Δευτέρα, 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ Λ∆ʹ. Εἰς τὴν ἁγίαν τοῦ Χριστοῦ γέννησιν.



ΛΟΓΟΣ Λ∆ʹ. Εἰς τὴν ἁγίαν τοῦ Χριστοῦ γέννησιν.

Ἡ πασῶν τῶν ἑορτῶν ἐπεδήμησεν ἑορτὴ, καὶ τὴν οἰκουμένην  εὐφροσύνης ἐπλήρωσεν· ἑορτὴ ἡ τῶν καλῶν ἁπάντων ἀκρόπολις, ἡ πηγὴ καὶ ῥίζα τῶν παρ' ἡμῖν ἀγαθῶν, δι' ἧς ὁ οὐρανὸς ἀνεῴχθη, πνεῦμα κατεπέμφθη, τὸ μεσότοιχον ἀνῃρέθη, ὁ φραγμὸς ἐλύθη, τὰ διεστῶτα ἡνώθη, τὸ σκότος ἐσβέσθη, τὸ φῶς ἔλαμψεν, οὐρανὸς ἐδέξατο τὴν φύσιν τὴν ἀπὸ γῆς, γῆ τὸν ἐπὶ τῶν  Χερουβὶμ καθήμενον·  οἱ δοῦλοι γεγόνασιν ἐλεύθεροι, οἱ ἐχθροὶ υἱοὶ, οἱ ἀλλότριοι  κληρονόμοι. ∆ι' αὐτῆς ἡ χρονία ἔχθρα κατελύθη  καὶ ὁ μακρὸς πόλεμος, καὶ ἡ πάλαι ποθουμένη καὶ ἀγγέλοις  καὶ δικαίοις παραγέγονεν εἰρήνη. Καὶ βοᾷ Παῦλος λέγων· Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. ∆ι' αὐτῆς τὸ τρόπαιον ἔστη τοῦ σταυροῦ τὸ λαμπρὸν καὶ περιφανὲς, τὰ λάφυρα τοῦ Χριστοῦ, τὰ ἀκροθίνια τῆς φύσεως τῆς ἡμετέρας, τὰ σκῦλα τοῦ βασιλέως ἡμῶν. Τί ποτ' οὖν τῆς ἑορτῆς ταύτης ἴσον γένοιτ' ἄν; Θεὸς ἐπὶ γῆς, ἄνθρωπος ἐν οὐρανῷ, ἄγγελοι  συγχορεύουσιν ἀνθρώποις,  ἄνθρωποι  τοῖς  ἀγγέλοις  κοινωνοῦσι καὶ ταῖς ἄλλαις ταῖς ἄνω δυνάμεσι· δαίμονες
δραπετεύουσι, θάνατος λέλυται, παράδεισος ἀνέῳκται, κατάρα ἠφάνισται, ἁμαρτία ἐκποδὼν ἐγεγόνει, πλάνη ἀπελήλαται, ἀλήθεια ἐπανῆλθε· καὶ ἡ φύσις, 63.822 δι' ἣν ἐφύλαττε τὸν παράδεισον τὰ Χερουβὶμ, τῷ Θεῷ ἥνωται σήμερον.Μὴ οὖν ἀπορίᾳ συνέχου ταῦτα ἀκούων· τὸ γὰρ ἐκπλήξεως γέμον, καὶ ὑπὲρ ἐλπίδα καὶ προσδοκίαν ἅπασαν, ἄνθρωπον γενέσθαι Θεόν· τούτου  δὲ γενομένου,  τὰ μετὰ ταῦτα  ἅπαντα  κατὰ λόγον  καὶ ἀκολουθίαν ἕπεται. Οὐδὲ γὰρ εἰκῆ καὶ μάτην τοσοῦτον ἑαυτὸν ἐταπείνωσεν, εἰ μὴ ἔμελλεν ἡμᾶς ἀνυψοῦν. Ἐγεννήθη τοίνυν  κατὰ σάρκα, ἵνα γεννηθῇς  κατὰ πνεῦμα· ἐγεννήθη  ἐκ γυναικὸς, ἵνα παύσῃ γυναικὸς ὢν υἱός· ἠνέσχετο πατέρα αὐτοῦ γενέσθαι δοῦλον, ἵνα σοὶ  τῷ   δούλῳ   πατέρα   ποιήσῃ   τὸν   ∆εσπότην.   Οὐκοῦν  ἀγαλλιασώμεθα   καὶ σκιρτήσωμεν   ἅπαντες,   ἐν   τοῖς   ἡμετέροις   ἀγαθοῖς   εὐφραινόμενοι.   Εἰ  γὰρ   ὁ πατριάρχης  Ἀβραὰμ ἠγαλλιάσατο  ἰδεῖν  τὴν  ἡμέραν Κυρίου, καὶ εἶδε, καὶ ἐχάρη· πολλῷ μᾶλλον ἡμᾶς Θεὸν ἐν σπαργάνοις ὁρῶντας, τὸ φρικτὸν ἐκεῖνο καὶ παράδοξον θέαμα, χαίρειν καὶ ἀγάλλεσθαι χρὴ καὶ θαυμάζειν καὶ ἐκπλήττεσθαι τῆς τοσαύτης αὐτοῦ εὐεργεσίας τὸ μέγεθος. Ἀλλὰ πῶς τοῦτο γέγονε τὸ θαυμαστὸν καὶ μέγα; πῶς ἡμεῖς οἱ προσκεκρουκότες, οἱ τῆς γῆς ἀνάξιοι φανέντες, καὶ τῆς ἀρχῆς τῆς κάτωθεν ἐκπεσόντες, πρὸς τοσοῦτον ὕψος ἀνήχθημεν; πῶς ὁ πόλεμος κατελύθη; πῶς ἡ ὀργὴ ἀνῃρέθη; Πῶς; τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν καὶ ἐκπλήξεως γέμον, ὅτι οὐχ ἡμῶν τῶν προσκεκρουκότων  προσδραμόντων,  οὐ  τῶν  ἐχθρῶν  καὶ  πολεμίων  καταβληθέν
63.823 των, ἀλλ' αὐτοῦ τοῦ δικαίως ἀγανακτοῦντος  παρακαλέσαντος ἡμᾶς, οὕτως εἰρήνη γέγονεν.  Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι'
ἡμῶν. Τί τοῦτο; αὐτὸς ὕβρισται, καὶ αὐτὸς παρακαλεῖ; Ναὶ, φησίν· ἀγαθὸς γάρ ἐστι,
καὶ διὰ τοῦτο παρακαλεῖ· καὶ, εἰ βούλεσθε, ἀνωτέρω τὸν λόγον ἀγαγόντες πειρασόμεθα δεῖξαι, ὅτι καὶ μηδενὸς προϋπηργμένου τῷ ἀνθρώπῳ  κατορθώματος, δι' ἀγαθότητα  μόνην  καὶ  τὰ  παρόντα  καὶ  τὰ  μέλλοντα  αὐτῷ  ἐδωρήσατο. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας. Πρὶν τοὺς ἀγγέλους γενέσθαι καὶ τὰς ἄλλας δυνάμεις τὰς ἐν τοῖς οὐρανοῖς, ἦν ὁ Θεὸς, ἀρχὴν οὐδέποτε τοῦ εἶναι λαβὼν, ἀνενδεὴς δὲ ὢν ἀεί· τοιοῦτον γὰρ τὸ Θεῖον. Ἐποίησεν ἀγγέλους, ἀρχαγγέλους, καὶ ἄλλας τῶν ἀσωμάτων οὐσίας·  ἐποίησε δὲ  δι' ἕτερον  μὲν  οὐδὲν,  δι' ἀγαθότητα  δὲ  μόνην·  ὧν  γὰρ  τῆς θεραπείας οὐκ ἔχρῃζε, τούτων οὐδὲ ἂν δημιουργὸς ἐγένετο, μὴ σφόδρα ὢν ἀγαθός. Μετὰ δὲ τὴν τούτων  δημιουργίαν  ποιεῖ καὶ τὸν ἄνθρωπον,  διὰ τὴν αὐτὴν ταύτην πάλιν αἰτίαν, καὶ τὸν κόσμον ἅπαντα τοῦτον· καὶ μυρίων αὐτὸν ἐμπλήσας ἀγαθῶν, τὸν  μικρὸν  ἐκεῖνον  καὶ  εὐτελῆ  τοῖς  τοσούτοις  ἔργοις  ἐπέστησε,  τοῦτο  αὐτὸν ἀποφήνας ἐπὶ τῆς γῆς, ὅπερ ἐστὶν αὐτὸς ἐν τοῖς οὐρανοῖς. Ποιήσας δὲ αὐτὸν, καὶ ἐν τοσαύτῃ καταστήσας τιμῇ, καθάπερ βασίλεια βασιλεῖ, τὸ κάλλιστον τῶν ἐπὶ τῆς γῆς ἀπέταξε τὸν παράδεισον. Οὐ τούτῳ δὲ μόνον αὐτὸν ἀπεσέμνυνεν, ἀλλὰ καὶ λόγον

μόνῳ τῶν πάντων ἐχαρίσατο, καὶ τῆς αὑτοῦ γνώσεως κατηξίωσε, καὶ τῆς πρὸς αὐτὸν ὁμιλίας  ἀπολαύειν  ἔδωκεν,  ὡς  ἀπολαύειν  ἐκείνῳ  δυνατὸν  ἦν,  καὶ  ἀθανασίαν παρέξειν  ὑπέσχετο,  καὶ  πολλῆς  τῆς  σοφίας  ἐνέπλησε,  καὶ  πνευματικὴν   χάριν ἐνέθηκεν,  ὡς καὶ προφητεῦσαί τινα.  Τί οὖν μετὰ τοσαῦτα καὶ τηλικαῦτα  ἀγαθά; Πιστότερον τοῦ  ταῦτα  δωρησαμένου  τὸν  Ἐχθρὸν ἐνόμισε, καὶ  τῆς  ἐντολῆς  τοῦ ποιήσαντος ἀλογήσας, προετίμησε τὴν ἀπάτην τοῦ παντελῶς αὐτὸν ἀφανίσαι σπουδάσαντος. Ἆρ' οὖν ἐξήλειψεν αὐτὸν ὁ Θεὸς, τοσαύτην ἀγνωμοσύνην  ἐξ ἀρχῆς καὶ ἀπ' αὐτῆς  εἰπεῖν  γραμμῆς  ἐπιδειξάμενον,  ὅπερ κατὰ  τὸν  τοῦ δικαίου  λόγον ἀκόλουθον   ἦν;  Οὐδαμῶς,  ἀλλὰ   μᾶλλον   τοῦ  παραπεπτωκότος   ἐφρόντισεν,   ἢ πρότερον. Μετὰ ταῦτα τοῦ γένους ἡμῶν κακῶς πράττοντος, ὡς κινδυνεῦσαι καὶ τῆς γῆς αὐτῆς ἐκπεσεῖν, οὐκ ἀπεβάλετο, ἀλλὰ τοσοῦτον τῶν προσκεκρουκότων ἐκήδετο, ὡς καὶ ἀπολογεῖσθαι τῷ δούλῳ τὸν Κύριον, καὶ ὡς ὁμοτίμῳ φίλῳ διαλέγεσθαι καὶ λέγειν τὰς αἰτίας τῆς μελλούσης ἀπωλείας ἔσεσθαι. Εἶτα νόμον ἔδωκεν εἰς βοήθειαν, προφήτας ἔπεμψε, περὶ τῶν πρακτέων εἰσηγουμένους· ὕστερον αὐτὸν ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ τὸν Μονογενῆ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ὅθεν καὶ ὁ προφήτης τὴν πολλὴν αὐτοῦ ὑπὲρ τῆς οἰκουμένης κηδεμονίαν ἐκπληττόμενος, ἀνεβόησε μέγα καὶ λαμπρὸν  οὕτω  λέγων·  Ὁ  Θεὸς ἡμῶν  ἐπὶ  τῆς  γῆς  ὤφθη,  καὶ  τοῖς  ἀνθρώποις συνανεστράφη.  Καὶ γὰρ  σφόδρα παράδοξον  ἀκοῦσαι, ὅτι  Θεὸς ὁ ἀπόῤῥητος  καὶ ἀνέκφραστος, καὶ ἀπερινόητος, καὶ τῷ Πατρὶ ἴσος, καὶ γνήσιος Υἱὸς τοῦ ἀνάρχου Θεοῦ, διὰ μήτρας ἦλθε παρθενικῆς, καὶ γεννηθῆναι  ἐκ γυναικὸς κατεδέξατο· ὃς οὐ πρότερον ἀπέστη πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως τοὺς πολεμίους ἡμᾶς καὶ ἐχθροὺς ἀνήγαγεν αὐτῷ τῷ Θεῷ καὶ φίλους ἐποίησε. Καὶ καθάπερ τις ἐν μεταιχμίῳ στὰς δύο τινῶν ἀλλήλων διεστηκότων, ἀμφοτέρας ἁπλώσας τὰς χεῖρας ἑκατέρωθεν λαβὼν συνάψειεν· 63.824 οὕτω καὶ αὐτὸς ἐποίησε, τὴν θείαν φύσιν τῇ ἀνθρωπίνῃ, τὰ  αὑτοῦ  τοῖς  ἡμετέροις. Εἶδες ἀγαθότητος  ὑπερβολήν; αὐτὸς  ὁ ὑβρισμένος καὶ παρεκάλεσε, καθάπερ ἔφθην  εἰπὼν,  καὶ τὴν  καταλλαγὴν  εἰργάσατο. Ὅρα λοιπὸν πῶς  καὶ  τὸν  τύραννον   οἷα  βασιλεὺς  τὴν  ἁλουργίδα  ἀφεὶς   καὶ  τὸ  διάδημα, στρατιώτου  σχῆμα ὑπεδύετο  πολλάκις,  ἵνα  μὴ  γνώριμος  γενόμενος,  ἐφ' ἑαυτὸν ἑλκύσῃ τοὺς πολεμίους. Ἐνταῦθα δὲ τοὐναντίον·  ἐν τῷ ἡμετέρῳ σχήματι ἦλθεν ὁ Χριστὸς,  ἵνα   μὴ  γνώριμος   γενόμενος,   φυγεῖν   παρασκευάσῃ  τὴν   πρὸς  αὐτὸν συμπλοκὴν  τὸν  πολέμιον,  καὶ  τοὺς  οἰκείους  διαταράξῃ  πάντας·  σῶσαι γὰρ, οὐκ ἐκπλῆξαι ἐσπούδασε. Καὶ τίνος ἕνεκεν ἡ τοιαύτη καταλλαγὴ, φησὶν, οὐχὶ διά τινος τῶν ἀσωμάτων δυνάμεων, ἢ δι' ἀνθρώπου ψιλοῦ, ἀλλὰ διὰ τῆς τοῦ Λόγου κενώσεως γέγονεν; Ἐπειδὴ, εἰ δι' ἑτέρου τινὸς ἐδικαίου τὴν κοινὴν τοῦ γένους σωτηρίαν ἡμᾶς δέξασθαι, οὐκ ἂν τῆς περὶ ἡμᾶς αὐτοῦ προνοίας τὸ μέγεθος ἐγνωρίζομεν, ἀλλὰ καὶ τὸ  παρὰ πάντα  τὸν  αἰῶνα  θαυμαζόμενον,  εἰς  εὐτελῆ  καὶ  οὐδὲν  ἀληθῶς  θαῦμα παρεχομένην  πρᾶξιν ἐξέπιπτεν ἄν. Κτίσεως γὰρ κτίσει συνούσης καὶ προσλαμβανούσης τὸ ὁμόδουλον, οὐδὲν οὔτε τῶν ἀποῤῥήτων παρέπεται, οὔτε τῶν παραδόξων ἔχει τὴν ἔκπληξιν. Ἄλλως δὲ, Θεοῦ καὶ θεῖον ἔργον πῶς ἂν ἦν ἀνθρώπῳ δυνατὸν διαπράξασθαι; εἰ δὲ καὶ ἐγένετο, ὅπερ οὐχ οἷόν τε, θᾶττον ἂν τὸ πτῶμα καὶ ῥᾳδίως ἢ πρὸς ἑαυτὸν ἐπανέστρεφεν, ἢ πρὸς τὸ χεῖρον ηὐξάνετο. Εἰ γὰρ Μωϋσέα, καθ' οὗ πολλάκις ἐγόγγυζον, καὶ τὴν ἄνωθεν δι' αὐτοῦ κατιοῦσαν σωτηρίαν τῶν ἐν Αἰγύπτῳ κακῶν ἐποιοῦντο χείρονα, ὅμως θεὸν ἀνειπεῖν μετὰ θάνατον ἐμελέτησαν, ὡς διὰ ταύτην αὐτὴν τὴν αἰτίαν, καθώς φασί τινες, καὶ ὁ τούτου τάφος ὀφθαλμοῖς Ἰουδαίων μέχρι νῦν ἀθέατός τε καὶ ἀνεπίγνωστος ἔμεινε· πῶς οὐκ ἂν τὸν μείζονος ἀπαλλάξαντα τυραννίδος, εἰ καὶ τῆς αὐτῆς φύσεως ᾔδεισαν, οὐ θεὸν ἀνηγόρευσαν; Τοῦτο δὲ δῆλον, ὡς οὐκ ἦν τοῦ πτώματος ἔγερσις, ἀλλὰ χαλεπωτέρα καὶ ἀδιόρθωτος ἔκπτωσις.  Μετὰ δὲ ταῦτα  καὶ  ἑτέραν  αἰτίαν  ἔστιν  εἰπεῖν,  δι'  ἣν  μάλιστα, εἴπερ

ἄγγελος  ἢ ψιλὸς  ἄνθρωπος  ἀνασώσασθαι ἡμᾶς τοῦ πτώματος  προεβέβλητο, οὐχὶ σωτηρίας μᾶλλον  ἀπηλαύομεν,  ἀλλὰ τοῦ καλλίστου καὶ τιμιωτάτου  τῆς ἀνεκφράστου  δόξης  τὸ  γένος  κατέπιπτε.  Ποίαν  δὴ  ταύτην;  Ὅπερ οὐκ  ἦν  ἡμῖν δυνατὸν  οὐδὲ  ἐγγὺς  τυχεῖν,  οἷς  νῦν,  τοῦ  Λόγου σαρκωθέντος,  ἐντρυφῶμεν  καὶ ἀπολαύομεν.  Πῶς γὰρ ἂν  τῷ  ἡμετέρῳ  γένει  ἐκεχάριστο, ἀνθρωπίνης  φύσεως  ἢ ἀγγελικῆς τὴν περὶ ἡμᾶς οἰκονομίαν ὑπερχομένης, ἐν δεξιᾷ τοῦ Πατρὸς ἱδρυνθῆναι, καὶ πάσης ἀγγελικῆς καὶ ἀρχαγγέλων χοροστασίας ὑπεράνω γενέσθαι, καὶ τιμῆς καὶ δόξης ἀπολαῦσαι τοσαύτης καὶ τηλικαύτης, ὡς καὶ αὐτῶν τῶν ἄνω δυνάμεων  καὶ ἐγγυτάτω Θεοῦ ἑστηκότων, ἐπιθυμούντων  μὲν εἰς τὴν ἡμετέραν δόξαν, ἧς διὰ τοῦ φυράματος ἀπολαύομεν, παρακύψαι, μείζονα δὲ τὴν ἐπιτυχίαν τῆς ἐπιθυμίας εὑρισκόντων, ταύτης δὲ τῆς μακαρίας λήξεως τοῦ ἀνθρωπίνου γένους τὴν στέρησιν ὑπομένοντος,  ἅτε  δὴ  μηδὲ  τοῦ  φυράματος  ἡμῶν  δι'  ἀνθρωπίνης   ἢ  ἀγγελικῆς ἑνώσεως, τῆς δόξης, ἐν ᾖ νῦν ἐκλάμπει, τὴν ἀπόλαυσιν προεσχηκότος, μηδὲ πρὸς τὴν τοιαύτην ἡμῶν ἀναδραμόντων ἰσχὺν καὶ ῥώμην καὶ τῆς τιμῆς τὸ ἐξαίρετον; τινα ἂν παρῆκεν ὁ ἐχθρὸς καθ'  ἡμῶν  τόλμαν; τίνας δὲ οὐκ ἂν ἐκίνει μηχανὰς, δι'  ὧν πάλιν  ἐλπίδας ἔτρε 63.825 φεν  ὑποχείριον  λαβεῖν  τὸ γένος, καὶ ὑπὸ τὴν ἀρχαίαν αὐτοῦ καθελκύσαι τυραννίδα; κατὰ τίνων  δὲ τὸ κράτος ἀναλαβεῖν οὐκ ἐπήρθη, καὶ τὸ φρύαγμα τοῦ προτέρου μεῖζον οὐκ ἂν ἐπεδείκνυ, καὶ τὸν οὐρανὸν αὐτὸν πολυπραγμονεῖν οὐχ ἡγεῖτο τόλμαν; ∆ιὰ γοῦν ταῦτα καὶ πολλὰ τοιαῦτα ὁ τοῦ Θεοῦ Λόγος καὶ Υἱὸς καὶ Θεὸς ἀληθινὸς, καὶ οὐχ ἕτερός τις, τὴν ἡμετέραν ἀναλαβόμενος σάρκα, τὴν κοινὴν  τοῦ γένους σωτηρίαν ἀπειργάσατο. Καὶ μηδεὶς ἐγκαλοῖτο  ἡμῖν ἀνάξια  τοῦ  Θεοῦ λέγειν,  ὅτι  ἐπὶ  σωτηρίᾳ  τῆς  οἰκουμένης  ἁπάσης ναὸν  ἑαυτῷ κατασκευάσας ὁ Θεὸς ζῶντα ἐν τῇ παρθενικῇ μήτρᾳ, δι' ἐκείνου τὴν τῶν οὐρανῶν πολιτείαν  εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον· ποία γὰρ ἂν καὶ βλάβη γένοιτο τῷ Θεῷ ἀπὸ  τῆς  οἰκονομίας  ταύτης;  Οὐχ ὁρᾷς  τουτονὶ  τὸν  ἥλιον  τὸν  τῷ  σώματι αἰσθητὸν καὶ φθαρτὸν καὶ ἐπίκηρον κἂν Ἕλληνες ἀποπνίγωνται, βορβόροις προσομιλοῦντα,  καὶ πολλοῖς  ἄλλοις  τοιούτοις  πράγμασι, καὶ μηδὲ τὸ τυχὸν  τῆς κακίας προσλαμβανόμενον; τοὐναντίον  δὲ, καὶ τὴν δυσώδη καταξηραίνει ὀσμὴν τῇ τῆς  ἀκτῖνος  προσβολῇ. Ἢ οὐδὲ τῷ  φθαρτῷ  στοιχείῳ  ἴσον δίδως  ἐνεργῆσαι  τὸν Μονογενῆ τοῦ Θεοῦ Παῖδα ἐπὶ  τῆς  ἡμετέρας σαρκὸς, ὡς μὴ μόνον  ἐξ αὐτῆς  μὴ μολυνθῆναι, ἀλλ' αὐτὴν ταύτην καὶ καθαρωτέραν καὶ ἁγιωτέραν ἐργάσασθαι; Καὶ σὺ μὲν εἰς ξύλα καὶ λίθους καὶ εἰς ἔτι τούτων ἀτιμότερα τοῦ Θεοῦ κατάγειν τολμῶν τὴν οὐσίαν, οὐ φρίττεις·  ἡμῖν δὲ ἐγκαλεῖς  καὶ λέγεις, ὅτι ἀπρεπὲς Θεῷ σῶμα οἰκῆσαι καθαρὸν καὶ ἄμωμον, καὶ δι' αὐτοῦ τὴν οἰκουμένην διορθώσασθαι; Εἰ γὰρ αἰσχρὸν Θεῷ ἐνανθρωπῆσαι, ὡς σὺ φῂς, πολλῷ μᾶλλον ἐν λίθῳ καὶ ξύλῳ, ὅσον λίθος καὶ ξύλον   ἀτιμότερον   ἀνθρώπου·   εἰ   μὴ   ἄρα  καὶ   τῶν   αἰσθητῶν   τούτων   ὑλῶν εὐτελέστερον τὸ γένος ἡμῶν εἶναί σοι δοκεῖ. Ἀλλ' ὁ μὲν περὶ τῶν τοιούτων λόγος εἰς ἕτερον  ἡμῖν  ὑπερκείσθω  καιρόν·  ἀναγκαῖον  δὲ  ἐπ'  αὐτῶν  τῶν  τοῦ  Εὐαγγελίου ῥημάτων τὸν λόγον ἀγαγεῖν· φησὶ γάρ· Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Ποίαν  μοι  γέννησιν   λέγεις;  Τὴν  ἔνσαρκον  δηλονότι.   Περὶ  γὰρ  τῆς  ἀνάρχου γεννήσεως  οὐδεὶς  οἶδεν, εἰ μὴ αὐτὸς ὁ μονογενὴς  τοῦ Θεοῦ Παῖς, ὁ ὢν  εἰς τὸν κόλπον  τοῦ Πατρός. Πῶς οὖν ἐστιν ἡ κατὰ σάρκα τοῦ Χριστοῦ γέννησις; Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη  ἐν  γαστρὶ  ἔχουσα ἐκ  Πνεύματος  ἁγίου.  Παρατηρητέον  δὲ, ὅτι  οὐκ  εἶπε, Μνηστευθείσης τῆς  παρθένου,  ἀλλὰ  ἁπλῶς,  Μνηστευθείσης τῆς  μητρὸς  αὐτοῦ. Τοῦτο δὲ ἐποίει, ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ μὴ καταπλῆξαι τῇ τοῦ παραδόξου πράγματος ἐπαγωγῇ  λέγων,  ὅτι Πρὶν ἢ συνελθεῖν  αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Τίνος δὲ χάριν οὐ πρὸ τῆς μνηστείας οὖν ἔλαβε καὶ ἐκύησεν; Ἵνα συσκιάσῃ τὸ γινόμενον  τέως, καὶ ἵνα πᾶσαν πονηρὰν διαφύγῃ ἡ

Παρθένος  ὑπόνοιαν.  Τοῦ γὰρ  ὀφείλοντος  ζηλοτυπεῖν  μνηστῆρος,  οὐ  μόνον  οὐ θριαμβεύοντος αὐτὴν, ἀλλὰ καὶ δεχομένου καὶ θεραπεύοντος μετὰ κύησιν, εὔδηλον τοῦτο πᾶσι ποιεῖ, ὡς ὅτιπερ πεισθέντος αὐτοῦ ἐκ Πνεύματος ἁγίου τὴν ἐνέργειαν εἶναι τοῦ γεγεννημένου,  κατέσχε καὶ ἐξυπηρέτησεν. Ὅπερ δὲ ἐπὶ τῶν  παραδόξων πραγμάτων εἴωθε λέγεσθαι, τοῦτο καὶ ἐνταῦθα δηλῶν φησιν, ὅτι Εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Ἀκούσας δὲ, ὅτι ἐκ Πνεύματος ἁγίου, μηδὲν ἕτερον περιεργάζου. οἷον, πῶς ὁ ἄπειρος ἐν μήτρᾳ ἐστί; πῶς ὁ πάντα συνέχων κυοφορεῖται ὑπὸ γυναικός; πῶς τίκτει ἡ Παρθένος, καὶ μένει παρθένος; πῶς ἔπλασε τὸ Πνεῦμα τὸ
63.826 ἅγιον  τὸν ναὸν ἐκεῖνον; καὶ ὅσα τοιαῦτα. Καὶ γὰρ δύναμις Ὑψίστου ἦν ἡ ἐπισκιάσασα τῇ Παρθένῳ, καὶ Υἱὸς Θεοῦ τὸ γεννώμενον.  Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Τοσοῦτον γὰρ ἦν θαυμαστὸς ὁ ἀνὴρ, ὅτι οὐ μόνον οὐκ ἐκόλασεν, ἀλλ' οὐδὲ εἶπέ τινι, οὐδὲ  αὐτῇ  τῇ  ὑποπτευομένῃ,  ἀλλὰ  καθ' ἑαυτὸν  ἐλογίζετο,  οὐχὶ  ἐκβαλεῖν,  ἀλλὰ ἀπολῦσαι. ∆ιὸ καὶ ὅτε εἰς ἀπορίαν τῶν τοιούτων  λογισμῶν κατέστη, τότε ἐπέστη ὁ ἄγγελος λύων τὴν ἔριν τῶν λογισμῶν. Ὅτι γὰρ διηπορεῖτο, ἐξ ὧν διενοεῖτο δῆλον· Ἐβουλήθη  γὰρ, φησὶν,  ἀπολῦσαι  αὐτὴν  λάθρα· οὐκ  ἂν  οὔτε  λάθρα,  οὔτε  ὅλως ἐκπέμψαι βουληθεὶς, εἰ νόθου γονῆς τὸν ὄγκον ἐπέπειστο γαστρὸς, ἀλλὰ καὶ νόμῳ καὶ τιμωρίᾳ, δίκαιος ὢν, μάλιστα ἄν. Ἀλλὰ τοῦτο μὲν οὐκ ἐπέπειστο, οὐδὲ ἐκεῖνο πάλιν, θείας ἐνεργείας εἶναι τὴν κύησιν· ὑπὲρ ἔννοιαν γὰρ ἀνθρωπίνην τὸ ἔργον ἦν.
∆ιὸ καὶ τοῖς λογισμοῖς ἐκυμαίνετο. Ὅτε οὖν ἐν τούτοις ἐκλονεῖτο τοῖς διαλογισμοῖς, τότε ἐπέστη ὁ ἄγγελος, καί φησι· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν  ἐκ Πνεύματός ἐστιν ἁγίου. Ἔδειξεν αὐτὸν δεδοικότα καὶ τρέμοντα μὴ προσκρούσῃ τῷ Θεῷ διὰ τοῦ εἰπεῖν, Μὴ φοβηθῇς, ἔνδον δὲ κατέχειν· τοῦτο γάρ ἐστι, τὸ παραλαβεῖν, καὶ μὴ, ὡς ἐνεθυμήθη, ἀπολῦσαι αὐτήν. Οὐ μόνον γὰρ, φησὶ, παρανόμου ἀπήλλακται  μίξεως, ἀλλὰ καὶ ὑπὲρ φύσιν συνέλαβε. Τοῦτο γὰρ δηλοῖ ὅπερ ἐπήγαγε, λέγων· Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Μὴ νομίσῃς, φησὶν, ἐπειδήπερ εἶπον, ὅτι Ἐκ Πνεύματός ἐστιν ἁγίου, ἀλλότριόν σε τῆς διακονίας εἶναι τῆς κατὰ τὴν οἰκονομίαν·  σοὶ  δίδωμι  τὸ  ὄνομα  ἐπιθεῖναι  τῷ  τικτομένῳ.  Εἰ γὰρ  καὶ  εἰς  τὴν γέννησιν οὐδὲν συντελεῖς, ἀλλ' ὅμως σὺ αὐτοῦ καλέσεις τὸ ὄνομα. Εἰ γὰρ καὶ μὴ σὸς ὁ τόκος, ἀλλὰ τὰ πατρὸς ἐπιδείξῃ περὶ αὐτὸν, καὶ ἀπὸ τῆς τοῦ ὀνόματος θέσεως οἰκείωσαι τῷ τικτομένῳ. Οὐκ εἶπε δὲ, Τέξεταί σοι υἱὸν, ἀλλὰ, Τέξεται· οὐ γὰρ αὐτῷ ἔτικτεν,  ἀλλὰ  τῇ οἰκουμένῃ  πάσῃ· διὸ καὶ ἐπήγαγεν,  Αὐτὸς γὰρ σώσει τὸν  λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Εἰπὼν δὲ, Τὸν λαὸν αὐτοῦ, οὐ περὶ τῶν Ἰουδαίων εἶπε μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐθνῶν· λαὸς γὰρ αὐτοῦ πάντες οἱ δεχόμενοι τὴν παρ' αὐτοῦ γνῶσιν. καὶ ὅτι ἐν τούτῳ δείκνυται Υἱὸς Θεοῦ ὁ τικτόμενος, ἐν τῷ ἀφιέναι ἁμαρτίας· οὐδὲ γὰρ ἀφιέναι  ἁμαρτίας, ἑτέρας ἐστι δυνάμεως, εἰ μὴ τῆς οὐσίας τῆς θεϊκῆς μόνης. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Ἐβουλόμην  ἐνταῦθα  παρεῖναι  Ἰουδαίους  καὶ  Ἕλληνας  ἅπαντας,  καὶ  τὸ  βιβλίον τοῦτο παρὰ Ἰουδαίων  λαβὼν, οὕτως ἀναγνῶναι  τὴν προφητείαν. Ἴστε γὰρ δήπου τοῦτο,  ὅτι  καὶ  ἐν  τοῖς  δικαστηρίοις  καὶ  πανταχοῦ  τότε  μάλιστα  ἀνύποπτος  ἡ μαρτυρία γίνεται, ὅταν παρὰ τῶν ἐχθρῶν αὕτη φέρηται. Οὐ γὰρ δήπου πεπλάσθαι παρ'   ἡμῶν   αὐτὰ   δυνήσονται   λέγειν,   οὐχ   ἡμῶν,   ἀλλὰ   τῶν   τὸν   Χριστὸν σταυρωσάντων τὰ βιβλία παρεχομένων ἡμῖν τὰ περὶ τῆς αὐτοῦ οἰκονομίας διαλεγόμενα. Ἀλλ' εἴ τε πάρεισιν, εἴτε μὴ πάρεισιν οὗτοι, ἡμεῖς τὸ ἡμέτερον ποιήσομεν, 63.827 καὶ τῆς ἑρμηνείας ἁψόμεθα. Ἀλλ', εἰ δοκεῖ, μικρὸν ἄνωθεν  τὴν προφητείαν ἀναλαβώμεθα, ἵν' εὐσύνοπτα ὑμῖν τὰ εἰρημένα γένηται. Καὶ προσέθετο

Κύριος λαλῆσαι, φησὶ, τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν  Ἠσαΐας· Ἀκούσατε δὴ, οἶκος  Ἰσραὴλ, μὴ  μικρὸν  ὑμῖν  ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; ∆ιὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Ἐπειδὴ γὰρ ὁ μὲν προφήτης  εἶπεν, Αἴτησαι σεαυτῷ σημεῖον, ἐκεῖνος δὲ τὸ σφόδρα πιστὸν ὑποκρινόμενος ἔλεγεν, Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω τὸν Κύριον, ὅρα πῶς μετὰ πολλῆς  τῆς σφοδρότητος ἐπάγει τὴν τομὴν ὁ προφήτης, εἰκότως μετὰ τὴν ἀπόδειξιν τῆς ὑποκρίσεως βαρυτέραν ποιούμενος τὴν κατηγορίαν. ∆ιὰ δὴ τοῦτο ἐκεῖνον μὲν οὐδὲ ἀποκρίσεως ἀξιοῖ· πρὸς δὲ τὸν δῆμον ἀποστρέφεται  λέγων·  Ἀκούσατε, οἶκος  ∆αυῒδ,  μὴ  μικρὸν  ὑμῖν  ἀγῶνα  παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Ἀσαφὲς τὸ εἰρημένον· διὸ δεῖ τὴν ῥῆσιν ἀναπτύξαι μετὰ ἀκριβείας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· Μὴ γὰρ ἐμά ἐστι τὰ ῥήματα; μὴ γὰρ ἐμὴ ἡ ἀπόφασις; Εἰ δὲ ἀνθρώποις ἀπιστεῖν ἁπλῶς καὶ ἄνευ λόγου, βαρὺ καὶ ἐγκλημάτων ἄξιον, πολλῷ μᾶλλον Θεῷ. Τὸ οὖν ἀγῶνα παρέχειν οὐδὲν ἕτερόν ἐστιν, ἢ ἀπιστεῖν. Τοῦτο οὖν, φησὶ, μικρόν ἐστιν ἔγκλημα; μὴ ἡ τυχοῦσα κατηγορία τὸ ἀνθρώποις ἀπιστεῖν; Εἰ δὲ τοῦτο βαρὺ, πολλῷ μᾶλλον τῷ Θεῷ. Καὶ τοῦτο δὲ ἔλεγεν, ἵνα μάθωσι πάντες, ὅτι ἀνεξαπάτητος ἔμεινεν ὁ προφήτης, οὐκ ἀπὸ τῶν ῥημάτων παραλογιζόμενος τῶν εἰρημένων, ἀλλὰ ἀπὸ τῶν ἐν τῇ διανοίᾳ τοῦ Ἄχαζ φέρων τὴν ψῆφον.  Ἐπειδὴ γὰρ μετὰ πολλῆς  τῆς  ἐπιεικείας  διελέχθη  αὐτῷ  καὶ τῶν  δεινῶν ἀπήλλαξε καὶ θαῤῥεῖν ἐκέλευσεν ὑπὲρ τῶν παρόντων, καὶ τεκμήρια τούτου παρέσχε τὸ τὴν βουλὴν ἐξαγγεῖλαι τῶν ἐπιστρατευσάντων, καὶ τὴν προδοσίαν ἐλέγξαι, καὶ τὴν  ἄλωσιν  τοῦ Ἰσραὴλ προειπεῖν  τὴν  παντελῆ  καὶ ὁλόκληρον,  καὶ τὸν  χρόνον προσθεῖναι, οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ περαιτέρω πρόεισι, καὶ οὐκ ἀναμένει σημεῖον   αὐτὸν   αἰτῆσαι,   ἀλλὰ   καὶ   μὴ   βουλόμενον   δι'   ὑπερβολὴν   ἀπιστίας προτρέπεται· καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ καὶ κύριον τῆς αἱρέσεως ποιεῖ· οὐδὲ γὰρ τὸ καὶ τὸ σημεῖον, ἀλλ',  Ὅπου βούλει, φησί. Πλούσιος ὁ ∆εσπότης, παναλκὴς  ἡ δύναμις, ἄφατος ἡ ἐξουσία· ἂν ἐκ τῶν οὐρανῶν βουληθῇς, οὐδὲν τὸ κωλύον· ἂν ἐκ τῆς γῆς, οὐδὲν τὸ ἐμποδίζον. Τοῦτο γάρ ἐστι τὸ, Εἰς βάθος, ἢ εἰς ὕψος. Ἐπειδὴ δὲ οὐδὲ οὕτως αὐτὸν ἐπεσπάσατο, οὐδὲ ἐνταῦθα ἐσίγησεν, ἀλλ' ἔλεγχον ἐπαγαγὼν, καὶ τοῦτον ὑπὲρ διορθώσεως τοῦ ἀκούοντος, καὶ τοῦ δεῖξαι ὡς οὐκ ἠπάτησεν, οὐδὲ παρελογίσατο, ἀνακαλύπτει προφητείαν ἀπόῤῥητον, τὴν ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης ἐσομένην, ἐπὶ διορθώσει τῶν πραγμάτων ἁπάντων· καί φησι, τὸ σημεῖον οὐχὶ τῷ Ἄχαζ δίδοσθαι λοιπὸν, ἀλλὰ τῷ κοινῷ τῶν Ἰουδαίων δήμῳ. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν πρὸς αὐτὸν τὸν  λόγον  ἀπέτεινεν,  ἐπειδὴ δὲ ἀνάξιον  ἑαυτὸν  ἐκεῖνος  ἀπέφηνε,  τῷ κοινῷ  τοῦ λαοῦ διαλέγεται. ∆ιὰ τοῦτο γὰρ, φησὶ, δώσει, οὐχὶ σοὶ, ἀλλ' ὑμῖν σημεῖον. Ὑμῖν· τίσι; Τοῖς ἐν τῷ οἴκῳ ∆αυΐδ· καὶ γὰρ ἐκεῖθεν ἐβλάστησε τὸ σημεῖον. Τί οὖν τὸ σημεῖόν ἐστιν; Ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ  Ἐμμανουήλ.  Παρατηρητέον, ὅπερ  καὶ  ἔμπροσθεν  εἶπον,  ὅτι  οὐ  τῷ  Ἄχαζ δίδοται  63.828 λοιπὸν  τὸ σημεῖον. Καὶ ὅτι οὐ στοχασμὸς, αὐτὸς ὁ προφήτης  καὶ ἐνεκάλεσε καὶ κατηγόρησε λέγων· Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ προσέθηκε· ∆ιὰ τοῦτο δώσει Κύριος ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Εἰ δὲ λέγοιεν οἱ Ἰουδαῖοι, ὅτι Οὐκ εἶπε παρθένον ὁ προφήτης, ἀλλὰ νεᾶνιν, καὶ οὕτω τὰ νικητήρια παρ' ἡμῖν. Καὶ γὰρ καὶ τὸ τῆς νεάνιδος ὄνομα ἐπὶ τῆς παρθενίας εἴωθεν ἡ Γραφὴ  τιθέναι,  ὡς  ἐν  τοῖς  Ψαλμοῖς  ἀναγέγραπται·  Νεανίσκοι  γὰρ,  φησὶ,  καὶ παρθένοι,  πρεσβύτεροι μετὰ νεωτέρων,  αἰνεσάτωσαν  τὸ ὄνομα  Κυρίου. Καὶ περὶ κόρης δὲ ἐπιβουλευομένης λέγει Μωϋσῆς· Ἐβόησεν ἡ νεᾶνις, τουτέστιν, ἡ παρθένος. Ὥστε εἰ μὴ παρθένος ἦν, οὐδὲ σημεῖον ἦν, τὸ γὰρ σημεῖον ἐκβαίνειν δεῖ τὴν κοινὴν ἀκολουθίαν,  καὶ  τὴν  τῆς  φύσεως  ὑπερβαίνειν  συνήθειαν,  καὶ  ξένον  εἶναι  καὶ

παράδοξον, ὥστε ἕκαστον ἐπισημαίνεσθαι τῶν  ὁρώντων  καὶ ἀκουόντων.  ∆ιὰ γὰρ τοῦτο καὶ σημεῖον λέγεται, διὰ τὸ ἐπίσημον· ἐπίσημον δὲ οὐκ ἂν γένοιτο, εἰ μέλλοι κρύπτεσθαι τῇ κοινωνίᾳ τῶν ἄλλων πραγμάτων. Ὥστε εἰ περὶ γυναικὸς ὁ λόγος ἦν νόμῳ φύσεως τικτούσης, τίνος ἕνεκεν σημεῖον καλεῖ τὸ καθ' ἑκάστην γινόμενον τὴν ἡμέραν; ∆ιὰ δὲ τοῦτο καὶ ἀρχόμενος οὐχ ἁπλῶς εἶπεν, Ἰδοὺ παρθένος, ἀλλὰ, Ἰδοὺ ἡ παρθένος, τῇ προσθήκῃ τοῦ ἄρθρου ἐπίσημόν τινα καὶ μόνην τοιαύτην γεγενημένην ἡμῖν αἰνιττόμενος.  Ὅτι γὰρ ἡ προσθήκη αὕτη τοῦτο ἐνδείκνυται,  δυνατὸν καὶ ἀπὸ τῶν Εὐαγγελίων μαθεῖν. Ἐπειδὴ γὰρ ἔπεμψαν πρὸς τὸν Ἰωάννην οἱ Ἰουδαῖοι ἐρωτῶντες, Τίς εἶ; οὐκ ἔλεγον, Σὺ εἶ Χριστός; ἀλλὰ, Σὺ εἶ ὁ Χριστός; οὐδὲ ἔλεγον, Εἰ σὺ εἶ προφήτης; ἀλλὰ, Σὺ εἶ ὁ προφήτης; ὧν ἕκαστον ἐξαίρετον ἦν. ∆ιὰ τοῦτο καὶ ἀρχόμενος ὁ Ἰωάννης οὐκ ἔλεγεν, Ἐν ἀρχῇ ἦν Λόγος, ἀλλ', Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Οὕτω δὴ καὶ ἐνταῦθα οὐκ εἶπεν, Ἰδοὺ παρθένος, ἀλλ', Ἰδοὺ ἡ παρθένος· καὶ μετὰ ἀξιώματος προφήτῃ πρέποντος, τὸ Ἰδού· μονονουχὶ γὰρ ὁρῶντος   ἦν  τὰ  γινόμενα   καὶ  φανταζομένου,   καὶ  πολλὴν   ἔχοντος   ὑπὲρ  τῶν εἰρημένων πληροφορίαν. Τῶν γὰρ ἡμετέρων ὀφθαλμῶν  ἐκεῖνοι σαφέστερον τὰ μὴ ὁρώμενα ἔβλεπον. Τὴν μὲν γὰρ αἴσθησιν εἰκὸς καὶ ἀπατηθῆναι· ἡ δὲ τοῦ Πνεύματος χάρις  ἀνεξαπάτητον  παρείχετο  τὴν  ἀπόφασιν.  Καὶ τίνος  ἕνεκεν  οὐ  προσέθηκε, φησὶν, ὅτι Ἐκ Πνεύματος ἔσται; Προφητεία ἦν τὸ λεγόμενον, καὶ συνεσκιασμένως ἀπαγγεῖλαι  ἔδει, ὃ πολλάκις  εἶπον, διὰ τὴν τῶν ἀκουόντων  ἀγνωμοσύνην,  ἵνα μὴ σαφῶς ταῦτα μαθόντες, καὶ τὰ βιβλία πάντα κατακαύσωσιν. Εἰ γὰρ τῶν προφητῶν οὐκ  ἐφείσαντο,  πολλῷ  μᾶλλον  τῶν  γραμμάτων  οὐκ  ἂν  ἀπέσχοντο.  Καὶ ὅτι  οὐ στοχασμὸς τὸ εἰρημένον, ἕτερός τις βασιλεὺς ἐπὶ τοῦ Ἱερεμίου αὐτὰ τὰ βιβλία λαβὼν κατέτεμε, καὶ πυρὶ παρεδίδου. Εἶδες μανίαν ἀφόρητον; εἶδες ὀργὴν ἀλόγιστον; Οὐκ ἤρκεσεν αὐτῷ τὸ ἀφανίσαι τὰ γράμματα, ἀλλὰ καὶ ἐνέπρησε, τὸ ἀλόγιστον αὐτοῦ πάθος  πληρῶσαι  βουλόμενος.  Ἀλλ' ὅμως  καὶ ἀσαφῶς  εἰπὼν  ὁ θαυμάσιος οὗτος προφήτης,  τὸ  πᾶν  ἐνεδείξατο.  Παρθένος γὰρ, ἕως  ἂν  μένῃ  παρθένος,  πόθεν  ἂν ἄλλοθεν κυήσειεν, εἰ μὴ ἀπὸ Πνεύματος ἁγίου; τὸ γὰρ νόμον λῦσαι φύσεως, οὐδενὸς ἑτέρου ἦν, ἀλλ' ἢ τοῦ δημιουργοῦ τῆς φύσεως. Ὥστε εἰπὼν, Τέξεται ἡ παρθένος, τὸ πᾶν ἐνέφηνεν.  Εἰπὼν τοίνυν  τὸν τόκον, λέγει  καὶ τὸ ὄνομα τοῦ τικτομένου,  καί φησι, Τέξεται δὲ υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Καὶ πῶς, φησὶν, οὐκ ἐκλήθη 63.829 τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὡς ὁ προφήτης εἶπεν, ἀλλὰ Ἰησοῦς Χριστός; Ὅτι οὐκ  εἶπε,  Καλέσαις, ἀλλὰ,  Καλέσουσιν οἱ  ὄχλοι,  τουτέστιν,  ἡ τῶν πραγμάτων ἔκβασις. Ὥσπερ γὰρ τὴν Ἰερουσαλὴμ καλεῖ πόλιν δικαιοσύνης, καίτοι γε οὐδαμοῦ δικαιοσύνη ἐκλήθη ἡ πόλις, ἀλλὰ ἀπὸ τῶν  πραγμάτων  ταύτην  εἶχε τὴν προσηγορίαν, διὰ τὸ πολλὴν  γεγενῆσθαι τὴν ἐπὶ τὸ βέλτιον  αὐτῆς μεταβολὴν καὶ τὴν τοῦ δικαίου προστασίαν (καὶ γὰρ ὅταν πόρνην καλῇ, οὐχ ὡς τῆς πόλεως οὕτω ποτὲ κληθείσης, ἀλλ' ἀπὸ τῆς κακίας τὸ ὄνομα τίθησιν· οὕτω δὴ καὶ μετὰ ταῦτα ἀπὸ τῆς ἀρετῆς)· τὸ αὐτὸ τοίνυν καὶ ἐπὶ τοῦ Χριστοῦ λεκτέον, ὅτι τὸ ἀπὸ τῶν πραγμάτων αὐτῷ ὄνομα τέθεικε. Τότε γὰρ μάλιστα μεθ' ἡμῶν ὁ Θεὸς γέγονεν, ἐπὶ τῆς γῆς ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστρεφόμενος, καὶ τὴν πολλὴν ἐπιδεικνύμενος περὶ ἡμᾶς κηδεμονίαν. Οὐκέτι γὰρ ἄγγελος, οὐδὲ ἀρχάγγελος μεθ' ἡμῶν, ἀλλ' αὐτὸς καταβὰς ὁ
∆εσπότης τὴν πᾶσαν ἀνεδέξατο διόρθωσιν, πόρναις διαλεγόμενος, τελώναις συνανακείμενος, εἰς ἁμαρτωλῶν  οἰκίας εἰσιὼν, λῃσταῖς παῤῥησίαν διδοὺς, μάγους
ἐφελκόμενος,  πάντα  περιιὼν  καὶ διορθούμενος, καὶ αὐτὴν  τὴν  φύσιν  ἑνῶν  πρὸς ἑαυτόν. Ταῦτα οὖν πάντα ὁ προφήτης προαναφωνεῖ, ὁμοῦ καὶ τὸν τόκον λέγων, καὶ
τὸ  κέρδος τῶν  ὠδίνων  τὸ  ἄφατον  ἐκεῖνο  καὶ  ἄπειρον.  Ὅταν  γὰρ  ὁ Θεὸς μετὰ ἀνθρώπων   ᾖ,  οὐδὲν  δεῖ  λοιπὸν  δεδοικέναι  οὐδὲ  τρέμειν,  ἀλλ'  ὑπὲρ  ἁπάντων θαῤῥεῖν· ὅπερ οὖν καὶ ἐγένετο. Καὶ γὰρ τὰ ἀρχαῖα ἐκεῖνα καὶ ἀκίνητα ἐλύθη κακὰ,
καὶ  ἡ  κατὰ  τοῦ  κοινοῦ  γένους  ἀπόφασις  ἀνῄρητο,  καὶ  τῆς  ἁμαρτίας  τὰ  νεῦρα

ἐκκέκοπτο, καὶ διαβόλου τυραννὶς κατελύετο, καὶ ὁ πᾶσιν ἄβατος παράδεισος, ἀνδροφόνῳ  καὶ λῃστῇ πρῶτον ἠνοίγετο, καὶ οὐρανοῦ ἁψῖδες ἀνεπετάννυντο,  καὶ ἀγγέλοις ἄνθρωποι ἀνεμίγνυντο, καὶ πρὸς τὸν βασιλικὸν θρόνον ἡ φύσις ἡ ἡμετέρα ἀνήγετο, καὶ τοῦ ᾅδου τὸ δεσμωτήριον ἄχρηστον ἦν, καὶ ὁ θάνατος ὄνομα λοιπὸν ἔμενεν   ὂν,   πράγματος   ἀπεστερημένον,   καὶ   μαρτύρων   χοροὶ,   καὶ   γυναῖκες κατακλῶσαι τοῦ ᾅδου τὰ κέντρα. Ταῦτα οὖν πάντα προορῶν ὁ προφήτης, ἐσκίρτα καὶ ἐχόρευε, καὶ δι' ἑνὸς ῥήματος ἡμῖν ταῦτα ἐνεδείκνυτο, προφητεύων  ἡμῖν τὸν Ἐμμανουήλ. Βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται  τὸ ἀγαθόν.  ∆ιότι πρὶν  ἢ γνῶναι  τὸ παιδίον  ἀγαθὸν  ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Ἐπειδὴ τὸ τικτόμενον  παιδίον οὔτε ἄνθρωπος ἦν  ψιλὸς,  οὔτε  Θεὸς μόνον,  ἀλλὰ  Θεὸς ἐν  ἀνθρώπῳ,  εἰκότως  καὶ  ὁ  προφήτης ποικίλλει  τὸν λόγον, νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο λέγων, καὶ τὰ παράδοξα τιθεὶς, καὶ οὐκ ἀφιεὶς ἀπιστηθῆναι τὴν οἰκονομίαν διὰ τὴν τοῦ θαύματος ὑπερβολήν. Εἰπὼν γὰρ, ὅτι Τέξεται ἡ παρθένος, ὅπερ ἦν ἀνώτερον φύσεως, καὶ ὅτι κληθήσεται Ἐμμανουὴλ, ὃ καὶ αὐτὸ μεῖζον προσδοκίας ἦν· ἵνα μή τις τὸν Ἐμμανουὴλ ἀκούσας, τὰ Μαρκίωνος πάθῃ, καὶ νοσήσῃ τὰ Οὐαλεντίνου, διὰ τὴν οἰκονομίαν, διαῤῥήδην ἐπήγαγε  καὶ τῆς οἰκονομίας  τὴν σαφεστάτην ἀπόδειξιν,  ἀπὸ τῆς τραπέζης αὐτὴν πιστούμενος. Τί γάρ φησι; Βούτυρον καὶ μέλι φάγεται. Τοῦτο δὲ οὐκ ἂν εἴη θεότητος, ἀλλὰ τῆς φύσεως τῆς ἡμετέρας. ∆ιὰ γάρ τοι τοῦτο οὐδὲ ἄνθρωπον  ἁπλῶς πλάσας ἐνῴκησεν  ἐν αὐτῷ,  ἀλλὰ  καὶ κυήσεως ἠνέσχετο, καὶ ταύτης  ἐννεαμηνιαίου,  καὶ ὠδίνων καὶ σπαργάνων, καὶ τῆς ἐκ πρώτης ἡλικίας τροφῆς, ἵνα διὰ πάντων ἐμφράξῃ τὰ  στόματα  τῶν  ἀρνεῖσθαι  τὴν  οἰκονομίαν  ἐπιχειρούντων.   Ταῦτα  οὖν  ἄνωθεν προορῶν ὁ 63.830 προφήτης, οὐχὶ τὰς ὠδῖνας λέγει καὶ τὸν θαυμαστὸν τόκον μόνον, ἀλλὰ καὶ τὴν ἐν πρώτῃ ἡλικίᾳ τροφὴν, τὴν ἐν αὐτοῖς τοῖς σπαργάνοις, οὐδὲν τῶν λοιπῶν  ἐξαλλάττουσαν  ἀνθρώπων,  οὐδέ τι ξένον  κατὰ τοῦτο ἔχουσαν. Οὔτε γὰρ ἅπαντα ἐξηλλαγμένα ἦν αὐτῷ, οὔτε πάντα κοινά· τὸ μὲν γὰρ ἐκ γυναικὸς τεχθῆναι, κοινόν· τὸ δὲ ἀπὸ παρθένου, μεῖζον ἢ καθ' ἡμᾶς. Τὸ δὲ τραφῆναι πάλιν τῷ κοινῷ τῆς φύσεως νόμῳ, καὶ τῷ αὐτῷ τοῖς πολλοῖς, κοινόν· τὸ δὲ ἄβατον γενέσθαι πονηρίᾳ τὸν ναὸν ἐκεῖνον, καὶ μηδὲ εἰς πεῖραν ἐλθεῖν πονηρίας, τοῦτο ξένον καὶ παράδοξον καὶ αὐτοῦ μόνου. ∆ιὸ δὴ κἀκεῖνο  καὶ τοῦτο τέθεικεν· εἰπὼν  γὰρ, Βούτυρον καὶ μέλι φάγεται, ἐπήγαγε· ∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Πάλιν ταῖς αὐταῖς λέξεσι τὸ αὐτὸ νόημα αἰνίττεται, καὶ ἐνδιατρίβει τῷ λόγῳ. Ἐπειδὴ γὰρ σφόδρα ἦν ὑψηλὸν τὸ εἰρημένον, τῇ συνεχείᾳ τῆς διηγήσεως  αὐτὸ πιστοῦται. Ὅπερ γὰρ ἀνωτέρω  ἐδήλωσεν  εἰπὼν,  Πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, τοῦτο προϊὼν  ᾐνίξατο, τῷ εἰπεῖν· Πρὶν ἢ γνῶναι  τὸ παιδίον, καὶ ἐπεξηγήσει κέχρηται πάλιν λέγων, Ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Τούτου γὰρ αὐτοῦ μόνον  ἦν τὸ ἐξαίρετον. ∆ιὸ καὶ ὁ Παῦλος αὐτὸ στρέφει συνεχῶς. Ἐπειδὴ γὰρ ἔμελλεν ἀποθνήσκειν, ἵνα μή τις νομίσῃ τῶν ἀπίστων, ὅτι οἰκείας ἁμαρτίας τίνει δίκην, συνεχῶς αὐτοῦ τὸ ἀναμάρτητον εἰς μέσον ἄγει, ἵνα τὸν θάνατον αὐτοῦ τῆς ἡμετέρας ἁμαρτίας λυτήριον ὄντα δείξῃ. ∆ιὸ καὶ ἔλεγε· Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει. Καὶ γὰρ ὃ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν. Οὐδὲ ἐκεῖνον τὸν θάνατον ὡς ὑπεύθυνος ὢν, φησὶ, κατὰ τὸν τῆς ἁμαρτίας λόγον ἀπέθανεν, ἀλλ' ὑπὲρ τῆς κοινῆς ἁπάντων πλημμελείας. Εἰ τοίνυν τῷ προτέρῳ  κατὰ  τοῦτο  ὑπεύθυνος  οὐκ ἦν,  ἐκ περιουσίας ἀποδέδεικται,  ὅτι  οὐκέτι ἀποθανεῖται. Ἀλλὰ ταῦτα μὲν ὡς ἐν παρόδῳ εἴρηται· ὥρα δὲ πάλιν, τῶν τοῦ Εὐαγγελίου  ἅψασθαι  ῥημάτων·  Καὶ ἐγερθεὶς,  φησὶν,  ὁ  Ἰωσὴφ  ἀπὸ  τοῦ  ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου, καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ. Ὅρα καὶ ἐνταῦθα τὸ φιλόσοφον τοῦ ἀνδρὸς καὶ ἐν πᾶσιν ἀδέκαστον. Οὔτε γὰρ, ἡνίκα ὑπώπτευεν  ἀηδές τι καὶ ἄτοπον, κατασχεῖν ἠνέσχετο τὴν Παρθένον, οὔτε ἐπειδὴ

ταύτης   ἀπηλλάγη   τῆς   ὑποψίας,   ἐκβαλεῖν   ὑπέμεινεν,   ἀλλὰ   καὶ   κατέχει   καὶ διακονεῖται  τῇ  οἰκονομίᾳ  πάσῃ. Τὸ τῆς  γυναικὸς  δὲ  ὄνομα  συνεχῶς  τίθησιν  ὁ εὐαγγελιστὴς,  οὐ βουλόμενος  ἐκκαλυφθῆναι  τὸ μυστήριον ἐκεῖνο  τέως,  καὶ τὴν πονηρὰν  ἀναιρῶν  ὑποψίαν.  Παραλαβὼν δὲ αὐτὴν, οὐκ ἐγίνωσκεν  αὐτὴν, ἕως οὗ ἔτεκε  τὸν   υἱὸν   αὐτῆς  τὸν  πρωτότοκον.   Τὸ,  ἕως,  ἐνταῦθα   εἴρηκεν,  οὐχ  ἵνα ὑποπτεύσῃς,  ὅτι  μετὰ  ταῦτα  αὐτὴν  ἔγνω,  ἀλλ' ἵνα  μάθῃς  ὅτι  πρὸ τῶν  ὠδίνων πάντως  ἀνέπαφος  ἦν ἡ παρθένος. Τίνος οὖν ἕνεκεν, φησὶ, τὸ, ἕως, τέθεικεν;  Ὅτι ἔθος τῇ Γραφῇ πολλάκις  τοῦτο ποιεῖν, καὶ τὴν ῥῆσιν ταύτην  μὴ ἐπὶ διωρισμένον τιθέναι χρόνον· οἷον, ὅτε οὐκ ἀνέστρεψε πρὸς τὸν Νῶε ὁ κόραξ, ἕως οὗ ἐξηράνθη ἡ γῆ· καίτοι γε οὐδὲ μετὰ ταῦτα ἀνέστρεψε. Λέγει δὲ καὶ ἐν τοῖς Ψαλμοῖς· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ ὁ Παῦλος δέ φησι· ∆εῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἀλλ' 63.831 οὔτε ἐκεῖ τὸ, ἕως, οὔτε ἐνταῦθα τὸ, μέχρις, χρόνων εἰσὶν ὅροι· ἐπεὶ πῶς ἕστηκε τὸ προφητικὸν ἐκεῖνο τὸ λέγον· Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία, ἥτις οὐ διαφθαρήσεται, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος, εἴ γε μέχρι τούτων μέλλει βασιλεύειν; Οὕτω δὴ καὶ ἐνταῦθα τὸ, ἕως, εἶπε, τὰ πρὸ ὠδίνων ἀσφαλιζόμενος· τὰ δὲ μετὰ ταῦτα σοὶ κατέλιπε συλλογίζεσθαι. Ὃ μὲν γὰρ ἀναγκαῖον  ἦν μαθεῖν σε παρ' αὐτοῦ, τοῦτο αὐτὸς εἴρηκεν, ὅτι ἀνέπαφος ἦν ἡ παρθένος ἕως τοῦ τόκου· ὃ δὲ ἐκ τῶν εἰρημένων  ἀκόλουθόν  τε ἐφαίνετο  καὶ ὡμολογημένον,  τοῦτο σοὶ λοιπὸν  ἀφίησι συνιδεῖν· οἷον, ὅτι οὐκ ἂν οὐδὲ μετὰ ταῦτα τὴν οὕτω γενομένην μητέρα, καὶ καινῶν ὠδίνων καὶ ξένων καταξιωθεῖσαν λοχευμάτων, δίκαιος ὢν ἐκεῖνος ὑπέμεινε γνῶναι λοιπόν.  Τοῦ δὲ  Ἰησοῦ γεννηθέντος   ἐν  Βηθλεὲμ τῆς  Ἰουδαίας,  ἐν  ταῖς  ἡμέραις Ἡρώδου τοῦ  βασιλέως, ἰδοὺ  μάγοι  ἀπὸ ἀνατολῶν  παρεγένοντο  εἰς  Ἱεροσόλυμα λέγοντες·  Ποῦ ἐστιν  ὁ τεχθεὶς  βασιλεὺς τῶν  Ἰουδαίων;  Εἴδομεν γὰρ αὐτοῦ  τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ,  καὶ ἤλθομεν  προσκυνῆσαι αὐτόν. Ἐνταῦθά τινες  τῶν  τῆς ἀληθείας  ἐχθρῶν  ἐπιλαβόμενοι  τοῦ  ῥητοῦ, φασίν·  Ἰδοὺ,  φησὶ, καὶ  τοῦ  Χριστοῦ γεννηθέντος, ἀστὴρ ἐφάνη, ὅπερ ἐστὶ σημεῖον τοῦ τὴν ἀστρολογίαν εἶναι βεβαίαν. Τί οὖν πρὸς ταῦτα ἐροῦμεν; Ἀπ' αὐτοῦ τοῦ ἀστέρος τῆς λύσεως τὴν ἀρχὴν ποιησώμεθα. Οὐδὲ γὰρ τῶν πολλῶν εἷς ἦν ὁ ἀστὴρ οὗτος, μᾶλλον δὲ οὐδὲ ἀστὴρ ἦν, ἀλλὰ δύναμίς τις ἀόρατος εἰς ταύτην σχηματισθεῖσα τὴν ὄψιν. ∆ῆλον δὲ τοῦτο, ὅτι πρῶτον μὲν καὶ ἥλιον καὶ σελήνην καὶ ἀστέρας ἐξ ἀνατολῶν ὁρῶμεν ἐπὶ δύσιν χωροῦντας· οὗτος δὲ ἀπὸ ἄρκτου εἰς μεσημβρίαν ἐφέρετο· οὕτω  γὰρ ἡ Παλαιστίνη πρὸς τὴν  Περσίδα κεῖται.  ∆εύτερον  δὲ,  ὅτι  οὐκ  ἐν  νυκτὶ  ἐφαίνετο,  ἀλλ'  ἐν  ἡμέρᾳ  μέσῃ,  ἡλίου λάμποντος.   Τρίτον,  ἀπὸ  τοῦ  φαίνεσθαι,   καὶ  κρύπτεσθαι.  Ἕως  μὲν   γὰρ  τῆς Παλαιστίνης ἐφαίνετο χειραγωγῶν  τοὺς μάγους· ἐπειδὴ δὲ ἐπέβησαν τῶν Ἱεροσολύμων,  ἔκρυψεν  ἑαυτόν·  εἶτα  πάλιν  δείκνυσιν  ἑαυτὸν,  μετὰ  τὸ  ἐξελθεῖν αὐτοὺς  ἐκ  τοῦ  Ἡρώδου·  ὅπερ  οὐκ  ἔστιν  ἴδιον  ἀστέρος, ἀλλὰ  δυνάμεώς  τινος λογικωτάτης.  Τέταρτον, ἀπὸ τοῦ τόπου τῆς δείξεως· κάτω γὰρ καταβὰς τὸν τόπον ἐδείκνυ. Ἀδύνατον γὰρ ἦν ἄνω μένοντα τοῦτο ποιεῖν, ἐπειδὴ ἄπειρον τὸ ὕψος, καὶ οὐκ ἤρκει οὕτω στενὸν τόπον χαρακτηρίσαι καὶ γνωρίσαι τοῖς βουλομένοις ἰδεῖν. Ὁρᾷς δι' ὅσων δείκνυται  οὐ τῶν  πολλῶν  εἷς ὢν  οὗτος ὁ ἀστὴρ, οὐδὲ κατὰ τὴν ἀκολουθίαν  τῆς ἔξω γεννήσεως  δεικνὺς  ἑαυτόν; Καὶ τίνος  ἕνεκεν  ἐφάνη,  φησίν; Ὥστε καθικέσθαι τῆς Ἰουδαίων  ἀναισθησίας. Ἐπειδὴγὰρ τῶν  προφητῶν  συνεχῶς ἀκούοντες λεγόντων  περὶ τῆς αὐτοῦ παρουσίας, οὐ σφόδρα προσεῖχον, ἐποίησε καὶ βαρβάρους ἐλθεῖν ἀπὸ γῆς μακρᾶς, τὸν παρ' αὐτοῖς τοῖς Ἰουδαίοις βασιλέα ἐπιζητοῦντας,  καὶ παρὰ Περσικῆς φωνῆς  μανθάνουσιν,  ἃ οὐκ ἠνέσχοντο  μαθεῖν παρὰ τῶν προφητῶν· ἵνα, ἂν μὲν εὐγνωμονῶσι, μεγίστην ἔχωσι τοῦ πείθεσθαι πρόφασιν· ἂν δὲ φιλονεικῶσιν, ἀπεστερημένοι λοιπὸν ὦσι πάσης ἀπολογίας. Ἑλκύει

δὲ τοὺς μάγους δι' ἀστέρος ὁ Θεὸς, διὰ τῶν συνήθων αὐτοὺς καλῶν, καὶ δείκνυσιν ἄστρον μέγα καὶ ἐξηλλαγμένον,  ὥστε καὶ τῷ  μεγέθει  καὶ τῷ  κάλλει  τῆς ὄψεως αὐτοὺς ἐκπλῆξαι, καὶ τῷ τρόπῳ τῆς πορείας. Ἐπεὶ οὖν ἤγαγε καὶ ἐχειραγώγησε καὶ πρὸς τὴν  φάτνην  ἔστησεν, οὐκέτι  δι' ἀστέρος, ἀλλὰ  δι' ἀγγέλου  λοιπὸν  αὐτοῖς διαλέγεται.  Καὶ τούτους  μὲν  δι' ἀστέρος καὶ δι' ἀγγέλου,  ἡμᾶς δὲ δι' αὐτοῦ τοῦ Μονογενοῦς  τὰ  ὑψηλὰ  καὶ  ἀπόῤῥητα καὶ  τὸν  νοῦν  ἡμῶν  ὑπερβαίνοντα  μαθεῖν κατηξίωσεν. Ἐννοοῦντες  τοίνυν  τῆς τοσαύτης συγκαταβάσεως τὸ 63.832 μέγεθος, ἀξίαν ἀποδῶμεν αὐτῷ καὶ τὴν τιμὴν καὶ τὴν ἀμοιβήν· Θεῷ δὲ ἀμοιβὴ παρ' ἡμῶν οὐδεμία γένοιτ' ἂν, ἀλλ' ἢ μόνον ἡ σωτηρία ἡμῶν καὶ τῶν ἡμετέρων ψυχῶν, καὶ ἡ περὶ τὴν ἀρετὴν ἐπιμέλεια, καὶ ἡ πρὸς τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πρόνοια. Καὶ γὰρ οὐδὲν οὕτω γνώρισμα  καὶ χαρακτὴρ γένοιτ' ἂν τοῦ πιστοῦ καὶ τὸν  Χριστὸν φιλοῦντος,  ὡς τὸ τῶν  ἀδελφῶν  κήδεσθαι, καὶ τὸ τῆς σωτηρίας ἐπιμελεῖσθαι  τῆς ἐκείνων·  ἐπεὶ  καὶ ὁ Χριστὸς οὐχ ἑαυτῷ  ἤρεσεν, ἀλλὰ  τοῖς  πολλοῖς.  Οὕτω καὶ ὁ Παῦλός φησιν· Οὐ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν,  ἵνα σωθῶσι. Ταῦτ'  οὖν  εἰδότες,  ἀγαπητοὶ,  τὸν  ἑαυτῶν   βίον  ῥυθμίζωμεν,  καὶ  πολλὴν   τὴν φροντίδα   τῶν   ἀδελφῶν   ἡμῶν   ποιώμεθα,  καὶ  τὴν  ἑνότητα  τὴν  πρὸς  αὐτοὺς διατηρῶμεν.  Εἰς τοῦτο γὰρ ἡμᾶς ἡ θυσία ἐνάγει  ἡ φοβερὰ ἐκείνη  καὶ φρικώδης, κελεύουσα ἡμῖν  μεθ' ὁμονοίας  αὐτῇ  μάλιστα  προσιέναι  καὶ  θερμῆς ἀγάπης,  καὶ ἀετοὺς γενομένους ἐντεῦθεν, οὕτω πρὸς αὐτὸν ἵπτασθαι τὸν οὐρανόν. Ὅπου γὰρ τὸ πτῶμα, φησὶν, ἐκεῖ καὶ οἱ ἀετοί· πτῶμα καλῶν τὸ σῶμα διὰ τὸν θάνατον. Εἰ μὴ γὰρ ἐκεῖνος ἔπεσεν, ἡμεῖς οὐκ ἂν ἀνέστημεν. Ἀετοὺς δὲ καλεῖ, δεικνὺς, ὅτι καὶ ὑψηλὸν εἶναι δεῖ τὸν προσιόντα τῷ σώματι τούτῳ, καὶ μηδὲν πρὸς τὴν γῆν κοινὸν  ἔχειν, μηδὲ κάτω σύρεσθαι καὶ ἕρπειν, ἀλλ' ἄνω πέτεσθαι διηνεκῶς, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης  ἐνορᾷν,  καὶ  ὀξυδερκὲς τὸ  ὄμμα τῆς  διανοίας  ἔχειν  Ἀετῶν  γὰρ, οὐ κολοιῶν   αὕτη   ἡ   τράπεζα.  Οὗτοι  καὶ   τότε   ἀπαντήσονται   ἐκ   τῶν   οὐρανῶν καταβαίνοντι, οἱ νῦν ἀξίως ἀπολαύοντες, ὥσπερ οἱ ἀναξίως τὰ ἔσχατα πείσονται. Εἰ γὰρ βασιλέα τις οὐκ ἂν ἁπλῶς δέξαιτο· τί λέγω βασιλέα; ἱματίου μὲν οὖν βασιλικοῦ οὐκ ἄν τις ἁπλῶς ἅψαιτο χερσὶν ἀκαθάρτοις, κἂν ἐπ' ἐρημίας ᾖ, κἂν μόνος ᾖ, κἂν μηδεὶς ὁ παρών. Καίτοι γε οὐδέν ἐστιν ἕτερον τὸ ἱμάτιον, ἢ σκωλήκων νήματα καὶ σητῶν· εἰ δὲ τὴν βαφὴν θαυμάζεις, καὶ αὐτὴ νεκρωθέντος ἰχθύος ἐστὶν αἷμα· ἀλλ' ὅμως οὐκ ἄν τις ἕλοιτο ῥυπαραῖς αὐτοῦ κατατολμῆσαι χερσίν. Εἰ δὲ ἀνθρωπίνου ἱματίου οὐκ ἄν τις τολμήσειεν ἁπλῶς θίγειν, πῶς τὸ σῶμα τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ ἄμωμον, τὸ καθαρὸν, τὸ τῇ θείᾳ ἐκείνῃ φύσει ὁμιλῆσαν, δι' οὗ ἐσμὲν καὶ ζῶμεν, δι' οὗ πύλαι θανάτου  κατεκλάσθησαν, καὶ οὐρανοῦ ἁψῖδες ἀνεῴχθησαν,  τοῦτο μετὰ τοσαύτης ὕβρεως ληψόμεθα;  Μὴ, παρακαλῶ, μὴ κατασφάξωμεν  ἑαυτοὺς  διὰ τῆς ἀναισχυντίας, ἀλλὰ μετὰ φρίκης καὶ καθαρότητος ἁπάσης αὐτῷ προσίωμεν, ἵνα μὴ χαλεπωτέραν  ὑπομείνωμεν  τιμωρίαν.  Ὅσῳ γὰρ ἂν ὦμεν  εὐηργετημένοι  μεγάλα, τοσούτῳ μᾶλλον κολαζόμεθα μειζόνως, ὅταν ἀνάξιοι τῆς εὐεργεσίας φανῶμεν. Καὶ γὰρ τοῦτο δὴ τὸ σῶμα καὶ ἐπὶ φάτνης κείμενον ᾐδέσθησαν μάγοι, καὶ ἄνδρες ἀσεβεῖς καὶ βάρβαροι τὴν πατρίδα καὶ τὴν οἰκίαν ἀφέντες, καὶ ὁδὸν ἐστείλαντο μακρὰν, καὶ ἐλθόντες μετὰ φόβου καὶ τρόμου πολλοῦ προσεκύνησαν. Μιμησώμεθα τοίνυν  κἂν τοὺς βαρβάρους ἡμεῖς οἱ τῶν  οὐρανῶν  πολῖται. Ἐκεῖνοι μὲν γὰρ καὶ ἐπὶ φάτνης ἰδόντες καὶ ἐν καλύβῃ, καὶ οὐδὲν τοιοῦτον ἰδόντες, οἷον σὺ νῦν, μετὰ πολλῆς τῆς φρίκης  προσῄεσαν· σὺ δὲ οὐκ ἐν  φάτνῃ  ὁρᾷς, ἀλλ' ἐν  θυσιαστηρίῳ, οὐ γυναῖκα κατέχουσαν, ἀλλ' ἱερέα παρεστῶτα, καὶ πνεῦμα  μετὰ πολλῆς  τῆς δαψιλείας  τοῖς προκειμένοις  ἐφιπτάμενον.  Οὐχ ἁπλῶς  αὐτὸ τοῦτο τὸ σῶμα ὁρᾷς, ὥσπερ ἐκεῖνοι, ἀλλ' οἶσθα αὐτοῦ καὶ τὴν δύναμιν  καὶ τὴν οἰκονομίαν  ἅπασαν, καὶ οὐδὲν ἀγνοεῖς τῶν δι' αὐτοῦ τελεσθέντων, μετὰ ἀκριβείας μυσταγωγηθεὶς ἅπαντα. ∆ιαναστήσωμεν τοίνυν  ἑαυτοὺς καὶ φρίξωμεν,  καὶ πολλῷ  τῶν  63.833 βαρβάρων ἐκείνων  πλείονα

ἐπιδειξώμεθα τὴν εὐλάβειαν· ἵνα μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχε προσελθόντες, πῦρ ἐπὶ τὴν ἑαυτῶν σωρεύσωμεν κεφαλήν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα μὴ προσίωμεν, ἀλλ' ἵνα μὴ ἁπλῶς  προσίωμεν. Ὥσπερ γὰρ τὸ ὡς ἔτυχε  προσιέναι, κίνδυνος·  οὕτω  τὸ μὴ κοινωνεῖν  τῶν μυστικῶν δείπνων ἐκείνων, λιμὸς καὶ θάνατος. Αὕτη γὰρ ἡ τράπεζα τῆς ψυχῆς ἡμῶν τὰ νεῦρα, τῆς διανοίας ὁ σύνδεσμος, τῆς παῤῥησίας ἡ ὑπόθεσις, ἡ ἐλπὶς,  ἡ σωτηρία, τὸ  φῶς,  ἡ ζωή· μετὰ  ταύτης  ἀπελθόντες  ἐκεῖ  τῆς  θυσίας, ἐν παῤῥησίᾳ πολλῇ  τῶν  ἱερῶν  ἐπιβησόμεθα προθύρων, ὥσπερ τισὶν ὅπλοις  χρυσοῖς πεφραγμένοι πάντοθεν. Καὶ τί λέγω τὰ μέλλοντα; ἐνταῦθα γάρ σοι τὴν γῆν οὐρανὸν ποιεῖ τουτὶ τὸ μυστήριον. Ἀναπέτασον γοῦν τοῦ οὐρανοῦ τὰς πύλας, καὶ διάκυψον, μᾶλλον  δὲ οὐχὶ τοῦ οὐρανοῦ, ἀλλὰ τοῦ οὐρανοῦ τῶν  οὐρανῶν, καὶ τότε ὄψει τὸ εἰρημένον. Τὸ γὰρ πάντων  ἐκεῖ τιμιώτερον, τοῦτό σοι ἐπὶ τῆς γῆς δείξω κείμενον. Ὥσπερ γὰρ ἐν τοῖς βασιλείοις τὸ πάντων σεμνότερον οὐ τοῖχοι, οὐκ ὄροφος χρυσοῦς, ἀλλὰ τὸ βασιλικὸν σῶμα τὸ καθήμενον ἐπὶ τοῦ θρόνου· οὕτω καὶ ἐν τοῖς οὐρανοῖς τὸ τοῦ βασιλέως σῶμα. Ἀλλὰ τοῦτό σοι ἔξεστιν ἐπὶ γῆς ἰδεῖν. Οὐ γὰρ ἀγγέλους, οὐδὲ ἀρχαγγέλους,  οὐδὲ  οὐρανοὺς  καὶ  οὐρανοὺς  οὐρανῶν,  ἀλλ'  αὐτὸν  τούτων  σοι δείκνυμι  ∆εσπότην. Εἶδες πῶς τὸ πάντων  τιμιώτερον  ὁρᾷς ἐπὶ γῆς; καὶ οὐχ ὁρᾷς μόνον, ἀλλὰ καὶ ἅπτῃ; καὶ οὐχ ἅπτῃ μόνον, ἀλλὰ καὶ ἐσθίεις, καὶ λαβὼν  οἴκαδε ἀναχωρεῖς;  Ἀπόσμηχε  τοίνυν  τὴν  ψυχὴν,  παρασκεύαζε τὴν  διάνοιαν  πρὸς  τὴν τούτων  ὑποδοχὴν τῶν μυστηρίων. Καὶ γὰρ εἰ παιδίον βασιλικὸν μετὰ τοῦ κόσμου καὶ  τῆς  ἁλουργίδος  καὶ  63.834 τοῦ  διαδήματος  ἐνεχειρίσθης  φέρειν,  πάντα  ἂν ἔῤῥιψας  τὰ ἐν  τῇ  γῇ· νυνὶ  δὲ οὐ παιδίον  ἀνθρώπου  βασιλικὸν,  ἀλλ' αὐτὸν  τὸν Μονογενῆ λαμβάνων  τοῦ Θεοῦ Παῖδα, οὐ φρίττεις,  εἰπέ μοι, καὶ πάντα  τὸν  τῶν βιωτικῶν  ἐκβάλλεις ἔρωτα, καὶ τῷ κόσμῳ καλλωπίζῃ μόνον ἐκείνῳ, ἀλλ' ἔτι πρὸς τὴν γῆν ὁρᾷς, καὶ χρημάτων  ἐρᾷς, καὶ πρὸς χρυσὸν ἐπτόησαι; καὶ τίνα ἂν σχοίης συγγνώμην; ποίαν ἀπολογίαν; Οὐκ οἶσθα πῶς ἅπασαν τὴν βιωτικὴν  πολυτέλειαν ἀποστρέφεταί σου ὁ ∆εσπότης; οὐ διὰ τοῦτο ἐν φάτνῃ  ἐτέθη τεχθεὶς, καὶ μητέρα ἔλαβεν εὐτελῆ; οὐ διὰ τοῦτο ἐκείνῳ τῷ πρὸς καπηλείαν βλέποντι ἔλεγεν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν  κλίνῃ; Τί δαὶ οἱ μαθηταί; οὐ τὸν αὐτὸν διετήρουν νόμον εἰς τὰς τῶν πενήτων οἰκίας καταγόμενοι; καὶ ὁ μὲν πρὸς βυρσέα, ὁ δὲ πρὸς σκηνοῤῥάφον κατέλυον; Οὐ γὰρ οἰκίας περιφάνειαν,  ἀλλὰ ψυχῶν  ἀρετὰς ἐπεζήτουν. Τούτους τοίνυν καὶ ἡμεῖς ζηλώσωμεν, τὰ μὲν κάλλη τῶν κιόνων καὶ τῶν μαρμάρων  παρατρέχοντες,  ζητοῦντες  δὲ  τὰς  ἄνω  μονὰς,  καὶ  πάντα  τῦφον  τὸν ἐνταῦθα πατήσωμεν μετὰ τῆς τῶν χρημάτων ἐπιθυμίας, καὶ ὑψηλὸν λάβωμεν φρόνημα. Ἂν γὰρ νήφωμεν,  οὐδὲ ὁ κόσμος ἡμῶν  οὗτος ἄξιος, μήτι γε στοαὶ καὶ περίπατοι. ∆ιὸ, παρακαλῶ, τὴν ψυχὴν τὴν ἑαυτῶν καλλωπίζωμεν,  ἢν καὶ λαβόντες ἀπελευσόμεθα, ἵνα καὶ τῶν αἰωνίων  ἐπιτύχωμεν  σκηνῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.