶ γὰρ αὐτὸς ὁ τὴν ἁλουργίδα περικείμενος ἀπέρχεται τὸ σῆμα τὸ ἐκείνου

περιπτυξόμενος, καὶ τὸν τῦφον ἀποθέμενος, ἕστηκε δεόμενος τοῦ νεκροῦ, ὥστε αὐτοῦ προστῆναι παρὰ τῷ Θεῷ, καὶ τοῦ  σκηνοποιοῦ  καὶ  τοῦ  ἁλιέως  καὶ  τετελευτηκότος,  ὡς  προστάτου δεῖται  ὁ τὸ διάδημα  ἔχων.  Καὶ

τοῦτο  οὐκ  ἐν  τῇ  Ῥώμῃ  μόνον  ἴδοι  τις  ἂν,  ἀλλὰ  καὶ  ἐν

Κωνσταντινουπόλει.  Καὶ γὰρ καὶ ἐνταῦθα  Κωνσταντῖνον  τὸν  μέγαν  μεγάλῃ  τιμῇ τιμᾷν ἐνόμισεν ὁ παῖς, εἰ πρὸς τοῖς προθύροις αὐτὸν τοῦ ἁλιέως κατάθοιτο. Καὶ ὅπερ εἰσὶν οἱ πυλωροὶ τοῖς βασιλεῦσιν ἐν τοῖς βασιλείοις,

τοῦτο ἐν τῷ σήματι οἱ βασιλεῖς τοῖς ἁλιεῦσι· καὶ οἱ μὲν ὥσπερ δεσπόται τοῦ τόπου τὰ ἔνδον κατέχουσιν, οἱ δὲ ὡς πάροικοι καὶ γείτονες ἠγάπησαν τὴν αὐλείαν αὐτοῖς ἀφορισθῆναι θύραν. Καὶ οἱ μὲν βασιλεῖς οἰκετῶν καὶ

ὑπηρετῶν, οἱ δὲ ἀρχόμενοι βασιλέων τὴν ἀξίαν περίκεινται. Εἰ δὲ ἐνταῦθα τὰ ὑπὲρ φύσιν ἐγένετο, ἐν τῷ μέλλοντι πόσῳ μᾶλλον; Τίς μοι νῦν ἔδωκε περιχυθῆναι  τῷ σώματι Παύλου, καὶ προσηλωθῆναι τῷ τάφῳ, καὶ τὴν κόνιν

ἰδεῖν τοῦ  63.798 σώματος ἐκείνου,  δι' οὗ πανταχοῦ  τῆς  οἰκουμένης  διέδραμε, τοῦ  τὰ ὑστερήματα  ἀναπληρώσαντος  τοῦ  Χριστοῦ, τοῦ  τὰ  στίγματα  βαστάξαντος,  τοῦ πανταχοῦ  τὸ  κήρυγμα  κατασπείραντος; τὴν 

κόνιν  τοῦ  στόματος, δι' οὗ Χριστὸς ἐφθέγγετο, καὶ τὸ φῶς ἐξέλαμψε τὸ πάσης ἀστραπῆς ὑψηλότερον, καὶ φωνὴ ἐξεπήδησε πάσης βροντῆς φοβερωτέρα τοῖς δαίμοσιν; Οὐδὲ γὰρ οὕτως ἡμῖν ἡ βροντὴ φοβερὰ, ὡς ἐκείνη τοῖς

δαίμοσιν ἡ φωνή· εἰ γὰρ τὰ ἱματία αὐτοῦ ἔφριττον, πολλῷ μᾶλλον  τὴν  φωνήν.  Τούτου τοῦ στόματος ἐβουλόμην  τὴν  κόνιν  ἰδεῖν,  δι' οὗ τὰ μεγάλα  καὶ  ἀπόῤῥητα  ὁ  Χριστὸς ἐλάλησε,  καὶ  μείζονα  ἢ  δι'  ἑαυτοῦ·  δι'  οὗ 

τὸ μακάριον  ἐκεῖνο  ἐφθέγξατο   ῥῆμα  λέγων,   Ηὐχόμην  ἀνάθεμα  εἶναι   ὑπὲρ  τῶν ἀδελφῶν  μου· δι' οὗ ἐλάλει ἐναντίον  βασιλέων, καὶ οὐκ ᾐσχύνετο· δι' οὗ ἔφυγον δαίμονες, οὐχὶ φθεγγομένου  μόνον ἀκούοντες, ἀλλὰ

καὶ πόῤῥωθεν ὄντος· δι' οὗ τὰ ἐν τῇ γῇ μετεῤῥύθμισεν ἅπαντα, καὶ τὰ ἐν οὐρανοῖς δὲ ὃν ἐβούλετο διεῖπε τρόπον, δεσμῶν οὓς ἐβούλετο καὶ λύων ἐκεῖ, κατὰ τὴν δεδομένην ἐξουσίαν αὐτῷ. Τίς ἄν μοι τὴν  κόνιν  τῆς τοῦ

Παύλου καρδίας ὑπέδειξε, τῆς πυρουμένης  καθ' ἕκαστον τῶν ἀπολλυμένων,  καὶ ὠδινούσης ἐκ δευτέρου τὰ ἐξαμβλούμενα τῶν παίδων; Ταύτην καὶ διαλελυμένην  ἐπεθύμουν ἰδεῖν, τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, τὴν

εὐρυτέραν τῆς οἰκουμένης, τὴν τῆς ἀκτῖνος φαιδροτέραν, τὴν τοῦ πυρὸς θερμοτέραν, τὴν τοῦ ἀδάμαντος στεῤῥοτέραν, τὴν καινὴν ζήσασαν ζωὴν, ἢ ταύτην τὴν ἡμετέραν· Ζῶ γὰρ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ, φησὶν, ὁ Χριστός

(ἄρα ἐκείνου  καρδία ἦν ἡ Παύλου καρδία, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου πλὰξ, καὶ βιβλίον τῆς χάριτος)· τὴν καταξιωθεῖσαν Χριστὸν φιλῆσαι, ὡς οὐδεὶς ἄλλος ἐφίλησε· τὴν θανάτου καὶ γεέννης καταφρονοῦσαν, καὶ ὑπὸ

δακρύων ἀδελφικῶν  συντριβομένην· Τί γὰρ ποιεῖτε κλαίοντες, φησὶ, καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν χειρῶν Παύλου τῶν ἐν ἁλύσει, δι' ὧν τῆς ἐπιθέσεως τὸ Πνεῦμα ἐχορηγεῖτο, δι' ὧν τὰ

θεῖα γράμματα ἐγράφετο· Ἴδε γὰρ πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί· τῶν χειρῶν ἐκείνων, ἃς ἰδοῦσα ἡ ἔχις ἐξέπεσεν εἰς τὴν πυράν. Ἐβουλόμην τὴν κόνιν  ἰδεῖν τῶν ὀφθαλμῶν  πηρωθέντων  καλῶς, τῶν

ἀναβλεψάντων  ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης, τῶν καὶ ἐν σώματι Χριστὸν ἰδεῖν καταξιωθέντων·  ἐβουλόμην καὶ τῶν ποδῶν ἐκείνων  ἰδεῖν τὴν κόνιν, τῶν περιδραμόντων  τὴν οἰκουμένην, καὶ μὴ καμόντων·   τῶν   ἐν   τῷ  

ξύλῳ   δεδεμένων,   ἡνίκα   τὸ  δεσμωτήριον   ἔσειε,  τῶν οἰκουμένην καὶ ἀοίκητον περιελθόντων.  Καὶ τί δεῖ κατὰ μέρος λέγειν; ἐβουλόμην αὐτὸν ἐκεῖνον  ἰδεῖν  τὸν λέοντα τὸν πνευματικόν.  Ὥσπερ γὰρ λέων  πῦρ ἀπὸ τῶν

ὀφθαλμῶν   ἀφιεὶς   εἰς  ἀλωπέκων   ἀγέλας,  οὕτως   εἰς  τὴν   τῶν   δαιμόνων   καὶ φιλοσόφων  ἐνέπεσε  φατρίαν,  καὶ  καθάπερ  σκηπτοῦ  τινος  ἐμβολὴ,  εἰς  τὰς  τοῦ διαβόλου  κατηνέχθη  φάλαγγας.  Οὐδὲ γὰρ  ἐκ 

παρατάξεως  ἵστατο  πρὸς  αὐτὸν  ὁ διάβολος,  ἀλλ'  οὕτως  ἐδεδοίκει  καὶ  ἔτρεμεν,  ὡς  εἰ  καὶ  σκιὰν  ἴδοι  καὶ  φωνῆς ἀκούσειε  πόῤῥωθεν,  δραπετεύειν  εὐθέως.  Ἐννοήσατε  καὶ  φρίξατε,  οἷον  ὄψεται θέαμα Ῥώμη τὸν

Παῦλον ἐξαίφνης ἀνιστάμενον ἀπὸ 63.799 τῆς θήκης μετὰ Πέτρου, καὶ  αἰρόμενον  εἰς  ἀπάντησιν  τοῦ  Χριστοῦ· οἷον  ἀποστελεῖ  τῷ  Χριστῷ ἡ  Ῥώμη δῶρον, οἵους στεφάνους περίκειται δύο, οἵας χρυσᾶς ἁλύσεις

διέζωσται. Οὐχ οὕτως ἐστὶν ὁ οὐρανὸς λαμπρὸς, ὅταν ἀφῇ τὰς ἀκτῖνας ὁ ἥλιος, ὡς ἡ Ῥωμαίων πόλις τὰς

δύο ταύτας λαμπάδας ἀφεῖσα πανταχοῦ τῆς οἰκουμένης. Τίς ἄρα λόγος ἀρκέσει τοῖς Παύλου κατορθώμασιν, ἢ ποία δυνήσεται  γλῶσσα ἐφικέσθαι  τῶν  ἐγκωμίων  τῶν τούτου; Εἴτε γὰρ προφῆται ἐπεδείξαντό  τι γενναῖον, 

εἴτε πατριάρχαι, εἴτε δίκαιοι, εἴτε   ἀπόστολοι,   εἴτε   μάρτυρες,  ταῦτα   ὁμοῦ  συλλαβὼν   ἔχει,   μετὰ   τοσαύτης ὑπερβολῆς, μεθ' ὅσης οὐδεὶς ἐκείνων, ὅπερ ἕκαστος εἶχε καλὸν, ἐκέκτητο. Ὅταν οὖν ἅπαντα τὰ ἐν ἀνθρώποις

καλὰ συλλαβοῦσα ἔχῃ ψυχὴ μία, καὶ πάντα μεθ' ὑπερβολῆς, οὐ μόνον δὲ τὰ τῶν ἀνθρώπων, ἀλλὰ καὶ τὰ τῶν ἀγγέλων· πῶς περιεσόμεθα ἐκ τοῦ μεγέθους τῶν ἐγκωμίων; Πόσης οὖν οὐκ ἂν εἴημεν καταγνώσεως  ἄξιοι, ὅταν

ἑνὸς ἀνθρώπου πάντα συνειληχότος ἐν ἑαυτῷ τὰ καλὰ, ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος αὐτοῦ μιμεῖσθαι σπουδάζωμεν; Ἐκ πολλῶν  μὲν γὰρ κατορθωμάτων  ὁ πατριάρχης θαυμάζεται Ἀβραὰμ, μάλιστα δὲ ἐκ τοῦ τὸν υἱὸν

καταθῦσαι τὸν ἑαυτοῦ· ὁ δὲ Ἰσαὰκ ἐπὶ τῇ ἀνεξικακίᾳ, ὅτι τῶν οἰκείων ἐλαυνόμενος ὅρων οὐκ ἐπεξῄει, ἀλλὰ παρεχώρει πανταχοῦ   τῶν  οἰκείων  κτημάτων,  ἕως  τῶν  λυπούντων   τὴν  ἄδικον  ἐκόρεσεν ἐπιθυμίαν·  καὶ ὁ

Ἰακὼβ δὲ ἐπὶ τῇ καρτερίᾳ καὶ τῇ ὑπομονῇ· καὶ ὁ ∆αυῒδ ἐπὶ τῇ πραότητι· καὶ ὁ Ἠλίας ὅτι ὑπὲρ τοῦ ∆εσπότου ἐζήλωσεν. Ἀλλὰ τί Παύλου γένοιτ' ἂν ἴσον, ὃς πάντα  ταῦτα  ὁμοῦ συλλαβὼν  ἔχει,  καὶ μεθ' ὑπερβολῆς; Οὐδὲ γὰρ

υἱὸν κατέθυσεν  οὗτος,  ἀλλ'  ἑαυτὸν  μυριάκις  κατέθυσε· καὶ  οὐδὲ  τῶν  οἰκείων  ὅρων ἠλαύνετο μόνον, ἀλλὰ καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς ὅσην ἥλιος ἐφορᾷ γῆν, ὥσπερ τις

ὑπόπτερος περιῆλθε, συρόμενος, τυπτόμενος,  λιθαζόμενος,  καθ' ἑκάστην ἡμέραν ἀποθνήσκων.  Οὐδὲ δὶς ἑπτὰ ἔτη ἐδούλευσε συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἀλλὰ τὸν  ἅπαντα  βίον  ἐν 

λιμῷ  καὶ  γυμνότητι,   καὶ  ἁλύσεσι  καὶ  δεσμωτηρίῳ,  καὶ ἐπιβουλαῖς καὶ κινδύνοις διατελῶν. Ἐπιείκειαν δὲ καὶ πραότητα τίς μὲν μᾶλλον, τίς δὲ ἴσον τῆς Παύλου ψυχῆς, ἀμφότερα ταῦτα κατώρθωσεν; Εἰ δὲ τὸν ζῆλον ἴδοις

αὐτοῦ, τοσοῦτον ὄψει κρατοῦντα τοῦ Ἠλίου, ὅσον ἐκεῖνος τῶν ἄλλων  προφητῶν περιῆν. Ἀλλ' ὁ Ἰωάννης  ἀκρίδας ἤσθιε καὶ μέλι  ἄγριον. Ἀλλ' οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ, καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ, διέτριβεν, ἀκρίδας

μὲν καὶ μέλι ἄγριον οὐ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέμενος  τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν. Λείπεται πρὸς τοὺς  ἀγγέλους  αὐτὸν  ἐξισάσαι

λοιπόν.  Καὶ μηδεὶς  τόλμαν  καταγινωσκέτω  τοῦ λόγου. Εἰ γὰρ τὸν Ἰωάννην ἄγγελον ἐκάλεσεν ἡ Γραφὴ, τί θαυμάζεις εἰ τὸν ἁπάντων ἀμείνω ταῖς δυνάμεσι παραβάλλομεν ἐκείναις; Καὶ γὰρ τί ποτέ ἐστιν ἄνθρωπος, καὶ

ὅση τῆς φύσεως τῆς ἡμετέρας ἡ εὐγένεια, καὶ ὅσης ἐστὶν ἀρετῆς δεκτικὸν τουτὶ τὸ ζῶον, ἔδειξε μάλιστα πάντων  ἀνθρώπων  Παῦλος. Καὶ νῦν  63.800 ἕστηκεν ἐξ οὗ γέγονεν,  λαμπρᾷ τῇ φωνῇ  πρὸς ἅπαντας  τοὺς

ἐγκαλοῦντας  ἡμῶν  τῇ κατασκευῇ ἀπολογούμενος ὑπὲρ τοῦ ∆εσπότου, καὶ δεικνὺς, ὅτι καὶ ἀγγέλων καὶ ἀνθρώπων οὐ πολὺ τὸ μέσον, ἐὰν αὐτοῖς προσέχειν ἐθέλωμεν. Οὐ γὰρ ἄλλην φύσιν λαχὼν, οὐδὲ ἑτέρας κοινωνήσας

ψυχῆς, οὐδὲ ἄλλον οἰκήσας κόσμον, ἀλλ' ἐν τῇ αὐτῇ γῇ καὶ χώρᾳ καὶ νόμοις καὶ ἔθεσι τραφεὶς, πάντας ἀνθρώπους ὑπερηκόντισε τοὺς ἐξ οὗ γεγόνασιν ἄνθρωποι γενομένους· καὶ ὡς ἂν νεκρὸς πρὸς νεκρὸν ἀκίνητος γένοιτο,

οὕτω μετὰ ἀκριβείας τῆς φύσεως τὰ σκιρτήματα κατευνάζων, οὐδὲν οὐδέποτε πρὸς οὐδὲν ἀνθρώπινον   ἔπαθεν.  Εἰ  τοίνυν   Παῦλος  ὁ  τοσούτοις  κομῶν  κατορθώμασι,  καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ'

ἑκάστην ἐσπούδαζε κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν  ἑαυτῷ  συλλέγειν,  καὶ μηδέποτε ἵστασθαι· ποίαν  ἂν σχοίημεν  ἡμεῖς ἀπολογίαν   οἱ  μὴ 

μόνον  πάντων   ὄντες  ἔρημοι  τῶν  κατορθωμάτων,   ἀλλὰ  καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον προσὸν ἡμῖν, ἱκανὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπουδὴν

κἂν γοῦν ταῦτα διορθοῦν, μήτι γε τῶν τῆς ἀρετῆς ἔργων ἐφάπτεσθαι; Ἢ οὐχὶ τῆς αὐτῆς ἡμῖν

φύσεως ἦν ὁ μακάριος ἐκεῖνος; Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο  συνεχῶς  αὐτὸν  περιστρέφων  οὐ  παύομαι·  καὶ  ὥσπερ εἰς  ἀρχέτυπόν  τινα εἰκόνα, εἰς τὴν τούτου ψυχὴν  ἐνορῶν, λογίζομαι τῶν 

παθῶν  τὴν ὑπεροψίαν, τῆς ἀνδρίας  τὴν  ὑπερβολὴν,  τοῦ  φίλτρου   τοῦ  πρὸς  τὸν  Θεὸν  τὸ  διάπυρον,  καὶ ἐκπλήττομαι, πῶς πᾶσαν μὲν τὴν τῶν ἀρετῶν συναγωγὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσεν, ἡμῶν  δὲ ἕκαστος

οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται. Τίς οὖν ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως τῆς ἀπαραιτήτου, Παύλου τοσοῦτον μέγεθος ἀρετῆς ἐπιδειξαμένου, τοῦ τῆς αὐτῆς ἡμῖν κοινωνοῦντος  φύσεως, τοῦ τοῖς αὐτοῖς πάθεσιν

ὑποκειμένου, τοῦ ἐν τοσαύτῃ καιρῶν δυσκολίᾳ γεγονότος, καὶ καθ' ἑκάστην ἡμέραν ὡς   εἰπεῖν   ἑλκομένου,   σπαραττομένου,  καὶ  δημοσίᾳ  συρομένου  ὑπὸ  τῶν   τῷ κηρύγματι πολεμούντων; Καὶ ἵνα μὴ παρὰ τῆς ἡμετέρας

γλώττης  ἀκούητε τὰ παρὰ τοῦ μακαρίου τούτου κατορθώματα,  καὶ τὴν  ἀνδρίαν  ἢν ὑπὲρ τοῦ τῆς εὐσεβείας κηρύγματος καθ' ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ

λέγω, τολμῶ κἀγώ. Σκόπει ψυχὴν φιλόθεον· οὐ μόνον τόλμαν,  ἀλλὰ  καὶ ἀφροσύνην  τὸ πρᾶγμα καλεῖ· παιδεύων  ἡμᾶς μὴ ἁπλῶς  ἄνευ ἀνάγκης, καὶ μηδενὸς ἀναγκάζοντος,  τὰ ὑφ' ἡμῶν  γεγενημένα  ἐκπομπεύειν, εἴγε

τινὲς ἐξ ἡμῶν εὑρεθεῖεν ἀγαθόν τι ἐργασάμενοι. Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ·   σπέρμα  Ἀβραάμ  εἰσι;  κἀγώ.   Ἐπὶ  τούτοις,   φησὶ,   μέγα   φρονοῦσι;   μὴ νομιζέτωσαν  λείπεσθαι  ἡμᾶς·  καὶ  γὰρ  καὶ  ἡμεῖς 

τῶν  αὐτῶν   μετέχομεν.  Εἶτα ἐπήγαγεν· ∆ιάκονοι Χριστοῦ εἰσι; παραφρονῶν  λαλῶ, ὑπὲρ ἐγώ. Θέα μοι ἐνταῦθα τοῦ μακαρίου τούτου τῆς ψυχῆς τὴν ἀρετήν· ἐπειδὴ γὰρ καὶ τόλμαν καὶ ἀφροσύνην ἐκάλεσε τὸ γεγενημένον 

ὑπ' αὐτοῦ, καίτοι εἰς τοσαύτην ἀνάγκην  καταστὰς, οὐδὲ οὕτως  ἠρκέσθη τοῖς  εἰρημένοις,  ἀλλ' ὅτε  ἔμελλεν  ἑαυτὸν  δεικνύναι  πολλῷ  τῷ μέτρῳ ἐκεί 63.801 νους ὑπερακοντίζοντα,  ἵνα μή τις νομίσῃ ἀπὸ φιλαυτίας  αὐτὸν

ταῦτα φθέγγεσθαι, πάλιν παραφροσύνην καλεῖ τὸ παρ' αὐτοῦ λεγόμενον· μονονουχὶ λέγων· Μὴ γὰρ οὐκ οἶδα ὅτι πρᾶγμα ποιῶ τοῖς πολλοῖς παριστάμενον, καὶ οὐκ ἐμοὶ πρέπον· ἀλλ' ἡ πολλή με ἀνάγκη εἰς τοῦτο

συνωθήσασα ἐκβιάζεται· διὸ σύγγνωτέ μοι, φησὶ, παραφροσύνης ῥήματα φθεγγομένῳ.  Τούτου κἂν τὴν σκιὰν μιμησώμεθα ἡμεῖς οἱ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντες ἐπικείμενα, καὶ πολλάκις ἕν τι βραχὺ κατορθοῦντες,

καὶ οὐδὲ τοῦτο εἰς τὰ ταμιεῖα τῆς διανοίας φυλάττειν  ἀνεχόμενοι, ἀλλὰ διὰ τὸ τὴν παρὰ τῶν ἀνθρώπων θηρᾶσθαι δόξαν ἐκπομπεύοντες, καὶ εἰς μέσον προτιθέντες,  καὶ διὰ τῆς  ἀκαίρου ταύτης  φλυαρίας  τῆς  παρὰ τοῦ 

Θεοῦ ἀμοιβῆς ἑαυτοὺς  ἀποστεροῦντες; Ἀλλ' οὐχ ὁ μακάριος οὗτος τοιοῦτόν  τι  πέπονθεν,  ἀλλ' εἰπὼν,  Ὑπὲρ ἐγὼ, ἀπαριθμεῖται  λοιπὸν  τὰ τῆς ἀνδρίας  αὐτοῦ κατορθώματα,  καί φησιν· Ἐν κόποις περισσοτέρως, ἐν

πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. Τί λέγεις; ξένον τι καὶ παράδοξόν ἐστι τὸ παρὰ σοῦ λεγόμενον. Ἔστι γὰρ πολλάκις θάνατον ὑπομεῖναι; Ναὶ, φησίν· εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ γνώμῃ· διδάσκων ἡμᾶς, ὅτι

διηνεκῶς  τοιούτοις ἑαυτὸν κινδύνοις  ἐξεδίδου διὰ τὸ κήρυγμα θάνατον  αὐτῷ τίκτουσιν·  ἀλλ' ἡ τοῦ Θεοῦ χάρις  ἐν  αὐτοῖς  μέσοις τοῖς  κινδύνοις  τὸν  ἀθλητὴν διεφύλαττεν, ὥστε τοῖς μαθητευομένοις πολλὴν γίνεσθαι

παρ' αὐτοῦ τὴν ὠφέλειαν· καὶ τὸ ἑξῆς δὲ ἐπαγόμενον πάλιν ἅπαντα ὡς εἰπεῖν τὰ εἰρημένα ἀποκρύπτει· Τίς γὰρ ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Βαβαὶ, πόση τοῦ ἀνδρὸς τούτου ἡ

φιλοστοργία, πόση 63.802 ἡ ἀγρυπνία, πόση ἡ μέριμνα; ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα, τοῦ παιδὸς αὐτῆς πυρέττοντος, καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος; ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθενούντων

μᾶλλον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων  ἐπυροῦτο. Σκόπει γάρ μοι λέξεως ἔμφασιν· οὐκ εἶπε, Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ λυποῦμαι, ἀλλὰ, Πυροῦμαι, φησὶ, τὴν ἐπίτασιν ἡμῖν τῆς ὀδύνης δηλῶν, καὶ μονονουχὶ

δεικνὺς ἐμπυριζόμενον αὐτὸν καὶ καιόμενον  ἔνδοθεν  ὑπὲρ τῶν  τὰ σκάνδαλα ὑπομενόντων.  Οἶδα ὅτι εἰς πολὺ

μῆκος τὸν λόγον ἐξέτεινα· ἀλλ' οὐκ οἶδα πῶς, ἐμπεσὼν εἰς τὸν πλοῦτον τῶν κατορθωμάτων  τοῦ ἁγίου τούτου, καθάπερ ὑπὸ ῥύμης ὑδάτων σφοδροτάτης, οὕτω τὴν  γλῶτταν   παρεσύρην.  ∆ιὸ  μέχρι  τούτου  στήσας τὸν 

λόγον,  παρακαλῶ  τὴν ὑμετέραν  ἀγάπην  διηνεκῶς  τοῦτον  ἐν  διανοίᾳ  περιφέρειν,  καὶ τοῦτο  λογίζεσθαι συνεχῶς,   ὅτι   τῆς   αὐτῆς   ἡμῖν   κοινωνῶν    φύσεως   καὶ   τοῖς   αὐτοῖς   πάθεσιν ὑποκείμενος,  καὶ 

ἐπιτήδευμα  ἔχων  εὐτελὲς  καὶ  εὐκαταφρόνητον,   καὶ  δέρματα ῥάπτων, καὶ ἐπὶ ἐργαστηρίου ἑστηκὼς, ἐπειδὴ ἐβουλήθη καὶ ἠθέλησε πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἑαυτὸν ἐκδοῦναι, καὶ ἄξιον ἑαυτὸν καταστῆσαι τῆς

ὑποδοχῆς τοῦ ἁγίου  Πνεύματος,  δαψιλεστέρας  ἀπέλαυσε  τῆς  ἄνωθεν  φιλοτιμίας·  ἧς  γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ

τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.