Δευτέρα, 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ Κς ʹ. Περὶ ἀρετῆς καὶ κακίας.


ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ Κς ʹ. Περὶ  ἀρετῆς καὶ κακίας.

Εἰσί τινες τῶν ἐνταῦθα τῆς ἀρετῆς ἐπιμελούμενοι,  οἳ τὴν ἀπὸ τῆς πόλεως ἀναχώρησιν  προτιμώμενοι,  τὰ ὄρη καταλαμβάνουσι· κἂν ἔρηταί τις τῆς ἀναχωρήσεως τὴν αἰτίαν, εὑρίσκει πρόφασιν συγγνώμην  οὐκ ἔχουσαν· ἵνα γὰρ μὴ παραπόλωμαι,  φησὶ, μηδὲ ἀμβλύτερος γένωμαι  τὴν  ἀρετὴν, ἀποπηδῶ.  Καὶ πόσῳ βέλτιον  ἀμβλύτερόν  σε γενέσθαι, καὶ τοὺς ἄλλους  κερδᾶναι, ἢ μένοντα  ἐν ὕψει περιιδεῖν ἀπολλυμένους  τοὺς ἀδελφούς; Ὅταν οὖν οἱ μὲν ἀρετῆς ἀμελῶσιν, οἱ δὲ ἐπιμελούμενοι  πόῤῥω τῆς παρατάξεως γίνωνται,  πῶς αἱρήσομεν τοὺς ἐχθρούς; Εἰ γὰρ καὶ σημεῖα ἦν νῦν, τίς ἂν ἐπείσθη, ἢ τίς προσέσχεν ἡμῖν τῶν ἔξωθεν, τῆς κακίας οὕτως ἐπιπολαζούσης; Καὶ γὰρ ὁ ὀρθὸς βίος ἡμῶν ἀξιοπιστότερος τοῖς πολλοῖς εἶναι δοκεῖ. Σημεῖα μὲν γὰρ παρὰ τῶν ἀναισχύντων καὶ πονηρῶν ἀνθρώπων καὶ ὑπόνοιαν δέξεται πονηράν· βίος δὲ καθαρὸς καὶ αὐτοῦ τοῦ διαβόλου


τὸ στόμα μετὰ πολλῆς τῆς περιουσίας ἐμφράξαι δυνήσεται. Εἰ τοίνυν τὸ εἶναι ἐν τῇ γῇ καὶ μὴ εἶναι, τρόπῳ καὶ προαιρέσει γίνεται, ἔξεστι δὲ μὴ εἶναι ἐν τῇ γῇ τὸν βουλόμενον, ὡς τοὺς περὶ τὸν Παῦλον, ἀποστήσωμεν

ἑαυτοὺς τῆς γῆς, καὶ πρὸς τὸν οὐρανὸν ἀνέλθωμεν.  Οὐδὲν γάρ ἐστι τὸ κωλύον ἡμᾶς πάντας ὑπερβαλέσθαι, 63.754.40 εἴ γε βουλοίμεθα. Εἰ γὰρ τέχνας  οὕτω  κατορθοῦμεν  ὑπερβαινούσας  τοὺς  πολλοὺς,  πολλῷ  μᾶλλον  ὃ 

μὴ τοσούτου δεῖται πόνου; Τί γὰρ, εἰπέ μοι, χαλεπώτερον  τοῦ διὰ σχοίνου τεταμένης βαδίζειν καθάπερ ἐπὶ ἰσοπέδου, καὶ ἄνω περιπατοῦντα ὑποδύεσθαι καὶ ἀποδύεσθαι, καθάπερ ἐπὶ κλίνης  καθήμενον; Τί δὲ, εἰπέ μοι,

χαλεπώτερον  τοῦ κόντον  ἐπὶ τοῦ μετώπου λαβεῖν, εἶτα ἐπιθέντα ἄνω παιδίον, μυρία ποιεῖν καὶ τέρπειν τοὺς θεατάς; οὐχὶ οὕτω φρικτὸν  ἡμῖν εἶναι τὸ πρᾶγμα δοκεῖ, ὡς μηδὲ θέλειν  θεάσασθαι, ἀλλὰ δεδοικέναι καὶ τρέμειν

καὶ πρὸς τὴν ὄψιν αὐτήν; Ἀλλὰ πάντων τούτων εὐκολωτέρα ἡ ἀρετὴ, ἐὰν βουλώμεθα  καὶ εἰς αὐτὸν  τὸν οὐρανὸν  ἀναβῆναι.  Καὶ μή μοι λέγε, Θέλω, ἀλλ' οὐ δύναμαι. Εἰ γὰρ πράγματός τινος ἐντὸς γενέσθαι βουλόμενοι,

οὐχὶ τῷ θελῆσαι μόνον ἀρκούμεθα, ἀλλὰ καὶ τοῦ πράγματος ἁπτόμεθα, πολλῷ μᾶλλον εἰς τὸν οὐρανὸν ἀνελθεῖν  βουλόμενοι τῆς πρακτικῆς ἀρετῆς δεησόμεθα. Εἰ δὲ βούλει μαθεῖν, ὡς οὐκ ἔστιν ἐπίπονος ἡ ἀρετὴ, οὐδὲ

δυσκατόρθωτος, ἐννόησόν μοι τοὺς ἐν τοῖς  ὄρεσιν  ἡσυχάζοντας·  οἳ  καὶ  οἰκίας  ἀφιᾶσι  καὶ  γυναῖκας   καὶ  παῖδας  καὶ προστασίαν ἅπασαν, καὶ ἐκτὸς ἑαυτοὺς τοῦ κόσμου ποιήσαντες, σάκκον περιθέμενοι, σποδὸν

ὑποστρωσάμενοι, κλοιῷ  τὸν  τράχηλον  ἐξαρτήσαντες, 63.755 ἐν  οἰκίσκῳ μικρῷ κατακλείσαντες  ἑαυτοὺς, οὐδὲ μέχρι τούτου ἵστανται,  ἀλλὰ  νηστείαις  καὶ λιμῷ διηνεκεῖ  κατατείνουσιν  ἑαυτούς. Καὶ μή μοι εἴπῃς, ὅτι

ἐκεῖνοι ἠδυνήθησαν· πολλοὶ  γὰρ  πολλῷ  ἀσθενέστεροί σου καὶ  πλουσιώτεροι  καὶ  τρυφερώτεροι  τὸν σκληρὸν ἐκεῖνον  καὶ τραχὺν  ἀνεδέξαντο  βίον. Ἀλλὰ μέγας  ἐκεῖνος  ὁ ἀγὼν  καὶ ὑψηλὸς ὁ σκόπελος καὶ ἐγγὺς τοῦ

οὐρανοῦ ἡ κορυφὴ, καὶ οὐ δύνασαι φθάσαι πρὸς τὸ

μέγα; Οὐκοῦν κἂν τῶν  ἐλαττόνων  ἔχου, καὶ τῶν  κατωτέρων  ἐφίεσο. Οὐ δύνασαι κενῶσαι τὰ χρήματα; κἂν τὰ τῶν ἄλλων μὴ ἅρπαζε· οὐ δύνασαι νηστεῦσαι; κἂν μὴ εἰς τρυφὴν σαυτὸν ἐξαγάγῃς. Τοσαῦτα γὰρ παθόντος

τοῦ Χριστοῦ δι' ἡμᾶς ἐχθροὺς ὄντας, τί δυνάμεθα ἐπιδεῖξαι ἡμεῖς ὧν δι' αὐτὸν πεπόνθαμεν οὐδέν. Πόθεν οὖν ἡμῖν ἡ παῤῥησία ἔσται κατ' ἐκείνην  τὴν ἡμέραν; Οὐκ ἴστε ὅτι καὶ ὁ στρατιώτης, ὅταν τραύματα καὶ ὠτειλὰς

ἐπιδείκνυται, τότε δυνήσεται λαμπρὸς εἶναι παρὰ τῷ βασιλεῖ· ἂν δὲ μὴ ἔχῃ  δεῖξαι κατόρθωμα, κἂν  μηδὲν  ᾖ προσκεκρουκὼς, ἐν  τοῖς  ἐσχάτοις ταχθήσεται;  Ἀλλ'  οὐκ  ἔστι  πολέμου  καιρὸς,  φησί.  Εἰ γὰρ  ἦν,  εἰπέ  μοι, 

τίς  ἂν ἠγωνίσατο; τίς ἂν ἐπεπήδησε; τίς ἂν τὴν φάλαγγα  διέξεσε; τάχα οὐδείς. Ὅταν γὰρ ἴδω, ὅτι οὐδὲ χρημάτων  καταφρονεῖς  ἕνεκεν  τοῦ Χριστοῦ, πῶς σοι πιστεύσω ὅτι πληγῶν καταφρονήσεις; Εἶπε, Φέρετε τοὺς

ὑβρίζοντας γενναίως, καὶ εὐλογεῖτε· καὶ τοῦτο οὐ ποιεῖς, ἀλλὰ παρακούεις· ὃ κίνδυνον οὐκ ἔχει, οὐ ποιεῖς, καὶ πληγὰς οἴσεις, εἰπέ μοι, ἔνθα πολὺ τὸ τῆς ὀδύνης καὶ τῆς ἀλγηδόνος; Μὴ τοίνυν ἑαυτοὺς ἀπατῶμεν, λέγοντες,  ὅτι

Τέως μὲν ἀπολαύσωμεν  τῶν  ἡδονῶν  τοῦ βίου, ὕστερον δὲ ὀλίγον χρόνον πονέσαντες, τοῦ παντὸς χρόνου ληψόμεθα τὸν μισθόν. Εἰ γὰρ τὸν ἐπὶ γῆς βασιλέα μετὰ τὸ πολλοὺς μὲν ὑπομεῖναι κινδύνους,  πολλοὺς δὲ ἀνύσαι

πολέμους, μόλις τις ὄψεται μετὰ παῤῥησίας, πῶς τὸν οὐράνιον ἰδεῖν δυνήσεταί τις τὸν ἅπαντα χρόνον  ἑτέρῳ  ζήσας καὶ  στρατευσάμενος; Ἔλαβες εὐγένειαν  παρὰ τοῦ  Θεοῦ· τί προδίδως τὴν ἀρετὴν τῆς φύσεως; Τί ποιεῖς,

εἰπέ μοι; Ἕτεροι τέχνας ἔχουσι τὰ ἄλογα κατὰ τὸ ἐγχωροῦν εἰς ἀνθρώπων εὐγένειαν μετατιθέναι, ψιττακοὺς καὶ κίσσας παιδεύοντες  φωνὴν  ἀνθρωπίνην  φθέγγεσθαι· καὶ τῇ τέχνῃ  τὴν  φύσιν  βιάζονται· λέοντας  ἡμέρους

ἐργάζονται διὰ τῆς ἀγορᾶς ἕλκοντες. Τὸν λέοντα ἥμερον ποιεῖς, καὶ  σαυτὸν  λύκων  ἀγριώτερον  καθιστᾷς;  Καὶ τὸ  δὴ  χαλεπώτερον,  ὅτι  τῶν  μὲν ἀλόγων ἕκαστον ἓν ἐλάττωμα ἔχει, ἐπὶ δὲ ἀνθρώπου πονηροῦ οὐκ ἔνι

τοῦτο· οὐδὲ γὰρ ἓν ἐλάττωμα πολλάκις κέκτηται ἄνθρωπος, ἀλλὰ καὶ τὰς τῶν πολλῶν ἀλόγων κακίας εἰς τὴν ἑαυτοῦ συνάγει ψυχήν. Μή μοι οὖν δείξῃς ὅτι ψυχὴν ἀνθρώπου ἔχεις, ἀλλ' εἰ εἶ τὸ φρόνημα ἄνθρωπος. Ἄρχων εἶ

τῶν ἀλόγων, καὶ γέγονας τῶν ἐν σοὶ ἀλόγων παθῶν δοῦλος; πῶς οὖν σε καλέσω ἄνθρωπον, ὃς οὐκ ἔχεις τῆς βασιλείας τὸ σύνθημα; Ἐννόησον  κατὰ  τίνος  εἰκόνα  ἐγένου,  καὶ  μὴ κατενεχθῇς  εἰς  τὴν  τῶν ἀλόγων

εὐτέλειαν. Καθάπερ γὰρ ἐν τοῖς θεάτροις οἱ τὴν σχοῖνον τὴν κάτωθεν ἄνω τεταμένην ἀναβαίνειν καὶ καταβαίνειν μελετῶντες, ἂν μικρὸν παραβλέψωσι παρατραπέντες,   κατενεχθήσονται    κάτω   καὶ   ἀπολοῦνται·   οὕτω  

καὶ   οἱ   τὴν πνευματικὴν  ὁδεύοντες ὁδὸν, ἂν μικρὸν ῥᾳθυμήσωσι, κατακρημνίζονται.  Καὶ γὰρ ἐκείνης τῆς σχοίνου ἡ ὁδὸς αὕτη καὶ στενοτέρα, καὶ ὄρθιος καὶ προσάντης μᾶλλόν ἐστι, καὶ ὑψηλοτέρα πολλῷ· πρὸς γὰρ αὐτὸν

ἄνω τελευτᾷ τὸν οὐρανόν· καὶ τότε ἡμῖν σφαλερώτερα ἔσται τὰ βήματα, ὅταν ἄνω καὶ πρὸς αὐτῇ γενώμεθα τῇ κορυφῇ. Τοῖς γὰρ ἐφ' 63.756 ὕψους ἑστῶσι πολὺς ὁ τρόμος, καὶ μία μόνον ἀσφάλεια λείπεται, τὸ μὴ κατακύψαι

κάτω μηδὲ εἰς τὴν γῆν ἰδεῖν· καὶ γὰρ πολὺς ἐντεῦθεν καὶ χαλεπὸς ὁ σκοτόδινος γίνεται. Καὶ ὥσπερ ἐπὶ τῆς κιθάρας οὐκ ἀρκεῖ μόνον ἀπὸ μιᾶς νευρᾶς τὴν μελῳδίαν ἐργάσασθαι, ἀλλὰ πάσας ἐπιέναι δεῖ μετὰ ῥυθμοῦ τοῦ

προσήκοντος, οὕτω καὶ ἐπὶ τῆς κατὰ ψυχὴν  ἀρετῆς οὐκ ἀρκεῖ ἡμῖν νόμος εἷς εἰς σωτηρίαν, ἀλλὰ δεῖ πάντας  μετὰ ἀκριβείας φυλάττειν.  Τί γὰρ ὄφελος, εἰπέ μοι, ὅταν τις εὔχηται  μὲν ἐκτενῶς, μὴ ἐλεῇ δὲ δαψιλῶς; ἢ ὅταν

ἐλεῇ μὲν δαψιλῶς, πλεονεκτῶν δὲ καὶ βιαζόμενος;  ἢ  ὅταν  μὲν  μὴ  πλεονεκτῶν   μηδὲ  βιαζόμενος,  πρὸς  ἐπίδειξιν   δὲ ἀνθρώπων καὶ φιλοτιμίαν τῶν ὁρώντων; ἢ ὅταν ἐλεῇ μὲν μετὰ πάσης ἀκριβείας, καὶ πρὸς  τὸ  τῷ 

Θεῷ δοκοῦν,  ἐπερείδεται  δὲ  αὐτῷ  τούτῳ  καὶ  μέγα  φρονῇ;  ἢ  ὅταν ταπεινὸς  μὲν ᾖ καὶ νηστείαις προσέχων, φιλάργυρος  δὲ καὶ ἐμπορικὸς καὶ τῇ γῇ προσηλωμένος, καὶ τὴν μητέρα τῶν κακῶν ἐπεισάγων τῇ ψυχῇ, τὴν

φιλαργυρίαν; Οὐκ ἔνι γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ. ∆ιὰ τοῦτο καὶ ὁ φιλάνθρωπος  Θεὸς

οὕτως ᾠκονόμησε κατὰ ταὐτὸν ἅπαντας εἶναι, καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς ἀναμεμῖχθαι, ἵνα καὶ τῶν πονηρῶν ἡ κακία ἐκκόπτηται, καὶ τῶν ἀγαθῶν  ἡ ἀρετὴ λαμπροτέρα δείκνυται, καὶ τὰ μέγιστα κερδάνωσιν οἱ

ῥᾴθυμοι, εἰ βούλονται, ἀπὸ τῆς τῶν σπουδαίων συνουσίας. Ὥσπερ γὰρ οἱ καλοὶ καὶ ἀγαθοὶ διπλῆς ἄξιοι τιμῆς, ὅτι καὶ χρηστοὶ γεγόνασι καὶ οὐδὲν παρὰ τῶν πονηρῶν ἐβλάβησαν· οὕτω καὶ οἱ φαῦλοι διπλῆς ἄξιοι κολάσεως,

ὅτι τε πονηροὶ γεγόνασι δυνάμενοι γενέσθαι καλοὶ, καὶ ὅτι οὐδὲν ἀπὸ τῶν ἀγαθῶν ἐκέρδανον. Καὶ ὥσπερ τοὺς ἀγαθοὺς οὐχ οἱ ἀγαθοὶ μόνον, ἀλλὰ καὶ οἱ πονηροὶ θαυμάζουσιν, οὕτω καὶ τοὺς κακοὺς οὐχ οἱ χρηστοὶ μόνον,

ἀλλὰ καὶ οἱ φαῦλοι  μισοῦσιν. Ἀλλ' οἱ πολλοὶ  τοὺς πονηροὺς θαυμάζουσιν, ὡς ἱκανοὺς ὄντας  ἀδικεῖν  καὶ βλάπτειν,  οὐκ εἰδότες  ὅτι μάλιστα πάντων  αὐτοὺς ταλανίζειν ἐχρῆν, ὅτι νομίζοντες ἑτέρους βλάπτειν καθ' ἑαυτῶν

τὸ ξίφος ὠθοῦσιν· ὅπερ ἀνοίας ἐστὶν ἐσχάτης, ἑαυτὸν  πλήττοντα,  μηδὲ αὐτὸ τοῦτο εἰδέναι,  ἀλλὰ  ἕτερον δοκεῖν ἀδικεῖν ἐν τῷ κατασφάττειν  ἑαυτόν. Οὐ γὰρ τὸ ἀδικεῖσθαι κακὸν, ἀλλὰ τὸ ἀδικεῖν καὶ μὴ εἰδέναι φέρειν

ἀδικούμενον.  Πόσα γὰρ ἠδικεῖτο ὁ ∆αυΐδ; πόσα δὲ ἠδίκει ὁ Σαούλ; τίς  οὖν  γέγονεν  ἀθλιώτερος  καὶ  ἐλεεινότερος;  τίς  δὲ  λαμπρότερος  καὶ μακαριώτερος; οὐχ ὁ μὲν ἀπεπνίγετο ὑπὸ τῆς ἀθυμίας καὶ τοῦ πονηροῦ

δαίμονος· ὁ δὲ ὑπὲρ τὸν  ἥλιον  ἔλαμπε  τοῖς  τροπαίοις  καὶ  τῇ  πρὸς Θεὸν εὐνοίᾳ;  οὐχ  ὁ μὲν ἀπηγχονίζετο   τῷ  φθόνῳ,   ὁ  δὲ  σιγῇ  πάντα  φέρων,   ἅπαντας   εἷλε  καὶ  ἑαυτῷ προσέδησεν,  ἐπειδὴ  ὁ  μὲν  ἀνελεῖν  

ἐπεχείρει  πολλάκις,  ὁ  δὲ  διωκόμενος   τὸν πολέμιον  εἰς χεῖρας ἐλάμβανε, καὶ λαμβάνων  ἐφείδετο;  Τίς ἀσθενέστερος, τίς δὲ ἀδυνατώτερος δείκνυται; οὐχ οὗτος ὁ μηδὲ δικαίως ἐπεξελθών; Καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ

στρατιώτας ὡπλισμένους, ὁ δὲ τὴν δικαιοσύνην, τὴν μυρίων στρατοπέδων ἰσχυροτέραν, εἶχε σύμμαχον καὶ βοηθόν. Ὅτε δὲ αὐτὸς αὗτος ὁ ἀδικηθεὶς καὶ ἰσχύσας ἠδίκησεν ὕστερον, ὅρα πῶς ἀσθενέστερος γίνεται. Ἠδίκησε

τὸν Οὐρίαν, καὶ μετέστη πάλιν  ἡ τάξις· καὶ ἡ μὲν ἀσθένεια πρὸς τὸν ἀδικήσαντα, ἡ δὲ δύναμις  πρὸς τὸν ἀδικηθέντα  διέβη, καὶ νεκρὸς ὢν ἐπόρθει τὴν οἰκίαν  τὴν ἐκείνου· καὶ αὐτὸς μὲν βασιλεὺς ὢν καὶ ζῶν οὐδὲν

ἴσχυσεν· ἐκεῖνος δὲ στρατιώτης ὢν καὶ σφαγεὶς, πάντα τὰ ἐκείνου ἄνω καὶ κάτω πεποίηκεν. Ὅταν οὖν ἴδῃς τινὰ ὀρθῶς ζῶντα καὶ ἀεὶ πρὸς εὐσέ 63.757 βειαν βλέποντα, κἂν μυρίας ἁλύσεις περικέηται, καὶ δεσμωτήριον οἰκῇ

διαπαντὸς, κἂν ἀναξίοις δουλεύῃ, κἂν πένηται, κἂν ἐξορύττηται, κἂν καίηται, κἂν κατὰ  μικρὸν  δαπανᾶται  τὸ σῶμα, κἂν  ὁτιοῦν  ἄλλο  πάσχῃ δεινὸν,  μακάριζε τὸν τοιοῦτον καὶ ζηλωτὸν εἶναι νόμιζε· ὅταν δὲ ἴδῃς ἕτερον

ἐν ἀσελγείᾳ καὶ πονηρίᾳ καὶ τοῖς ἐσχάτοις ζῶντα κακοῖς, καὶ πολλῆς ἀπολαύοντα τιμῆς, ἐπὶ τὸν θρόνον αὐτὸν ἀναβαίνοντα  τὸν βασιλικὸν, καὶ διάδημα περικείμενον  καὶ ἁλουργίδα ἔχοντα, καὶ τῆς οἰκουμένης ἁπάσης

κρατοῦντα, δάκρυσον διὰ τοῦτο τὸν τοιοῦτον καὶ ταλάνιζε. Οὐδὲν γὰρ ὄντως ἀθλιώτερον τῆς οὕτω διακειμένης ψυχῆς, κἂν ἅπασαν ὑποτεταγμένην  ἔχῃ τὴν οἰκουμένην. Τί γὰρ ὄφελος ἐν χρήμασι πλουτεῖν, ὅταν κατὰ τὴν

ἀρετὴν πάντων πενέστερος ᾖ; τί δὲ κέρδος τοσούτων κρατεῖν, ὅταν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ παθῶν περιγενέσθαι μὴ δύνηται; Εἰ γὰρ οὐκ ἀρκεῖ εἰς σωτηρίαν ἡμῖν ἡ καθ' ἡμᾶς αὐτοὺς ἀρετὴ, ἀλλὰ δεῖ καὶ ἑτέρους ἔχοντας

ἀπελθεῖν, ὅταν μήτε ἑαυτοὺς μήτε ἑτέρους διασώσωμεν, τί πεισόμεθα; πόθεν λοιπὸν ἐλπίδα σωτηρίας ἕξομεν; Εἰ τὸ   εὐαρεστεῖν  τῷ   Θεῷ,  τοῦτό   ἐστιν   ἄνθρωπον   εἶναι·   ὁ  μηδὲ   ὅπως   τοῦτο κατορθώσειεν ἀκοῦσαι

θέλων, τί ἂν ἕτερον ἢ θηρίον εἴη; Ἐννόησον οὖν ὅσον ἂν εἴη κακὸν,  τοῦ  Χριστοῦ θέλοντος  ἡμᾶς  ἐξ ἀνθρώπων  ἰσαγγέλους  ποιεῖν,  αὐτοὺς  ἐξ ἀνθρώπων εἰς θηρία μεταπεσεῖν. Τὸ γὰρ τῇ γαστρὶ δουλεύειν, καὶ τῇ τῶν

χρημάτων ἐπιθυμίᾳ  κατέχεσθαι, καὶ ὀργίζεσθαι καὶ δάκνειν  καὶ λακτίζειν,  οὐκ ἀνθρώπων, ἀλλὰ θηρίων ἐστίν. Ὥσπερ οὖν εἰς ῥᾳθυμίαν ἀποκλίνοντες  καὶ ὑπὸ τῶν τυχόντων βλαπτόμεθα· οὕτως, ἐὰν βουλώμεθα νήφειν, 

κἂν μυρίοι ὦσιν οἱ πρὸς τὴν κακίαν ἕλκοντες, οὐδὲν ἡμῶν τὴν σπουδὴν λυμήνασθαι δυνήσεται. Εἰ δὲ θέλεις μαθεῖν, ὅτι

ἐν τῇ φύσει ἔπηξεν ὁ Θεὸς τοὺς νόμους, τοὺς διακρίνοντας τί καλὸν καὶ τί πονηρὸν, αὐτὴν  τὴν  ἡμῶν  ἀναστροφὴν  ἐρώτησον·  πῶς  ἅπαντες  οἱ  ποιοῦντες  τὰ  κακὰ, φεύγουσι τῶν κακῶν τὴν προσηγορίαν; ὁ μοιχὸς

μοιχεύει· μοιχὸς δὲ ἀκούων αἰσχύνεται.  Εἰπὲ τῷ  ὁμολογουμένῳ  μοιχῷ,  Μοιχὲ, καὶ  ὃ ποιῶν  ἥδεται,  ἀκούων αἰσχύνεται· εἰπὲ τῷ ἐπιόρκῳ, Ἐπίορκε, καὶ εἰς ὕβριν λαμβάνει τὴν προσηγορίαν τῶν ἰδίων ἔργων. Εἰ οὖν καλὸν

ἡγῇ τὴν ἁμαρτίαν, τί φεύγεις τὴν προσηγορίαν; Ἀλλ' εἰπὲ τῷ σώφρονι, Σῶφρον, καὶ οὗ τῷ ἔργῳ ἥδεται, οὐδὲ τὴν προσηγορίαν αἰσχύνεται· κάλεσον τὸν δίκαιον δίκαιον, καὶ τῷ ἔργῳ στεφανοῦται, καὶ τῇ προσηγορίᾳ

σεμνύνεται· κἂν γὰρ δι' εὐλάβειαν παραιτήσηται τὸ ὄνομα, ἀλλ' ἐν τῇ ψυχῇ δέχεται τὴν  εὐφημίαν.  Καὶ οὐδεμίαν  δὲ πάλιν  εὑρήσει τις  κακίαν  ἐξ οἰκείου  προσώπου φαινομένην,  ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς· 

καὶ πῶς ἄκουε. Ὁ ψευδόμενος οὐχ ὁμολογῶν τὸ ψεῦδος ψεύδεται, ἀλλ' ἀλήθειαν ὑποκρινόμενος ἀπατᾷ· ὁ δόλιος οὐ δείκνυσι τὸν δόλον, ἀλλὰ σχηματίζεται τὴν φιλίαν καὶ πραγματεύεται τὴν πονηρίαν· ὁ συκοφάντης, ὅταν

εἰσέλθῃ εἰς δικαστήριον, οὐ τοῦτο ὁμολογήσας ὅπερ ἐστὶν,  εἰσέρχεται,  ἀλλὰ  μάρτυρα  ἀληθείας  προστησάμενος τῷ  σχήματι,  διὰ  τοῦ ψεύδους τὸν μάρτυρα τῆς κακίας ἐνδείκνυται. Ἀλλὰ καὶ ἡ ψυχὴ ἡ ἡμετέρα, κἂν ἐν

κακίαις ἐμφύρηται, τὸ ὄνομα τὸ ἀγαθὸν ἀσπάζεται. Πολλοὶ γὰρ πολλάκις δυνάσται πλεονεξίαν πνέοντες, καὶ μηδὲν ἕτερον ἐννοοῦντες ἢ ἁρπαγὴν καὶ ἀδικίαν, δυσωποῦνται παρά τινων, ἢ ἀνιέναι τῷ πένητι τὴν ἐπικειμέ

63.758 νην ἀνάγκην, ἢ συγχωρῆσαί τι τοῦ χρέους, ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας, ἢ λυπεῖν νομισθέντας. Καὶ ὁ ἐλθὼν καλῶς πρεσβεῦσαι παρὰ ἀνδρὶ δυνάστῃ καὶ πονηρῷ, οὐκ εὐθέως ἀπὸ τῆς ἀληθείας ἄρχεται, καὶ λέγει

αὐτῷ ὅ ἐστιν, ἀλλὰ προστίθησιν αὐτῷ ὄνομα ἀρετῆς· Ἀνὴρ εἶ,  φησὶν,  ἀγαθός·  διαβεβόηταί  σου τὸ  ὄνομα·  πᾶντες  σου τὰς  εὐπραγίας ᾄδουσι· καὶ  πολλὰ  τοιαῦτα  συνάπτει,  ἵνα  καμφθῇ  τῇ  εὐφημίᾳ,  καὶ  φύγῃ  τὴν

πονηρίαν. Ὅρα πῶς ἡ κακία νικᾶται ταῖς εὐφημίαις τῆς ἀρετῆς· οὐδεὶς κακὸς, κακῶς ἀκούειν βούλεται· ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσις τοὐναντίον αἱρεῖται. Μὴ τοίνυν λέγωμεν, ὅτι Ὁ δεῖνα φύσει καλὸς,

καὶ ὁ δεῖνα φύσει κακός· εἰ γὰρ φύσει ἀγαθὸς, οὐδέποτε δυνήσεται γενέσθαι κακός· καὶ εἰ φύσει κακὸς, οὐκ ἄν ποτε γενήσεται ἀγαθός. Εἰ γὰρ μὴ ἐν τῇ προαιρέσει ἡμῶν ἔκειτο τὸ πονηροὺς εἶναι καὶ  ἀγαθοὺς,  μηδὲ

αὐτεξούσιον  ἡμῶν  τὴν  φύσιν  ὁ φιλάνθρωπος  κατεσκεύασεν, ἐχρῆν  ἅπαντας  εἶναι  κακοὺς  τοὺς  τῆς  φύσεως  κοινωνοῦντας,   καὶ  τοῖς  αὐτοῖς πάθεσιν ὑποκειμένους, ἢ πάντας εἶναι ἐναρέτους· ὅταν δὲ ἴδωμεν  τοὺς

ὁμογενεῖς ἡμῶν, καὶ ὑπὸ τῶν  αὐτῶν  παθῶν  ἐνοχλουμένους,  οὐ τὰ αὐτὰ ἡμῖν ὑπομένοντας, ἀλλὰ καὶ ἐῤῥωμένῳ τῷ λογισμῷ ἡνιοχοῦντας  τὴν φύσιν, καὶ περιγενομένους  τῶν ἀτάκτων σκιρτημάτων, καὶ πάσης τῆς τοῦ

παρόντος βίου εὐημερίας καταγελῶντας, καὶ πρὸς τὴν ἀληθῆ δόξαν ἐπτοημένους, οὐκ εὔδηλον ὅτι τῇ οἰκείᾳ σπουδῇ ταῦτα κατορθοῦν   δύνανται   μετὰ  τὴν   ἄνωθεν   χάριν·  καὶ  ἡμεῖς  τῇ  οἰκείᾳ  ῥᾳθυμία κεχρημένοι 

προδιδόαμεν  ἡμῶν  τὴν  σωτηρίαν, ἐρήμους ἑαυτοὺς καθιστῶντες  τῆς ἐκεῖθεν  εὐνοίας; Μηδεὶς τοίνυν  ἕτερόν  τινα  αἰτιάσθω, ὡς πρὸς τοὺς τῆς ἀρετῆς πόνους αὐτὸν ἐμποδίζοντα, ἀλλὰ τῇ οἰκείᾳ ἀθυμίᾳ τὸ πᾶν

ἐπιγραφέτω· καὶ τί λέγω ἕτερον; μηδὲ αὐτὸν τὸν διάβολον νομιζέτω τις ἱκανὸν εἶναι κωλῦσαι τὴν ἐπὶ τὴν ἀρετὴν   φέρουσαν   ὁδὸν   δύνασθαι·   ἀλλ'   ἀπατᾷ   μὲν   καὶ   ὑποσκελίζει   τοὺς ῥᾳθυμοτέρους, οὐ μὴν κωλύει καὶ

βιάζεται. Καὶ τοῦτο αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα δείκνυσιν, ὅτι ἡνίκα ἂν βουλώμεθα νήφειν, τοσοῦτον τὸν τόνον ἐπιδεικνύμεθα, ὡς μηδὲ πολλῶν  ὄντων  τῶν  προτρεπόντων  ἐπὶ τὴν  τῆς κακίας ὁδὸν ἀνέχεσθαι  τῆς

συμβουλῆς, ἀλλὰ παντὸς ἀδάμαντος στεῤῥοτέρους ἡμᾶς γίνεσθαι, καὶ ἀποφράττειν τοῖς τὰ φαῦλα συμβουλεύουσι τὰς ἀκοάς. Ὅταν δὲ ῥᾳθυμῶμεν, καὶ μηδενὸς ὄντος τοῦ  συμβουλεύοντος   ἢ  ὑποσκελίζοντος,   οἴκοθεν  

κινούμενοι   ἐπὶ   τὴν   κακίαν ὁρμῶμεν. Ἔστι μὲν οὖν καὶ καθ' ἑαυτὴν ἡ ἀρετὴ θαυμαστή· ὅταν δὲ ἐν μέσῳ τῶν

κωλυόντων τυγχάνων τις ταύτην μετίῃ, πολλῷ μᾶλλον θαυμαστοτέραν ταύτην ἀποφαίνει. Οὐ γὰρ ὁ τόπος τὴν ἀρετὴν, ἀλλ' ἡ ἀρετὴ πέφυκε τὸν τόπον σεμνύνειν. Καὶ τῆς μὲν ἑνὸς ἀρετῆς πολλοὶ συναπολαύουσι καὶ τῶν

πονηρῶν· τῇ δὲ πολλῶν κακίᾳ, κἂν εἷς ὁ κατορθῶν ἦ μεταξὺ δήμου πολλοῦ, οὐ συγκαταφέρεται. Καὶ εἷς μὲν ἄνθρωπος ὀρθῶς ζῶν, δῆμον ὁλόκληρον ἐξαρπάσαι δυνήσεται τῆς ὀργῆς τοῦ Θεοῦ· πόλις δὲ ὁλόκληρος

διεφθαρμένη πρὸς τὴν οἰκείαν κόλασιν καὶ τιμωρίαν ἐπισπάσασθαι τὸν εὖ βιοῦντα καὶ καθελεῖν  οὐ δυνήσεται. Καὶ τοῦτο ἀπὸ τοῦ Νῶε δῆλον·  πάντων   γοῦν  ἀπολλυμένων   διεσώζετο  μόνος·  καὶ  ἀπὸ  τοῦ  Μωϋσέως

φανερόν· μόνος γοῦν ἴσχυσε δῆμον τοσοῦτον παραιτήσασθαι. Ἐγὼ δὲ καὶ ἕτερον ἔχω τῆς φιλ 63.759 ανθρωπίας τοῦ Θεοῦ δεῖγμα εἰπεῖν. Ὅταν γὰρ ζῶντας ἀνθρώπους καὶ παῤῥησίαν ἔχοντας μὴ εὕρῃ δυναμένους 

ἐξαιτήσασθαι τοὺς ἡμαρτηκότας, ἐπὶ τοὺς τελευτήσαντας   καταφεύγει,   καὶ  δι'  ἐκείνους   φησὶν   ἀφιέναι   τὰ  ἁμαρτήματα. Ὡσπεροῦν τῷ Ἐζεκίᾳ φησίν· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ ∆αυῒδ τὸν παῖδά

μου, τὸν ἤδη τετελευτηκότα.  Εἶδες πόση τῶν ἁγίων ἡ ἀρετή; οὐ γὰρ τὰ ῥήματα αὐτῶν μόνα, ἀλλὰ καὶ αὐτὰ τὰ ἱμάτια τῇ κτίσει πάσῃ πάντοτέ ἐστιν αἰδέσιμα. Ἡ τοῦ Ἠλίου μηλωτὴ τὸν Ἰορδάνηνἔσχισε· τὰ ὑποδήματα τῶν

τριῶν παίδων τὸ πῦρ κατεπάτησαν· τὸ ξύλον τοῦ Ἑλισσαίου τὰ ὕδατα μετέβαλε, καὶ σίδηρον ὑπὲρ τῆς ἐμφανείας βαστάζειν ἐποίησεν· ἡ ῥάβδος Μωϋσέως τὴν Ἐρυθρὰν ἔσχισε θάλατταν, τὴν πέτραν ἔῤῥηξε· τὰ ἱμάτια

Παύλου δαίμονας ἤλασαν· αἱ σκιαὶ Πέτρου θάνατον ἐφυγάδευσαν· ἡ τέφρα τῶν  ἁγίων  μαρτύρων  πονηροὺς ἀπελαύνει  δαίμονας. ∆ιὰ τοῦτο μετ' ἐξουσίας ἅπαντα πράττουσι καθάπερ ὁ Ἠλίας. Οὐ γὰρ δὴ μόνον ἑώρα τὸ

διάδημα καὶ τὴν ἔξωθεν φαντασίαν τοῦ βασιλέως, ἀλλ' ἑώρα καὶ τὴν ψυχὴν ῥάκια περιβεβλημένην, αὐχμῶσαν, ῥυπῶσαν, καὶ καταδίκου παντὸς ἀθλιώτερον διακειμένην·   καὶ   ἰδὼν   αὐτὸν   αἰχμάλωτον,    καὶ   δοῦλον  

ὄντα   τῶν   παθῶν, κατεφρόνησεν  αὐτοῦ  τῆς  ἀρχῆς· καθάπερ γὰρ ἐπὶ  τῆς  σκηνῆς, ἀλλ' οὐκ ἐπὶ  τῆς ἀληθείας ἐδόκει βασιλέα βλέπειν. Τί γὰρ ὄφελος τῆς ἔξωθεν εὐπορίας, ὅταν τὰ ἔνδον ἐν πενίᾳ τοσαύτῃ ᾖ; τί δὲ βλάβος

τῆς ἔξωθεν πενίας, ὅταν ἔνδον τοσοῦτος ἀποκέηται θησαυρός; Τοιοῦτος λέων ἦν καὶ ὁ μακάριος Παῦλος· εἰσελθὼν γὰρ εἰς τὸ δεσμωτήριον, καὶ βοήσας μόνον, τὰ θεμέλια ἔσεισε, τὰ δεσμὰ κατέφαγεν, οὐκ ὀδοῦσι

χρησάμενος, ἀλλὰ ῥήμασι. ∆ιόπερ οὐχὶ λέοντας αὐτοὺς μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον  λεόντων   χρὴ  καλεῖν.  Ὁ  μὲν  γὰρ  λέων  εἰς  δίκτυον  πολλάκις  ἐμπεσὼν ἁλίσκεται· οἱ δὲ ἅγιοι δεθέντες, τότε ἰσχυρότεροι γίνονται·

ὁ λέων φθέγγεται, καὶ τὰ θηρία φυγαδεύει πάντα· ὁ ἅγιος φθέγγεται, καὶ τοὺς δαίμονας φυγαδεύει πάντοθεν. Ἀλλὰ τίς λόγος ἀρκεῖ τοῖς Παύλου κατορθώμασιν, ἢ ποία δυνήσεται γλῶσσα ἐφικέσθαι τῶν ἐγκωμίων  τῶν

τούτου; Εἴτε γὰρ προφῆται ἐπεδείξαντό τι γενναῖον, εἴτε  πατριάρχαι,  εἴτε  δίκαιοι,  εἴτε  ἀπόστολοι,  εἴτε  μάρτυρες, πάντα  ταῦτα  ὁμοῦ συλλαβὼν ἔχει μετὰ τοσαύτης ὑπερβολῆς, μεθ' ὅσης οὐδεὶς ἐκείνων  ὅπερ ἕκαστος

εἶχε καλὸν  ἐκέκτητο. Ὅταν οὖν ἅπαντα  τὰ ἐν ἀνθρώποις  καλὰ συλλαβοῦσα ἔχῃ ψυχὴ μία, καὶ πάντα μεθ' ὑπερβολῆς, οὐ μόνον δὲ τὰ τῶν ἀνθρώπων,  ἀλλὰ καὶ τὰ τῶν  ἀγγέλων,  πῶς  περιεσόμεθα ἐκ τοῦ  μεγέθους  τῶν 

ἐγκωμίων;  πόσης οὐκ ἂν εἴημεν καταγνώσεως  ἄξιοι, ὅταν ἑνὸς ἀνθρώπου πάντα συνειλοχότος ἐν ἑαυτῷ τὰ καλὰ, ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος αὐτοῦ μιμεῖσθαι σπουδάζωμεν; Ἐκ πολλῶν μὲν γὰρ καὶ ἄλλων

κατορθωμάτων ὁ πατριάρχης θαυμάζεται Ἀβραὰμ, μάλιστα δὲ ἐκ τοῦ τὸν υἱὸν καταθῦσαι τὸν ἑαυτοῦ. Ὁ δὲ Ἰσαὰκ ἐπὶ τῇ ἀνεξικακίᾳ, ὅτι τῶν οἰκείων ἐλαυνόμενος ὅρων, οὐκ ἐπεξῄει, ἀλλὰ παρεχώρει πανταχοῦ τῶν οἰκείων

κτημάτων, ἕως τῶν λυπούντων τὴν ἄδικον ἐκόρεσεν ἐπιθυμίαν. Καὶ ὁ Ἰακὼβ δὲ ἐπὶ τῇ καρτερίᾳ καὶ τῇ ὑπομονῇ, καὶ ὁ ∆αυῒδ ἐπὶ τῇ πραότητι, καὶ ὁ Ἠλίας, ὅτι ὑπὲρ τοῦ ∆εσπότου ἐζήλωσεν. Ἀλλὰ τί Παύλου γένοιτ' ἂν ἴσον,

ὃς πάντα 63.760 ταῦτα ὁμοῦ συλλαβὼν ἔχει  μεθ'  ὑπερβολῆς;  Οὐδὲ  γὰρ  υἱὸν  κατέθυσεν  οὗτος,  ἀλλ'  ἑαυτὸν  μυριάκις

κατέλυσε· καὶ οὐδὲ τῶν οἰκείων ὅρων ἠλαύνετο μόνον, ἀλλὰ καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς ὅσην ἥλιος ἐφορᾷ γῆν, ὥσπερ τις ὑπόπτερος περιῆλθε, συρόμενος, τυπτόμενος.

λιθαζόμενος, καὶ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκων· οὐδὲ δὶς ἑπτὰ ἔτη ἐδούλευσε συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἀλλὰ τὸν ἅπαντα βίον ἐν λιμῷ καὶ γυμνότητι καὶ ἁλύσεσι καὶ δεσμωτηρίοις

καὶ ἐπιβουλαῖς καὶ κινδύνοις  διατελῶν.  Ἐπιείκειαν δὲ καὶ πραότητα τίς μὲν μᾶλλον, τίς δὲ ἴσον· τῆς Παύλου ψυχῆς ἀμφότερα ταῦτα κατώρθωσεν; Εἰ δὲ τὸν  ζῆλον  ἴδοις  αὐτοῦ, τοσοῦτον ὄψει  κρατοῦντα  τοῦ Ἠλίου, ὅσον

ἐκεῖνος  τῶν ἄλλων  προφητῶν  περιῆν.  Ἀλλ' ὁ Ἰωάννης  ἀκρίδας ἤσθιε καὶ μέλι  ἄγριον· ἀλλ' οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον οὐ σιτούμενος, πολὺ δὲ

εὐτελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας  εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν. Λείπεται πρὸς τοὺς ἀγγέλους αὐτὸν ἐξισῶσαι λοιπόν. Καὶ μηδεὶς τόλμαν καταγινωσκέτω  τοῦ

λόγου· εἰ γὰρ τὸν  Ἰωάννην  ἄγγελον  ἐκάλεσεν  ἡ Γραφὴ, τί θαυμαστὸν εἰ τὸν ἁπάντων ἀμείνω ταῖς δυνάμεσι παραβάλωμεν ἐκείναις; Καὶ γὰρ τί ποτέ ἐστιν ἄνθρωπος, καὶ ὅση τῆς φύσεως τῆς ἡμετέρας ἡ εὐγένεια, καὶ ὅσης

ἐστὶ δεκτικὸν ἀρετῆς τουτὶ τὸ ζῶον, ἔδειξε μάλιστα πάντων ἀνθρώπων  Παῦλος· καὶ νῦν ἕστηκεν ἐξ οὗ γέγονε, λαμπρᾷ τῇ φωνῇ  πρὸς ἅπαντας τοὺς ἐγκαλοῦντας  ἡμῶν τῇ κατασκευῇ ἀπολογούμενος ὑπὲρ τοῦ ∆εσπότου, καὶ

δεικνὺς ὅτι ἀγγέλων  καὶ ἀνθρώπων οὐ πολὺ τὸ μέσον, ἐὰν ἑαυτοῖς προσέχειν ἐθέλωμεν. Οὐ γὰρ ἄλλην φύσιν λαχὼν,  οὐδὲ ἑτέρας κοινωνήσας  ψυχῆς, οὐδὲ ἄλλον  οἰκήσας κόσμον, ἀλλ' ἐν τῇ αὐτῇ γῇ καὶ χώρᾳ καὶ νόμοις

καὶ ἔθεσι τραφεὶς, πάντας ἀνθρώπους ὑπερηκόντισε τοὺς ἐξ οὗ γεγόνασιν ἄνθρωποι γενομένους· καὶ ὡς ἂν νεκρὸς πρὸς νεκρὸν ἀκίνητος γένοιτο,  οὕτω  μετὰ  ἀκριβείας  τῆς  φύσεως  τὰ  σκιρτήματα  κατευνάζων,  οὐδὲν

οὐδέποτε πρὸς οὐδὲν ἀνθρώπινον  ἔπαθε. Καθάπερ γὰρ ἐπὶ τῶν  χρημάτων  ὁ δύο κερδάνας χρυσίνους, πλείονα λαμβάνει προθυμίαν πρὸς τὸ δέκα καὶ εἴκοσι συλλέξαι καὶ συναγαγεῖν,  οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς γίνεται·  ὁ

ποιήσας τι καλὸν  ἔργον καὶ κατορθώσας, τῆς  ἐργασίας παράκλησίν  τινα  λαμβάνει  καὶ  παραίνεσιν,  ὥστε καὶ ἑτέρων πλειόνων  ὁμοίως ἅψασθαι. Καὶ μή μοι λεγέτω τις, ὅτι πολλοὶ κατώρθωσαν· οὐ γὰρ τοῦτό ἐστι τὸ

ζητούμενον, ἀλλ' ἵνα πάντες. Οὐχ ὁρᾷς καὶ ἐπὶ τοῦ σώματος τοῦτο γινόμενον; ἐὰν γὰρ τὸν ὄνυχα μόνον προσπταίσαντες ἀνατρέψωμεν, ὅλον τῷ μέλει συναλγεῖ τὸ σῶμα. Μὴ τοίνυν τοῦτο εἴπῃς, ὅτι ὀλίγοι τινὲς ὑπελείφθησαν

οἱ μὴ κατορθώσαντες·  ἀλλ' ἐκεῖνο  σκόπει, ὅτι  οὗτοι  οἱ ὀλίγοι  οἱ μὴ διορθώσαντες πολλοὺς διαφθεροῦσιν ἑτέρους. Καὶ γὰρ εἷς ἦν ὁ πεπορνευκὼς παρὰ Κορινθίοις, καὶ ὅμως οὕτως ἔστενεν ὁ Παῦλος, ὡς ὅλης τῆς πόλεως

ἀπολωλυίας· καὶ μάλα εἰκότως· ᾔδει γὰρ ὅτι μὴ σωφρονισθέντος ἐκείνου, ταχέως τὸ νόσημα ὁδῷ βαδίζον καὶ τοὺς ἄλλους ἐπιδραμεῖται  πάντας. Εἰ γὰρ ἐν τοῖς μέλεσι τὸ σεσηπὸς καὶ ἀνιάτως  ἔχον ἐκκόπτομεν,  φοβούμενοι 

63.761 μὴ καὶ τὸ λοιπὸν  τὴν  αὐτὴν  λύμην  ὑποδέξηται σῶμα,  καὶ   ποιοῦμεν   τοῦτο,   οὐκ   ἐκείνου   καταφρονοῦντες,   ἀλλὰ   τὸ   λοιπὸν διαφυλάξαι  μᾶλλον  βουλόμενοι· πόσῳ μᾶλλον  ἐπὶ τῶν  συνόντων  ἡμῖν ἐπὶ

κακίᾳ τοῦτο πράττειν ἀναγκαῖον; Εἰ μὲν γὰρ δυνάμεθα κἀκείνους διορθῶσαι, καὶ αὐτοὶ μὴ παραβλαβῆναι,  πάντα  ποιεῖν  χρή· εἰ  δὲ  κἀκεῖνοι  μένοιεν  ἀδιόρθωτοι,  καὶ  ἡμᾶς παραβλάπτοιεν,  ἐκκόπτειν  αὐτοὺς  καὶ ῥίπτειν

 ἀναγκαῖον.  Εἰ γὰρ υἱοὺς  φαύλους ἔχοντες ἐκκηρύττομεν, καὶ οὐδὲ τὴν φύσιν αἰδούμεθα, πολλῷ μᾶλλον τοὺς συνήθεις καὶ γνωρίμους φεύγειν δεῖ πονηροὺς ὄντας. Ἀλλὰ σκανδαλίζονται, φησὶ, καὶ κακῶς ὑποπτεύουσι. Καὶ

τί τοῦτο; σὺ σαυτὸν τίμησον, καὶ οὐδείς σε ὑβρίσαι δυνήσεται· ἂν δὲ σὺ σαυτὸν ἀτιμάζῃς, κἂν ἄπαντές σε τιμήσωσιν, οὐ τιμηθήσῃ ποτέ. Ὁ μὲν γὰρ πονηροῦ δόξαν λαβὼν ἀγαθὸς ὢν, οὐδὲν ἐντεῦθεν βλάπτεται εἰς τὸ εἶναι

τοιοῦτος οἷός ἐστιν· ἀλλ'  ὁ ὑποπτεύσας εἰκῆ καὶ μάτην,  τὴν  ἐσχάτην  δίδωσι δίκην·  ὁ δὲ

πονηρὸς  ἂν ἐπὶ  τοῖς  ἐναντίοις  ὑποπτεύηται,  οὐδὲν  ἐντεῦθεν  κερδανεῖ, ἀλλὰ  καὶ κρῖμα ἕξει  μεῖζον,  καὶ  εἰς  πλείονα  ἥξει  ῥᾳθυμίαν.  Ὁ μὲν  γὰρ  ὢν  τοιοῦτος  καὶ ὑποπτευόμενος, κἂν ταπεινωθείη καὶ ἐπιγνοίη τὰ

ἁμαρτήματα ἑαυτοῦ· ὅταν δὲ λανθάνῃ, καὶ εἰς ἀναλγησίαν ἐκπίπτει. Εἰ γὰρ πάντων  κατηγορούντων  μόλις διανίστανται οἱ πλημμελοῦντες εἰς τὸ κατανύττεσθαι· ὅταν μὴ μόνον κατηγορῶσιν, ἀλλὰ  καὶ ἐπαινῶσί  τινες 

αὐτοὺς, πότε ἀναβλέψαι  δυνήσονται; Ὥστε οὐ δυνατὸν τοὺς   ἐν   ἀρετῇ  ὄντας   παρὰ  πάντων   ἀκούειν   καλῶς,   οὐδὲ  ἔστι  τὸν   ἀρετῆς ἐπιμελούμενον  μὴ πολλοὺς ἔχειν ἐχθρούς· ἡ γὰρ παρὰ πάντων  εὐφημία

τεκμήριον ἂν εἴη μέγιστον τοῦ μὴ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον. Πῶς γὰρ παρὰ πάντων ἐπαινεθείη ὁ τοιοῦτος, εἰ βούλοιτο τοὺς ἀδικουμένους ἐξαρπάζειν τῶν ἀδικούντων; Πάλιν, εἰ βούλοιτο διορθοῦν τοὺς

ἁμαρτάνοντας, καὶ ἐπαινεῖν  τοὺς κατορθοῦντας, οὐκ εἰκὸς τοὺς μὲν ἐπαινεῖν, τοὺς δὲ ψέγειν; Ὥστε τὸν μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντα, καὶ τὸν παρὰ τοῦ Θεοῦ μόνον δεχόμενον ἔπαινον, ἀδύνατον ἂν εἴη παρὰ πάντων 

ἀνθρώπων  ἐπαινεῖσθαι  καὶ καλῶς  ἀκούειν.  Πολλὴν γὰρ ἀεὶ τὴν  μανίαν ἐπιδείκνυται ἡ κακία κατὰ τῆς ἀρετῆς· ἀλλ' οὐ μόνον οὐδὲν αὐτὴν βλάπτει, ἀλλὰ καὶ τῷ πολεμεῖν ἰσχυροτέραν ταύτην ἀπεργάζεται. Τοσαύτη γὰρ

τῆς ἀρετῆς ἡ ἰσχὺς, ὅτι καὶ  ἐν  τῷ  πάσχειν   τῶν   τοιούτων   περιγίνεται,   καὶ  ἐν  τῷ  πολεμεῖσθαι  τῶν πολεμούντων  ἀνωτέρα καθίσταται. Ἐννόησον γάρ μοι τὸν Ἄβελ· οὐχὶ ἀνῃρέθη ὑπὸ τοῦ  Κάϊν; ἀλλ'  ὁ  μὲν 

ἀναιρεθεὶς  ἐξ  ἐκείνου  μέχρι  τοῦ  νῦν  ἀνακηρύττεται  καὶ στεφανοῦται, καὶ ὁ τοσοῦτος χρόνος τὴν μνήμην οὐκ ἐμάρανεν· ὁ δὲ ἀνελὼν  καὶ περιγενόμενος καὶ τότε ζωὴν βαρυτέραν θανάτου ὑπέμεινε, καὶ ἐξ ἐκείνου μέχρι

τοῦ νῦν στηλιτεύεται, καὶ τὰς παρὰ πάντων  κατηγορίας δέχεται. Καὶ ταῦτα μὲν ἐν τῷ παρόντι  βίῳ· τὰ δὲ ἐν τῷ μέλλοντι  αἰῶνι  ποῖος λόγος, ποία διάνοια  παραστῆσαι δυνήσεται;  Ἄκουσον  δὲ  καὶ  τοῦ  Χριστοῦ λέγοντος·

 Ὡμοιώθη  ἡ  βασιλεία  τῶν οὐρανῶν  ζύμῃ, ἣν  λαβοῦσα γυνὴ  ἔκρυψεν  εἰς  ἀλεύρου  σάτα τρία.  Ὥστε ζύμης δύναμιν ἔχουσιν οἱ δίκαιοι, ἵνα πρὸς τὴν ἑαυτῶν ποιότητα τοὺς πονηροὺς μεταστήσωσιν. Ἀλλ' ὀλίγοι οἱ

δίκαιοι· καὶ γὰρ καὶ ἡ ζύμη μικρά· ἀλλ' ἡ μικρότης ἐκείνη ἅπαν τὸ φύραμα πρὸς ἑαυτὴν  μεθίστησι διὰ τῆς ἐνούσης αὐτῇ δυνάμεως. Οὕτω καὶ ἡ 63.762 δύναμις τῶν δικαίων οὐκ ἐν τῇ ποσότητι τοῦ ἀριθμοῦ, ἀλλ' ἐν τῇ τοῦ

Πνεύματος χάριτι τὴν ἰσχὺν ἔχει· καὶ ὅπως, ἄκουε. ∆ώδεκα ἦσαν οἱ ἀπόστολοι· εἶδες πῶς μικρὰ ἡ ζύμη; ὅλη ἡ οἰκουμένη ἐν ἀπιστίᾳ ἦν· εἶδες πόσον τὸ φύραμα; ἀλλ' ἐκεῖνοι οἱ δώδεκα πᾶσαν τὴν οἰκουμένην  εἰς ἑαυτοὺς

ἐπέστρεψαν. Καὶ γὰρ καὶ ἡ ζύμη καὶ τὸ φύραμα τῆς αὐτῆς φύσεως, ἀλλ' οὐ τῆς αὐτῆς ποιότητος. Εἰ δὲ βούλει καὶ ἑτέρωθεν γνῶναι ὅσον δύναται πλέον παῤῥησία δικαίου δυναστείας τυραννικῆς, τοῦ Ἰωάννου ἄκουσον

λέγοντος τῷ Ἡρώδῃ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν τοῦ ἀδελφοῦ σου γυναῖκα.  Ὁ Ἡρώδης, βασιλεὺς, δορυφόρους ἔχων,  πλοῦτον  περιβεβλημένος, δυναστεύων δυναστείαν βασιλικήν· ὁ Ἰωάννης, πτωχὸς, ἀνέστιος, ἄπολις,

ἀκτήμων, ἄσιτος, ἀκρίδας ἐκ βοτανῶν ἐσθίων καὶ μέλι ἄγριον. Ἀλλ' οὗτος ὁ πτωχὸς, ὁ ἐν ταῖς ἐρήμοις   πορευόμενος,   τῷ   τῶν   πολυάνδρων    ἄρχοντι   πόλεων   ἐξ   αὐθεντίας προστάττει, Οὐκ ἔξεστί σοι. Βλέπεις πῶς

κατὰ φύσιν τῇ ἀρετῇ τὸ ἄρχειν τῆς κακίας; Ἀλλ' ὑπὲρ τούτων ἐμβάλλεται εἰς δεσμωτήριον ὁ δίκαιος· γίνεται τὸ πικρὸν ἐκεῖνο συμπόσιον,  καὶ  εἴσεισιν  ὀρχούμενον  τὸ  κοράσιον  ἐν  μέσῳ  τοῦ  συμποσίου, καὶ ἀρέσκει τῷ

Ἡρώδῃ καὶ τοῖς συνανακειμένοις, ὥστε τὸν Ἡρώδην ὀμόσαι, Αἴτησαι ὃ θέλεις, καὶ δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Βλέπεις ποῦ τὴν βασιλείαν ἀπέῤῥιψεν; Ὃ ἐὰν αἰτήσῃς, δώσω σοι, καὶ ἕως ἡμίσους τῆς βασιλείας

μου. Ἄθλιε καὶ ταλαίπωρε, οὕτω προδιεφθάρης τῆς διανοίας τοὺς ὀφθαλμούς; τοσούτου κρίνεις τὴν βασιλείαν  ἀξίαν;  ἅπαξ  ὠρχήσατο  τὸ  κοράσιον, καὶ  ἀπεδίδοσο τὸ  ἥμισυ· ἐὰν  δὲ δεύτερον  ὀρχήσηται, τί ποιήσεις;

Εὖξαι μὴ πάλιν  αὐτὴν  ὀρχήσασθαι, ἢ μὴ πάλιν ὀρχησαμένην  εὐδοκιμεῖν·  εἰ  δὲ  μὴ, λείπεταί  σοι τὸ  προσαιτεῖν.  Οἱ γὰρ  πρὸς τὰ

παρόντα κεχηνότες, κἂν μυριάκις πλουτῶσι, κἂν δυναστείαν ὦσι περιβεβλημένοι πολλὴν, ἐν τάξει δούλων  καὶ ἀνδραπόδων  τοῖς τὴν ἀρετὴν μετιοῦσίν εἰσιν. Ἔστω γάρ τις βασιλεὺς πονηρὸς, καὶ ἰδιώτης χρηστός· ἴδωμεν τίς

τίνος κύριός ἐστι, καὶ ποῦ τὰ τῆς δεσποτείας διαλάμπει· καὶ τίς ὁ κρατῶν, καὶ τίς ὁ κρατούμενος. Πῶς οὖν εἰσόμεθα  τοῦτο;  Ἐπιτάττει   τῷ   ἰδιώτῃ   ὁ  βασιλεὺς  πονηρόν   τι   πρᾶγμα,  καὶ πλημμελείας γέμον· τί οὖν ὁ

χρηστὸς ἰδιώτης καὶ ὑπήκοος; Οὐ μόνον οὐκ εἴξει οὐδὲ ὑπακούσεται, ἀλλὰ πειράσεται καὶ τὸν ἐπιτάττοντα ἀπαγαγεῖν τοῦ προκειμένου, κἂν ἀποθανεῖν  δέῃ. Τίς οὖν  ἐλεύθερος;  ὁ ποιῶν  ὃ βούλεται,  καὶ  μηδὲ  τὸν  βασιλέα

δεδοικὼς, ἢ ὁ παρὰ τοῦ ὑπηκόου καταφρονούμενος; Ὥσπερ γὰρ ὁ αἰχμάλωτος, κἂν μυρίον ἔχῃ πλοῦτον, διὰ τοῦτο αὐτὸ μάλιστα πᾶσιν εὐάλωτός ἐστιν· οὕτω καὶ ὁ ὑπὸ τῶν  παθῶν  ἁλισκόμενος, κἂν αὐτὸ περικέηται  τὸ

διάδημα, ἀράχνης  πάσης ἐστὶν εὐτελέστερος. Τί τοίνυν ἐλεεινότερον γένοιτο τῶν τὴν κακίαν μετιόντων, ὅταν καὶ αὐτῆς τῆς προσηγορίας τοῦ καλεῖσθαι ἄνθρωποι ἀποστερῶνται, καὶ τιμωρίαν ὑπέχωσιν, ὅτι πολλὰς ἀπὸ τῆς

φύσεως ἀφορμὰς δεξάμενοι, ταύτας προδεδώκασιν, ἑκόντες  ὑποσυρέντες, καὶ  πρὸς τὴν  κακίαν  αὐτομολήσαντες;  Εἰ γὰρ ὁ τὸ δοθὲν ἀποδιδοὺς πονηρὸς, ἐπεὶ μὴ ἐδιπλασίασεν, ὁ καὶ τοῦτο διαφθείρας, τί ἀκούσεται; Εἰ

ἐκεῖνος δεθεὶς 63.763 ἐξηνέχθη, ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ἡμεῖς τι πεισόμεθα μυρίων ἡμᾶς ἑλκόντων ἐπ' ἀρετὴν, ἀναδυόμενοι καὶ ὀκνοῦντες; οὐχ ὁρᾷς τὸ εὐτελὲς τοῦ βίου καὶ τὸ ἄδηλον τῆς ζωῆς, καὶ τὸν ἐν τοῖς παροῦσι

πόνον; Μὴ γὰρ τὴν μὲν ἀρετὴν μετὰ πόνου, τὴν δὲ κακίαν ἄνευ πόνων ἔστι μετελθεῖν; Εἰ οὖν καὶ ἐνταῦθα καὶ ἐκεῖ πόνος, διὰ τί μὴ ταύτην εἵλου τὴν πολὺ κέρδος ἔχουσαν; Μὴ οὖν, ἐὰν ἱερέα ἴδῃς ἀνάξιον, τὴν ἱερωσύνην

διάβαλλε· οὐ γὰρ τὸ πρᾶγμα διαβάλλειν δεῖ, ἀλλὰ τὸν κακῶς τῷ καλῷ κεχρημένον· ἐπεὶ καὶ Ἰούδας προδότης ἐγένετο, ἀλλ' οὐ κατηγορία τοῦτο τῆς ἀποστολῆς, ἀλλὰ τῆς ἐκείνου γνώμης· καὶ ἰατροὶ πολλοὶ δήμιοι ἐγένοντο,

καὶ δηλητήρια δεδώκασιν ἀντὶ φαρμάκων· ἀλλ' οὐ τὴν τέχνην διαβάλλω, ἀλλὰ τὸν κακῶς τῇ τέχνῃ  χρησάμενον· καὶ ναῦται  πολλοὶ  κατεπόντισαν  πλοῖα, ἀλλ' οὐχ ἡ ναυτιλία, ἀλλ' ἡ κακὴ γνώμη ἐκείνων. Ἀνάγκη μὲν

ἐλθεῖν τὰ σκάνδαλα, φησί· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι' οὗ τὰ σκάνδαλα ἔρχεται. Τί οὖν; ἡ πρόῤῥησις αὐτοῦ τὰ σκάνδαλα ἄγει; Οὐχ ἡ πρόῤῥησις αὐτοῦ, ἄπαγε, οὐδὲ ἐπειδὴ προεῖπεν, διὰ τοῦτο γίνεται,  ἀλλ' ἐπειδὴ 

πάντως  ἔμελλεν  ἔσεσθαι, διὰ  τοῦτο  προεῖπεν·  ὡς  εἴ  γε  μὴ ἐβούλοντο  οἱ  φέροντες  αὐτὰ  πονηρεύεσθαι,  οὐδ'  ἂν  ἦλθον·  εἰ  δὲ  μὴ  ἔμελλον ἔρχεσθαι, οὐδ' ἂν προεῤῥήθη· ἐπειδὴ δὲ ἐκακούργησαν ἐκεῖνοι, καὶ ἀνίατα

ἐνόσησαν, ἦλθον,  καὶ προλέγει  τὸ μέλλον  ἔσεσθαι. Καὶ εἰ διωρθώθησαν  ἐκεῖνοι,  φησὶ, καὶ μηδεὶς ἦν ὁ τὰ σκάνδαλα κομίζων, οὐκ ἔμελλεν ὁ λόγος οὗτος ψευδὴς ἀναλίσκεσθαι; Οὐδαμῶς· οὐ γὰρ ἂν ἐλέχθη· εἰ γὰρ ἔμελλον

διορθοῦσθαι πάντες, οὐκ ἂν εἶπεν, ὅτι Ἀνάγκη ἐλθεῖν·  ἀλλ' ἐπειδὴ  προῄδει ἀδιορθώτους  ἐσομένους οἴκοθεν,  διὰ τοῦτο εἶπεν  ὅτι  πάντως  ἥξουσι. Καὶ τίνος  ἕνεκεν  αὐτοὺς  οὐκ ἀνεῖλε,  φησίν;  Ὅτι οὐκ ἐκεῖθεν  οἱ 

βλαπτόμενοι  ἀπόλλυνται,  ἀλλ' ἐκ τῆς  ἑαυτῶν  ῥᾳθυμίας· εἰ  δὲ  παρὰ σκάνδαλα  ἡ  ἀπώλεια,  πάντας  ἀπολέσθαι  ἔδει.  Ὥστε  ἂν  νήφωμεν,   οὐ  μικρὸν ἐντεῦθεν καρπούμεθα κέρδος, τὸ διηνεκῶς ἐγρηγορέναι. Εἰ γὰρ καὶ

πολεμίων ὄντων καὶ τοσούτων πειρασμῶν ἐπικειμένων καθεύδομεν, τίνες ἂν εἴημεν ἐν ἀδείᾳ ζῶντες; Καὶ, εἰ βούλει, τὸν πρῶτον ἄνθρωπον σκόπει. Εἰ γὰρ ὀλίγον χρόνον, τάχα δὲ οὐδὲ ἡμέραν ὅλην ἐν τῷ παραδείσῳ ζήσας,

καὶ τρυφῆς ἀπολαύσας, εἰς τοσοῦτον ἤλασε κακίας, ὡς καὶ ἰσοθεΐαν φαντασθῆναι,  καὶ τὸν ἀπατεῶνα  εὐεργέτην  νομίσαι, καὶ μηδεμιᾶς κατασχεῖν ἐντολῆς· εἰ καὶ τὸν ἐφεξῆς βίον ἔζη, τί οὐκ ἂν εἰργάσατο; Ὅταν γὰρ ἅπαξ

τις ἐλευθερωθεὶς τῶν κακῶν μὴ σωφρονισθῇ, πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων. Καὶ γὰρ ἀπὸ πολλῶν τοῦτον σωφρονισθῆναι ἔδει, ἀπό τε τοῦ παθεῖν πρότερον, ἀπό τε τοῦ ἀπαλλαγῆναι,  ἀπό τε τοῦ προσδοκᾷν

χείρονα πείσεσθαι, εἰ μὴ μεταβάλλοιτο· ὅταν δὲ μηδενὶ τούτων γένηται βελτίων, πῶς οὐ πολλῷ χαλεπώτερα

πείσεται τῶν προτέρων κακῶν; Καὶ γὰρ ὁ Φαραὼ ἐκ πρώτης τῆς πληγῆς εἰ ἐπαιδεύ
63.764 θη, οὐκ ἂν ἔλαβε πεῖραν  τῶν  ὑστέρων, οὐκ ἂν μετὰ ταῦτα ἅμα αὐτῷ  τῷ στρατεύματι κατεποντίσθη παντί. Ἀλλ' ὁ ὑπὸ τοῦ δεσμοῦ γινόμενος καλὸς, οὐκ ἔσται ποτὲ  καλὸς,  ἀλλὰ   τῆς  ἀνάγκης   ἀπαλλαγεὶς  

ἐπανήξει   πάλιν.   Μὴ  οὖν  τοῦτο ἐρωτῶντες λέγωμεν, Ὁ μηδὲν πεποιηκὼς κακὸν μηδὲ ἀγαθὸν, ποῖον δέξεται τόπον; τὸ γὰρ μὴ ποιῆσαι ἀγαθὸν, τοῦτο ποιῆσαί ἐστι κακόν. Εἰ γάρ τινα οἰκέτην ἔχεις, μηδὲ κλέπτοντα, μήτε

ὑβρίζοντα, μήτε ἀντιλέγοντα,  ἀλλὰ καὶ μέθης κρατοῦντα καὶ τῶν ἄλλων  ἁπάντων, καθήμενον δὲ διαπαντὸς ἀργὸν, καὶ οὐδὲν τῶν ὀφειλόντων  παρ' οἰκέτου δεσπότῃ πληροῦσθαι ποιοῦντα, οὐ μαστιγώσεις, οὐ στρεβλώσεις

αὐτὸν, εἰπέ μοι; καὶ μὴν οὐδὲν εἰργάσατο κακόν· αὐτὸ μὲν οὖν ἐστι κακὸν τοῦτο τὸ μὴ ποιεῖν ἀγαθόν. Ἔστω καὶ γεωργός τις ἡμῖν, καὶ μηδὲν λυμαινέσθω τῶν  ἡμετέρων, μήτε ἐπιβουλευέτω, μήτε κλεπτέτω, μόνον δὲ τὰς

αὐτοῦ χεῖρας δήσας οἴκοι καθεζέσθω, μήτε σπείρων, μήτε αὔλακα τέμνων,  μήτε ἄμπελον θεραπεύων, μήτε ἄλλο τι τῶν περὶ τὴν γῆν πονῶν·  ἆρα οὐ κολάσομεν τὸν τοιοῦτον; καίτοι γε οὐδὲν ἠδίκησεν, οὐδὲ  ἔχομεν  ἐγκαλεῖν

 τι  αὐτῷ·  ἀλλ' αὐτὸ  μὲν  οὖν  τοῦτο  ἠδίκησε. Καὶ ἐπὶ  τοῦ σώματος  δὲ  τοῦ  ἡμετέρου,  ἔστω  ἡ  χεὶρ  μὴ  πλήττουσα  τὴν   κεφαλὴν,   μηδὲ ἐκκόπτουσα τὴν γλῶτταν, μηδὲ ἐξορύττουσα τὸν ὀφθαλμὸν, μηδὲ ἄλλο τι

τοιοῦτον ἐργαζομένη κακὸν, μόνον  δὲ ἀργὴ μενέτω,  καὶ τὴν  παρ' ἑαυτῆς  λειτουργίαν  μὴ πληρούτω   τῷ  παντὶ   σώματι·  ἆρα  οὐκ  ἄξιον  ἐκκοπῆναι   αὐτὴν,  ἢ  περιφέρειν ἀργοῦσαν καὶ παντὶ λυμαινομένην  τῷ σώματι;

Τί δὲ, ἂν τὸ στόμα μὴ κατεσθίῃ τὴν χεῖρα, μηδὲ δάκνῃ τὸ στῆθος, τὰ δὲ παρ' ἑαυτοῦ ἐλλείπῃ πάντα, οὐ βέλτιον ἐμπεφράχθαι μᾶλλον; Εἰ τοίνυν ἐπὶ τούτων οὐ μόνον τὸ κακόν τι μὴ πρᾶξαι, ἀλλὰ καὶ ἡ τῶν ἀγαθῶν ἔλλειψις 

ἀδικία μεγάλη, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν. Εἴθε μὲν γὰρ δυνατὸν ἦν ὑπὲρ ὑμῶν ἐμὲ κατορθοῦν, καὶ τὰ ἔπαθλα ὑμᾶς λαμβάνειν τῶν  κατορθωμάτων,  καὶ οὐκ ἂν  τοσοῦτον  ἠνώχλησα.  Ὥσπερ γὰρ μήτηρ ὁρῶσα

παιδίον πυρέττον, παρεστῶσα ἀχθομένῳ  καὶ καιομένῳ, θρηνοῦσα πολλάκις  εἶπεν· Εἴθε μοι δυνατὸν  ἦν, τέκνον, τὸν πυρετὸν ἀναδέξασθαι τὸν σὸν, καὶ ἐπ' ἐμαυτὴν ἑλκύσαι τὴν φλόγα· οὕτω κἀγὼ λέγω, Εἴθε δυνατὸν ἦν ἐμὲ

πονέσαντα ὑπὲρ ὑμῶν κατορθῶσαι πάντων.  Ἀλλ' οὐκ  ἔστι τοῦτο,  οὐκ  ἔστιν.  Ὁ τοίνυν  δυνάμενος  καὶ ἑτέρους διορθῶσαι, μιγνύσθω  τοῖς μέλλουσι δέχεσθαι τὴν θεραπείαν, καὶ ποιείτω βελτίους· ὁ δὲ ἀτονώτερος ὢν,

φευγέτω τοὺς πονηροὺς, ὥστε μὴ τὴν παρ' ἐκείνων δέχεσθαι λύμην· οὕτω γὰρ καὶ τὸν παρόντα βιώσεται βίον μετὰ ἀσφαλείας, καὶ τῶν μελλόντων ἐπιτεύξεται ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ

φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ'  οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.