Τετάρτη, 26 Φεβρουαρίου 2014

ΟΜΙΛΙΑ Εʹ. Περὶ εὐτυχίας καὶ δυστυχίας.


ΟΜΙΛΙΑ Εʹ. Περὶ εὐτυχίας καὶ δυστυχίας.
Οἱ πολλοὶ τῶν ἀνθρώπων  ὅταν πλουτῶσιν, ὅταν εὐδοκιμῶσιν, ὅταν αὐτοῖς κατὰ ῥοῦν ἅπαντα φέρηται, ὅταν τῶν ἐχθρῶν κρατῶσι, τότε μεμνῆσθαι νομίζουσιν αὐτῶν  τὸν Θεόν· διὰ τοῦτο οὔτε, ὅταν αὐτῶν  ἐπιλανθάνηται,  ἴσασιν. Οἱ γὰρ τῆς μνήμης τὸ σημεῖον οὐκ εἰδότες, οὐδὲ τὸ τῆς λήθης ἐπίστανται. Μνήμην γὰρ οὐδὲν οὕτω ποιεῖ παρὰ τῷ Θεῷ, ὡς τὸ τῆς ἀρετῆς ἐπιμελεῖσθαι· ὥσπερ οὖν λήθην οὐδὲν ἕτερον, ἢ τὸ ἐν ἁμαρτίαις εἶναι. Καὶ σὺ τοίνυν ὅταν ἐν συμφοραῖς ᾖς, ἄνθρωπε, μὴ λέγε, ὅτι Ἐπελάθετό μου ὁ Θεὸς, ἀλλ' ὅταν ἐν ἁμαρτίαις ᾖς, κἂν πάντα σοι κατὰ ῥοῦν φέρηται, τότε μᾶλλον. Ἡ γὰρ νήφουσα καὶ ἐγρηγορυῖα ψυχὴ, οὐ μόνον ἐπειδὰν κατὰ ῥοῦν  φέρηται  τὰ  πράγματα, τὴν  οἰκείαν  εὐγνωμοσύνην  ἐπιδείκνυται,  ἀλλὰ  κἂν ἐναντία τις πραγμάτων περίστασις παρακολουθήσῃ, καὶ τότε τὴν ἴσην εὐχαριστίαν ἀναφέρει, οὐδὲν ἀπὸ τῆς τῶν πραγμάτων μεταβολῆς χαυνουμένη. Ὥσπερ γὰρ ἡ τῶν πλουσίων ὑδάτων φορὰ δεξαμένη τὸ ἐπιῤῥέον, πομφόλυγας διανίστησι, καὶ αἱ μὲν αὐτῶν  ἅμα τῷ γενέσθαι ἐῤῥάγησαν, αἱ δὲ πλεῖον  ὀγκωθεῖσαι μετέπειτα καὶ αὐταὶ ἐῤῥάγησαν· τὸν αὐτὸν τρόπον ἡ θάλασσα τοῦ βίου τούτου τοὺς μὲν ὀλίγον φανέντας ἐκάλυψε, τοὺς δὲ ἐπὶ πλεῖον διαρκέσαντας καὶ αὐτοὺς κατεπόντισε. Καὶ τί ταράττῃ, φησὶν, εἰ ὁ δεῖνα ἐκβέβληται, καὶ ὁ δεῖνα εἰσενήνεκται; ὁ Χριστὸς ἐσταυροῦτο, καὶ Βαραββὰς ὁ λῃστὴς ἐξῃτεῖτο, προκριθεὶς τοῦ Σωτῆρος ὁ ἀνδροφόνος. 
Ὅταν γὰρ μεταβολή τις γένηται πρὸς τὸ χεῖρον, τότε τῶν κολάκων ἀφαιρεῖται τὰ προσωπεῖα· τότε  ὁ χορὸς ἐλέγχεται  τῶν  ὑποκριτῶν  καὶ ἡ σκῆψις τοῦ πράγματος· ἀνοίγεται πάντων  τὰ στόματα, Ὁ μιαρὸς, λέγοντες, ὁ πονηρὸς, ὁ παμπόνηρος, οὐ χθὲς αὐτὸν ἐκολάκευες; οὐ τὰς χεῖρας αὐτοῦ κατεφίλεις; Προσωπεῖον ἦν ἐκεῖνα· ἦλθεν ὁ καιρὸς, καὶ ἔῤῥιψα τὸ προσωπεῖον, καὶ ἀπεφηνάμην  τῇ διανοίᾳ. Πολλοὶ δὲ κακοπραγοῦσι μὲν  συναλγοῦσι  τοῖς  φίλοις,  εὐδοκιμοῦσι δὲ οὐκ ἔτι  συνήδονται.  Τὸ γὰρ, Μετὰ χαιρόντων   χαίρειν,  οὐ  μικρόν  ἐστι  κατόρθωμα,  ἀλλὰ  καὶ  τοῦ,  Κλαίειν  μετὰ κλαιόντων,  καὶ τοῦ προΐστασθαι τῶν ἐν κινδύνοις,  κατὰ πολὺ μεῖζον. Πολλοὶ γὰρ κινδυνεύουσι μὲν συνεκινδύνευσαν, εὐδοκιμοῦσι δὲ οὐ συνήσθησαν, ἀλλὰ καὶ ἐδήχθησαν, καὶ τὸ χαλεπώτερον ὑπομείναντες, πρὸς τὸ εὐκολώτερον ἠτόνησαν. Καὶ γὰρ οὐδὲν οὕτω παρανόμους ποιεῖ καὶ ἀνοήτους, ὡς τὸ πρὸς τὴν τῶν 63.602 πολλῶν κεχηνέναι δόξαν· καὶ οὐδὲν εὐδοκίμους καὶ ἀδαμαντίνους ποιεῖ, ὡς τὸ αὐτῆς ὑπερορᾷν. ∆ιὸ καὶ σφόδρα νεανικῆς δεῖ ψυχῆς τῷ μέλλοντι πρὸς τοσαύτην ἀντέχειν ῥύμην καὶ βίαν πνεύματος. Καὶ γὰρ ὅταν μὲν εὐημερῇ, πάντων  ἑαυτὸν τῶν ἄλλων προτίθησιν· ὅταν δὲ τἀναντία ὑπομένῃ, κατορύξαι ἑαυτὸν βούλεται, ὑποβρύχιος ὑπὸ τοῦ πάθους  γινόμενος.  Ἀλλ' οἱ τρεῖς παῖδες  εἰς κάμινον  ἐνεβλήθησαν,  καὶ οὐδὲ οὕτως ἐπελάθοντο τῆς εὐλαβείας. ∆ιὰ τοῦτο τεῖχος αὐτοῖς ἐγένετο τὸ πῦρ, καὶ στολὴ ἡ φλὸξ, καὶ πηγὴ ἡ κάμινος, καὶ δεδεμένους λαβοῦσα, λελυμένους παρέδωκεν· ἔλαβε θνητὰ σώματα, καὶ ὡς ἀθανάτων  ἀπέσχετο· οὐκ ἔγνω τὴν φύσιν, ἀλλ' ᾐδέσθη τὴν εὐλάβειαν·  ἔδησε τοὺς  πόδας  ὁ  τύραννος,  καὶ  ἔδησαν  οἱ  πόδες  τοῦ  πυρὸς  τὴν ἐνέργειαν.  Ὢ παραδόξου  θαύματος·  τοὺς  δεδεμένους  ἔλυσεν  ἡ  φλὸξ,  καὶ  αὐτὴ λοιπὸν ὑπὸ τῶν δεδεμένων ἐδέδετο. Μετέβαλε γὰρ τῶν πραγμάτων τὴν φύσιν ἡ τῶν νεανίσκων εὐλάβεια· μᾶλλον δὲ οὐ τὴν φύσιν μετέβαλεν, ἀλλ', ὃ πολλῷ θαυμαστότερον ἦν, μενούσης τῆς φύσεως, τὴν ἐνέργειαν ἔστησεν· οὐ γὰρ ἔσβεσε τὸ πῦρ, ἀλλὰ καιόμενον ἀργὸν ἐποίησε. Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, οὐκ ἐπὶ τῶν σωμάτων τοῦτο τῶν ἁγίων μόνον ἐγένετο, ἀλλὰ καὶ ἐπὶ τῶν ἱματίων  αὐτῶν· καὶ καθάπερ ἐπὶ τῶν ἀποστόλων τὰ ἱμάτια Παύλου νοσήματα καὶ δαίμονας ἤλαυνε,

καὶ αἱ σκιαὶ Πέτρου θάνατον ἐφυγάδευον· οὕτω δὴ καὶ ἐνταῦθα τῶν παίδων τούτων τὰ ὑποδήματα τὴν τοῦ πυρὸς δύναμιν  ἔσβεσαν. Οὐκ οἶδα πῶς εἴπω· τὸ γὰρ θαῦμα πᾶσαν ὑπερβαίνει λόγου διήγησιν· καὶ γὰρ ἔσβεστο ἡ ἐνέργεια, καὶ οὐκ ἔσβεστο. Ὅτε μὲν  γὰρ τοῖς  σώμασιν ὡμίλει  τῶν  ἁγίων  ἐκείνων,  ἔσβεστο· ὅτε δὲ διαῤῥῆξαι τὰ δεσμὰ ἔδει, οὐκ ἔσβεστο· τὰ γοῦν δεσμὰ διέῤῥηξε, καὶ τῶν ἀστραγάλων οὐχ ἥψατο. Εἶδες πόση  ἡ  ἐγγύτης,  καὶ  οὐκ  ἠπατήθη  τὸ  πῦρ,  οὐδὲ  ἐνδοτέρω  τῶν  δεσμῶν προελθεῖν ἐτόλμησε; Τίνος δὲ ἕνεκεν ἔδησεν ἐμβαλεῖν μέλλων; Ἵνα μεῖζον τὸ θαῦμα γένηται· ἵνα παραδοξότερον τὸ σημεῖον δειχθῇ· ἵνα μὴ νομίσῃς ὀφθαλμῶν  ἀπάτην εἶναι τὰ ὁρώμενα. Εἰ γὰρ μὴ πῦρ ἦν ἐκεῖνο τὸ πῦρ, οὐκ ἂν τὰ δεσμὰ κατέφαγεν, οὐκ ἂν αὐτοὺς ἔξω καθημένους ἥρπασε· νῦν δὲ ἐν μὲν τοῖς ἔξω τὴν δύναμιν ἐπεδείξατο, ἐν δὲ τοῖς ἔνδον τὴν ὑπακοὴν ἔδειξε. Καὶ ἐπειδὴ εἶδεν ὁ τύραννος τοὺς παῖδας μηδὲν παθόντας  δεινὸν,  ἄκουσον  πῶς  μετεβάλετο·  Οἱ δοῦλοι  τοῦ  Θεοῦ τοῦ  ὑψίστου, ἐξέλθετε,  καὶ δεῦτε, 63.603 φησίν.  Οὐ πρὸ βραχέος ἔλεγε,  Καὶ τίς  ἐστι Θεὸς, ὃς δυνήσεται ἐξελέσθαι ὑμᾶς ἐκ τῶν χειρῶν μου; Τί γέγονε; πόθεν ἡ μεταβολὴ αὕτη; τοὺς ἔξω διαφθαρέντας  εἶδες, καὶ τοὺς ἔνδον  καλεῖς; πόθεν  ἐπῆλθέ  σοι τοιαῦτα φιλοσοφεῖν; εἶδες πόση μεταβολὴ τῷ βασιλεῖ γέγονε; διὰ τοῦτο καὶ ὁ Θεὸς συνεχώρησεν ἅπαντα γενέσθαι, ὅσα ὁ τύραννος ἠθέλησεν, ἵνα δείξῃ, ὅτι τοὺς ὑπ' αὐτοῦ φυλαττομένους οὐδεὶς παραβλάψαι δυνήσεται. Καὶ γὰρ καὶ ἐπὶ τοῦ Ἰὼβ τοῦτο ἐποίησεν· ἀφῆκε  τὸν  διάβολον  πᾶσαν αὑτοῦ  τὴν  δύναμιν  ἐπιδείξασθαι,  καὶ  ὅτε ἐκένωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβουλῆς ἐλείπετο τρόπος, τότε ἀνεβίβασε τὸν ἀθλητὴν ἀπὸ τοῦ σκάμματος, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος ἡ νίκη γένηται. Ἀλλὰ καὶ ὁ μακάριος Παῦλος, ὁ τὴν οἰκουμένην φωτίσας πᾶσαν, ἐν τῷ καιρῷ τῆς κλήσεως ἐτυφλώθη ποτέ· ἀλλ' ἡ πήρωσις ἐκείνου φωτισμὸς τῆς οἰκουμένης ἐγένετο. Ἐπειδὴ γὰρ ἔβλεπε κακῶς, ἐπήρωσεν αὐτὸν, καλῶς ὁ Θεὸς, ὥστε ἀναβλέψαι χρησίμως· καὶ ἐπειδὴ καθ' ὑπερβολὴν ἐδίωκε τὴν Ἐκκλησίαν, καὶ οὕτω σφοδρὸς ἦν καὶ ἀπρόσιτος, σφοδρότερον δέχεται τὸν χαλινὸν, ἵνα μὴ τῇ ῥύμῃ τῆς προθυμίας ἐκείνης ἀγόμενος, παρακούσῃ τῶν  λεγομένων·  καὶ ἵνα μάθῃ τίνα πολεμεῖ, ὃν οὐ μόνον κολάζοντα, ἀλλ' οὐδὲ εὐεργετοῦντα  ἐνεγκεῖν  δύναται.  Οὐ γὰρ σκότος αὐτὸν  ἐπήρωσεν, ἀλλ' ὑπερβολὴ φωτὸς αὐτὸν ἐσκότισε. Τί δὲ ὁ Πέτρος; Ἐμβὰς, φησὶν, ὁ Ἰησοῦς εἰς ἓν τῶν πλοίων τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν  ὀλίγον. Ὁρᾷς πῶς ἐπεμβαίνει τῷ πλοίῳ ὁ μὴ χρῄζων πλοίου, ἵνα τὸν τοῦ πλοίου ∆εσπότην κερδάνῃ;
∆ιὰ τί γὰρ καὶ παρακαλεῖ τὸν Σίμονα ὁ Κύριος; διὰ τί ὁ Σίμων διὰ πάσης τῆς νυκτὸς κοπιάσας, καὶ μηδὲν ἀνύσας, ἄπρακτος ἔμεινεν; Ἐδυσφόρει δὲ σφόδρα κεναῖς χερσὶν ἀποπλύνων  τὰ δίκτυα,  καὶ κόπον  κόπῳ  συνάπτων,  καὶ μηδὲν  πορίσασθαι ἔχων, ἠθύμει. Τούτου χάριν ὁ Κύριος θεωρήσας αὐτὸν καταστυγνάσαντα, φησὶ πρὸς αὐτόν· Μικρόν μοι δάνεισον τὸ πλοιάριόν σου, ναῦτα, ὅπως εἰσελθὼν, διδάξω ὅπερ βλέπεις κατακολουθοῦν μοι πλῆθος. Ὁ δὲ Σίμων ἔτι βεβαπτισμένος τῇ λύπῃ τῆς ἀποτυχίας, φησὶ πρὸς τὸν Κύριον· Πόθεν παραγέγονας, ἄνθρωπε; τί μοι δι' ὄχλου γίνῃ; ἄλλην περίβλεψαι σκάφην, εἴ γε βούλει τὴν λίμνην περιαυλίζεσθαι. Ὁρᾷς με πενθοῦντα, ὡς ἄρτου μὴ εὐποροῦντα, καὶ λόγον Θεοῦ χορηγεῖν ἐπαγγέλλῃ; οὐ περιβλέψομαι πόθεν ἀργύρια δανείσομαι, ἵνα τὴν πενθεράν μου, καὶ τὴν γυναῖκά μου θρέψω; Ἀλλά σοι τὸ πλοιάριον  ὑποστρώσω,  ἵνα  καὶ  τὴν  ἡμέραν,  ὡς  τὴν  νύκτα,  ματαιοπονήσω;  Εἰ ἐπιφέρῃ ναῦλον, ἐπίβηθί μου τῷ πλοίῳ· εἰ δὲ μὴ βαστάζεις, ἄπελθε, παρακαλῶ· ἐμὲ γὰρ δόσις, οὐ λόγος τρέφει. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Μὴ δυσχέραινε, Σίμων· ὄντως ὡς ναύτης λαλεῖς· μή μου ζημίαν τὴν παρουσίαν ἡγήσῃ, ἀλλ' εὐπορίαν μᾶλλον, ἢ ἀπορίαν.  Ταῦτα  ἀκούσας  ὁ  Σίμων,  καὶ  τῇ  ἐλπίδι   τῆς  μισθαποληψίας   μικρὸν ἱλαρυνθεὶς τῷ προσώπῳ, ἐν τῷ πλοίῳ τὸν Κύριον ὑποδέχεται. Ὁ δὲ Ἰησοῦς, Καθίσας, φησὶν, ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους· ὁ δὲ Σίμων ἀκούων ἤρξατο γογγύζειν, καὶ λέγειν ἐν ἑαυτῷ· Παρὰ τούτου μισθὸν προσδοκῶ λαβεῖν; ἐπὶ ζημίᾳ νυχθημερινῇ

περιέπεσον· ἆρα τίς μοι συνήντησε σήμερον; Οὗτος περὶ ἀκτημοσύνης διαλέγεται, μηδένα μηδὲν ἔχειν διδάσκει· τάχα με θέλει καὶ τὸ πλοῖόν μου πωλῆσαι, ἵνα πτωχοῖς διανείμω. Παρὰ τούτου μισθὸν προσδοκῶ λαβεῖν; Εἶτα προσελθὼν τῷ Κυρίῳ, φησί· Τὰ μὲν ῥήματά σου καλὰ, καὶ ἡ φωνή 63.604 σου ἡδεῖα, καὶ ἡ διδασκαλία σου τιμία· ἀλλ' ὅμως ἐμοὶ τὸ τῆς συντάξεως πλήρωσον. Καὶ ὁ Κύριος πρὸς τὸν Σίμωνα· Μισθὸν λαβεῖν ἐπιζητεῖς παρ' ἐμοῦ· ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Ὁ δὲ Σίμων πρὸς τὸν Κύριον· Πάλιν ἁλιεύσω, καὶ δίκτυα χαλάσω, καὶ κόπον  ὑπομείνω;  εἴθε  μὴ  τὴν  νύκτα  κεναῖς  ταῖς  χερσὶν  ἐψηλάφησα.  Μὴ γὰρ τεχνικώτερος εἶ τῆς ἐμῆς ναυτιλίας· ἢ κέκτησαί τι ἐν τῷ ἀφανεῖ βυθῷ; δύνῃ διδάσκαλος εἶναι· μὴ γὰρ καὶ ἰχθύων θηρευτής; ἔξελθε ἀπ' ἐμοῦ· βλέπω γάρ σε μηδὲν βαστάζοντα. Τί τὸν καιρὸν ἀπολλύω; οὐ ταῦτα παρὰ τὴν ἀρχὴν ἐμαρτυράμην σοι; Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα ἔφη· Μὴ ὡς ἄπορόν με πρόσεχε, Σίμων· μὴ τὰς χεῖρας καὶ τὸν κόλπον μου κατανόει· οὐκ ἐν ταῖς χερσὶν, ἀλλὰ ἐν τῷ στόματί μου τὸν μισθόν σου βαστάζω. Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Ὁ δὲ πρὸς αὐτόν· Ἐπιστάτα, δι' ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα. Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διεῤῥήγνυτο δὲ τὰ δίκτυα αὐτῶν. Ὢ τῶν παραδόξων πραγμάτων! οὐ λείπει τῷ Πέτρῳ φροντίς.  ∆ιεῤῥήγνυτο τὸ δίκτυον, καὶ τὸν Χριστὸν περιεβλέπετο, καὶ τοὺς ἰχθύας κατενόει, καὶ τὸ θαῦμα ἐνενόει. Οὐκ ἴσχυε τὸν φόρτον ἑλκύσαι, καὶ βοηθοὺς ἐπεσπᾶτο. Συνδραμόντες γὰρ, φησὶ, καὶ οἱ τοῦ ἑτέρου πλοίου, ἔνθα ἦν Ἰάκωβος, καὶ Ἰωάννης,    ἤρξαντο   τοὺς   ἰχθύας    συλλέγειν,    καὶ   ὅσον   συνῆγον,   τοσοῦτον ἐπληθύνοντο.  Ἔσπευδον γὰρ οἱ ἰχθύες τίς πρῶτος ὑπουργήσει τῷ δεσποτικῷ προστάγματι· οἱ μικροὶ τοὺς μεγάλους παρέτρεχον, οἱ μέσοι τοὺς μείζονας ὑπερεπλεύριζον, οἱ μεγάλοι τοὺς μικροὺς ὑπερήλαντο· τὰς χεῖρας τῶν  ἁλιέων  οὐ περιέμενον,  ἀλλ'  ἑαυτοὺς  εἰς  τὸ  πλοῖον   ἐκυβίστευον.  Ὁ  πυθμὴν   τῆς  λίμνης ἐκεκένωτο· οὐδεὶς τῶν ἰχθύων κάτω μένειν ἠνείχετο, ἀλλὰ τῶν δικτύων διαῤῥηγνυμένων,  οἱ  μὲν  εἰς  τὸ  πλοῖον  ἑαυτοὺς  ἐκυβίστευον,  οἱ  δὲ ἔξωθεν  τῶν δικτύων περιεστήκασι πρὸς τὸ θηραθῆναι κεχηνότες, καὶ πόῤῥω τούτων μένειν οὐκ ἀνεχόμενοι. Τί οὖν ὁ Σίμων; Ὁ δυσὶ πράγμασι περιπεσὼν, ὁ τὴν νύκτα κοπιάσας, καὶ μηδὲν πιάσας, καὶ τῇ ἡμέρᾳ ἐπὶ τῷ ῥήματι τοῦ Ἰησοῦ πάντα θηρεύσας, ὡς εἶδε ταῦτα, προσέπεσε τῷ  Κυρίῳ λέγων,  Ἔξελθε ἀπ' ἐμοῦ, Κύριε, ὅτι ἀνὴρ ἁμαρτωλός  εἰμι· ἔγνων λοιπὸν ὅστις εἶ. Οὐκ εἶδον ἰχθύων ἄγραν ποτὲ τοιαύτην. Ἔθος γὰρ, ∆έσποτα, τοὺς  ἰχθύας  τῆς  σαγήνης  ἔνδον  ἀποκλείεσθαι· τοὐναντίον  δὲ βλέπω  γενόμενον θαῦμα· ἔξωθεν οἱ ἰχθύες τὴν σαγήνην κρατοῦσιν. Ἔπεχε λοιπὸν τὸ θεϊκόν σου τὸ πρόσταγμα, κατάλιπε  τῇ  λίμνῃ  κἂν  δύο  πρὸς  γονὴν  ἰχθύας.  Ἔξελθε ἀπ'  ἐμοῦ,
∆έσποτα· οὐ σὲ ἀπωθοῦμαι,  ἀλλ' ἐμαυτὸν  ταλανίζω·  Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι. Τί οὖν ὁ Ἰησοῦς; Μὴ φοβοῦ, Πέτρε· ἀπὸ τοῦ νῦν ἀνθρώπους  ἔσῃ
ζωγρῶν. Ὢ τῆς τοῦ Κυρίου δυνάμεως! ὢ τῆς τοῦ Πέτρου συνέσεως! μόνον ἤκουσε,
καὶ εὐθέως ὑπήκουσεν. Οὐ τοὺς ἰχθύας ἐπώλησεν, οὐ τῇ γυναικὶ συνετάξατο, ἀλλὰ καταγαγὼν τὸ πλοῖον ἐπὶ τὴν γῆν, ἀφεὶς ἅπαντα ἠκολούθησεν αὐτῷ. ∆ιὰ τοῦτο δὲ καὶ τὸν Λάζαρον ἐν τοῖς κόλποις  ὄντα τοῦ Ἀβραὰμ ἑώρα ὁ πλούσιος, ἵνα ὥσπερ ἐκείνῳ χαλεπωτέραν  ἐποιεῖτο τὴν βάσανον τὸ ἐν τῷ πυλῶνι  τοῦ 63.605 πλουσίου κεῖσθαι, καὶ ὁρᾷν τὰ ἀλλότρια ἀγαθὰ, οὕτω δὴ καὶ τούτῳ χαλεπωτέραν ποιῆται νῦν τὴν τιμωρίαν τοῦ ἐν τῇ γεέννῃ κεῖσθαι τὸ ὁρᾷν τοῦ Λαζάρου τὴν τρυφήν· ἵνα μὴ τῇ φύσει τῶν βασάνων μόνον, ἀλλὰ καὶ τῇ παραθέσει τῆς ἐκείνου τιμῆς, ἀφορητοτέραν ἔχῃ τὴν κόλασιν. Καὶ καθάπερ τὸν Ἀδὰμ ἐκβαλὼν τοῦ παραδείσου, κατέναντι  τοῦ παραδείσου  κατῴκισεν   ὁ   Θεὸς,  ἵνα   ἡ   συνεχὴς   ὄψις   ἀνανεοῦσα   τὸ   πάθος ἀκριβέστερον αὐτῷ παράσχῃ τῆς ἐκπτώσεως τῶν ἀγαθῶν τὴν αἴσθησιν· οὕτω δὴ καὶ τοῦτον   κατέναντι   τοῦ  Λαζάρου  κατῴκισεν,   ἵνα   εἰδῇ  τίνων   ἀγαθῶν   ἑαυτὸν

ἀπεστέρησε. Καὶ τίνος ἕνεκεν οὐχὶ πρὸς τὸν Λάζαρον τὴν ἱκεσίαν, ἀλλὰ πρὸς τὸν Ἀβραὰμ ὁ πλούσιος ἐποιήσατο; Ἠσχύνθη καὶ ἠρυθρίασε, καὶ ἐκ τῶν  καθ' ἑαυτὸν πραγμάτων  ἐνόμισεν  αὐτὸν  μνησικακήσειν  πάντως.  Εἰ γὰρ ἐγὼ,  φησὶ, τοσαύτης ἀπολαύων εὐπορίας, καὶ οὐδὲν ἠδικημένος, ἐν τοσούτοις ὄντα κακοῖς ὑπερεῖδον τὸν ἄνθρωπον, καὶ οὐδὲ ψιχίων  μετέδωκα, πολλῷ μᾶλλον αὐτὸς ὁ οὕτως ὑπεροφθεὶς, οὐκ  ἐπινεύσει  τῇ  χάριτι.  Καὶ τὸν  Ἀβραὰμ  ἐκάλεσεν,  ὃν  ἐνόμιζεν  ἀγνοεῖν   τὰ γεγενημένα,  οὐκ εἰδὼς, ὡς οὐκ οἴκοθεν ἔλεγεν  ὁ πατριάρχης, ἅπερ ἔλεγεν,  ἀλλὰ θείους ἀνεγίνωσκε  νόμους αὐτῷ· καὶ τὸν  δάκτυλον  ἐπεζήτησεν ἐκεῖνον,  ὃν ταῖς γλώσσαις τῶν κυνῶν ἀφῆκε προδοθῆναι πολλάκις. Ἀλλ' ὅρα φιλοστοργίαν δικαίου· οὐκ εἶπεν, Ἀπάνθρωπε καὶ ὠμὲ καὶ παμπόνηρε, τοσαῦτα κακὰ διαθεὶς τὸν ἄνθρωπον, φιλανθρωπίας   μέμνησαι  νῦν   καὶ  ἐλέους  καὶ  συγγνώμης;  οὐκ  αἰσχύνη,  οὐδὲ ἐρυθριᾷς; Οὐδὲν τούτων  εἶπεν,  ἀλλὰ  τί; Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου· 63.606 ψυχὴν γὰρ τεταπεινωμένην μὴ προσταράξῃς, φησίν· ἀρκεῖ τὰ τῆς τιμωρίας αὐτῷ, μὴ προσεπεμβαίνωμεν αὐτοῦ ταῖς συμφοραῖς. Οὗ κύριός εἰμι, φησὶ, μεταδίδωμί σοι· τὸ δὲ ἐντεῦθεν  ἀπελθεῖν  ἐκεῖ, οὐκ ἔστιν ἡμέτερον. Ἀκούσωμεν τί φησιν ὁ πλούσιος πρὸς τὸν Ἀβραάμ· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ  ταύτῃ. ∆ιὰ τί οὖν οὐ ποιεῖται πρὸς τὸν Λάζαρον τὴν ἱκετηρίαν, ἀλλὰ πρὸς τὸν πατριάρχην; καὶ εἰκότως· οὐδὲ γὰρ ἀντιβλέψαι ἐτόλμα τῷ πένητι. Ἐνενόει γὰρ  τὴν  οἰκείαν  ἀπανθρωπίαν,   καὶ  τὸ  ἀνηλεὲς  λογιζόμενος,   ὅπερ  εἰς  αὐτὸν ἐπεδείξατο, ὑπώπτευεν αὐτὸν ἴσως μηδὲ ἀποκρίσεως ἀξιῶσαι. ∆ιὸ οὐδὲ πρὸς αὐτὸν ποιεῖται  τὴν  παράκλησιν,  ἀλλὰ  πρὸς τὸν  πατριάρχην  ἱκετεύει.  Ἀλλ' ὅμως  οὐδὲ οὕτως ἐκέρδανέ τι πλέον. Ὁρᾷς πόσης ἀπολαύει τῆς τιμῆς καὶ τῆς προεδρίας ὁ παρὰ τὸν πυλῶνα κείμενος, ὁ εὐκαταφρόνητος, ὁ πένης, ὁ τῷ λιμῷ διηνεκῶς παλαίων, ὁ τοῖς ἕλκεσι πολιορκούμενος,  ὁ τοῖς κυσὶ προκείμενος; Ἡδέως γὰρ ταῦτα στρέφω συνεχῶς, ἵνα μηδεὶς τῶν ἐν πενίᾳ, ἢ τῶν ἐν νόσοις ὄντων καὶ λιμῷ, καταφρονήσῃ ἑαυτὸν ταλανίζων·  ἀλλὰ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ἅπαντα φέρων, ἤδη ταῖς χρησταῖς  ἐλπίσι  τρέφηται,  τὰς  ἀποῤῥήτους ἐκείνας  ἀναμένων  ἀμοιβὰς, καὶ  τῶν πόνων τὰς ἀντιδόσεις· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.