Δευτέρα, 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ ΚΑʹ. Περὶ ἀρχῆς καὶ ἐξουσίας καὶ δόξης.


ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ ΚΑʹ. Περὶ  ἀρχῆς καὶ ἐξουσίας καὶ δόξης.
Ὁ μακάριος λέγεται Κωνσταντῖνος, τῆς εἰκόνος αὐτοῦ καταλευσθείσης ποτὲ, παροξυνάντων  αὐτὸν πολλῶν, ἐπεξελθεῖν τοῖς ὑβρικόσι καὶ δίκην ἀπαιτῆσαι, λεγόντων,   ὅτι   πᾶσαν  αὐτοῦ   τὴν   ὄψιν   ἔτρωσαν   τοῖς   λίθοις   ἐξακοντίζοντες, ψηλαφήσας ἑαυτοῦ τῇ χειρὶ τὸ πρόσωπον, καὶ ἠρέμα μειδιάσας εἰπεῖν, ὅτι Οὐδαμοῦ πληγὴν  ἐπὶ τοῦ μετώπου ὁρῶ γεγενημένην·  ἀλλ'  ὑγιὴς μὲν ἡ κεφαλὴ, ὑγιὴς δὲ ἡ ὄψις  ἅπασα· κἀκείνους  ἐρυθριάσαντας  καὶ  αἰσχυνθέντας  ἀποστῆναι  τῆς  ἀδίκου ταύτης συμβουλῆς ἐποίησεν. Εἰ δὲ παρὰ ἀνθρώποις  τοσαύτης ἀπέλαυσε δόξης δι' ἐκεῖνο τὸ ῥῆμα, πόσων ἀγαθῶν  ἀπολαύσεται παρὰ τῷ φιλανθρώπῳ  Θεῷ; Καὶ γὰρ οὗτός ἐστιν

ἀληθῶς βασιλεὺς, ὁ θυμοῦ καὶ φθόνου καὶ ἡδονῆς κρατῶν, καὶ πάντα ὑπὸ τοὺς νόμους  ἄγων  τοῦ Θεοῦ, καὶ τὸν  νοῦν  ἐλεύθερον  τηρῶν,  καὶ οὐκ ἐῶν ἐνδυναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδονῶν· τὸν τοιοῦτον ἡδέως ἂν εἶδονκαὶ γῆς καὶ θαλάττης ἄρχοντα, καὶ πόλεων καὶ δήμων καὶ στρατοπέδων. Ὁ γὰρ τοῖς πάθεσι τῆς ψυχῆς τὸν λογισμὸν ἐπιστήσας, ῥᾳδίως ἂν ἐπισταίη καὶ ἀνθρώποις μετὰ τῶν θείων νόμων, ὥστε αὐτὸν ἐν πατρὸς τάξει τοῖς


ἀρχομένοις εἶναι, μετὰ πάσης ἡμερότητος ὁμιλοῦντα ταῖς πόλεσιν. Ὁ δὲ ἀνθρώπων μὲν ἄρχειν δοκῶν, θυμῷ δὲ καὶ φιλαρχίᾳ  καὶ ἡδοναῖς δουλεύων,  πρῶτον μὲν καταγέλαστος εἶναι δόξειεν ἂν τοῖς ἀρχομένοις, ὅτι στέφανον

μὲν φορεῖ λιθοκόλλητον  καὶ χρυσοῦν, σωφροσύνῃ δὲ οὐκ ἐστεφάνωται· καὶ ἁλουργίδι μὲν ὅλον τὸ σῶμα λάμπεται, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει· ἔπειτα δὲ οὐδὲ ὅπως μεταχειρίσεται τὴν ἀρχὴν ἐπιστήσεται ὁ γὰρ ἑαυτοῦ μὴ

δυνηθεὶς  ἄρχειν, πῶς ἂν ἑτέρους δυνηθείη  κατευθύνειν  τοῖς νόμοις; Μηδὲ τοῦτο σκοπῶμεν ὅπως ἐν τιμαῖς ὦμεν καὶ ἐξουσίαις, ἀλλ' ὅπως ὦμεν ἐν ἀρετῇ καὶ φιλοσοφίᾳ. Αἱ γὰρ ἐξουσίαι πολλὰ τῶν τῷ Θεῷ μὴ δοκούντων

ποιεῖν πείθουσι, καὶ σφόδρα νεανικῆς δεῖ ψυχῆς, ὥστε εἰς δέον χρήσασθαι τῇ δεδομένῃ τιμῇ καὶ δόξῃ καὶ ἐξουσίᾳ. Ὁ μὲν ἀπεστερημένος δόξης, καὶ ἄκων φιλοσοφεῖ· ὁ δὲ ἀπολαύων  αὐτῆς τοιοῦτόν τι πάσχει, οἷον ἂν εἴ τις

κόρῃ συνοικῶν εὐειδεῖ καὶ καλῇ, νόμους δέξηται τὸ μηδέποτε εἰς αὐτὴν ἀκολάστως ἰδεῖν. Τοιοῦτον γὰρ ἡ ἐξουσία. ∆ιὸ πολλοὺς καὶ ἄκοντας εἰς τὸ ὑβρίζειν ἐνέβαλε καὶ θυμὸν ἤγειρε, καὶ χαλινὸν γλώττης ἀφεῖλε, καὶ θύραν

ἀνεπέτασε στόματος, ὥσπερ ὑπὸ πνεύματος τὴν ψυχὴν ἀναῤῥιπίζουσα, καὶ εἰς τὸν ἔσχατον τῶν κακῶν βυθὸν τὸ σκάφος καταποντίζουσα. Τιμῆς γὰρ μέγεθος τοῖς οὐκ ἀξίως τῆς τιμῆς ζῇν προαιρουμένοις προσθήκη τιμωρίας

ἐστί. Τὸ γὰρ εὐδοκιμεῖν καὶ προκόπτειν ἐν δήμῳ, ὅσον λαμπρότερον ποιεῖ, τοσοῦτον μείζους τοὺς κινδύνους ἔχει καὶ τὰς φροντίδας· ἀναπνεῦσαι γὰρ καὶ στῆναι ὁ τοιοῦτος ὅλως οὐ δύναται, οὕτω πικρὸν ἔχων καὶ βαρὺν τὸν

δεσπότην. Καὶ τί λέγω στῆναι καὶ ἀναπνεῦσαι; κἂν μυρία ἔχῃ κατορθώματα ὁ τοιοῦτος, δυσκόλως εἰς βασιλείαν εἰσέρχεται. Οὐδὲν γὰρ οὕτως  ἐκτραχηλίζειν  εἴωθεν,  ὡς ἡ παρὰ τῶν  πολλῶν  δόξα. Τὸ μὲν γὰρ ἀτιμίαν

ἐνεγκεῖν,  μέγα καὶ γενναῖον·  τὸ δὲ δόξης μετασχεῖν, νεανικῆς  δεῖται  ψυχῆς  καὶ σφόδρα μεγάλης,  ὥστε δόξης  ἀπολαύοντα  μὴ ἐκτραχηλισθῆ  63.696 ναι.  Ἀλλ' εἰ βούλει δόξαν λαβεῖν, διάκρουσαι δόξαν· εἰ δὲ διώκεις

δόξαν, ἐκπέσῃς δόξης. Σκιὰ γάρ ἐστι δόξης αὕτη ἡ δόξα. Οὐδεὶς ἄρτον ἰδὼν ἐζωγραφημένον, κἂν μυριάκις ὑπὸ λιμοῦ κατέχηται, τῆς γραφῆς ἅψεται. Οἱ οὖν κατὰ τὸ παρὸν λέγοντες ἀπειληφέναι τὸ πᾶν, εἰς τὸ μέλλον 

ἐρήμους ἑαυτοὺς παντελῶς  καθιστῶσιν. Οὕτω καὶ ὁ Ἀδὰμ, ἐλπίδι  πλείονος  τιμῆς  καὶ  τῆς  οὔσης  ἐξέπεσε. Καὶ πολλοὶ  πολλάκις  μειζόνων ἐπιθυμοῦντες, καὶ τὰ παρόντα ἀπώλεσαν, καὶ οἱ προσδοκῶντες τῶν ἐνταῦθα τὸ

πᾶν ἔχειν, καὶ τοῦ μέρους ἐξέπεσον. Τὰ γὰρ ἀνθρώπινα  πράγματα ὅσον ἂν ἐπαρθῇ καὶ λάμψῃ, τοσοῦτον μείζονα τὴν πτῶσιν ἐργάζεται, οὐ τὰ τῶν ἀρχομένων μόνον, ἀλλὰ καὶ τὰ τῶν βασιλευόντων αὐτῶν. Οὐδὲ γὰρ ἂν

εὕροι τις οἰκίαν ἰδιωτικὴν τοσούτων ἐμπεπλησμένην συμφορῶν, ὅσων τὰ βασίλεια γέμει τῶν κακῶν. ∆ιὰ τοῦτο οὖν, εἰπέ μοι, βασκαίνεις τῷ πλησίον, ὅτι τιμῆς ἀπολαύοντα βλέπεις καὶ δόξης πολλῆς; Εἶτα οὐκ ἐννοεῖς τὸ

τούτων εὐμάραντον, καὶ ὅσον ἐντεῦθεν τίκτεται τὸ κακόν; Τὸ γὰρ δὴ χαλεπώτατον  τούτων, ὅτι τὰ μὲν ἐξ αὐτῶν κακὰ ἀθάνατα μένει· ἡ δὲ ἡδονὴ οὔπω ἐφάνη  καὶ ἀπέπτη. Ἀλλ'  ἐξουσίαν ἔχει παρὰ τῷ κρατοῦντι  πολλὴν, 

καὶ ἄγει καὶ φέρει πάντα ὅπου θέλει, καὶ τοὺς ἐχθροὺς λυπεῖ, καὶ τοὺς κολακεύοντας εὐεργετεῖ, καὶ πολλὴν ἔχει δύναμιν; Τί οὖν ἐργάσασθαι δύναται δεινόν; ἀποχειροτονήσει τῆς ἀξίας; καὶ τί τοῦτο; ἂν μὲν γὰρ δικαίως, καὶ

ὠφελεῖ· οὐδὲν γὰρ οὕτω παροξύνει Θεὸν ὡς τὸ παρ' ἀξίαν τιμᾶσθαι· ἂν δὲ ἀδίκως, τὸ ἔγκλημα πάλιν  ἐπ' ἐκεῖνον, οὐκ ἐπὶ τοῦτον χωρεῖ· ὁ γὰρ ἀδίκως τι παθὼν, καὶ γενναίως  ἐνεγκὼν, πλείονα ταύτην πρὸς τὸν Θεὸν

κέκτηται  τὴν παῤῥησίαν. Ὁ γὰρ τοῖς ἄρχουσιν ὑποτασσόμενος, οὐ τοῖς ἄρχουσιν ὑποτάσσεται, ἀλλὰ τῷ Θεῷ τῷ ταῦτα νομοθετήσαντι πείθεται· καὶ ὁ μὲν οὐχ ὑπακούων  ἐκείνοις, τῷ Θεῷ πολεμεῖ·  Οὐ γάρ ἐστιν ἐξουσία,

φησὶν, εἰ μὴ ἀπὸ Θεοῦ. Τὸ γὰρ ἀρχὰς εἶναι, καὶ τοὺς μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι, καὶ μὴ ἁπλῶς

ἀνέδην ἅπαντα φέρεσθαι, ὥσπερ κυμάτων τῇδε κἀκεῖσε τῶν δήμων περιαγομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστί. ∆ιὸ καὶ σφοδρός ἐστι τιμωρὸς καταφρονουμένων τούτων. Οὐ γὰρ τὴν τυχοῦσάν σε δίκην ἀπαιτήσει

παρακούσαντα, ἀλλὰ καὶ σφόδρα μεγίστην·  καὶ  οὐδέν  σε  ἐξαιρήσεται  ἀντιλέγοντα,   ἀλλὰ  καὶ  παρὰ  ἀνθρώπων ὑποστήσῃ τιμωρίαν  χαλεπωτάτην,  καὶ τὸν Θεὸν παροξυνεῖς μειζόνως. Ὥσπερ γὰρ νηὸς τὸν κυβερνήτην

ἐὰν ἀποστήσῃς, κατεπόντισας τὸ σκάφος· καὶ στρατηγὸν ἂν ἀπαγάγῃς τοῦ στρατοπέδου, δεδεμένους τοῖς πολεμίοις παρέδωκας τοὺς στρατιώτας· οὕτω   τῶν   πόλεων   ἂν   τοὺς   ἄρχοντας   ἀνέλῃς,   θηρίων   ἀλόγων  

ἀλογώτερον βιωσόμεθα βίον. Ὅπερ γάρ εἰσιν ἐν ταῖς οἰκίαις τῶν ξύλων αἱ ἱμαντώσεις, τοῦτο οἱ ἄρχοντες ἐν ταῖς πόλεσιν. Ὅταν οὖν ἄρχων ἀνεπίληπτος ᾖ πᾶσι, τότε δυνήσεται μεθ' ὅσης  βούλεται  ἐξουσίας  καὶ  κολάζειν 

καὶ  συγχωρεῖν  τοὺς  ὑπὸ  63.697 αὐτὸν ταττομένους  ἅπαντας. Τὸ μὲν γὰρ μὴ κολάσαι τοὺς ὑπευθύνους,  καὶ συγγνώμην δοῦναι τοῖς ἀσύγγνωστα ἡμαρτηκόσιν, ἑνός που ἢ δευτέρου μόλις ἐστὶν ἀνθρώπου, καὶ μάλιστα ὅταν

βασιλεὺς ὑβριζόμενος ᾖ· καὶ τῷ φόβῳ δὲ ὑποτάξαι πόλιν εὔκολον· τὸ  δὲ  πάντας  ἐραστὰς καταστῆσαι, καὶ  μετ' εὐνοίας  πεῖσαι  διακεῖσθαι  περὶ  τὴν βασιλείαν,  δυσκατόρθωτον,  κἂν  μυρία τις  ἀναλώσῃ  χρήματα,  κἂν 

μυρία κινήσῃ στρατόπεδα, κἂν ὁτιοῦν ἐργάσηται, οὐκ εὐκόλως τοσούτων ἀνδρῶν διάθεσιν πρὸς ἑαυτὸν ἐπισπάσασθαι δυνήσεται. Οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, ὡς ἡ φιλοστοργία ἡ περὶ τοὺς ἀρχομένους.

Καὶ γὰρ πατέρα οὐ τὸ γεννῆσαι μόνον ποιεῖ, ἀλλὰ καὶ τὸ φιλεῖν μετὰ τὸ γεννῆσαι. Εἰ δὲ ἔνθα φύσις, ἀγάπης χρεία, πολλῷ μᾶλλον ἔνθα ἡ χάρις. Μείζων ὄντως  ἡ τῆς ἱερωσύνης ἀρχὴ τῆς ἀρχῆς τῆς βασιλικῆς, καὶ τοσοῦτον

μείζων, ὅσον ὁ μὲν βασιλεὺς σώματα ἐμπεπίστευται, ὁ δὲ ἱερεὺς ψυχάς. Καὶ ὁ  μὲν   λοιπάδας   χρημάτων   ἀφίησιν,   ὁ  δὲ  λοιπάδας   ἁμαρτημάτων·   κἀκεῖνος ἀναγκάζει, οὗτος παρακαλεῖ· ἐκεῖνος ὅπλα αἰσθητὰ, οὗτος

ὅπλα πνευματικά· ἐκεῖνος πολεμεῖ πρὸς βαρβάρους, οὗτος πρὸς δαίμονας. ∆ιὰ τοῦτο καὶ ἐν τῇ Παλαιᾷ ἱερεῖς τοὺς βασιλεῖς ἔχριον, καὶ νῦν τὴν κεφαλὴν ὑπὸ τὰς τοῦ ἱερέως χεῖρας φέρων τίθησιν ὁ Θεὸς, παιδεύων ἡμᾶς, ὅτι

οὗτος ἐκείνου μείζων ἄρχων· Τὸ γὰρ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Εἰσῆλθε γάρ ποτε ὁ βασιλεὺς Ὀζίας εἰς τὸν ναὸν τοῦ Κυρίου θυμιάσαι θέλων,  καὶ εἰσῆλθεν Ἀζαρίας ὁ ἱερεὺς ὀπίσω αὐτοῦ· οὐ γὰρ ὡς βασιλέα

μέλλων  ἐξελαύνειν,  ἀλλ' ὡς δραπέτην  καὶ οἰκέτην  ἀγνώμονα,  οὕτως  ἐπεισῆλθε μετὰ σφοδρότητος, ὥσπερ τις σκύλαξ γενναῖος  ἐπεισδραμὼν τῷ ἀκαθάρτῳ θηρίῳ, ὥστε αὐτὸ τῆς ∆εσποτικῆς ἐξαγαγεῖν οἰκίας. Οὐκ εἶδεν

εἰς τὸν τῆς ἀρχῆς ὄγκον, οὐκ ἤκουσε τοῦ Σολομῶντος  λέγοντος,  Ἀπειλὴ βασιλέως ὁμοία θυμῷ  λέοντος· ἀλλὰ πρὸς  τὸν  ἀληθινὸν  βασιλέα  τῶν  οὐρανῶν  ἰδὼν,  καὶ  τούτου  τῷ  φόβῳ  ἑαυτὸν ὀχυρώσας, οὕτως ἐπεπήδησε

τῷ τυράννῳ. Ἀλλ' εἰσέλθωμεν καὶ ἡμεῖς, εἰ δοκεῖ, ἵνα ἴδωμεν τί πρὸς τὸν βασιλέα διαλέγεται.  Οὐκ ἔξεστί σοι, φησὶν, Ὀζία, θυμιᾶσαι τῷ Κυρίῳ· οὐκ ὠνόμασεν αὐτὸν βασιλέα, ἐπειδὴ αὐτὸς ἑαυτὸν προλαβὼν ἐξέβαλε τῆς

τιμῆς· ὁ μὲν γὰρ τὴν ἁμαρτίαν ποιῶν, δοῦλός ἐστι, κἂν μυρίους ἐπὶ τῆς κεφαλῆς ἔχῃ στεφάνους· ὁ δὲ τὴν δικαιοσύνην ἐργαζόμενος, κἂν ἁπάντων ἔσχατος ᾖ, καὶ αὐτοῦ τοῦ  βασιλέως  βασιλικώτερός  ἐστι.  Καὶ πρόσεχε  ᾧ 

λέγω·  Ἐδέησέ ποτε  βασιλέα γενέσθαι τοῖς Ἰουδαίοις, ἐπειδὴ ὁ πρότερον γενόμενος ἀνάξιος ἦν. Πέμπεται οὖν ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ, καί φησιν· Ἔπεμψέ με ὁ Θεὸς ποιῆσαι βασιλέα ἐκ τῶν υἱῶν  σου. Ὁ

Ἰεσσαὶἀκούσας βασιλέα, νομίσας  ἐπιτήδειον  εἶναι  πρὸς τὸ ποιῆσαι ἀξίωμα, ἄγει τὸν πρῶτον υἱόν. Ἄπαγε αὐτὸν, φησὶν, οὐκ εὐδόκησεν ὁ Θεὸς ἐν αὐτῷ. Ἄγει  τὸν  δεύτερον· οὐδὲ οὗτος· ἄγει  τὸν  τρίτον·  οὐδὲ οὗτος· τὸν 

τέταρτον,  τὸν πέμπτον,  τὸν  ἕκτον·  οὐδὲ  οὗτος.  Καὶ  ἀνηλώθη   ὁ  χορὸς  τῶν   παίδων,   καὶ  ὁ ζητούμενος οὐχ εὑρίσκετο. Λέγει αὐτῷ· Ἔχεις ἄλλον υἱόν; Ἠσχύνθη ὁ πατήρ· Ἔχω ἕνα, φησὶ, μικρὸν, εὐτελῆ, ποιμένα. Τί

οὖν; βασιλέα ποιῆσαι ζητεῖς, καὶ τὸν ἐλάττω κρείττονα ἡγῇ τοῦ κρείττονος; ἄνθρωπος ἄνθρωπον ἐξουθενεῖ, ὁ δὲ Θεὸς στεφανοῖ·

Οὐ γὰρ ὡς ὄψεται ἄνθρωπος, ὄψεται Θεός· Ἄνθρωπος  εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Μὴ γὰρ πολυσαρκίαν ζητοῦμεν; ψυχῆς εὐγένειαν ἐπιθυμοῦμεν. Καὶ διὰ τί μὴ ἐξ ὀνόματος εἶπεν ὁ Θεός· Ἄπελθε, χρῖσόν μοι τὸν

63.698 ∆αυῒδ εἰς βασιλέα, ἀλλ' ἕνα  τῶν  υἱῶν  Ἰεσσαί; Ἵνα  μὴ  πάθῃ  ὁ ∆αυῒδ, ὅπερ ἔπαθεν  Ἰωσήφ.  Ὥσπερ γὰρ μαθόντες ἐκεῖνοι τὸν ζητούμενον αὐτῶν βασιλέα, ἐπεβούλευσαν· οὕτω δέος ἦν μὴ καὶ οὗτοι τοῦτο

ἐργάσωνται. Ὥστε ἡ ἄγνοια ἀσφαλείας μήτηρ ἐγένετο τῷ ∆αυΐδ. Ἦλθε τοίνυν  ὁ ∆αυῒδ, καὶ χρίεται τῷ ἐλαίῳ, καὶ ἀπῆλθεν ἔχων τὴν βασιλείαν, οὐ θώρακα, οὐκ ἀσπίδα περιβεβλημένος οὐδὲ δόρατα, ἀλλὰ τὴν τοῦ Θεοῦ

ψῆφον  τὴν πάντων  δυνατωτέραν.  Καὶ πολέμου καλοῦντος, ἀπῆλθεν  ἰδεῖν τὴν παράταξιν, καὶ εὗρε τὸν βάρβαρον προσκαλούμενον εἰς μονομαχίαν, καὶ οὐδεὶς ἐτόλμα προπηδῆσαι οὐδὲ ἐξελθεῖν  κατ' αὐτοῦ. Εἰστήκει καὶ

λέγει· Τίς ἐστιν ὁ ἀπερίτμητος  οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; Καὶ λέγουσιν αὐτῷ· Πόθεν σοι ἡ ἀπόνοια αὕτη; Ὁ δὲ, Οὐκ ἀπόνοιαν,  ἀλλὰ  πίστιν,  οὐ θώρακα, ἀλλὰ  θεοσέβειαν καθοπλίζομαι·  οὐ σκοπῶ αὐτοῦ

τὸ μέγεθος, ἀλλὰ τὴν ἐρημίαν τῆς διανοίας αὐτοῦ· οὐ βλέπω ὅτι μέγα τὸ πλοῖον, ἀλλ' ὅτι κυβερνήτην οὐκ ἔχει. Τί οὖν οἱ ἀδελφοί; Πάλιν φθόνος, πάλιν βασκανία.  Ἐπὶ  τίνα   ἀφῆκας   τὰ   μικρὰ   πρόβατα   ἐκεῖνα;   ἡμεῖς  

οἴδαμεν   τὴν ὑπερηφανίαν  τῆς καρδίας σου καὶ τὴν κακίαν, ὅτι ἕνεκεν  τοῦ ἰδεῖν  τὸν πόλεμον κατέβης. Ὁ δὲ ὑποτεμνόμενος τοῦ ἕλκους ἀπέστη ἀπ' αὐτῶν, καὶ παραγενόμενος εἰς τὸ ἕτερον μέρος τοῦ πολέμου, λέγει· Τί

ἔσται τῷ ἀνθρώπῳ τῷ αἴροντι τὴν κεφαλὴν αὐτοῦ; Οἱ δὲ εἰσάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα. Εἶδε τοίνυν  τὸν βασιλέα καταπεπτωκότα, δεδοικότα καὶ τρέμοντα, καὶ λέγει πρὸς αὐτόν· Ἵνα τί συνέπεσε τὸ πρόσωπον τοῦ

κυρίου μου; καὶ ἐν τῇ εὐημερίᾳ τὴν δουλείαν  ὁμολογεῖ. Τίς ἐστιν οὗτος; οὐχὶ πορεύσομαι καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ; Τί οὖν ὁ βασιλεύς; Καὶ πῶς δύνασαι σὺ παιδάριον ὂν μικρὸν, αὐτὸς δὲ πολεμιστὴς ἐκ νεότητος

αὐτοῦ; Ἀπιστεῖ ὁ βασιλεύς· ἀναγκάζεται  ὁ ∆αυῒδ τὰ κατορθώματα  εἰπεῖν· Ἐγὼ, φησὶ, παιδίον  ἤμην μικρὸν, ποιμαίνων  τὰ πρόβατα τοῦ πατρός μου· καὶ ὅτε ἤρχετο λέων ἢ ἄρκτος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ποίμνης

μου, ἐξεπορευόμην ὀπίσω αὐτῶν, καὶ ἐξέσπων ἐκ τοῦ στόματος αὐτῶν, καὶ ἐπάτασσον τὸν λέοντα καὶ τὴν ἄρκτον· καὶ ἔσται οὗτος ὡς ἓν τῶν θηρίων ἐκείνων, διότι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος. Καὶ εἶπε Σαοὺλ πρὸς τὸν

∆αυΐδ· Πορεύου, καὶ Κύριος μετὰ σοῦ. Ἔδωκε δὲ αὐτῷ ὁ βασιλεὺς τὰ ἑαυτοῦ ὅπλα, καὶ οὐκ ἐδύνατο βαστάξαι. ∆ιὰ τί; Οὐ συνεχώρει τοῦτο ὁ Θεὸς, ἵνα μὴ τὰ ὅπλα συμμερίσωνται τὴν νίκην τῶν κατορθωμάτων· ἵνα μὴ εἴπῃ ὁ

βασιλεὺς, ὅτι Τὰ ὅπλα μου ἐνίκησαν, ῥίπτει  τὰ ὅπλα, καὶ ἐνδύεται  τὴν  πίστιν· ἀφίησι βῶλον· ἔπεσεν ὁ ἀλλόφυλος.  Οὐ γὰρ τῇ φύσει τοῦ σώματος, ἀλλὰ τῇ δυνάμει τοῦ πνεύματος,  τὴν νίκην  ἀπηνέγκατο.  Ἔδραμε καὶ

ἔλαβεν  αὐτοῦ τὸ ξίφος, καὶ ἀπέτεμεν  αὐτοῦ τὴν κεφαλήν·  καὶ  ἐπληρώθη  τὸ  γεγραμμένον·  Ἐν  τοῖς  ἔργοις  τῶν  χειρῶν   αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Εἰ τοίνυν δόξης ἐρᾷς καὶ τιμῆς, μὴ τὴν οἰκίαν μηδὲ τὸν ἵππον,

ἀλλὰ τὴν ψυχὴν  καλλώπιζε  καὶ θεράπευε· ὡς νῦν γε οὐδέν σου γένοιτ' ἂν εὐτελέστερον   ἐρήμην   ἔχοντος   ψυχὴν,   καὶ   τὸ   τῆς   οἰκίας   καὶ   τοῦ   ἵππου προβαλλομένου κάλλος. Ἀλλὰ κἀκεῖνα καὶ ταῦτα γίνεται, φησί.

Τί φῄς; οὐ δέδοικας ταῦτα φθεγγόμενος, καὶ μετὰ τῶν ἵππων καὶ τῶν λίθων τὸν Χριστὸν ἀριθμῶν; οὐκ οἶσθα ὅτι καὶ σῶμα αὐτὸς διέπλασε, καὶ ψυχὴν ἐχαρίσατο, καὶ τὸν κόσμον ἀπένειμεν ἅπαντα; σὺ δὲ οὐδὲ μικρὰν τούτῳ 

ἀντιδίδως  ἀμοι 63.699 βήν; Κἂν μὲν οἰκίσκον μικρὸν ἐκμισθώσῃς, μετὰ πολλῆς ἀκριβείας τὸν μισθὸν ἀπαιτεῖς· τὴν δὲ κτίσιν αὐτοῦ πᾶσαν καρπούμενος, καὶ κόσμον τοσοῦτον οἰκῶν, οὐδὲ ὀλίγον  ἀνέχῃ  τὸν μισθὸν

καταβαλεῖν; καὶ ποίας ἂν εἴης ἀπολογίας ἄξιος; Καθάπερ γὰρ ὁ λίθον πρὸς τὸ ὕψος ἀκοντίζων, τοῦ οὐρανοῦ μὲν τὸ σῶμα διατεμεῖν οὐ δυνήσεται, οὐδὲ πρὸς τὸ ὕψος φθάσαι ἐκεῖνο, τὴν  δὲ πληγὴν  τῇ οἰκείᾳ δέχεται  κορυφῇ,

πρὸς τὸν  ἀκοντίζοντα ἐπανιόντος  τοῦ  λίθου·  οὕτω  δὴ  καὶ  ὁ  τὴν  μακαρίαν  ἐκείνην  οὐσίαν  τοῦ  Θεοῦ

βλασφημῶν, ἐκείνην μὲν οὐδὲν παραβλάψει ποτὲ, πολλῷ μείζονα οὖσαν καὶ ὑψηλοτέραν  ὥστε δέξασθαί τινα  βλάβην,  κατὰ δὲ τῆς ἑαυτοῦ κεφαλῆς  τὸ ξίφος ἀκονᾷ, ἀγνώμων  περὶ τὸν εὐεργέτην γενόμενος. Ἀκουέτωσαν οἱ

τὴν μακαρίαν τῆς θεότητος οὐσίαν περιεργαζόμενοι, καὶ τὴν ἀκατάληπτον ἐκείνην φύσιν καταληπτὴν εἶναι λέγοντες, ἵνα γνῶσιν, ὡς οὐδὲ ἀγγέλου οὐσίαν δυνατὸν ἀνθρώπῳ μετὰ ἀδείας ἰδεῖν. Ὁ ἅγιος προφήτης ∆ανιὴλ, ὁ

τοῦ Θεοῦ φίλος, ὁ ἔχων παῤῥησίαν πολλὴν πρὸς αὐτὸν, τρεῖς ἑβδομάδας ἐνήστευσεν ἡμερῶν, καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, οὐδὲ οἶνος καὶ κρέας οὐκ εἰσῆλθεν εἰς τὸ στόμα αὐτοῦ, οὐδὲ ἄλειμμα ἠλείψατο· καὶ ὅτε

ἐπιτηδειοτέρα αὐτῷ ἦν ἡ ψυχὴ πρὸς τὴν τῆς τοιαύτης θεωρίας ὑποδοχὴν, ὑπὸ τῆς νηστείας  κουφοτέρα καὶ πνευματικωτέρα  γενομένη,  τότε τὸν  ἄγγελον  εἶδεν, καί φησιν· Ἐστράφη τὰ ἐντός μου ἐν τῇ ὁράσει μου, καὶ πνοὴ

οὐχ ὑπελείφθη  ἐν ἐμοὶ οὔτε ἰσχύς· καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν. Ἐπειδὴ γὰρ εὐπρεπὴς ἦν ὁ νεανίας, ὁ δὲ φόβος τῆς παρουσίας τοῦ ἀγγέλου, καθάπερ τοὺς ἐκπνέοντας, οὕτως αὐτὸν διέθηκε, πολλὴν

κατασκεδάσας τὴν ὠχρίαν, καὶ ἀναλώσας τὸ ἄνθος τῆς ὥρας, καὶ δαπανήσας τὴν εὔχροιαν τῆς ἐπιφανείας ἅπασαν, διὰ τοῦτό φησι· Μετεστράφη ἡ δόξα μου εἰς διαφθοράν. Ἀνέστησε τοίνυν αὐτὸν ὁ ἄγγελος, ὁ δὲ ἀνέστη

ἔντρομος· καὶ ἀρχομένου τοῦ ἀγγέλου διαλέγεσθαι πρὸς αὐτὸν, πάλιν κατέπεσεν ἐπὶ τὴν γῆν· καὶ καθάπερ οἱ ἀπὸ τοῦ φόβου ἐκλελυμένοι, διεγερθέντες καὶ εἰς ἑαυτοὺς ἐπανελθόντες καὶ διαβλέψαντες, κατεχόντων ἡμῶν

αὐτοὺς καὶ ῥαινόντων τὸ πρόσωπον  ψυχροῖς  νάμασιν,  ἐν  αὐταῖς  ἡμῶν  πολλάκις  ἐκλύονται  μεταξὺ  ταῖς χερσίν· οὕτω καὶ ὁ προφήτης ἔπασχεν. Ἡ γὰρ ψυχὴ φοβηθεῖσα, καὶ τὴν ὄψιν τῆς παρουσίας οὐ φέρουσα τοῦ

συνδούλου, οὐδὲ τὸ φῶς  ἐκεῖνο δυναμένη  βαστάζειν, ἐθορυβεῖτο  καθάπερ  τινὸς  ἁλύσεως  τοῦ  δεσμοῦ τῆς  σαρκὸς ἑαυτὴν  ἀποῤῥῆξαι ἐπειγομένη·  ἀλλ'  ἐκεῖνος  κατεῖχεν.  Εἰ  δὲ  ὁ  ∆ανιὴλ,  ὃν  ᾐδέσθησαν  ὀφθαλμοὶ

λεόντων, ∆ανιὴλ ὁ τὰ ὑπὲρ ἄνθρωπον ἐν ἀνθρωπίνῳ  σώματι δυνηθεὶς, ὁ ἐπὶ σοφίᾳ καὶ δικαιοσύνῃ καὶ ἐπὶ πολλοῖς ἑτέροις μαρτυρηθεὶς κατορθώμασι. συνδούλου παρουσίαν οὐκ ἤνεγκεν, ἀλλ' ἄπνους ἔκειτο· οἱ τοσοῦτον τῆς

ἀρετῆς ἀφεστηκότες τοῦ δικαίου, καὶ τὸν τῶν ἀγγέλων ∆εσπότην περιεργαζόμενοι, καὶ αὐτὴν ὑπισχνούμενοι τὴν οὐσίαν εἰδέναι μετὰ ἀκριβείας ἁπάσης, τὴν ἀνωτάτω καὶ πρώτην καὶ τὰς μυριάδας τῶν ἀγγέλων  τούτων

παραγαγοῦσαν, ὧν ἕνα ὁ ∆ανιὴλ ἰδεῖν οὐκ ἴσχυσε, τί πείσονται; Καθάπερ γὰρ τὸ τῶν  ἀκτίνων  τῶν  ἡλιακῶν  ἀπρόσιτον οὐχ οὕτως οἶδεν ὁ τυφλὸς, ὡς ὁ βλέπων· οὕτω καὶ τὸ τοῦ Θεοῦ ἀκατάληπτον οὐχ οὕτως ἡμεῖς ἴσμεν,

ὡς αἱ τῶν ἀγγέ 63.700 λων δυνάμεις, ὅσῳ καθαρώτεραι καὶ σοφώτεραι καὶ διορατικώτεραι τῆς ἀνθρωπίνης εἰσὶ φύσεως· ὅσον γὰρ τυφλοῦ καὶ βλέποντος τὸ μέσον, τοσοῦτον ἡμῶν κἀκείνων  τὸ διάφορον· ὥστε κἂν τοῦ

προφήτου λέγοντος ἀκούσῃς, Εἶδον τὸν Κύριον, μὴ τοῦτο ὑποπτεύσῃς ὅτι τὴν οὐσίαν εἶδεν ἐκείνην, ἀλλὰ τὴν συγκατάβασιν, καὶ ταύτην δὲ ἀμυδρότερον ἤπερ αἱ ἄνω δυνάμεις. Τοῦτο δὲ καὶ ἀπὸ τῶν ἀποστόλων φανερόν.

Ἀνέβη γὰρ, φησὶν, εἰς τὸ ὄρος ὁ Ἰησοῦς, καὶ μετεμορφώθη  ἔμπροσθεν αὐτῶν.  Τί ἐστι, Μετεμορφώθη; Παρήνοιξεν ὀλίγον  τῆς θεότητος, καὶ ἔδειξεν αὐτοῖς τὸν ἐνοικοῦντα Θεόν. Καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος,

καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο  λευκὰ ὡς τὸ φῶς.  Ἠθέλησε δεῖξαι τὴν λαμπηδόνα  αὐτοῦ  ὁ εὐαγγελιστὴς,  καὶ λέγει,  Ἔλαμψεν. Ἔλαμψε, πῶς; Ἔλαμψε σφοδρῶς. Εἰπέ μοι, καὶ πῶς; Ὡς ὁ ἥλιος· Ὡς ὁ ἥλιος λέγεις; Ναί; ∆ιὰ τί;

Οὐκ ἔχω ἄλλο ἄστρον φαιδρὸν καὶ λευκόν. Λευκὸς ἦν ὡς χιών· οὐκ ἔχω ἄλλην ὕλην λευκοτέραν· ὅτι γὰρ οὐχ οὕτως ἔλαμψεν, ἀπὸ τοῦ ἑξῆς δείκνυται. Καὶ ἔπεσον χαμαὶ οἱ μαθηταί. Εἰ δὲ ὡς ὁ ἥλιος ἔλαμψεν, οὐκ ἔπιπτον οἱ

μαθηταί· ἥλιον μὲν γὰρ ἔβλεπον καθ' ἡμέραν, καὶ οὐκ ἔπιπτον· ἀλλ' ἐπειδὴ ὑπὲρ τὸν ἥλιον ἔλαμψε, καὶ ὑπὲρ τὴν χιόνα, διὰ τοῦτο μὴ  φέροντες   τὴν  λαμπηδόνα,   κατέπεσον.  Ἀλλὰ  τί  πάθω;  ἄνθρωπός  εἰμι  καὶ

ἀνθρώποις  διαλέγομαι·  πηλίνην  κέκτημαι  γλῶτταν·  συγγνώμην  αἰτῶ  παρὰ  τοῦ

∆εσπότου· οὐ γὰρ ἐξ ἀπονοίας ταῖς λέξεσι ταύταις κέχρημαι, ἀλλὰ δι' ἀπορίαν τῆς ἀσθενείας καὶ τῆς φύσεως τῆς γλώττης  τῆς ἡμετέρας. Ἵλεως ἔσο, ∆έσποτα· οὐ γὰρ ἀπονοίᾳ κεχρημένος ταύτας λέγω τὰς λέξεις, ἀλλ' οὐκ

ἔχω ἄλλας· οὐ μὴν ἵσταμαι ἐν τῇ εὐτελείᾳ τῆς λέξεως, ἀλλ' ἀναβαίνω τῷ πτερῷ τοῦ νοήματος. ∆ιὰ τοῦτο δὲ καὶ ταῦτα εἰρήκαμεν, καὶ τὴν κατὰ τὸν μακάριον ∆ανιὴλ ἱστορίαν ὑμῖν ἀνέγνωμεν, καὶ συνεχῶς ἐδείκνυμεν αὐτὸν

ὠχριῶντα, τρέμοντα, ψυχοῤῥαγοῦντα, τῆς ψυχῆς ἐπειγομένης ἀποῤῥῆξαι τὸν τῆς σαρκὸς δεσμόν· ἵνα ἐκ πολλῆς τῆς περιουσίας εἰδῆτε οἱ τὸν Θεὸν καταληπτὸν εἶναι λέγοντες, ὅτι οὐχὶ Θεοῦ ἐπιφάνειαν μόνον, ἀλλ' οὐδὲ

ἀγγέλου φορητὸν κατιδεῖν. Καθάπερ γὰρ περιστερὰ χειροήθης καὶ ἥμερος ἐν οἰκίσκῳ τινὶ  διατρίβουσα, ὅταν  ποτὲ  αἴσθηταί  τινος  φόβου, πτοηθεῖσα  πρὸς τὴν  ὀροφὴν ἵπταται, καὶ διὰ τῶν θυρίδων ἔξοδόν τινα ἐπιζητεῖ,

τῆς ἀγωνίας ἀπαλλαγῆναι ἐπιθυμοῦσα· οὕτω  δὴ  καὶ  ἡ  ψυχὴ  τοῦ  μακαρίου  τότε  ἐκείνου,  ἐκ τοῦ  σώματος ἀναβῆναι ἔσπευδε, καὶ πρὸς τὰ ἔξωθεν ἠπείγετο. Καὶ ἐξῆλθεν ἂν καὶ ἀπέπτη καὶ τὸ σῶμα κατέλιπεν  ἔρημον, εἰ

μὴ ταχέως ὁ ἄγγελος προκαταλαβὼν αὐτὴν ἀπήλλαξε τῆς ἀγωνίας,  καὶ πρὸς τὸ οἰκεῖον  πάλιν  ἐπανήγαγε  καταγώγιον.  Εἰ δὲ ὁ δίκαιος ἐκεῖνος,  ὁ παῤῥησίαν  τοσαύτην  ἔχων,  ἄγγελον  ἰδὼν  οὐκ  ἤνεγκεν·  οἱ  τοσοῦτον

ἀφεστηκότες  αὐτοῦ,  καὶ  οὐχὶ  ἄγγελον,  ἀλλ' αὐτὸν  τὸν  τῶν  ἀγγέλων περιεργαζόμενοι ∆εσπότην, τί πείσονται; Ἐκεῖνος λεόντων θυμὸν ἐδάμασεν· ἡμεῖς δὲ οὐδὲ ἀλωπέκων  περιγενέσθαι δυνάμεθα· ἐκεῖνος δράκοντα

μέσον ἔῤῥηξεν· ἡμεῖς δὲ καὶ τὰ ψιλὰ ἑρπετὰ δεδοίκαμεν. Καὶ εἰ ὁ τοιοῦτος καὶ τηλικοῦτος ἄγγελον ἐλθόντα πρὸς αὐτὸν  ἰδὼν,  σκοτοδινίᾳ  κατείχετο  χαλεπῇ,  τίνα  ἕξουσιν ἀπολογίαν,  οἱ τὴν μακαρίαν  ἐκείνην   φύσιν 

ἐμβατεύειν  ἐπιχειροῦντες;   ∆ιὰ  63.701 τοῦτο  Παῦλος ἐκπληττόμενος ἔλεγεν, Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα  τὰ  κρίματα  αὐτοῦ,  καὶ  ἀνεξιχνίαστοι  αἱ  ὁδοὶ  αὐτοῦ!  Οὐκ εἶπεν,

ἀκατάληπτα, ἀλλ', Ἀνεξερεύνητα. Εἰ δὲ ἐξερευνηθῆναι οὐ δύναται, πολλῷ μᾶλλον καταληφθῆναι  ἀδύνατον. Καὶ ἀνεξιχνίαστοι  αἱ ὁδοὶ αὐτοῦ. Αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, καὶ αὐτὸς καταληπτὸς, εἰπέ μοι; Τί λέγεις; τὰ

κρίματα αὐτοῦ ἀνεξερεύνητα, αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, ἃ ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτὸν, οὐκ ἀνέβη ἐπὶ καρδίαν ἀνθρώπου, ἡ μεγαλωσύνη αὐτοῦ πέρας οὐκ ἔχει, ἡ σύνεσις 63.702 ἀριθμὸν οὐκ ἔχει, πάντα ἀκατάληπτα·

καὶ αὐτὸς μόνος καταληπτός· καὶ ποίαν οὐκ ἂν ἔχοι τοῦτο μανίας ὑπερβολήν; τίς δὲ οὐκ ἂν θρηνήσειεν ὑμᾶς τῆς παραπληξίας καὶ  τῆς  ἐσχάτης  ταύτης  ἀνοίας;  Ἣν  ἀποβαλέσθαι  σπουδάσωμεν, ἀγαπητοὶ,  ὅση δύναμις,

τὸν Παῦλον ἀεὶ πρὸ τῶν ὀφθαλμῶν ἑστάναι δοκοῦντες τῶν ἡμετέρων, μετ' ἐκπλήξεως βοῶντα καὶ λέγοντα· Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 63.701 







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.