Δευτέρα, 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ ΛΒ. Περὶ ἀνδρείας καὶ ἰσχύος.



ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ ΛΒ. Περὶ ἀνδρείας καὶ ἰσχύος.

∆ειλὴν καὶ ἄνανδρον  τὴν ψυχὴν  ἀμαθία ποιεῖ, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ προαίρεσιν. Ὅταν γὰρ ἴδω τὸν ἀνδρεῖόν ποτε νῦν δειλὸν, οὐκέτι φύσεως εἶναί φημι τὸ πάθος· τὰ γὰρ τῆς φύσεως ἀμετάθετα. Πάλιν ὅταν ἴδω τοὺς νῦν δειλοὺς ἀθρόον τολμητὰς γενομένους, τὸ αὐτὸ πάλιν ψηφίζομαι· ἐπεὶ καὶ οἱ μαθηταὶ σφόδρα ἦσαν δειλοὶ,  πρὶν  ἢ  μαθεῖν  ἅπερ  ἐχρῆν,  καὶ  τῆς  τοῦ  Πνεύματος  ἀξιωθῆναι  δωρεᾶς, ὕστερον μέντοι λεόντων  ἐγένοντο  θρασύτεροι. Καὶ Πέτρος, κορασίου μὴ ἐνεγκὼν ἀπειλὴν, κατὰ κεφαλῆς ἐκρεμᾶτο καὶ ἐμαστιγοῦτο, καὶ μυρία κινδυνεύων οὐκ ἐσίγα. Οὔτε τοίνυν παραιτεῖσθαι δεῖ τοὺς ἀγῶνας, οὔτε πρὸς τούτους ἐπιπηδᾷν· οὕτω γὰρ καὶ  ἡμῖν  ἡ  νίκη  λαμπροτέρα  ἔσται, καὶ  ἡ  ἧττα  τῷ  διαβόλῳ  καταγελαστοτέρα. Ἑλκυσθέντας μὲν γὰρ δεῖ γενναίως  ἑστάναι, μὴ καλουμένους δὲ ἡσυχάζειν, καὶ τὸν καιρὸν   ἀναμένειν   τῶν   ἀγώνων,   ἵνα   καὶ   τὸ   ἀκενόδοξον   καὶ   τὸ   γενναῖον ἐπιδειξώμεθα. Τὸ μὲν γὰρ ἁπλῶς παῤῥησιάζεσθαι καὶ τῶν τυχόντων  πολλάκις ἐστί· τὸ δὲ εἰς τὸ δέον καὶ ἐν καιρῷ τῷ προσήκοντι καὶ μετὰ τῆς ἁρμοττούσης συμμετρίας καὶ συνέσεως τῷ πράγματι χρήσασθαι, μεγάλης λίαν καὶ θαυμαστῆς δεῖται ψυχῆς. Ἀνδρεῖος γὰρ
ἐκεῖνος μόνος ἐστὶ, κἂν ἐπὶ κλίνης ᾖ βεβλημένος, ὁ τὴν ἰσχὺν οἴκοθεν ἔχων·  ὡς ταύτης  ἄνευ, κἂν ὄρος τις  ἀνασπᾷ τῇ τοῦ σώματος ῥώμῃ, οὐδὲ αὐτὸν κορασίου  καὶ  γραϊδίου  ταλαιπώρου   φαίην   ἂν  ἰσχυρότερον  εἶναι. 
Ὁ  μὲν  γὰρ ἀσωμάτοις παλαίει κακοῖς, οὗτος δὲ οὐδὲ ἀντιβλέψαι τολμᾷ. Βούλει τοίνυν μαθεῖν, ὡς   οὐδὲν   ἰσχυρότερον   τοῦ   πεφραγμένου   τῇ   ἄνωθεν   συμμαχίᾳ,   καὶ   οὐδὲν ἀσθενέστερον τοῦ ταύτης ἐρήμου τυγχάνοντος, κἂν ὑπὸ μυρίων στρατοπέδων κυκλούμενος ᾖ; Ὁ ∆αυῒδ νέος ὢν κομιδῇ, καὶ διὰ τὸ τῆς ἡλικίας ἄωρον ἐν τῇ οἰκίᾳ τῇ πατρικῇ  διάγων,  ὑπὸ τοῦ πατρὸς ἀποστέλλεται  ἐπισκέψασθαι τοὺς ἀδελφούς. Παραγενόμενος οὖν εἰς τὴν τούτων ἐπίσκεψιν, ἐπειδὴ εἶδε τὸν πόλεμον συνεστῶτα, τὸν τοῦ ἀλλοφύλου  Γολιὰθ, καὶ πάντα τὸν λαὸν κατεπτηχότα  μετὰ τοῦ βασιλέως, τέως θεατὴς ἐβούλετο γε 63.812 νέσθαι, καὶ ἀπῄει ἰδεῖν τὸ καινὸν καὶ παράδοξον, ὅτι εἷς ἄνθρωπος τοσούτων μυριάδων κατεξανίστατο, καί φησι, Τίς ἐστιν ὁ ἀλλόφυλος οὗτος, ὁ ὀνειδίζων παράταξιν Θεοῦ ζῶντος; καὶ τί ἔσται τῷ ἀνθρώπῳ τῷ τὴν τούτου κεφαλὴν   ἐκτεμόντι;  Ταῦτα  γνοὺς   ὁ  Σαοὺλ  μεταπέμπεται   τὸν  νέον,  τὸν  τῆς ποιμαντικῆς  πλέον  εἰδότα οὐδὲν, καὶ ἰδὼν  αὐτοῦ τὴν  ἡλικίαν,  ἐξευτέλισεν. Εἶτα μαθὼν παρ' αὐτοῦ ὅπως τοῖς ἄρκτοις ἐκέχρητο, ἡνίκα ἐπῄεσαν τοῖς ποιμνίοις,  τὰ οἰκεῖα ὅπλα ἐνδύειν αὐτὸν ἐβούλετο· ὁ δὲ ταῦτα περιθέμενος, οὐδὲ ταῦτα ἐνεγκεῖν ἴσχυσε. Τοῦτο  δὲ  ἐγίνετο,  ἵνα  δειχθῇ  γυμνὴ  ἡ  τοῦ  Θεοῦ δύναμις  ἡ  δι'  αὐτοῦ ἐνεργοῦσα, καὶ μὴ τοῖς ὅπλοις λογίσωνται τὰ γινόμενα. Ἐπειδὴ γὰρ μετὰ τὸ ἐνδύσασθαι ταῦτα  ἐχώλευεν,  ἀπέθετο  τὰ ὅπλα,  καὶ τὴν  κάδον  τὴν  ποιμαντικὴν λαβὼν καὶ τὰς βώλους, οὕτως ἐπὶ τὸν σαρκικὸν πύργον ἐξῄει. Ἀλλ' ὅρα πάλιν καὶ τὸν ἀλλόφυλον  πρὸς τὸ εὐτελὲς τῆς ἡλικίας ὁρῶντα, καὶ ἐντεῦθεν  ἐξευτελίζοντα τὸν δίκαιον. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν μετὰ τῆς κάδου τῆς ποιμαντικῆς πρὸς αὐτὸν ὁρμήσαντα, καὶ τὰς βώλους  μόνας ἐπιφερόμενον,  μονονουχὶ  πρὸς αὐτὸν  ἔλεγεν· Ἐνόμισας σὺ πάλαι προβάτοις ἐφιστάναι καὶ κύνας τινὰς ἐκδιώκειν, καὶ διὰ τοῦτο, καθάπερ κύνα  τινὰ  ἐλαύνων,  οὕτω  μετὰ τῶν  ὀργάνων  αὐτῶν  ἐπὶ τὴν  πρὸς ἐμὲ μάχην ὥρμησας; ἄρτι σε ἡ πεῖρα διδάξει, ὡς οὐ πρὸς τὸν τυχόντα σοι ὁ πόλεμος. Καὶ πολλῇ τῇ μεγαλοῤῥημοσύνῃ χρησάμενος, ἔσπευδε καὶ ἠπείγετο, καὶ τὴν παντευχίαν ἐκίνει, καὶ τὰ ὅπλα ἐξέτεινεν. Ἀλλ' ὁ μὲν τῇ δυνάμει τῶν ὅπλων πεποιθὼς, ἥπτετο τῆς μάχης· ὁ δὲ τῇ πίστει καὶ τῇ ἄνωθεν συμμαχίᾳ συμφράξας ἑαυτὸν, πρότερον διὰ τῶν ῥημάτων τοῦ ἀλλοφύλου  τὸ φρύαγμα κατήνεγκεν, εἰπὼν πρὸς αὐτόν· Σὺ ἔρχῃ πρός με ἐν ὅπλῳ καὶ δόρατι, καὶ τῇ οἰκείᾳ δυνάμει νομίζεις περιγενέσθαι, ἐγὼ δὲ ἐν ὀνόματι  Κυρίου  τοῦ  Θεοῦ.  Καὶ  ταῦτα  εἰπὼν,   ἀνελόμενος   ἐκ  τῆς  κάδου  τῆς ποιμαντικῆς μίαν βῶλον, καθάπερ ὄντως κύνα τινὰ μέλλων ἀπελαύνειν ἐπιόντα τῇ ποίμνῃ. 63.813 οὕτω τῇ σφενδόνῃ ἐξακοντίσας, καὶ παραχρῆμα κατὰ τοῦ μετώπου

πλήξας, τὸν ἀλλόφυλον  κατέβαλε, καὶ σπεύσας καὶ ἀφελόμενος αὐτοῦ τὸ ξίφος, δι' ἐκείνου τὴν κεφαλὴν αὐτοῦ τεμὼν, οὕτως ἤνεγκε τῷ βασιλεῖ, καὶ τέλος τῷ πολέμῳ δέδωκε. Καὶ δι' ἐκείνου  καὶ ὁ βασιλεὺς τὴν  σωτηρίαν  εὕρετο, καὶ πᾶς ὁ τούτου στρατὸς ἀνέπνευσε. Καὶ ἦν ἰδεῖν θαυμαστὰ καὶ παράδοξα πράγματα· τὸν ὡπλισμένον ὑπὸ τοῦ ἀόπλου κατενηνεγμένον, καὶ τὸν τὰ πολεμικὰ ἔμπειρον ὑπὸ τοῦ τῆς ποιμαντικῆς πλέον εἰδότος οὐδέν. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι ὁ μὲν τὴν ἄνωθεν συμμαχίαν εἶχε συνεφαπτομένην  αὐτῷ, ὁ δὲ ταύτης  ἔρημος ὢν  ὑπὸ ταῖς τούτου χερσὶν  ἐγίνετο.  Ὑψηλὸν  μὲν  οὖν  ἐστι  καὶ  παράδοξον  τὸ  μηδὲ  δέχεσθαι  τὴν ἐπιθυμίαν ἐγγινομένην ἡμῖν, ἀλλ' ἀποσοβοῦντας σβεννύναι· εἰ δὲ τοῦτο οὐ δυνατὸν, κἂν παλαίωμεν, καὶ διαπαντὸς κατέχομεν· ἂν γὰρ παλαίοντες ἐξέλθωμεν, νενικήκαμεν.  Οὐ γὰρ ὡς ἐπὶ τῶν ἀθλητῶν, οὕτω καὶ ἐνταῦθα· ἐκεῖ μὲν γὰρ ἂν μὴ καταβάλῃς, οὐκ ἐνίκησας· ἐνταῦθα δὲ ἂν μὴ καταβληθῇς, νενίκηκας καὶ κατέβαλες· καὶ  εἰκότως.  Ἐκεῖ  μὲν  γὰρ  ἀμφότεροι  ὑπὲρ  νίκης  σπουδάζουσι, κἂν  ὁ  ἕτερος καταβληθῇ, ὁ ἕτερος στεφανοῦται· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὁ διάβολος ὑπὲρ τῆς ἡμετέρας ἥττης  σπουδάζει· ὅταν οὖν αὐτὸν  ἀφέλωμαι  τοῦτο, ὑπὲρ οὗ σπουδάζει, ἐνίκησα. Οὐ γὰρ ὥστε καταβαλεῖν, ἀλλ' ὥστε συγκαταβαλεῖν ἐπείγεται· καὶ ἡ νίκη αὐτοῦ οὐκ ἐν τῷ στεφανωθῆναι, ἀλλ' ἐν τῷ συναπολέσθαι ἐστίν. Εἰ δὲ καὶ βληθείης πολλάκις, μηδὲ οὕτως ἀποστῇς· τῶν γὰρ μὴ μαχομένων  ἐστὶ τὸ μὴ τιτρώσκεσθαι· τοὺς δὲ πολλῷ τῷ θυμῷ κατὰ τῶν πολεμίων χωροῦντας, ἔστι καὶ βληθῆναί ποτε. Καὶ οὐκ ἄν τις στρατιώτην ἰδὼν ἐπανήκοντα μετὰ τραύματος ἀπὸ πολέμου ὀνειδίσειεν· ὄνειδος  γὰρ  ὅπλα  ῥῖψαι  καὶ  τῶν  πολεμίων  ἔξω  γενέσθαι.  Ἕως ἂν  ἑστήκῃ  τις μαχόμενος, κἂν βάλληται, κἂν ὑποχωρῇ πρὸς βραχὺ, οὐδεὶς οὕτως ἀγνώμων,  οὐδὲ τῶν πολεμικῶν  ἄπειρος, ὡς ἐγκαλέσαι τούτῳ ποτέ. Ὅταν γάρ τις ἑαυτὸν ἀδικῆσαι μὴ βουληθῇ, ἕτερος τοῦτον οὐκ ἰσχύσει ποτέ. Καὶ γὰρ τὰς ἰσχυρὰς τῶν πόλεων ὅπλα μὲν πολλάκις καὶ μηχανήματα τῶν ἔξωθεν οὐκ ἴσχυσε καθελεῖν, προδοσία δὲ ἑνὸς ἢ δύο τῶν ἔνδον οἰκούντων ἀπονητὶ παρέδωκε τοῖς ἐχθροῖς. Ἂν τοίνυν μηδείς σε τῶν ἔνδον  προδοίη λογισμῶν,  κἂν  μυρία προσάγῃ μηχανήματα  ὁ πονηρὸς,  προσάξει μάτην. Τί γὰρ ἂν περὶ τῆς τῶν Μακκαβαίων μητρὸς εἴποιμεν τῆς γενναίας ἐκείνης; οὐχὶ  γυνὴ  ἦν; οὐχὶ  ἑπτὰ δέδωκε  παῖδας  τῷ  χορῷ τῶν  ἁγίων;  οὐκ εἶδεν  αὐτοὺς μαρτυρήσαντας; οὐχ εἱστήκει καθ' ἕκαστον αὐτῶν μαρτυροῦσα; βασανιζομένων γὰρ ἐκείνων, αὕτη τὴν πληγὴν  ἐδέχετο· μήτηρ γὰρ ἦν. Ἐννόησον πῶς αὐτοὺς ἤλειψε, πῶς ἑπτὰ ναοὺς τῷ Θεῷ παρέστησεν. Εἰστήκει ὁ τύραννος, καὶ ὑπὸ μιᾶς γυναικὸς ἡττώμενος ἀνεχώρει. Ἐκεῖνος ὅπλοις ἐπολιόρκει, καὶ αὕτη τῇ προθυμίᾳ περιεγένετο· ἐκεῖνος κάμινον ἀνῆψε, καὶ αὕτη τὴν τοῦ πνεύματος ἐπὶ πλεῖον ἐξέκαιεν· ἐκεῖνος στρατόπεδον  ἐκίνει,  καὶ  αὕτη  πρὸς  ἀγγέλους   μεθωρμίζετο.  Ἑώρα  κάτω  τὸν τύραννον, καὶ ἐνενόει τὸν ἄνω βασιλεύοντα· ἑώρα τὰς κάτω βασάνους, καὶ ἠρίθμει τὰ  ἄνω   βραβεῖα·  ἑώρα  τὴν   παροῦσαν  κόλασιν,  καὶ  τὴν   μέλλουσαν   ἐνενόει ἀθανασίαν.  Τί δὲ  ὁ  Ἡσαῦ; οὐχὶ  μείζων  ἦν  τοῦ  Ἰακώβ;  οὐχὶ  πρωτότοκος;  οὐχὶ ἀγαπητὸς τῷ πατρί; ἀλλὰ προδοὺς ἑαυτὸν διὰ τῆς ἁμαρτίας, καὶ τῶν πρωτοτοκίων ἐκπίπτει, καὶ τῷ ἐλάσσονι δουλεύειν 63.814 καταδικάζεται. Εἶπε γὰρ, φησὶ, Κύριος τῇ Ῥεβέκκα διὰ τοῦ ἱερέως· ∆ύο ἔθνη ἐν τῇ γαστρί σού ἐστι, καὶ δύο λαοὶ ἐν τῇ κοιλίᾳ σου διασταλήσονται, καὶ λαὸς λαὸν ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Ὅρα πρόῤῥησιν ἅπαντα σαφῶς αὐτῇ μηνύουσαν τὰ μέλλοντα γενέσθαι. Ἁλλόμενοι γὰρ οἱ παῖδες ἐν τῇ γαστρὶ καὶ σκιρτῶντες, ἤδη προεφώνουν ἅπαντα μετὰ ἀκριβείας. Καὶ λοιπὸν ἐμάνθανεν  ἡ γυνὴ οὐχ ὅτι μόνον δύο τέξεται παῖδας, ἀλλ' ὅτι καὶ εἰς ἔθνη οὗτοι ἐκταθήσονται, καὶ ὅτι ὁ ἐλάσσων κυριεύσει τοῦ μείζονος. Καὶ ὅτε λοιπὸν ἤγγισεν  ὁ καιρὸς τοῦ τόκου, ἐξῆλθε, φησὶν, ὁ πρωτότοκος  πυῤῥάκης, ὡσεὶ δορὰ δασύς· καὶ μετὰ ταῦτα ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης  αὐτοῦ,  καὶ  ἐκάλεσε  τὸ  ὄνομα  αὐτοῦ  Ἰακώβ·  μονονουχὶ   ἤδη  καὶ  ἐκ

προοιμίων  δεικνύντος  τοῦ Θεοῦ, ὅτι  περιέσται κατὰ  τὰ ῥηθέντα  ὁ ἐλάττων  τοῦ μείζονος. Κατεῖχε γὰρ, φησὶ, τῇ χειρὶ τὴν πτέρναν Ἡσαῦ, ὅπερ ἦν σημεῖον καταγωνιζομένου  τὸν  ἰσχυρὸν εἶναι  δοκοῦντα.  Ἀλλὰ καιροῦ καλοῦντος,  ἐπὶ τὸν μακαριώτατον  Παῦλον ἤδη τρέψω τὸν λόγον. Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον,  καὶ  διὰ  τοῦτο  συνεχῶς  αὐτὸν  περιστρέφων  οὐ  παύομαι.  Μηδεὶς  οὖν ἀποκνήσῃ πρὸς τὴν ἐγχείρησιν. Εἰ γὰρ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ  παραδώσειν  πυρὶ,  καὶ  δουλείαν  ἡμῖν  ἐπανατεινόμενος,   ἐξαίφνης  ὑπὸ  τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο· οὐκ ἂν ἅπαντες μετὰ γυναικῶν  καὶ παιδίων  πρὸς τὴν θεωρίαν  ἐκείνην  ἐξεπηδήσαμεν; Ἐπεὶ δὲ καὶ νῦν πόλεμος συνέστηκεν, Ἰουδαίων θορυβούντων καὶ ταραττόντων  ἅπαντα, καὶ πολλὰ τῇ τῆς Ἐκκλησίας ἀσφαλείᾳ προσαγόντων μηχανήματα, τὸ δὲ κεφάλαιον τῶν πολεμίων ὁ Παῦλος, ὁ πάντων μείζονα καὶ ποιῶν καὶ λέγων, ὁ πάντα θορυβῶν καὶ ταράττων· ἔδησε δὲ αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ βασιλεὺς ὁ ἡμέτερος, ἔδησε καὶ αἰχμάλωτον  ἤγαγεν· οὐκ ἐξέλθωμεν  ἅπαντες  ἐπὶ τὴν θεωρίαν  ταύτην, ὥστε  ἰδεῖν  αὐτὸν  αἰχμάλωτον   ἀγόμενον;  Καὶ γὰρ  οἱ  ἄγγελοι  ἐκ  τῶν  οὐρανῶν ὁρῶντες αὐτὸν δεδεμένον καὶ εἰσαγόμενον ἐσκίρτων, οὐκ ἐπειδὴ δεδεμένον εἶδον, ἀλλ' ἐπειδὴ ἐνενόουν, ὅσους ἀνθρώπους ἀπὸ τῶν δεσμῶν λύειν ἔμελλεν· οὐκ ἐπειδὴ χειραγωγούμενον  ἐθεάσαντο, ἀλλ' ἐπειδὴ ἐλογίζοντο, ὅσους ἔμελλεν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν χειραγωγεῖν ἐκεῖνος· οὐκ ἐπειδὴ πεπηρωμένον εἶδον, ἀλλ' ἐπειδὴ ἐνενόουν, ὅσους ἔμελλεν ἀπὸ σκότους ἐξάγειν. ∆ιὰ τοῦτο κἀγὼ πάντας ἀφεὶς τοὺς ἄλλους, εἰς Παῦλον ἅλλεσθαι σπεύδω· Παῦλος γὰρ καὶ Παύλου πόθος ἠνάγκασεν ἡμᾶς πηδῆσαι τοῦτο  τὸ πήδημα. Τί γὰρ τῶν  σπλάγχνων  τούτου  θερμότερον, ὃς πανταχοῦ  τῆς  οἰκουμένης  περιέτρεχε  συρόμενος, λιθαζόμενος,  δεσμούμενος, ἵνα τοὺς δεδεμένους λύσῃ, καὶ πρὸς ἑαυτὸν μεταστήσῃ; Οὐδὲ γὰρ ὡς μαχόμενος, οὕτω τὰ πράγματα ἤνυεν, ἀλλ' ὡς ἐπὶ ἑτοίμην καὶ πρόχειρον νίκην ἐρχόμενος, οὕτως ἵστη τὰ τρόπαια κατασκάπτων,  καθαιρῶν,  καταβάλλων  τοῦ διαβόλου τὰ ὀχυρώματα, καὶ τῶν δαιμόνων τὰ μηχανήματα, καὶ οὐδὲ μικρὸν ἀνέπνει, ἀπὸ τούτων πρὸς ἐκείνους, καὶ πάλιν ἀπ' ἐκείνων εἰς ἑτέρους μεταπηδῶν, καὶ καθάπερ τις στρατηγὸς ἄριστος, καθ' ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλον 63.815 δὲ καθ' ἑκάστην ὥραν. Ἀπὸ γὰρ χιτωνίσκου μόνου εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων  τὰς πόλεις·  καὶ  τόξα  καὶ  δόρατα  καὶ  βέλη  καὶ  πάντα  ἡ  γλῶττα  Παύλου. Καὶ γὰρ ἐφθέγγετο   μόνον,   καὶ  παντὸς   πυρὸς  σφοδρότερον  τοῖς   πολεμίοις   αἱ  ῥήσεις ἐμπίπτουσαι  τοὺς  μὲν  δαίμονας   ἤλαυνον,   τοὺς  δὲ  ὑπ'  αὐτῶν   κατεχομένους ἀνθρώπους  πρὸς ἑαυτὸν  ἐπανῆγον.  Ὅτε γὰρ τὸν  δαίμονα  ἐκεῖνον  τὸν  πονηρὸν ἐξέβαλε, γοήτων  ἀνδρῶν  μυριάδες  πέντε  συνελθοῦσαι, τὰ  βιβλία  τῶν  μαγειῶν κατέκαιον,  καὶ πρὸς τὴν  ἀλήθειαν  μεθίσταντο.  Καὶ καθάπερ ἐν  πολέμῳ,  πύργου πεσόντος, ἢ τυράννου κατενεχθέντος,  οἱ μετ' ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες, τῷ στρατηγῷ προστρέχουσιν· οὕτω δὴ καὶ τότε ἐγίνετο· τοῦ γὰρ δαίμονος ἐκβληθέντος, πολιορκηθέντες  ἅπαντες,  καὶ τὰ βιβλία ῥίψαντες,  μᾶλλον  δὲ καταλύσαντες,  τοῖς Παύλου ποσὶ προσέτρεχον. Ὁ δὲ καθάπερ ἑνὶ στρατοπέδῳ τῇ οἰκουμένῃ παραταττόμενος, οὐδαμοῦ ἵστατο, ἀλλ' ὥσπερ τις ὑπόπτερος ὢν πάντα ἐποίει· καὶ νῦν μὲν χωλὸν  διώρθου, νῦν δὲ νεκρὸν ἤγειρε, νῦν δὲ ἕτερον ἐπήρου, τὸν μάγον λέγω· καὶ οὐδὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖ τὸν δεσμοφύλακα μετῆγε πρὸς ἑαυτὸν, τὴν καλὴν  ταύτην  αἰχμαλωσίαν  ἐργαζόμενος. Θαυμάζεται ∆αυῒδ τὸν Γολιὰθ καταφέρων ἀπὸ λίθου μόνον ἑνός· ἀλλ' εἰ τὰ Παύλου κατορθώματά τις ἐξετάσειε, παιδὸς ἔργον ἐκεῖνο, καὶ ὅσον ποιμένος καὶ στρατηγοῦ

τὸ μέσον, τοσοῦτον τούτου κἀκείνου τὸ διάφορον. Οὗτος γὰρ οὐ λίθον ῥίπτων, τὸν νοητὸν Γολιὰθ κατέφερεν, ἀλλὰ φθεγγόμενος μόνον ἅπασαν κατέλυε τοῦ διαβόλου τὴν φάλαγγα. Καὶ καθάπερ λέων βρυχώμενος, καὶ φλόγα ἀπὸ τῆς γλώττης  ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος ἦν ἐπιὼν, καὶ πανταχοῦ μετεπήδα συνεχῶς· ἔδραμεν ἐπὶ τούτους,  ἦλθεν  ἐπ'  ἐκείνους,  μετέστη  πρὸς  τούτους,  ἀπεπήδησε  πρὸς  ἑτέρους· ἀνέμου ταχύτερον  ἐπιὼν,  καὶ καθάπερ μίαν οἰκίαν, ἢ πλοῖον  ἓν τὴν  οἰκουμένην ἅπασαν κυβερνῶν· καὶ τοὺς μὲν βαπτιζομένους ἀνέλκων, τοὺς δὲ ἰλιγγιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόμενος, ἐπὶ τῶν αὐχένων καθήμενος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων, κώπην μεταχειρίζων, ἱστίον ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης, καὶ κυβερνήτης, καὶ πρωρεὺς, καὶ ἱστίον, καὶ πλοῖον,  καὶ πάντα  πάσχων,  ἵνα  τὰ ἑτέρων  λύσῃ κακά. Καὶ καθάπερ τις ἀθλητὴς αὐτὸς   παλαίων,   τρέχων,   πυκτεύων,   ἢ   στρατιώτης   τειχομαχῶν,    πεζομαχῶν, ναυμαχῶν· οὕτω πᾶν εἶδος μετῄει μάχης, καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν, ἑνὶ σώματι καταλαμβάνων  τὴν οἰκουμένην, καὶ μιᾷ γλώττῃ  πάντας τροπούμενος. Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς Ἱεριχουντίων  πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ Παύλου φωνὴ  ἠχοῦσα τὰ ὀχυρώματα τὰ διαβολικὰ χαμαὶ ἔῤῥιπτε, καὶ πρὸς ἑαυτὸν τοὺς ἐναντίους μεθίστη. Καὶ διὰ θυρίδος ἀπὸ τοῦ τείχους ἐχαλάσθη,  ἵνα  κάτωθεν  ἄνω  διαπέμψῃ  τοὺς  ἐῤῥιμμένους  χαμαί.  Καὶ καθάπερ στρατιώτης εἰς τὴν οἰκουμένην πολεμοῦσαν ἔχων ἅπασαν, ἐν μέσοις στρέφοιτο τοῖς τάγμασι τῶν πολεμίων, καὶ μηδὲν πάσχοι δεινόν· οὕτω καὶ Παῦλος μόνος ἐν βαρβάροις, ἐν Ἕλλησι, πανταχοῦ  γῆς, πανταχοῦ  θαλάττης  φαινόμενος,  ἀχείρωτος ἔμενε· καὶ ὥσπερ σπινθὴρ εἰς καλάμην καὶ χόρτον ἐμπίπτων, πρὸς τὴν ἑαυτοῦ φύσιν μετατίθησι τὰ καιόμενα· οὕτω καὶ οὗτος 63.816 ἅπασιν ἐπιὼν, πάντας μεθιστᾷ πρὸς τὴν  ἀλήθειαν.  Τί γὰρ τοῦ Νέρωνος ἐνδοξότερον,  εἰπέ μοι, κατὰ τὴν  τοῦ κόσμου δόξαν, ἢ τί  ὑψηλότερον; τί  δὲ Παύλου εὐτελέστερον,  ἢ ἀτιμότερον;  Ὁ μὲν  γὰρ τύραννος   ἦν   πολλὰ   κατωρθωκὼς,   πλεῖστα   τρόπαια   στήσας,  πλοῦτον   ἔχων ἐπιῤῥέοντα πανταχόθεν, στρατόπεδα ἄπειρα, τὸ πλέον τῆς οἰκουμένης μέρος ὑποτεταγμένον   ἔχων,  τὴν  βασιλίδα  πόλιν   ὑποκειμένην   ἔχων,  τὴν  σύγκλητον ἅπασαν ὑποκύπτουσαν, ὃς καὶ ἐν τοῖς βασιλείοις αὐτοῖς μετὰ λαμπροῦ προῄει τοῦ σχήματος· καὶ, εἴτε ὁπλίζεσθαι ἔδει, ἐν χρυσοῖς καὶ λίθοις τιμίοις ὁπλιζόμενος ἐξῄει, εἴτε ἐν εἰρήνῃ προϊέναι, ἁλουργίδα περικείμενος· καὶ πολλοὺς ἀεὶ τοὺς δορυφόρους, πολλοὺς  τοὺς ὑπασπιστὰς εἶχε· γῆς καὶ θαλάττης  δεσπότης ἤκουεν, αὐτοκράτωρ, Αὔγουστος, Καῖσαρ, βασιλεὺς, καὶ οὐδὲν ἐνέλιπεν  ὅλως  τῶν  εἰς δόξαν, ἀλλὰ καὶ σοφοὶ καὶ δυνάσται καὶ βασιλεῖς αὐτὸν ἔτρεμον καὶ ἐδεδοίκεσαν. Καὶ ἄλλως  γὰρ ὠμός  τις  καὶ  ἰταμὸς  εἶναι  ἐλέγετο  οὗτος, καὶ  θεὸς εἶναι  ἐβούλετο, καὶ  πάντων κατεφρόνει  τῶν εἰδώλων,  καὶ αὐτοῦ τοῦ πάντων  Θεοῦ, καὶ ὡς θεὸς ἐθεραπεύετο. Ἀλλ' ἀντεξετάσωμεν αὐτῷ τὸν Παῦλον, εἰ δοκεῖ. Κίλιξ ὁ ἄνθρωπος ἦν, σκυτοτόμος, πένης, τῆς ἔξωθεν παιδείας ἄπειρος, Ἑβραϊστὶ μόνον εἰδὼς, γλῶσσαν διασυρομένην παρὰ πολλῶν· ἄνθρωπος πολλάκις ἐν λιμῷ ζήσας καὶ κοιμηθεὶς πεινῶν· ἄνθρωπος γυμνὸς οὐδὲν ἔχων  περιβαλέσθαι· καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἐν δεσμοῖς μετὰ λῃστῶν,  μετὰ γοήτων,  μετὰ τυμβωρύχων,  μετὰ ἀνδροφόνων  βαλλόμενος,  αὐτοῦ ἐκείνου  κελεύσει τοῦ Νέρωνος, καὶ ὡς κακοῦργος μαστιζόμενος. Τίς οὖν ἀρτίως λαμπρότερος; οὐχὶ ἐκείνου μὲν οὐδ' ὄνομα ἴσασιν οἱ πολλοὶ, τοῦτον δὲ καὶ Ἕλληνες καὶ βάρβαροι καὶ Σκύθαι καὶ οἱ πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ τέρματα καθ' ἑκάστην ᾄδουσι τὴν ἡμέραν; τίς δὲ καὶ σεμνότερος, ὁ ἐν δεσμοῖς νικῶν,  ἢ ὁ ἐν ἁλουργίδι νικώμενος,  ὁ κάτω  ἑστὼς καὶ  βάλλων,  ἢ ὁ ἄνω  καθήμενος  καὶ  βαλλόμενος;  ὁ ἐπιτάττων  καὶ καταφρονούμενος, ἢ ὁ ἐπιταττόμενος  καὶ οὐδένα λόγον  ἔχων  τῶν ἐπιταγμάτων; ὁ μόνος ὢν καὶ περιγενόμενος, ἢ ὁ μετὰ μυρίων στρατοπέδων ἡττώμενος;  Εἰ γὰρ τὸ νικᾷν  τοῦ νικᾶσθαι  λαμπρότερον,  πάντως  ὁ Παῦλός ἐστιν

ἐνδοξότερος. Καὶ οὔπω τοῦτο μέγα, ὅτι ἐνίκησεν, ἀλλ' ὅτι ἐν τοιούτῳ σχήματι τὸν ἐν τοιούτῳ ἐνίκησε. Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν;  ὅτι  ἔδειξας  τῇ  οἰκουμένῃ  τοιοῦτον  ἄνδρα;  Ἤνεσάν  σε πάντες  ἄγγελοι ὁμοθυμαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω καὶ ὅτε τὸν  ἥλιον,  ἀλλ' οὐχ οὕτως,  ὡς  ὅτε Παῦλον  ἔδειξας  τῇ  οἰκουμένῃ  πάσῃ. ∆ιὰ  τοῦτο  φαιδροτέρα  γέγονεν  ἡ  γῆ  τοῦ οὐρανοῦ, ἐπειδὴ  φαιδρότερος  οὗτος τοῦ ἡλιακοῦ  φωτός.  Καὶ οὗτος  μὲν  ὁ ἥλιος παραχωρεῖ  τῇ νυκτὶ,  ἐκεῖνος  δὲ τοῦ διαβόλου περιεγένετο· καὶ ὁ μὲν ἀφ' ὕψους φερόμενος κάτω τὰς ἀκτῖνας ἀφίησιν, αὐτὸς δὲ κάτωθεν ἀνατέλλων,  οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἐπλήρωσεν, ἀλλ' ἅμα τὸ στόμα ἀνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται  ἐν τοῖς οὐρανοῖς, αὐτὸς δὲ ἐκ πρώτης δημηγορίας μυριάδας πέντε ἀνδρῶν ἐθήρευσε, πόσης οὐκ ἐμπίπλησι χαρᾶς τὰς ἄνω δυνάμεις; Καὶ τί λέγω; ἁπλῶς ἀρκεῖ Παῦλον  φθέγγεσθαι,  καὶ  τοὺς  οὐρανοὺς  σκιρτᾷν  καὶ  εὐφραίνεσθαι.  Εἰ  τοίνυν Παῦλος, ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ' ἑκάστην 63.817 ἐσπούδαζε τὴν ἡμέραν κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας  κινδύνους  παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι· ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπολογίαν, οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθωμάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι,  ὧν  καὶ  ἓν  μόνον  προσὸν ἡμῖν,  ἱκανὸν  εἰς  αὐτὸ  τῆς  ἀπωλείας  τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπουδὴν κἂν γοῦν ταῦτα διορθοῦν, μήτι γε τῶν  τῆς ἀρετῆς ἔργων ἐφάπτεσθαι; Ἢ οὐχὶ τῆς αὐτῆς ἡμῖν φύσεως ἦν ὁ μακάριος ἐκεῖνος; Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περιστρέφων οὐ παύομαι· καὶὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα, εἰς τὴν τούτου
63.816 νες καὶ βάρβαροι καὶ Σκύθαι καὶ οἱ πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ τέρματα καθ'
ἑκάστην ᾄδουσι τὴν  ἡμέραν; τίς  δὲ καὶ σεμνότερος, ὁ ἐν δεσμοῖς νικῶν,  ἢ ὁ ἐν ἁλουργίδι   νικώμενος,   ὁ  κάτω  ἑστὼς  καὶ  βάλλων,   ἢ  ὁ  ἄνω   καθήμενος   καὶ βαλλόμενος;  ὁ ἐπιτάττων  καὶ  καταφρονούμενος,  ἢ ὁ ἐπιταττόμενος  καὶ  οὐδένα λόγον  ἔχων  τῶν  ἐπιταγμάτων;  ὁ μόνος ὢν  καὶ περιγενόμενος,  ἢ ὁ μετὰ μυρίων στρατοπέδων  ἡττώμενος;  Εἰ γὰρ τὸ νικᾷν  τοῦ νικᾶσθαι  λαμπρότερον,  πάντως  ὁ Παῦλός ἐστιν ἐνδοξότερος. Καὶ οὔπω τοῦτο μέγα, ὅτι ἐνίκησεν, ἀλλ' ὅτι ἐν τοιούτῳ σχήματι τὸν ἐν τοιούτῳ ἐνίκησε. Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν; ὅτι ἔδειξας τῇ οἰκουμένῃ τοιοῦτον ἄνδρα; Ἤνεσάν σε πάντες ἄγγελοι ὁμοθυμαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω καὶ ὅτε τὸν ἥλιον, ἀλλ' οὐχ οὕτως, ὡς ὅτε Παῦλον ἔδειξας τῇ οἰκουμένῃ πάσῃ. ∆ιὰ τοῦτο φαιδροτέρα γέγονεν  ἡ γῆ τοῦ οὐρανοῦ, ἐπειδὴ  φαιδρότερος  οὗτος τοῦ ἡλιακοῦ  φωτός.  Καὶ οὗτος  μὲν  ὁ ἥλιος παραχωρεῖ  τῇ νυκτὶ,  ἐκεῖνος  δὲ τοῦ διαβόλου περιεγένετο· καὶ ὁ μὲν ἀφ' ὕψους φερόμενος κάτω τὰς ἀκτῖνας ἀφίησιν, αὐτὸς δὲ κάτωθεν ἀνατέλλων,  οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἐπλήρωσεν, ἀλλ' ἅμα τὸ στόμα ἀνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται  ἐν τοῖς οὐρανοῖς, αὐτὸς δὲ ἐκ πρώτης δημηγορίας μυριάδας πέντε ἀνδρῶν ἐθήρευσε, πόσης οὐκ ἐμπίπλησι χαρᾶς τὰς ἄνω δυνάμεις; Καὶ τί λέγω; ἁπλῶς ἀρκεῖ Παῦλον  φθέγγεσθαι,  καὶ  τοὺς  οὐρανοὺς  σκιρτᾷν  καὶ  εὐφραίνεσθαι.  Εἰ  τοίνυν Παῦλος, ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ' ἑκάστην 63.817 ἐσπούδαζε τὴν ἡμέραν κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας  κινδύνους  παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι· ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπολογίαν, οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθωμάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι,  ὧν  καὶ  ἓν  μόνον  προσὸν ἡμῖν,  ἱκανὸν  εἰς  αὐτὸ  τῆς  ἀπωλείας  τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπουδὴν κἂν γοῦν ταῦτα διορθοῦν,

μήτι γε τῶν  τῆς ἀρετῆς ἔργων ἐφάπτεσθαι; Ἢ οὐχὶ τῆς αὐτῆς ἡμῖν φύσεως ἦν ὁ μακάριος ἐκεῖνος; Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν  περιστρέφων  οὐ παύομαι· καὶ  ὥσπερ εἰς  ἀρχέτυπόν  τινα  εἰκόνα,  εἰς  τὴν τούτου  ψυχὴν  ἀφορῶν,  λογίζομαι  τῶν  παθῶν  τὴν  ὑπεροψίαν,  τῆς ἀνδρείας  τὴν ὑπερβολὴν,  τοῦ φίλτρου  τοῦ πρὸς τὸν  Θεὸν τὸ διάπυρον· καὶ ἐκπλήττομαι,  πῶς πᾶσαν μὲν τῶν ἀρετῶν τὴν συναγωγὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσεν, ἡμῶν δὲ  ἕκαστος οὐδὲ  τὸ  τυχὸν  κατορθοῦν  βούλεται.  Τίς  οὖν  ἡμᾶς  ἐξαιρήσεται  τῆς κολάσεως τῆς ἀπαραιτήτου, Παύλου τοσοῦτον μέγεθος ἀρετῆς ἐπιδειξαμένου, τοῦ τῆς αὐτῆς ἡμῖν κοινωνοῦντος  φύσεως, τοῦ τοῖς αὐτοῖς πάθεσιν ὑποκειμένου, τοῦ ἐν τοσαύτῃ  καιρῶν   δυσκολίᾳ  γεγονότος,   καὶ  καθ'  ἑκάστην  ἡμέραν,  ὡς   εἰπεῖν, ἑλκομένου, σπαραττομένου, καὶ δημοσίᾳ συρομένου ὑπὸ τῶν τῷ κηρύγματι πολεμούντων;  Καὶ ἵνα  μὴ  παρὰ  τῆς  ἡμετέρας  γλώττης   ἀκούητε  τὰ  παρὰ  τοῦ μακαρίου τούτου κατορθώματα καὶ τὴν ἀνδρείαν, ἣν ὑπὲρ τοῦ τῆς εὐσεβείας κηρύγματος καθ' ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Σκόπει ψυχὴν φιλόθεον. Οὐ μόνον τόλμαν,  ἀλλὰ  καὶ ἀφροσύνην  τὸ πρᾶγμα καλεῖ, παιδεύων  ἡμᾶς μὴ ἁπλῶς  ἄνευ ἀνάγκης,  μηδενὸς  καταναγκάζοντος,  τὰ ὑφ' ἡμῶν  γεγενημένα  ἐκπομπεύειν,  εἴγε τινὲς ἐξ ἡμῶν εὑρεθεῖεν ἀγαθόν τι ἐργασάμενοι. Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ;   σπέρμα  Ἀβραάμ  εἰσι;  κἀγώ.   Ἐπὶ  τούτοις,   φησὶ,   μέγα   φρονοῦσι;   μὴ νομιζέτωσαν λείπεσθαι ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς τῶν αὐτῶν μετέχομεν. Εἶτα ἐπήγαγε·
∆ιάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Θέα μοι ἐνταῦθα τοῦ μακαρίου τούτου τῆς ψυχῆς τὴν ἀρετήν. Ἐπειδὴ γὰρ καὶ τόλμαν καὶ ἀφροσύνην ἐκάλεσε τὸ
γεγενημένον   ὑπ'  αὐτοῦ,  καίτοι  εἰς  τοσαύτην  ἀνάγκην   καταστὰς,  οὐδὲ  οὕτως ἠρκέσθη τοῖς  εἰρημένοις·  ἀλλ' ὅτε  ἔμελλεν  ἑαυτὸν  δεικνύναι  πολλῷ  τῷ  μέτρῳ ἐκείνοις   ὑπερακοντίζοντα,   ἵνα   μή   τις   νομίσῃ   ἀπὸ   φιλαυτίας   αὐτὸν   ταῦτα
φθέγγεσθαι,  πάλιν  παραφροσύνην  καλεῖ  τὸ  παρ'  αὐτοῦ  λεγόμενον·  μονονουχὶ λέγων· Μὴ γὰρ οὐκ οἶδα ὅτι πρᾶγμα ποιῶ τοῖς πολλοῖς παριστάμενον καὶ οὐκ ἐμοὶ πρέπον; ἀλλ' ἡ πολλή με ἀνάγκη εἰς τοῦτο συνωθήσασα ἐκβιάζεται· διὸ σύγγνωτέ
μοι, φησὶ, παραφροσύνης ῥήματα φθεγγομένῳ.  Τούτου κἂν τὴν σκιὰν μιμησώμεθα ἡμεῖς, οἱ τοσαῦτα φορτία  ἁμαρτημάτων  ἔχοντες  ἐπικείμενα,  καὶ πολλάκις  ἕν  τι βραχὺ  κατορθοῦντες,  καὶ  οὐδὲ  τοῦτο  εἰς  τὰ  ταμιεῖα  τῆς  διανοίας  φυλάττειν
ἀνεχόμενοι,  ἀλλὰ διὰ τὸ τὴν παρὰ τῶν  ἀνθρώπων  θηρᾶσθαι δόξαν ἐκπομ 63.818 πεύοντες, καὶ εἰς μέσον προτιθέντες, καὶ διὰ τῆς ἀκαίρου ταύτης φλυαρίας τῆς παρὰ τοῦ Θεοῦ ἀμοιβῆς ἑαυτοὺς ἀποστεροῦντες. Ἀλλ' οὐχ ὁ μακάριος οὗτος τοιοῦτόν τι
πέπονθεν,  ἀλλ'  εἰπὼν,  Ὑπὲρ ἐγὼ,  ἀπαριθμεῖται  λοιπὸν  τὰ  τῆς  ἀνδρείας  αὐτοῦ κατορθώματα, καί φησιν· Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ
δίψει, ἐν νηστείαις πολλάκις,  ἐν ψύχει  καὶ γυμνότητι,  χωρὶς τῶν  παρεκτός. Ὅρα πάλιν ἄλλο πέλαγος ἡμῖν πειρασμῶν παρανοιγόμενον· εἰπὼν γὰρ, Χωρὶς τῶν παρεκτὸς, ᾐνίξατο, ὅτι τὰ παραλειφθέντα  πλείονα εἰκὸς εἶναι τῶν εἰρημένων. Καὶ
οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ πάλιν ἡμᾶς διδάσκει τὰς ἐπισυστάσεις καὶ τὰς συστροφὰς, ἃς ὑπέμεινεν, οὕτω λέγων· Ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν, ἡ μέριμνα πασῶν τῶν  Ἐκκλησιῶν. Ἰδοὺ πάλιν  καὶ τοῦτο ἱκανὸν  κατόρθωμα, εἰ καὶ μόνον
τυγχάνει,  εἰς  αὐτὴν  αὐτὸν  ἀνάγων  τὴν  κορυφὴν  τῆς  ἀρετῆς. Ἡ μέριμνα,  φησὶ, πασῶν τῶν Ἐκκλησιῶν· οὐχὶ μιᾶς καὶ δύο καὶ τριῶν, ἀλλὰ πασῶν τῶν Ἐκκλησιῶν τῶν κατὰ τὴν οἰκουμένην  ὅσην ὁ ἥλιος διατρέχει γῆν τὰς οἰκείας ἀκτῖνας ἀφιείς·
τοσαύτην  ὁ μακάριος οὗτος  εἶχε  τὴν  μέριμναν  καὶ  τὴν  φροντίδα.  Εἶδες πλάτος ψυχῆς; εἶδες διανοίας μέγεθος; Καὶ τὸ ἑξῆς δὲ ἐπαγόμενον πάλιν ἅπαντα, ὡς εἰπεῖν, τὰ εἰρημένα ἀποκρύπτει· Τίς γὰρ ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται,
καὶ  οὐκ ἐγὼ  πυροῦμαι;  Βαβαὶ, πόση τοῦ  ἀνδρὸς  τούτου  ἡ φιλοστοργία;  πόση ἡ

ἀγρυπνία; πόση ἡ μέριμνα; ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα, τοῦ παιδὸς αὐτῆς πυρέττοντος καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθενούντων μᾶλλον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦτο; Σκόπει γάρ μοι λέξεως ἔμφασιν. Οὐκ εἶπε, Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ λυποῦμαι· ἀλλὰ, Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι, φησί· τὴν ἐπίτασιν ἡμῖν τῆς ὀδύνης δηλῶν, καὶ μονονουχὶ δεικνὺς ἐμπυριζόμενον αὐτὸν καὶ καιόμενον ἔνδοθεν ὑπὲρ τῶν τὰ σκάνδαλα ὑπομενόντων.  Οἶδα ὅτι εἰς πολὺ μῆκος τὸν λόγον ἐξέτεινα,  ἀλλ' οὐκ οἶδ' ὅπως  ἐμπεσὼν εἰς τὸν  πλοῦτον  τῶν  κατορθωμάτων  τοῦ ἁγίου τούτου, καθάπερ ὑπὸ ῥύμης τινὸς ὑδάτων σφοδροτάτων, οὕτω τὴν γλῶτταν παρεσύρην. ∆ιὸ μέχρι τούτου στήσας τὸν λόγον  παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διηνεκῶς  τοῦτον  ἐν  διανοίᾳ  περιφέρειν,  καὶ τοῦτο  λογίζεσθαι  συνεχῶς,  ὅτι  τῆς αὐτῆς ἡμῖν κοινωνῶν  φύσεως, καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐπιτήδευμα ἔχων  εὐτελὲς  καὶ  εὐκαταφρόνητον   καὶ  δέρματα  ῥάπτων,  καὶ  ἐπὶ  ἐργαστηρίου ἑστηκὼς,  ἐπειδὴ  ἐβουλήθη  καὶ  ἠθέλησε  πρὸς  τοὺς  τῆς  ἀρετῆς  πόνους  ἑαυτὸν ἐκδοῦναι, καὶ ἄξιον ἑαυτὸν καταστῆσαι τῆς ὑποδοχῆς τοῦ ἁγίου Πνεύματος, δαψιλεστέρας ἀπέλαυσε τῆς ἄνωθεν φιλοτιμίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.