Τετάρτη, 26 Φεβρουαρίου 2014

Ιωάννης Χρυσόστομος - 47 Ομιλίες και Λόγοι


ΟΜΙΛΙΑ Αʹ. Περὶ ἀγάπης.

Βουλόμενος   ὁ   φιλάνθρωπος    Θεὸς  ἡμῶν   συνδῆσαι   πάντας   ἀλλήλοις, ἀγαπητοὶ, τοιαύτην τοῖς πράγμασιν ἐνέθηκεν ἀνάγκην, ὡς ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ τοῦ ἑτέρου δεδέσθαι. Καὶ γὰρ ὁ γεωργὸς οὐ τοσοῦτον σπείρει σῖτον, ὅσον ἀρκέσαι ἑαυτῷ, ἐπεὶ πάλαι καὶ ἑαυτὸν καὶ τοὺς ἄλλους ἀπώλεσεν ἄν· καὶ ὁ στρατιώτης οὐχ ἵνα ἑαυτὸν διασώσῃ, παρατάττεται πρὸς κινδύνους, ἀλλ' ἵνα καὶ τὰς πόλεις ἐν ἀσφαλείᾳ καταστήσῃ· καὶ ὁ ἔμπορος οὐ τοσαῦτα κομίζει ὅσα αὐτῷ μόνῳ ἀρκέσαι, ἀλλ' ὅσα καὶ ἑτέροις πολλοῖς. Ἐπειδὴ γὰρ ἑτέρως οὐκ ἠνείχοντο ἄνθρωποι τὰ τοῦ πλησίον ζητεῖν, εἰ μὴ εἰς ταύτην καταστήσειεν τὴν ἀνάγκην, διὰ τοῦτο οὕτως αὐτὰ συνέζευξεν ὁ Θεὸς, καὶ οὐκ ἀφίησι πρότερον ἐπὶ τὸ οἰκεῖον συμφέρον ἐλθεῖν μὴ διὰ  τῶν  ἀλλοτρίων  συμφερόντων  ὁδεύσαντας. 


ΛΟΓΟΣ Βʹ. Περὶ εὐχῆς.

Μέγα  ἀγαθὸν   ἡ   εὐχὴ,   ἐὰν   μετὰ   διανοίας   εὐχαρίστου   γίνηται,   ἐὰν παιδεύσωμεν   ἑαυτοὺς,   μὴ   μόνον   λαμβάνοντες,   ἀλλὰ   καὶ   μὴ   λαμβάνοντες, εὐχαριστεῖν  τῷ  Θεῷ. Καὶ γὰρ  ποτὲ  μὲν  δίδωσι,  ποτὲ  δὲ  οὐ  δίδωσιν,  ἀμφότερα χρησίμως· ὥστε κἂν λάβῃς, κἂν μὴ λάβῃς, ἔλαβες ἐν τῷ μὴ λαβεῖν· κἂν ἐπιτύχῃς, κἂν μὴ ἐπιτύχῃς, ἔτυχες ἐν τῷ μὴ ἐπιτυχεῖν.  Ἔστι γὰρ ὅτε τὸ μὴ λαβεῖν λυσιτελέστερον. Εἰ γὰρ μὴ συμφέρον ἡμῖν ἦν πολλάκις τὸ μὴ λαβεῖν, πάντως ἔδωκεν ἄν· τὸ δὲ συμφερόντως ἀποτυχεῖν  ἐπιτυχεῖν  ἐστι. Μὴ δὴ πρὸς τὴν βραδυτῆτα τῆς τῶν αἰτουμένων δόσεως δυσχεραίνωμεν, ἀλλὰ ταύτῃ μᾶλλον πολλὴν τὴν καρτερίαν καὶ τὴν μακροθυμίαν ἐπιδεικνύμεθα.


ΛΟΓΟΣ Γʹ. Περὶ μετανοίας.


∆ιὰ τοῦτο συνεχῶς τὸν περὶ μετανοίας κινῶ λόγον, ἵνα μήτε ὁ ἁμαρτάνων ἀπογινώσκῃ, μήτε ὁ κατορθῶν μέγα φρονῇ. ∆ίκαιος εἶ; μὴ ἐκπέσῃς· ἁμαρτωλὸς εἶ; μὴ  ἀπογνῷς·  κἂν  καθ' ἡμέραν  ἁμαρτάνῃς,  καθ' ἡμέραν  μετανόει·  ὅπερ ἐν  ταῖς οἰκίαις ποιοῦμεν ταῖς παλαιαῖς, ὅταν σαθρωθῶσιν, ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα, καὶ  καινὰ  ἐπισκευάζομεν, καὶ  οὐδέποτε  συνεχοῦς  ἐπιμελείας  ἀπολείπομεν.  Ἐὰν παλαιωθῇς ἀπὸ τῆς ἁμαρτίας, ἀνακαίνισον σαυτὸν ὑπὸ τῆς μετανοίας. Καὶ ἔνι, φησὶ, μετανοήσαντα σωθῆναι; Καὶ πάνυ ἔνι. Πάντα τὸν βίον ἐν ἁμαρτίαις διέτριψα, καὶ ἐὰν μετανοήσω, σώζομαι; Καὶ πάνυ. 
ΛΟΓΟΣ ∆ʹ. Περὶ νηστείας καὶ σωφροσύνης.

Βούλει μαθεῖν ὅσος κόσμος ἀνθρώποις ἡ νηστεία; ὅση ἀσφάλεια καὶ φυλακή; ἐννόησόν μοι τὸ μακάριον καὶ θαυμαστὸν γένος τῶν μοναζόντων. Οὗτοι γὰρ τοὺς ἐν μέσῳ θορύβους φυγόντες, καὶ πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀναδραμόντες, καὶ τὰς καλύβας  ἐν  τῇ  τῆς  ἐρημίας  ἡσυχίᾳ καθάπερ ἐν  εὐδιεινῷ  τινι  λιμένι  πηξάμενοι, ταύτην  συνέμπορον καὶ συγκοινωνὸν  τοῦ βίου 63.596 παντὸς  ἔλαβον. ∆ιὰ τοῦτο ἀγγέλους αὐτοὺς ἐξ ἀνθρώπων  ἐποίησεν· οὐκ ἐκείνους δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς πόλεσιν ὅσους ἂν εὕρῃ προσιεμένους αὐτὴν, πρὸς τὸ αὐτὸ τῆς φιλοσοφίας  ὕψος ἀνάγει. Ἐκείνη καὶ νῦν ἡμᾶς πρὸς τὸν πατρῷον συνήγαγεν οἶκον· ἐκείνη καὶ τοὺς πρὸ τούτου  ῥᾳθυμοτέρους  σήμερον


ΟΜΙΛΙΑ Εʹ. Περὶ εὐτυχίας καὶ δυστυχίας.

Οἱ πολλοὶ τῶν ἀνθρώπων  ὅταν πλουτῶσιν, ὅταν εὐδοκιμῶσιν, ὅταν αὐτοῖς κατὰ ῥοῦν ἅπαντα φέρηται, ὅταν τῶν ἐχθρῶν κρατῶσι, τότε μεμνῆσθαι νομίζουσιν αὐτῶν  τὸν Θεόν· διὰ τοῦτο οὔτε, ὅταν αὐτῶν  ἐπιλανθάνηται,  ἴσασιν. Οἱ γὰρ τῆς μνήμης τὸ σημεῖον οὐκ εἰδότες, οὐδὲ τὸ τῆς λήθης ἐπίστανται. Μνήμην γὰρ οὐδὲν οὕτω ποιεῖ παρὰ τῷ Θεῷ, ὡς τὸ τῆς ἀρετῆς ἐπιμελεῖσθαι· ὥσπερ οὖν λήθην οὐδὲν ἕτερον, ἢ τὸ ἐν ἁμαρτίαις εἶναι. Καὶ σὺ τοίνυν ὅταν ἐν συμφοραῖς ᾖς, ἄνθρωπε, μὴ λέγε, ὅτι Ἐπελάθετό μου ὁ Θεὸς, ἀλλ' ὅταν ἐν ἁμαρτίαις ᾖς, κἂν πάντα σοι κατὰ ῥοῦν φέρηται, τότε μᾶλλον. 

ΛΟΓΟΣ ΣΤʹ. Περὶ διδαχῆς καὶ νουθεσίας.

Πρῴην μὲν  ἐνεκαλοῦμεν  τοῖς  καταλιμπάνουσι  τὴν  εὐχὴν,  καὶ  κατὰ  τὸν καιρὸν ἐκεῖνον ἔξω τῆς ἐκκλησίας διατρίβουσι· νυνὶ δὲ τοῖς ἔνδον οὖσιν ἐγκαλέσαι βούλομαι, οὐχ ὅτι μένουσιν ἔνδον, ἀλλ' ὅτι μένοντες, τῶν ἔξω διατριβόντων  οὐδὲν ἄμεινον  διάκεινται,  κατὰ  τὸν  φρικωδέστατον  ἐκεῖνον  καιρὸν  ἀλλήλοις διαλεγόμενοι,   καὶ  τῶν  θείων   ὑπερορῶντες  λογίων.   Τί  ποιεῖς,  ἄνθρωπε;  ὁρᾷς τοσούτους δεσμώτας ἀπὸ τῶν ἀδελφῶν τῶν σῶν ἑστηκότας πλησίον;


ΛΟΓΟΣ Ζʹ. Περὶ ταπεινοsφροσύνης.

Ὅταν ἁμαρτία συμβεβλημένη ᾖ τῇ ταπεινοφροσύνῃ, οὕτω τρέχει μετ' εὐκολίας, ὡς δικαιοσύνην  μετὰ ἀπονοίας  οὖσαν ὑπερβῆναι καὶ προλαβεῖν· ἂν δὲ μετὰ  δικαιοσύνης  αὐτὴν  συνάψῃς,  ποῦ  οὐκ  ἂν  ἀφίξεται;  πόσους οὐ  διαβήσεται οὐρανούς;  παρ'  αὐτὸν  πάντως  στήσεται  τοῦ  Θεοῦ τὸν  θρόνον  ἀνὰ  μέσον  τῶν ἀγγέλων  μετὰ παῤῥησίας πολλῆς. Εἰ γὰρ οἱ τὰ οἰκεῖα ὁμολογοῦντες  ἁμαρτήματα, τοσαύτην ἑαυτοῖς προξενοῦσι τὴν παῤῥησίαν, οἱ τὰ πολλὰ μὲν ἑαυτοῖς συν 63.616 ειδότες ἀγαθὰ, ταπεινοῦντες δὲ ἑαυτῶν τὴν ψυχὴν

ΛΟΓΟΣ Ηʹ. Περὶ ψυχῆς.

Ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς, καὶ τὴν πρὸς τὸν Θεὸν πίστιν ἀγνοήσαντες, λειψάνοις  νεκρῶν, καλὰ μὲν ἐνδεδυμένοις,  αἴσθησιν δὲ τῶν  καλῶν οὐκ ἔχουσι. Τί γὰρ ὄφελος ἀνθρώπῳ ψυχὴν μὲν ἔχειν νεκρὰν, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένην;  Τὰ ἔργα  ἐπ'  ἐλπίδι  γίνεται  ἀμοιβῆς  καὶ  στεφάνων·  εἰ  δὲ  τὸν ἀγωνοθέτην  ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς; Ὥσπερ γὰρ τοῖς ἀνθρώποις προηγεῖται τὸ ζῇν, καὶ οὕτω τὸ τρέφεσθαι· οὕτω δεῖ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς Χριστὸν ἐλπίδα, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀγαθοῖς. Τὸν γὰρ μὴ τρεφόμενον ἐγχωρεῖ ζῇν πολλάκις· τὸν δὲ μὴ ζῶντα οὐκ ἐγχωρεῖ τρέφεσθαι. Καὶ ἄνευ μὲν πίστεως τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης, οὐ δυνήσῃ παραστῆσαι ζήσαντα· ἄνευ δὲ ἔργων τὸν πιστὸν δύναμαι δεῖξαι καὶ ζήσαντα καὶ βασιλείας ἀξιωθέντα.


ΛΟΓΟΣ   Θʹ.  Περὶ  τοῦ  μὴ καταφρονεῖν  τῆς  τοῦ  Θεοῦ Ἐκκλησίας καὶ  τῶν  ἁγίων  μυστηρίων.

 Ὀλίγοι  ἡμῖν σήμερον οἱ παραγενόμενοι. Ἄρα τί τὸ αἴτιον; μνήμην μαρτύρων ἐπιτελοῦμεν, καὶ οὐδεὶς ἡμῖν ἀπήντησεν. Ἀλλὰ τὸ διάστημα τῆς ὁδοῦ εἰς ῥᾳθυμίαν αὐτοὺς ἐνέβαλε· μᾶλλον δὲ οὐ τὸ διάστημα τῆς ὁδοῦ, ἀλλ' ἡ ῥᾳθυμία αὐτοῖς ἐνεπόδισεν. Ὥσπερ γὰρ τὸν σπουδαῖον καὶ διεγηγερμένον τῇ προαιρέσει οὐδὲν δύναται κωλῦσαι· οὕτω τὸν ῥᾴθυμον καὶ ἀναπεπτωκότα  πάντα  δύναται  κωλῦσαι. Οἱ μάρτυρες τὸ ἴδιον  αἷμα ἐξέχεον  ὑπὲρ τῆς  ἀληθείας·  καὶ σὺ οὔτε βραχείας ὁδοῦ διάστημα καταφρονῆσαι 

ΛΟΓΟΣ Ιʹ. Περὶ Προνοίας.

Τίνος ἕνεκεν οὐ τὸν ἐξ ἀρχῆς ἀπατήσαντα ἐχθρὸν ἠφάνισεν ὁ Θεός; Εἰ πρὸς βίαν ἐκράτει, φησὶν, εἶχεν ἄν τινα λόγον τὸ ζητούμενον· εἰ δὲ ταύτης μὲν ἀφῄρηται τῆς  δυνάμεως,  πείθει  δὲ  μόνον,  τὸ  μὴ  πεισθῆναι  δὲ  ἐφ' ἡμῖν,  τίνος  ἕνεκα  τῆς εὐδοκιμήσεως τὴν πρόφασιν περιαιρεῖς, καὶ τὴν τῶν στεφάνων ἐκκόπτεις ὑπόθεσιν; Καὶ ἄλλως,  εἰ μὲν εἰδὼς  αὐτὸν  πάντων  περιεσόμενον ἀφῆκεν,  οὐδ' οὕτως ἄξιον ἀπορεῖν·   παρ'   ἡμῶν   γὰρ   τὸ   κρατεῖν   ἐκεῖνον,   ἑκόντων   ὑποκλινομένων,    οὐ βιαζομένων· εἰ δὲ πολλοὶ μὲν οἱ ἤδη περιγενόμενοι, πολλοὶ δὲ καὶ αὖθις ἔσονται, τί τοὺς μέλλοντας εὐδοκιμεῖν τοσαύτης ἀποστερεῖς τιμῆς;


ΛΟΓΟΣ ΙΑʹ. Περὶ πλούτου καὶ πενίας.
 

Ὅταν ἴδῃς πλουτοῦντά τινα παρ' ἀξίαν, μὴ μακαρίσῃς, μὴ ζηλωτὸν νομίσῃς, μὴ καταγνῷς  τῆς  τοῦ  Θεοῦ προνοίας,  μὴ μάτην  φέρεσθαι  καὶ  εἰκῆ  τὰ  παρόντα νόμιζε· ἀναμνήσθητι τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, πῶς ὁ μὲν πρὸς ἄκρον ἐληλάκει εὐπορίας καὶ τρυφῆς, ὠμὸς ὢν καὶ ἀπηνὴς καὶ ἀπάνθρωπος καὶ κυνῶν ἀγριώτερος ἁπάντων·  καίτοι  οἱ  μὲν  τὸν  πένητα  ἠλέουν  καὶ  ἐθεράπευον,  οὐκ  ὀκνοῦντες  τῇ γλώττῃ ἅπτεσθαι τῶν ἑλκῶν τῶν κατὰ παντὸς τοῦ σώματος· ὁ δὲ οὐδὲ ψιχίων αὐτῷ μετεδίδου.


ΛΟΓΟΣ ΙΒʹ. Περὶ γαστριμαργίας καὶ μέθης.


 Βούλεσθε ἴδωμεν  τίνα  ἡδονὴν  ὁ πλοῦτος  ἔχει καὶ τίνα τιμήν;  τὰς  τραπέζας  τῶν   πλουτούντων   ἐξετάσωμεν  καὶ  τῶν   πενομένων,   καὶ ἐρώμεθα   τοὺς   ἑστιωμένους,   τίνες   μάλιστά   εἰσιν   οἱ   καθαρὰν   καὶ   γνησίαν καρπούμενοι ἡδονὴν, οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων κατακείμενοι, καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες, καὶ τὴν γαστέρα διαῤῥηγνύντες,  καὶ τὰς αἰσθήσεις πληροῦντες,  καὶ τῷ ὑπερόγκῳ  τῶν  ἐδεσμάτων φορτίῳ τὸ πλοῖον καταποντίζοντες


ΛΟΓΟΣ ΙΓʹ. Περὶ ἀῤῥωστίας καὶ ἰατρῶν.
Ὅταν ἀῤῥωστίᾳ περιπέσῃς, ἄνθρωπε, ἀναμνήσθητι  τοῦ σώματος τοῦ Ἰὼβ, καὶ  τῆς  ἁγίας  ἐκείνης  σαρκός· ἁγία  γὰρ  ἦν  καὶ  καθαρὰ,  καὶ  τοιαῦτα  ἔχουσα τραύματα. Τίς γὰρ οὕτως ἠῤῥώστησέ ποτε; τίς τοσαύτην πληγὴν  ἐδέξατο, ἢ ἕτερον δεξάμενον εἶδεν; οὐκ ἔστιν οὐδεὶς, οὐκ ἔστι. Κατὰ μικρὸν αὐτῷ τὸ σῶμα ἐδαπανᾶτο, καὶ πηγὴ σκωλήκων αὐτῷ πάντοθεν ἔβρυεν ἀπὸ τῶν μελῶν, καὶ διηνεκὴς ἦν αὕτη ἡ ἐπιῤῥοὴ, καὶ πολλὴ πανταχόθεν ἡ δυσωδία, καὶ τὸ σῶμα κατὰ μικρὸν διαιρούμενον, καὶ τοιαύτῃ σηπεδόνι τηκόμενον, ἀηδῆ τὰ σιτία ἐποίει. Καὶ λιμὸς ἦν αὐτῷ ξένος καὶ παράδοξος· οὐ γὰρ διδομένης ἠδύνατο τῆς τροφῆς ἀπολαύειν· Βρόμον γὰρ, φησὶν, ὁρῶ τὰ σιτία μου. Ἀλλ' ἱκανὴν εἶχεν οὗτος παράκλησιν καὶ παραμυθίαν, φησὶ, τῷ εἰδέναι τὸν Θεὸν αὐτῷ ταῦτα ἐπάγοντα. Τοῦτο μὲν οὖν αὐτὸν μάλιστα ἐτάραττε καὶ ἐθορύβει, ὅτι τὸν δίκαιον Θεὸν, καὶ παντὶ τρόπῳ παρ' αὐτοῦ θεραπευθέντα, τοῦτον ἐνόμιζεν  αὐτῷ  πολεμεῖν,  καὶ πρόφασίν τινα  εὔλογον  εὑρεῖν τῶν  γινομένων  οὐκ εἶχεν.



ΛΟΓΟΣ Ι∆ʹ. Περὶ γυναικῶν καὶ κάλλους.

Οἱ γυναῖκας ἄγεσθαι μέλλοντες, τοὺς παρὰ τῷ Παύλῳ περὶ γάμων κειμένους ἀναγινωσκέτωσαν  πρότερον νόμους, κἀκεῖθεν  μανθανέτωσαν  τί δεῖ ποιεῖν,  ὅταν πονηρὰ καὶ λοίδορος καὶ μανίας γέμουσα, καὶ ὁτιοῦν ἄλλο τῶν τοιούτων  ἔχουσα τύχοι γυνή. Ἂν τοίνυν ἴδῃς ὅτι σοι δίδωσιν ἐξουσίαν ἓν τούτων τῶν ἐλαττωμάτων εὑρόντα ἐκβάλλειν μὲν ἐκείνην, εἰσάγειν δὲ ἑτέραν, ὡς παντὸς ἀπηλλαγμένος κινδύνου θάῤῥει· ἂν δὲ τοῦτο μὲν μὴ ἐπιτρέπῃ, κελεύῃ δὲ πλὴν πορνείας πάντα τὰ ἄλλα ἐλαττώματα ἔχουσαν στέργειν, οὕτως ἀσφάλισον σεαυτὸν, ὡς μέλλων  ἅπασι φέρειν  αὐτῆς  τὴν  πονηρίαν


ΛΟΓΟΣ ΙΕʹ. Περὶ πλεονεξίας.
Τίνος ἕνεκεν ἀπὸ πλεονεξίας πλουτεῖν  ἐπιθυμεῖς, ἄνθρωπε, ἵνα ἑτέροις μὲν τὸ  χρυσίον  ἀποκέηται  καὶ  τὸ  ἀργύριον,  σοὶ δὲ  ἀραὶ  καὶ  κατηγορίαι;  καὶ  ἵν' ὁ ἀποστερηθεὶς  ὑπὲρ  τῆς  τῶν  ἀναγκαίων   δάκνηται  τροφῆς  καὶ  ὀλοφύρηται,  καὶ μυρίους ἐφέλκηταί σοι κατηγόρους; Καὶ, ὃ τούτου πολὺ φρικωδέστερον, ὅταν κατὰ τὴν ἡμέραν ἐκείνην  πρὸ τοῦ βήματος τοῦ φοβεροῦ ὁ κακῶς παθὼν  καὶ τὰ αὐτοῦ πάντα ἀπολωλεκὼς  παράγηται εἰς μέσον, σοῦ μηδένα ἔχοντος συνήγορον, τί πρὸς τὸν δικάζοντα ἐρεῖς;

ΛΟΓΟΣ Ι  ʹ. Περὶ  ἀλαζονείας καὶ κενοδοξίας.

Βουλόμενος τὸν  πεφυσιωμένον  ἄνθρωπον  καταστεῖλαι,  μὴ μακροὺς κίνει λόγους, ἀλλ' ἀναμίμνησκε αὐτὸν τῆς φύσεως μόνον, καὶ ἐπιτίμα σφοδρῶς, οὑ 63.672 τωσὶ λέγων· Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Εἰ δὲ μετὰ τὸν θάνατον εἶναι ταῦτα λέγει, κατάστειλον αὐτὸν ζῶντα, καὶ δίδαξον ὅτι γῆ καὶ σποδός ἐστι· νῦν γὰρ οὐκ οἶδεν  ὅτι  ταῦτά  ἐστιν.  Ὁρᾷ  τὴν  εὐπρέ  63.673 πειαν  τοῦ  σώματος,  ὁρᾷ  τὴν δυναστείαν, τὴν θεραπείαν τῶν κολάκων, τοὺς παρασίτους ἀκολουθοῦντας· ἱμάτια περίκειται πολυτελῆ,  ὄγκον ἀρχῆς



ΛΟΓΟΣ ΙΖʹ. Περὶ φθόνου.

Οὐδὲν οὕτω μερίζειν καὶ διασπᾷν ἡμᾶς ἀπ' ἀλλήλων  εἴωθεν, ὡς φθόνος καὶ βασκανία, τὸ χαλεπὸν τοῦτο νόσημα καὶ πάσης ἀπεστερημένον συγγνώμης, καὶ τῆς τῶν κακῶν ῥίζης, τῆς φιλαργυρίας, κατὰ πολὺ χαλεπώτερον. Ὁ μὲν γὰρ φιλάργυρος τότε ἥδεται, ὅταν αὐτὸς λάβῃ· ὁ δὲ βάσκανος τότε ἥδεται, ὅταν ἕτερος μὴ λάβῃ, εὐεργεσίαν οἰκείαν νομίζων τὴν ἑτέρων κακοπραγίαν· οὗ τί γένοιτ' ἂν μανικώτερον; Τῶν γὰρ οἰκείων κακῶν ἀμελῶν, ἐπὶ τοῖς ἀλλοτρίοις τήκεται καλοῖς, ἄβατον ἑαυτῷ κατασκευάζων τὸν οὐρανὸν, καὶ πρὸ τοῦ οὐρανοῦ δὲ καὶ τὸν παρόντα βίον ἀβίωτον.



ΛΟΓΟΣ ΙΗʹ. Περὶ μίσους καὶ ἔχθρας.
Εἴ τις παρὰ τοῦ πλησίον ἠδίκηται, εἰς μνήμην τὸν ∆αυῒδ λαμβανέτω καὶ εἰς νοῦν βαλλέσθω, ἵνα, ὡς ἔτι ζῇ ἡ καρδία, τῇ μνήμῃ τοῦ πραοτάτου καὶ ἀνεξικάκου τούτου δυνηθῇ  τὸ πέλαγος  τῆς μήνιδος  διαλῦσαι. ∆ιὰ τί γάρ σου ἐχθρός ἐστιν ὁ ἀδελφός; Ὕβρισέ σε; ἀλλ' οὐδὲν ἠδίκησεν. Ἀλλὰ χρημάτων ἕνεκεν τοῦτον περιορᾷς ἐχθραίνοντα; μὴ, παρακαλῶ. μὴ ἀναβάλῃ τὰ τῆς μήνιδος διακόψαι σχοινία· αἱ γὰρ ἀναβολαὶ μελλήσεις τίκτουσιν· ἂν σήμερον ὑπερθῇ, μᾶλλον ἐρυθριᾷς· κἂν αὔριον προσθῇς, μείζων ἡ αἰσχύνη·

ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
 ΛΟΓΟΣ ΙΘʹ. Περὶ λύπης καὶ ἀθυμίας.
Τὴν ἀθυμίαν ἐνέθηκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, οὐχ ἵνα ἁπλῶς καὶ ἀκαίρως καὶ ἐν τοῖς ἐναντίοις αὐτῇ χρώμεθα πράγμασιν, οὐδ' ἵνα φθείρωμεν ἑαυτοὺς, 63.686 ἀλλ' ἵνα  τὰ μέγιστα κερδάνωμεν  ἐξ αὐτῆς. Καιρὸς γὰρ ἀθυμίας,  οὐχ  ὅταν  πάσχωμεν κακῶς, ἀλλ' ὅταν  δρῶμεν  κακῶς. Ἡμεῖς δὲ τὴν  τάξιν  ἀντεστρέψαμεν,  καὶ τοὺς καιροὺς ἀντηλλαξάμεθα· καὶ ποιοῦντες μὲν μυρία κακὰ, οὐδὲ πρὸς τὸ βραχὺ συστελλόμεθα· ἂν δὲ μικρόν τι παρά τινος πάθωμεν, καταπίπτομεν, καὶ ἰλιγγιῶμεν, καὶ ἀπαλλαγῆναι  τοῦ παρόντος βίου εὐχόμεθα, οὐκ εἰδότες, ὅτι αἱ θλίψεις  καὶ οἱ πειρασμοὶ καὶ τὰ συμβαίνοντα ἡμῖν ἀνιαρὰ τῶν χρηστῶν οὐχ ἧττον τὴν τοῦ Θεοῦ ἡμῖν κηδεμονίαν  ἐνδείκνυνται


ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ Κʹ. Περὶ  ὀργῆς καὶ θυμοῦ.

Βούλει μαθεῖν πόσον τὸ ὀργίζεσθαι κακόν; παράστηθι μαχομένοις ἐν ἀγορᾷ· ἐν γὰρ σαυτῷ τὴν ἀσχημοσύνην οὐ δύνασαι ῥᾳδίως ἰδεῖν, ἐσκοτωμένῳ καὶ μεθύοντι, ἀλλ' ὅταν καθαρεύσῃς τοῦ πάθους, τότε ἂν μᾶλλον θεωρήσῃς τὰ σά. Ὅταν γὰρ περὶ τὸ στῆθος ὁ θυμὸς ζέσας διανιστᾶται καὶ ἀγριαίνῃ, πῦρ πνέει τὸ στόμα, πῦρ ἀφιᾶσιν οἱ   ὀφθαλμοὶ,   οἰδεῖ   πάντοθεν   ἡ   ὄψις,   ἀτάκτως   αἱ   χεῖρες   ἐκτείνονται,   καὶ καταγελάστως  οἱ πόδες πηδῶσι καὶ ἐνάλλονται  τοῖς  κατέχουσι, καὶ μαινομένων οὐδὲν  διεστήκασιν,

ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ ΚΑʹ. Περὶ  ἀρχῆς καὶ ἐξουσίας καὶ δόξης.
Ὁ μακάριος λέγεται Κωνσταντῖνος, τῆς εἰκόνος αὐτοῦ καταλευσθείσης ποτὲ, παροξυνάντων  αὐτὸν πολλῶν, ἐπεξελθεῖν τοῖς ὑβρικόσι καὶ δίκην ἀπαιτῆσαι, λεγόντων,   ὅτι   πᾶσαν  αὐτοῦ   τὴν   ὄψιν   ἔτρωσαν   τοῖς   λίθοις   ἐξακοντίζοντες, ψηλαφήσας ἑαυτοῦ τῇ χειρὶ τὸ πρόσωπον, καὶ ἠρέμα μειδιάσας εἰπεῖν, ὅτι Οὐδαμοῦ πληγὴν  ἐπὶ τοῦ μετώπου ὁρῶ γεγενημένην·  ἀλλ'  ὑγιὴς μὲν ἡ κεφαλὴ, ὑγιὴς δὲ ἡ ὄψις  ἅπασα·

 ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ ΚΓʹ. Περὶ  ἐλεημοσύνης καὶ φιλοξενίας.
Ὁ τῆς ἐλεημοσύνης λόγος, ἀγαπητοὶ, οὐ πρὸς τοὺς πλουσίους ἁρμόζει μόνον, ἀλλὰ  καὶ πρὸς τοὺς πένητας· κἂν ᾖ τις ἐκ τοῦ προσαιτεῖν τρεφόμενος, καὶ πρὸς αὐτόν ἐστιν ὁ λόγος οὗτος· οὐ γάρ ἐστιν οὕτως οὐδεὶς πένης, κἂν σφόδρα πένης ᾖ, ὡς δύο λεπτῶν  μόνον μὴ εὐπορεῖν. Ἔνεστιν οὖν καὶ ἐξ ὀλίγων  ὀλίγα δόντα τοὺς πολλὰ κεκτημένους ὑπερβαλέσθαι πλείονα διδόντας· καθάπερ κἀκείνη ἡ χήρα



ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ Κ∆ʹ. Περὶ ἁμαρτίας καὶ ἐξαγορεύσεως.
Ἐπεδήμησέ τις ἐξ ὑμῶν, ἀγαπητοὶ, τῇ Παλαιστίνῃ ποτέ; Ἔγωγε οἶμαι. Τί οὖν; μαρτυρήσατε ὑμεῖς  οἱ  τοὺς  τόπους  ἑωρακότες.  Ἔστιν ἐκεῖ  χώρα  πολλή  τις  καὶ εὔφορος· μᾶλλον  δὲ ἦν, νῦν γὰρ οὐκ ἔστιν· αὕτη οὖν ἡ οὕτως εὐθαλὴς, καὶ πρὸς πάσας τὰς χώρας ἁμιλλωμένη,  ἡ φθάνουσα τῇ εὐθηνίᾳ τὸν παράδεισον τοῦ Θεοῦ, πασῶν τῶν ἐρήμων ἐστὶν ἐρημοτέρα. Καὶ ἑστήκασι μὲν δένδρα καὶ νῦν, καὶ καρπὸν ἔχει, ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν ὑπόμνησις·


ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ ΚΕʹ. Περὶ  τῆς μελλούσης κρίσεως.
Πολλοὶ τῶν παρ' ἡμῖν ἀνθρώπων  τῇ σαρκὶ προσηλωμένοι καὶ τοῖς παροῦσι δουλεύοντες  πράγμασιν, οὐδὲν  εἶναι  τὰ μετὰ ταῦτα  νομίζουσι, καὶ τὸ τοῦ Θεοῦ προβαλλόμενοι  φιλάνθρωπον,  μὴ εἶναι  κόλασιν  μηδὲ τιμωρίαν  λέγουσιν.  Εἰ οὖν φιλάνθρωπός  ἐστιν ὁ Θεὸς, ὥσπερ οὖν καὶ ἔστι, καὶ δίκαιος πάντως  ἂν εἴη· εἰ δὲ δίκαιος, πῶς οὐκ ἂν εἴη δίκαιον τὸν μυρία παθόντα ἐξ ἀρχῆς ἀγαθὰ, εἶτα κολάσεως ἄξια πράξαντα, καὶ μήτε ἀπειλῇ μήτε εὐεργεσίᾳ γενόμενον  βελτίω, κολάζεσθαι


ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ Κς ʹ. Περὶ  ἀρετῆς καὶ κακίας.

Εἰσί τινες τῶν ἐνταῦθα τῆς ἀρετῆς ἐπιμελούμενοι,  οἳ τὴν ἀπὸ τῆς πόλεως ἀναχώρησιν  προτιμώμενοι,  τὰ ὄρη καταλαμβάνουσι· κἂν ἔρηταί τις τῆς ἀναχωρήσεως τὴν αἰτίαν, εὑρίσκει πρόφασιν συγγνώμην  οὐκ ἔχουσαν· ἵνα γὰρ μὴ παραπόλωμαι,  φησὶ, μηδὲ ἀμβλύτερος γένωμαι  τὴν  ἀρετὴν, ἀποπηδῶ.  Καὶ πόσῳ βέλτιον  ἀμβλύτερόν  σε γενέσθαι, καὶ τοὺς ἄλλους  κερδᾶναι, ἢ μένοντα  ἐν ὕψει περιιδεῖν ἀπολλυμένους  τοὺς ἀδελφούς;


 ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ ΚΖʹ. Περὶ  παίδων ἀνατροφῆς.

∆έομαι καὶ  ἀντιβολῶ,  πολλὴν  τῶν  οἰκείων  παίδων,  ἀγαπητοὶ,  ποιώμεθα πρόνοιαν, καὶ πανταχοῦ τὴν σωτηρίαν ζητῶμεν αὐτῶν τῆς ψυχῆς. Μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐτοῖς πλημμελημάτων  δεδοικὼς προσέφερε  θυσίας  63.765 ὑπὲρ  αὐτῶν,  καὶ  πολλὴν  τὴν  ὑπὲρ  αὐτῶν  πρόνοιαν ἐποιεῖτο·  μίμησαι  τὸν  Ἀβραάμ· καὶ  γὰρ  καὶ  ἐκεῖνος  οὐχ  ὑπὲρ  χρημάτων   καὶ κτημάτων ἐσπούδαζεν, ἀλλ' ὑπὲρ τῶν θείων νόμων, ὅπως αὐτῶν τὴν φυλακὴν τοῖς ἐγγόνοις μετὰ ἀκριβείας παρακατάθοιτο.




ΛΟΓΟΣ ΚΗʹ. Περὶ ὅρκων.

Μὴ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀμελῶμεν, ἀγαπητοί. Ποία γὰρ ὀδύνη, εἰπέ μοι, ὀργὴν ἀφεῖναι τῷ λελυπηκότι; ὀδύνη μὲν οὖν ἐστι τὸ μνησικακεῖν καὶ μὴ καταλλάττεσθαι. Ποῖος πόνος μὴ κακῶς εἰπεῖν μηδένα; ποία δυσκολία ἀπαλλαγῆναι φθόνου καὶ ἔριδος καὶ βασκανίας; ποῖος μόχθος ἀγαπᾷν τὸν πλησίον; ποῖος κάματος μὴ ὀμνύναι;


ΛΟΓΟΣ ΚΘʹ. Περὶ  ἀκακίας καὶ ἀνεξικακίας καὶ μνησικακίας.
 

Τίνα  ἂν  ἕτερον  εἰς  μέσον ἀγαγεῖν  χρὴ  περὶ  ἐπιεικείας  ἡμᾶς  διαλέγεσθαι βουλομένους, ἀγαπητοὶ, ἢ τὸν μαρτυρίαν ἄνωθεν δεξάμενον, καὶ ἐπὶ τούτῳ μάλιστα θαυμαστωθέντα; Εὗρον γὰρ, φησὶ, ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου· ὃς  οὐ  μόνον  ἐψώμιζε  καὶ  ἐπότιζε  τοὺς  ἐχθροὺς,  ἀλλὰ  καὶ  κινδυνεύοντας πολλάκις ἐξήρπαζε τοῦ θανάτου. Ὁ μὲν γὰρ Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο, μετὰ τὰς μυρίας
εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρόπαια

ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ ΛΑʹ. Περὶ
  θανάτου.
Πολλὰ μὲν ἐπείγεται
  μανθάνειν  ἤδη καὶ καταλαμβάνειν  ἡμῶν  ἡ διάνοια, ἀγαπητοί·  μάλιστα  δὲ  τὸν  περὶ  συντελείας  καιρόν.  ∆ιὰ τοῦτο  τοὺς  ταύτην  τὴν ἄκαιρον νοσοῦντας πολυπραγμοσύνην  καταστέλλων  ὁ Παῦλός φησι· Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Ποῖον γὰρ, εἰπέ μοι, τὸ κέρδος; Θῶμεν εἶναι τὴν συντέλειαν μετὰ εἴκοσιν ἔτη, μετὰ τριάκοντα ἔτη, μετὰ ἑκατόν· τί τοῦτο πρὸς  ἡμᾶς; οὐχὶ ἑκάστου ἡ συντέλεια τὸ τῆς ζωῆς αὐτοῦ πέρας ἐστί; τί πολυπραγμονεῖς  καὶ ὠδίνεις  ὑπὲρ τοῦ κοινοῦ τέλους;


ΛΟΓΟΣ ΛΒ. Περὶ ἀνδρείας καὶ ἰσχύος.

∆ειλὴν καὶ ἄνανδρον  τὴν ψυχὴν  ἀμαθία ποιεῖ, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ προαίρεσιν. Ὅταν γὰρ ἴδω τὸν ἀνδρεῖόν ποτε νῦν δειλὸν, οὐκέτι φύσεως εἶναί φημι τὸ πάθος· τὰ γὰρ τῆς φύσεως ἀμετάθετα. Πάλιν ὅταν ἴδω τοὺς νῦν δειλοὺς ἀθρόον τολμητὰς γενομένους, τὸ αὐτὸ πάλιν ψηφίζομαι· ἐπεὶ καὶ οἱ μαθηταὶ σφόδρα ἦσαν δειλοὶ,  πρὶν  ἢ  μαθεῖν  ἅπερ  ἐχρῆν,  καὶ  τῆς  τοῦ  Πνεύματος  ἀξιωθῆναι  δωρεᾶς, ὕστερον μέντοι λεόντων  ἐγένοντο  θρασύτεροι. Καὶ Πέτρος, κορασίου μὴ ἐνεγκὼν ἀπειλὴν, κατὰ κεφαλῆς ἐκρεμᾶτο καὶ ἐμαστιγοῦτο, καὶ μυρία κινδυνεύων οὐκ ἐσίγα.

ΛΟΓΟΣ Λʹ. Ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον, συντεθὲν παρὰ Θεοδώρου Μαγίστρου, ἀπὸ διαφόρων λόγων τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

Τῆς μὲν  ἐπιγραφῆς  τῶν  ἀποστολικῶν  Πράξεων ἅπαν  ὑμῖν  ἤδη  τὸ χρέος καταβεβλήκαμεν. Ἀκόλουθον δὲ λοιπὸν ἦν, καὶ τῆς ἀρχῆς ἅψασθαι τοῦ βιβλίου, καὶ  εἰπεῖν τί ποτέ ἐστι, Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Ἀλλὰ Παῦλος οὐκ ἀφίησιν ἡμᾶς χρήσασθαι τῇ  τάξει  ταύτῃ  τῆς  ἀκολουθίας,  πρὸς  ἑαυτὸν  καὶ   τὰ  οἰκεῖα  κατορθώματα  τὴν μετέραν  γλῶτταν  καλῶν. 


ΛΟΓΟΣ ΛΓʹ. Εἰς τὴν ἁγίαν ἑορτὴν τῶν βαΐων.
Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, εἰς τὸν οἶκον Μαρίας 63.818 καὶ Μάρθας, καὶ εἱστιᾶτο παρ' αὐτοῖς· ἡ δὲ Μάρθα διηκόνει, καὶ Λάζαρος ἤσθιε. Τοῦτο δὲ τῆς εἰλικρινοῦς ἀναστάσεως σημεῖον ἦν, τὸ μεθ' ἡμέρας πολλὰς  63.819 καὶ ζῇν καὶ ἐσθίειν. Ὅθεν δῆλον  ὅτι ἐν τῇ οἰκίᾳ τῆς Μάρθας τὸ ἄριστον ἦν· ἅτε γὰρ φίλοι καὶ φιλούμενοι δέχονται τὸν Ἰησοῦν. Τινὲς δέ φασιν, ὅτι ἐν ἀλλοτρίᾳ  οἰκίᾳ τοῦτο ἐγίνετο. Ἡ δὲ Μαρία διηκόνει· μαθήτρια γὰρ ἦν.



ΛΟΓΟΣ Λ∆ʹ. Εἰς τὴν ἁγίαν τοῦ Χριστοῦ γέννησιν.

Ἡ πασῶν τῶν ἑορτῶν ἐπεδήμησεν ἑορτὴ, καὶ τὴν οἰκουμένην  εὐφροσύνης ἐπλήρωσεν· ἑορτὴ ἡ τῶν καλῶν ἁπάντων ἀκρόπολις, ἡ πηγὴ καὶ ῥίζα τῶν παρ' ἡμῖν ἀγαθῶν, δι' ἧς ὁ οὐρανὸς ἀνεῴχθη, πνεῦμα κατεπέμφθη, τὸ μεσότοιχον ἀνῃρέθη, ὁ φραγμὸς ἐλύθη, τὰ διεστῶτα ἡνώθη, τὸ σκότος ἐσβέσθη, τὸ φῶς ἔλαμψεν, οὐρανὸς ἐδέξατο τὴν φύσιν τὴν ἀπὸ γῆς, γῆ τὸν ἐπὶ τῶν  Χερουβὶμ καθήμενον·  οἱ δοῦλοι γεγόνασιν ἐλεύθεροι, οἱ ἐχθροὶ υἱοὶ, οἱ ἀλλότριοι  κληρονόμοι. ∆ι' αὐτῆς ἡ χρονία ἔχθρα κατελύθη  καὶ ὁ μακρὸς πόλεμος, καὶ ἡ πάλαι ποθουμένη καὶ ἀγγέλοις  καὶ δικαίοις παραγέγονεν εἰρήνη.



ΛΟΓΟΣ ΛΕʹ. Περὶ  μετανοίας.
Ἡ  μετάνοια  δεινὴ  καὶ  φοβερὰ  τῷ  ἁμαρτωλῷ,  φάρμακον  τῶν πλημμελημάτων,  δαπάνημα  τῶν  δακρύων,  ἀνάλωμα  τῶν  παρανομιῶν,  παῤῥησία πρὸς  τὸν  Θεὸν,  ὅπλον  κατὰ  τοῦ  διαβόλου,  μάχαιρα  ἀποτέμνουσα  αὐτοῦ  τὴν κεφαλὴν, σωτηρίας ἐλπὶς, ἀπογνώσεως ἀναίρεσις· αὕτη τὸν οὐρανὸν ἀνοίγει, αὕτη εἰς τὸν παράδεισον εἰσάγει, αὕτη τοῦ διαβόλου περιγίνεται. ∆ιὰ δὴ τοῦτο συνεχῶς τὸν περὶ ταύτης κινῶ λόγον, ἵνα μήτε ὁ ἁμαρτάνων ἀπογινώσκῃ, μήτε ὁ κατορθῶν μέγα φρονῇ·


ΛΟΓΟΣ Λς ʹ. Ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον.
Τοὺς τῶν ἁγίων βίους καὶ τὴν πολιτείαν διὰ τοῦτο ἀναγράπτους ἡμῖν καταλέλοιπεν  ἡ  τοῦ  Πνεύματος  χάρις,  ἵνα  μαθόντες,  ὡς  τῆς  αὐτῆς  ὄντες  ἡμῖν φύσεως ἅπαντα τὰ τῆς ἀρετῆς κατώρθωσαν, διαναστῶμεν περὶ τὴν ταύτης ἐργασίαν, καὶ  σφοδρὸν  τὸν  ἔρωτα  τῆς  πρὸς  αὐτοὺς  ἀγάπης  ἀνάψωμεν.  Πῶς  οὖν  τοῦτο γενήσεται; Ἂν συνεχῶς ἐχώμεθα τῶν ἀνδρῶν ἐκείνων, καὶ ἐν διανοίᾳ αὐτοὺς περιφέροντες, τῆς αὐτῆς ἐκείνοις ἐχώμεθα πολιτείας.


ΛΟΓΟΣ ΛΖʹ. Περὶ σιωπῆς καὶ ἀποῤῥήτων.
Λόγος  ἁπλῶς   προσενεχθεὶς   ὁλοκλήρους   ἀνέτρεψεν   οἰκίας,  καὶ  ψυχὰς ἀπώλεσε καὶ κατέδυσε. Καὶ τῶν μὲν χρημάτων  τὴν ζημίαν διορθοῦσθαι πάλιν ἔνι· λόγον  δὲ  ἐκπηδήσαντα  ἅπαξ, ἀνακτῆσαι  πάλιν  οὐκ  ἔνι.  Ἤκουσας λόγον,  φησὶ, συναποθανέτω  σοι.  Σβέσον αὐτὸν,  κατάχωσον,  μὴ  συγχωρήσῃς  ἐξελθεῖν,  μηδὲ κινηθῆναι  παράπαν. Ἀπόκτεινον τὸ λεχθὲν, λήθῃ παράδος, ἵνα τοῖς μὴ ἀκούσασιν ὅμοιος γένῃ.


ΛΟΓΟΣ ΛΗʹ. Περὶ τοῦ μὴ ἐπαισχύνεσθαι ὁμολογεῖν τὸν τίμιον σταυρὸν, καὶ ὡς δι' αὐτοῦ ἔσωσεν ἡμᾶς ὁ Χριστὸς, καὶ ὡς δεῖ ἐν αὐτῷ καυχᾶσθαι, καὶ περὶ ἀρετῆς, καὶ ὅπως ἐφίεται τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ περὶ ἐλεημοσύνης.

Τοῦτό ἐστιν, ἀδελφοί  μου, τὸ σημεῖον, ὅπερ ὁ ∆εσπότης πᾶσιν ὑπέσχετο δώσειν,  λέγων·  Γενεὰ  πονηρὰ  καὶ  μοιχαλὶς  σημεῖον  ἐπιζητεῖ,  καὶ  σημεῖον  οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· τὸν σταυρὸν λέγων καὶ τὸν θάνατον καὶ τὴν ταφὴν καὶ τὴν ἀνάστασιν. Καὶ πάλιν ἑτέρως δηλῶν  τοῦ σταυροῦ τὴν ἰσχὺν, ἔλεγεν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· τουτέστιν,



ΛΟΓΟΣ  ΛΘʹ.  Περὶ τοῦ, ὅτι  πολλὰς  ὁδοὺς  ἡμῖν  ὁ Θεὸς ἔδωκε  πρὸς τὸ  μὴ ἁμαρτάνειν,  ἐὰν  θέλωμεν·  καὶ  ὅτι  τὸν  μέλλοντα  ἐπιτυχεῖν  τῆς  βασιλείας  τῶν οὐρανῶν πάσας δεῖ φυλάττειν  τὰς ἐντολάς· τὸν δὲ τινὰ μὲν κατορθοῦντα, τινὰ δὲ παραβαίνοντα, ἐν τῇ γεέννῃ γνῶναί ἐστι τὴν διαφορὰν πρὸς τοὺς ἄλλους.



ΛΟΓΟΣ  Μʹ. Περὶ τοῦ, ὅτι  δεῖ  πάντα  ποιεῖν  καὶ  πραγματεύεσθαι  ὑπὲρ τῆς σωτηρίας τῶν  ἀδελφῶν  ἡμῶν· καὶ ὅτι μέγα ἀγαθὸν, τὸ συγχωρεῖν  τοῖς εἰς ἡμᾶς πλημμελοῦσι τὰ ἁμαρτήματα· τοῦτο δὲ μεῖζον ἐλεημοσύνης ἐστίν.

Οὐδὲν τῶν  ἐπιτυγχανόντων  τῆς  βασιλείας  τῶν  οὐρανῶν  μακαριώτερον, ἀδελφοὶ, ὥσπερ οὐδὲ τῶν ἀποτυγχανόντων ἀθλιώτερον.  Εἰ γὰρ πατρίδος τις ἐκβεβλημένος ὑπὸ πάντων  ἐλεεῖται, καὶ κληρονομίαν  ἀπολέσας δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι· ὁ τοῦ οὐρανοῦ ἐκπίπτων καὶ τῶν ἀποκειμένων  ἀγαθῶν ἐκεῖ, πόσοις ὀφείλει δάκρυσι δακρύεσθαι; μᾶλλον δὲ οὐδὲ δακρύεσθαι; δακρύεται γάρ τις, ὅταν τι πάθῃ ὧν οὐκ αὐτός ἐστιν αἴτιος.



ΛΟΓΟΣ ΜΑʹ. Περὶ τοῦ, ὅτι δεῖ μιμεῖσθαι ἡμᾶς κἂν τοὺς οἰκέτας ἡμῶν, ὁπόσα ἐκεῖνοι διὰ τὸν ἡμέτερον φόβον πράττουσιν, ἵνα καὶ ἡμεῖς διὰ τὸν τοῦ Θεοῦ φόβον τὰ αὐτὰ πράττωμεν· καὶ περὶ τῶν ἀνεκδιηγήτων ἀγαθῶν τῶν τοῖς ἁγίοις ηὐτρεπισμένων.Εἰ τοῖς  οἰκέταις  ὁ  Παῦλος, ἀγαπητοὶ,  πολλῇ  κεχρῆσθαι  τῇ  ὑπακοῇ  τοῖς κυρίοις, Τιμοθέῳ γράφων, ἐπέταττεν· ἐννοήσατε πῶς ἡμᾶς πρὸς τὸν ∆εσπότην διακεῖσθαι χρὴ, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντα ἡμᾶς, τὸν τρέφοντα, τὸν  ἐνδιδύσκοντα. 



 ΛΟΓΟΣ  ΜΒʹ.  Περὶ τοῦ,  ὅτι  οὐ  χρὴ  θορυβεῖσθαι  ὁρῶντας  ἡμᾶς  τοὺς  μὲν ἀγαθοὺς δυσπραγοῦντας, τοὺς δὲ πονηροὺς ἐν ἀφθονίᾳ τυγχάνοντας·  καὶ ὅτι οὐδὲν διαφέρει ὀδωδότος νεκροῦ ὁ ἐν ἁμαρτίαις ζῶν.



 ΛΟΓΟΣ ΜΓʹ. Περὶ τοῦ, ὅτι ὁ τῶν παρόντων  καταφρονῶν,  ἀμφοτέρων ἐξουσιάζει· καὶ ὅτι παντὸς βορβόρου καὶ ἀκαθαρσίας ἡ πλεονεξία χείρων.
Ἐπειδὴ μεγάλη τις ἐξ ἀρχῆς ἔμελλε δίδοσθαι χάρις, ἀγαπητὲ, τοῖς ἀνθρώποις, βουλόμενος ὁ Θεὸς μὴ χάριτι τοῦτο ποιῆσαι, ἀλλ' ὡς ὀφειλὴν  παρασχεῖν, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ προστάγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν τὸν ἑαυτοῦ ἐπιδιδοὺς Υἱὸν



ΛΟΓΟΣ Μ∆ʹ. Περὶ κατανύξεως  καὶ ὑπομονῆς καὶ ἐπιθυμίας τῶν μελλόντων ἀγαθῶν· καὶ περὶ τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, μὴ μόνον ἀπὸ τῶν παρόντων  περὶ τῆς τοῦ Θεοῦ ψηφίζεσθαι προνοίας, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων. Τὰ μὲν γὰρ παρόντα ἀγών ἐστικαὶ  σκάμματα καὶ  στάδιον· τὰ  δὲ  μέλλοντα,  ἔπαθλα  καὶ  στέφανοι  καὶ  βραβεῖα. Ὥσπερ γοῦν τὸν ἀθλητὴν ἐν τῷ σκάμματι καὶ ἱδρῶτι καὶ κόνει καὶ θέρμῃ πολλῇ καὶ πόνοις 


ΛΟΓΟΣ ΜΕʹ. Περὶ τοῦ μὴ πενθεῖν σφοδρῶς τοὺς τελευτῶντας.  Μὴ πενθῶμεν  πικρῶς,ἀγαπητοὶ, τοὺς τελευτῶντας  καὶ τοὺς ἐνθένδε ἀπιόντας, ἀλλὰ μᾶλλον θρηνήσωμεν καὶ κλαύσωμεν τοὺς κακῶς τὸν ἑαυτῶν βίον καταλύσαντας. Ἐπεὶ καὶ γεωργὸς, ὅταν ἴδῃ τὸν σῖτον διαλυόμενον, οὐ θρηνεῖ, ἀλλ' ἕως μὲν ἂν βλέπῃ στερεὸν ἐν τῇ γῇ μένοντα, δέδοικε καὶ  τρέμει· ἐπὰν  δὲ ἴδῃ  διαλυθέντα,  χαίρει·  ἀρχὴ  γὰρ  τῆς  μελλούσης  σπορᾶς ἡ διάλυσις


ΛΟΓΟΣ Μς ʹ. Ὅτι, εἰ καὶ πάντων  ἁμαρτημάτων ἐσμὲν ὑπεύθυνοι, δυνάμεθα καὶ δι' ἐξαγορεύσεως σωθῆναι· καὶ ὅτι ἕκαστος ἡμῶν  τῶν  πιστῶν  ἄγγελον  ἔχει φύλακα· καὶ περὶ τῶν ἱερέων.
 Τῶν ἀνθρώπων,  ἀγαπητοὶ,  οἱ μὲν καὶ ἐνταῦθα  κολάζονται  καὶ ἐκεῖ, οἱ δὲ ἐνταῦθα μόνον, οἱ δὲ ἐκεῖ μόνον, οἱ δὲ οὐδὲ ἐνταῦθα οὐδὲ ἐκεῖ. Ἐνταῦθα μὲν καὶ ἐκεῖ, ὡς σταυρωταὶ τοῦ Χριστοῦ·



ΛΟΓΟΣ ΜΖʹ. Εἰς τὸ μὴ ἀναξίως προσέρχεσθαι τοῖς θείοις μυστηρίοις.

Ἐπειδὴ ἐμνήσθημεν τῆς θυσίας ταύτης, βούλομαι πρὸς ὑμᾶς μικρὰ εἰπεῖν τοὺς μεμυημένους, μικρὰ μὲν τῷ μέτρῳ, μεγάλην δ' ἔχοντα τὴν ἰσχὺν καὶ τὴν ὠφέλειαν  οὐ γὰρ ἡμέτερά εἰσι τὰ λεγόμενα, ἀλλὰ τοῦ θείου Πνεύματος. Τί οὖν ἐστι; Πολλοὶ τῆς θυσίας ταύτης ἅπαξ μεταλαμβάνουσι τοῦ παρόντος ἐνιαυτοῦ, ἕτεροι δὲ δὶς, ἄλλοι πολλάκις.




ΛΟΓΟΣ  ΜΗʹ. Ἀπάνθισμα  ἐν  εἴδει  λόγου  ἐκ  Χρυσοστόμου συλλεγὲν  παρὰΘεοδώρου· τί πράττων ὁ Χριστιανὸς κληρονομήσει ζωὴν αἰώνιον.
Ἀγαπᾷν τὸν Θεὸν ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ καὶ τῆς δυνάμεως, καὶ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, καὶ τὸν πλησίον ἀγαπᾷν, ὡς ἑαυτὸν, κατὰ τὴν τοῦ Κυρίου φωνὴν εἰπόντος· Ἐὰν τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καὶ πάλιν, Ἐν τούτῳ  γνώσονται  πάντες,  ὅτι  ἐμοὶ μαθηταί  ἐστε, ἐὰν  ἀγαπᾶτε  ἀλλήλους


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.