Τετάρτη, 26 Φεβρουαρίου 2014

ΛΟΓΟΣ Βʹ. Περὶ εὐχῆς.


ΛΟΓΟΣ Βʹ. Περὶ εὐχῆς.

Μέγα  ἀγαθὸν   ἡ   εὐχὴ,   ἐὰν   μετὰ   διανοίας   εὐχαρίστου   γίνηται,   ἐὰν παιδεύσωμεν   ἑαυτοὺς,   μὴ   μόνον   λαμβάνοντες,   ἀλλὰ   καὶ   μὴ   λαμβάνοντες, εὐχαριστεῖν  τῷ  Θεῷ. Καὶ γὰρ  ποτὲ  μὲν  δίδωσι,  ποτὲ  δὲ  οὐ  δίδωσιν,  ἀμφότερα χρησίμως· ὥστε κἂν λάβῃς, κἂν μὴ λάβῃς, ἔλαβες ἐν τῷ μὴ λαβεῖν· κἂν ἐπιτύχῃς, κἂν μὴ ἐπιτύχῃς, ἔτυχες ἐν τῷ μὴ ἐπιτυχεῖν.  Ἔστι γὰρ ὅτε τὸ μὴ λαβεῖν λυσιτελέστερον. Εἰ γὰρ μὴ συμφέρον ἡμῖν ἦν πολλάκις τὸ μὴ λαβεῖν, πάντως ἔδωκεν ἄν· τὸ δὲ συμφερόντως ἀποτυχεῖν  ἐπιτυχεῖν  ἐστι. Μὴ δὴ πρὸς τὴν βραδυτῆτα τῆς τῶν αἰτουμένων δόσεως δυσχεραίνωμεν, ἀλλὰ ταύτῃ μᾶλλον πολλὴν τὴν καρτερίαν καὶ τὴν μακροθυμίαν ἐπιδεικνύμεθα. Μὴ γὰρ, καὶ πρὶν ἢ αἰτήσωμεν, οὐκ ἠδύνατο παρασχεῖν ὁ Θεός; ἀλλὰ  διὰ τοῦτο ἀναμένει,  ἵνα  ἀφορμὴν  λάβῃ παρ' ἡμῶν  τοῦ δικαίως ἡμᾶς ἀξιοῦν τῆς παρ' αὐτοῦ προνοίας. Κἂν ἐπιτύχωμεν  τοίνυν  τῶν αἰτηθέντων, κἂν μὴ ἐπιτύχωμεν, παραμένωμεν τῇ αἰτήσει· καὶ μὴ μόνον ἐπιτυγχάνοντες εὐχαριστῶμεν, ἀλλὰ καὶ ἀποτυγχάνοντες.  Τὸ γὰρ ἀποτυχεῖν ὅταν ὁ Θεὸς βούληται, οὐκ ἔλαττόν ἐστι τοῦ ἐπιτυχεῖν· οὐδὲ γὰρ ἴσμεν ἡμεῖς τὰ συμφέροντα ἡμῖν, ὡς αὐτὸς ἐπίσταται· Ὥστε οὖν, κἂν ἐπιτύχωμεν, κἂν ἀποτύχωμεν, εὐχαριστεῖν ὀφείλομεν, καὶ μετὰ χαρᾶς δέχεσθαι ἅπερ αὐτὸς δοκιμάσει. Οὐ γὰρ ἀνανεύων ἡμῶν πρὸς  τὰς  αἰτήσεις  ὑπερτίθεται  πολλάκις  ὁ  Θεὸς, ἀλλὰ  σοφιζόμενος  ἡμῶν  τὴν προσεδρείαν, καὶ βουλόμενος ἡμᾶς πρὸς ἑαυτὸν ἐφέλκεσθαι· ἐπεὶ καὶ πατὴρ φιλόστοργος αἰτούμενος πολλάκις παρὰ τοῦ παιδὸς οὐκ ἐπινεύει, οὐχὶ βουλόμενος μὴ  δοῦναι,  ἀλλὰ  τοῦ  παιδὸς  τὴν  προσεδρείαν διὰ  τούτου  ἐπισπώμενος. 
Τὸ γὰρ ἀκούεσθαι εὐχόμενον, πρῶτον μὲν ἐκ τοῦ ἀξίους εἶναι λαβεῖν γίνεται, δεύτερον δὲ ἐκ τοῦ κατὰ τοὺς νόμους τοῦ Θεοῦ προσεύχεσθαι, τρίτον ἐκ τοῦ συνεχῶς, τέταρτον ἐκ τοῦ μηδὲν βιωτικὸν αἰτεῖν, πέμπτον ἐκ τοῦ παρ' ἑαυτοῦ συνεπεισφέρειν ἅπαντα, καὶ πάλιν ἐκ τοῦ τὰ συμφέροντα ζητεῖν. Ὥσπερ οὖν ἐκ τούτων τὸ ἀκούεσθαι γίνεται, οὕτως ἑτέρωθεν τὸ μὴ ἀκούεσθαι, κἂν δίκαιοι ὦσιν οἱ αἰτοῦντες. Τί γὰρ τοῦ Παύλου δικαιότερον γέγονεν; ἀλλ' ἐπειδὴ ἀσύμφορα ᾔτησεν, οὐκ ἠκούσθη· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, φησὶ, καὶ εἶπέ μοι. Ἀρκεῖ σοι ἡ χάρις μου, Τί δὲ Μωϋσέως πάλιν δικαιότερον; ἀλλ' οὐδὲ ἐκεῖνος ἠκούετο· λέγοντος τοῦ Θεοῦ. Ἱκανούσθω σοι. Ἐπειδὴ γὰρ 63.580 ᾔτει εἰς τὴν γῆν τῆς ἐπαγγελίας  εἰσελθεῖν, ἀσύμφορον δὲ τοῦτο ἦν, οὐκ ἐπέτρεψεν ὁ Θεός. Μετὰ τούτων καὶ ἕτερόν ἐστι τὸ μὴ ποιοῦν ἀκούεσθαι, ὅταν τοῖς ἁμαρτήμασιν ἐπιμένοντες προσευχώμεθα· ὃ καὶ περὶ τῶν Ἰουδαίων ἔλεγεν ὁ Θεὸς τῷ  Ἱερεμίᾳ· Μὴ προσεύχου περὶ τοῦ  λαοῦ  τούτου· ἢ οὐχ  ὁρᾷς τί  οὗτοι ποιοῦσιν; Οὐκ ἀπέστησαν, φησὶ, τῆς ἀσεβείας, καὶ σὺ ὑπὲρ αὐτῶν δέησιν ἀναφέρεις; ἀλλ'  οὐκ  ἀκούσομαί  σου.  Πάλιν  ὅταν  κατ'  ἐχθρῶν   αἰτῶμεν,   οὐ  μόνον   οὐκ ἀκουόμεθα, ἀλλὰ καὶ παροξύνομεν τὸν Θεόν. Φάρμακον γάρ ἐστιν ἡ εὐχὴ, ἀλλὰ ἐὰν μὴ εἰδῶμεν τὸ φάρμακον πῶς ἐπιθεῖναι χρὴ, οὐδὲ τὴν δύναμιν αὐτοῦ καρπούμεθα

πώποτε. Τοσοῦτον οὖν ἐστιν ἡ τῆς εὐχῆς προσεδρεία καλὸν, ὡς ἀπὸ τῆς Χαναναίας ἐκείνης παιδευόμεθα, ὅτι ὃ τῶν ἀποστόλων ἀξιωσάντων ὁ Χριστὸς οὐκ ἐπένευσεν, αὕτη ἤνυσε, καὶ τῇ καρτερίᾳ εἰς ἔργον ἐξήνεγκε. Καὶ γὰρ ὑπὲρ τῶν ἡμετέρων παρ' ἡμῶν  βούλεται  μᾶλλον  τῶν  ὑπευθύνων  ἀξιοῦσθαι, ἢ  παρ'  ἑτέρων  ὑπὲρ  ἡμῶν. Ἀνθρώπων μὲν γὰρ δεόμενοι, καὶ δαπάνης χρημάτων δεόμεθα καὶ κολακείας δουλοπρεποῦς καὶ πολλῆς περιόδου καὶ πραγματείας· οὐ γὰρ ἐξ εὐθείας αὐτοῖς τοῖς κυρίοις  δοῦναι  τὴν  χάριν  ἔνι  καὶ διαλεχθῆναι  πολλάκις,  ἀλλ' ἀνάγκη  πρότερον διακόνους καὶ οἰκονόμους αὐτῶν καὶ ἐπιτρόπους καὶ χρήμασι καὶ ῥήμασι, καὶ παντὶ θεραπεῦσαι τρόπῳ, καὶ τότε δι' ἐκείνων δυνηθῆναι τὴν αἴτησιν λαβεῖν. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔστιν οὕτως· οὐ γὰρ δεῖται μεσιτῶν ἐπὶ τῶν  ἀξιούντων,  οὐδὲ οὕτω δι' ἑτέρων παρακαλούμενος, ὡς δι' ἡμῶν αὐτῶν δεομένων ἐπινεύει τῇ χάριτι. Πολλὰ γὰρ βούλεται ἀπαιτεῖσθαι, παρ' ἡμῶν ὁ Θεὸς, καὶ χάριν ἔχει τούτου πολλήν· μόνος γὰρ οὗτος ὁ χρεώστης ὅταν ἀπαιτῆται χάριν ἔχει, καὶ ἃ μὴ ἐδανείσαμεν δίδωσι. Κἂν μὲν  σφοδρῶς  ἴδῃ  ἐγκείμενον   τὸν   ἀπαιτοῦντα,   καὶ  ἃ  μὴ  ἔλαβε  παρ'  ἡμῶν, καταβάλλει·  ἂν  δὲ  νωθρῶς,  καὶ  αὐτὸς  διαναβάλλεται,  οὐ  διὰ  τὸ  μὴ  βούλεσθαι δοῦναι,  ἀλλὰ  διὰ τὸ ἡδέως  ἔχειν  παρ' ἡμῶν  ἀπαιτεῖσθαι. Οὐδὲ γὰρ μισῶν, οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ἀναβάλλεται  τῶν  αἰτουμένων  τὴν  δόσιν ὁ Θεὸς, ἀλλὰ  τῇ μελλήσει  τῆς  δόσεως  διηνεκῶς  παρ'  ἑαυτῷ  κατέχειν  βουλόμενος·  καθάπερ  καὶ πατέρες  φιλόστοργοι  ποιοῦσι·  καὶ  γὰρ  ἐκεῖνοι  τῶν  ῥᾳθυμοτέρων  παίδων   τὴν διηνεκῆ  προσεδρείαν τῇ  τῆς  δόσεως ἀναβολῇ  σοφίζονται.  Ἠκούσθης; ἐπὶ  τούτῳ εὐχαρίστησον, ἐπειδὴ ἠκούσθης· οὐκ ἠκούσθης; παράμεινον 63.581 ἵνα ἀκουσθῇς. Οὐ χρεία σοι μεσιτῶν, οὐδὲ πολλῆς τῆς περιδρομῆς καὶ τοῦ κολακεῦσαι ἑτέρους· ἀλλὰ κἂν  ἔρημος  ᾖς,  κἂν  ἀπροστάτευτος,  αὐτὸς  διὰ  σαυτοῦ  παρακαλέσας  τὸν  Θεὸν ἐπιτεύξῃ πάντως. Εἰ γὰρ ἐπ' ἀνθρώπων, κἂν μυρία προσκεκρουκότες ὦμεν, ὅταν καὶ ὑπὸ  τὴν   ἕω,  καὶ  μέσης  ἡμέρας  καὶ  ἐν   ἑσπέρᾳ  φαινώμεθα   τοῖς   πρὸς  ἡμᾶς λελυπημένοις, τῇ συνεχείᾳ καὶ τῇ διηνεκεῖ τῆς ὄψεως συντυχίᾳ καταλύομεν ῥᾳδίως αὐτῶν τὴν ἔχθραν, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο γένοιτ' ἄν. Οὐ γὰρ οὕτως δι' ἑτέρων  ὑπὲρ ἡμῶν  παρακαλούμενος  ἐπινεύειν  εἴωθεν,  ὡς  δι' ἡμῶν  αὐτῶν  τῶν δεομένων, κἂν μυρίων ὦμεν γέμοντες κακῶν Ἀκουέτωσαν οἱ μετὰ ῥᾳθυμίας εὐχόμενοι, καὶ τῇ μελλήσει τῆς δόσεως δυσχεραίνοντες. Ὅταν γὰρ εἴπω, Παρακάλεσον τὸν Θεὸν, δεήθητι αὐτοῦ, ἱκέτευσον αὐτὸν, λέγει· Παρεκάλεσα ἅπαξ, δεύτερον, τρίτον, δέκατον, εἰκοστὸν, καὶ οὐκ ἔλαβον. Μὴ ἀποστῇς ἕως ἂν λάβῃς· τότε ἀπόστηθι, ὅταν λάβῃς· μᾶλλον δὲ μηδὲ τότε, ἀλλὰ καὶ τότε παράμενε· κἂν μὴ λάβῃς, αἴτει ἵνα λάβῃς· ὅταν δὲ λάβῃς, εὐχαρίστησον ὅτι ἔλαβες. Εἰσέρχονται πολλοὶ ἐν τῇ ἐκκλησίᾳ, ἀπαρτίζουσι μυρίους στίχους εὐχῆς, καὶ ἐξέρχονται, καὶ οὐκ οἴδασι τί εἶπον· τὰ χείλη κινεῖται ἡ δὲ ἀκοὴ οὐκ ἀκούει. Σὺ οὐκ ἀκούεις τῆς εὐχῆς σου, καὶ τὸν Θεὸν θέλεις ταύτης ἀκοῦσαι; Ἔκλινα, λέγεις, γόνατα. Ἀλλ' ἡ διάνοιά σου ἔξω ἐπέτετο· τὸ σῶμα ἔνδον, καὶ ἡ γνώμη σου ἔξω· τὸ στόμα σου ἔλεγε τὴν εὐχὴν, καὶ ἡ διάνοιά σου ἠρίθμει τοὺς τόκους, τὰ συμβόλαια, τὰ συναλλάγματα, τὰ κτήματα, τὰς τῶν φίλων  συνουσίας. Ὁ γὰρ διάβολος πονηρὸς ὢν, καὶ εἰδὼς ὅτι ἐν καιρῷ εὐχῆς μεγάλα ἀνύομεν, τότε ἐπέρχεται (πολλάκις γὰρ ὕπτιοι κείμεθα ἐν κλίνῃ, καὶ οὐδὲν λογιζόμεθα· ἤλθομεν  εὔξασθαι, καὶ τότε μυρίοι λογισμοὶ ἐπεισέρχονται), ἵνα ἀπὸ τῶν ἐκεῖθεν κενοὺς καὶ ἀπράκτους δι' ὅλου ποιήσηται· καὶ πολλάκις πληρώσαντες τὴν  εὐχὴν,  μηδὲ ὡς  ἀκούσαντες  ἃ εἰρήκαμεν,  ἀπήλθομεν.  Ἂν  οὖν  ἐννοήσωμεν τοῦτο, εὐθέως  αὐτὴν  ἀναλάβωμεν,  κἂν τὸ αὐτὸ πάθωμεν  πάλιν,  καὶ τρίτον,  καὶ τέταρτον αὐτὴν εἴπωμεν, καὶ μὴ πρότερον ἀποστῶμεν εὐχόμενοι, ἕως ἂν ἅπασαν αὐτὴν μετὰ διανοίας νηφούσης καὶ λογισμοῦ προσέχοντος ἐκχέωμεν ἔμπροσθεν τοῦ Θεοῦ. Κἂν αἴσθηται ὁ διάβολος, ὅτι οὐ πρότερον ἀφιστάμεθα, ἕως ἂν μετὰ σπουδῆς αὐτὴν καὶ διανοίας νηφούσης εἴπωμεν, ἀποστήσεται λοιπὸν ἐφεδρεύων, εἰδὼς, ὅτι

οὐδὲν πλέον ἔσται αὐτῷ τῆς ἐπιβουλῆς, ἢ τὸ πολλάκις ἀναγκάζειν τὴν αὐτὴν ἡμᾶς ἀναλαμβάνειν  εὐχήν.  Εἰ γὰρ  ἀνθρώπῳ  προσιόντες  τοσαύτην  ἐπιδεικνύμεθα  τὴν σπουδὴν,  ὡς  μηδὲ  τοὺς  πλησίον  παρεστῶτας  πολλάκις  ὁρᾷν,  ἀλλὰ  συντείνειν ἑαυτῶν τὴν διάνοιαν, κἀκεῖνον μόνον φαντάζεσθαι ᾧ προσίεμεν· πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιεῖν ἡμᾶς χρὴ, καὶ ταῖς εὐχαῖς προσκαρτερεῖν, μὴ ὧδε κἀκεῖσε τὸν λογισμὸν περιαγομένους. Ἂν γὰρ ἡ γλῶττα  μὲν προφέρῃ τὰ ῥήματα, ἡ δὲ διάνοια ἔξω ῥέμβηται, τὰ κατὰ τὴν οἰκίαν περισκοποῦσα, τὰ κατὰ τὴν ἀγορὰν φανταζομένη, οὐδὲν ἡμῖν ὄφελον ἔσται λοιπὸν, ἀλλὰ καὶ πλείων ἡ κατάκρισις. Εἰ γὰρ ἀνθρώποις μὲν τοσοῦτον προσεδρεύομεν χρόνον, στρατευόμενοι καὶ ταλαιπωρούμενοι, διακονοῦντες  δουλοπρεπῶς,  καὶ πρὸς τῷ  τέλει  πολλάκις  καὶ αὐτῆς  τῆς  ἐλπίδος ἐκπίπτοντες·  τῷ ∆εσπότῃ τῷ ἡμετέρῳ, ἔνθα πάντως  ἐστὶν ἀπολαβεῖν τὴν ἀμοιβὴν πολλῷ  μείζω 63.582 τῶν  πόνων,  οὐ καρτεροῦμεν προσεδρεῦσαι μετὰ τῆς προσηκούσης σπουδῆς; καὶ πόσης ταῦτα κολάσεως ἄξια; Εἰ γὰρ καὶ μηδὲν λαβεῖν ἦν, αὐτὸ τοῦτο τὸ συνεχῶς αὐτῷ διαλέγεσθαι, οὐχὶ μυρίων αἴτιόν ἐστιν ἀγαθῶν; Καὶ γὰρ μέγα ἀγαθὸν  εὐχὴ  καὶ τὸ διὰ ταύτης  τῷ  Θεῷ διαλέγεσθαι.  Εἰ γὰρ ἀνθρώπῳ  τις διαλεγόμενος ἐναρέτῳ οὐ μικρὰν ἐξ αὐτοῦ καρποῦται τὴν ὠφέλειαν, ὁ Θεῷ διαλέγεσθαι καταξιωθεὶς, πόσων ἀπολαύσεται ἀγαθῶν; Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν οἰκέτας ἡμῖν κελεύειν ἅπαντα δουλεύειν τὸν χρόνον, ἡμᾶς δὲ μηδὲ τὴν ἐλάττω σχολὴν ἀπονέμειν τῷ Θεῷ; Οὐκ οἶδας σὺ τὰ συμφέροντα, ἄνθρωπε· πολλάκις αἰτεῖς ἐπιβλαβῆ καὶ σφαλερά. Ἀλλ' ἐκεῖνος ὁ μᾶλλον κηδόμενός σου τῆς σωτηρίας, οὐ τῇ αἰτήσει σου προσέχει, ἀλλὰ πρὸ τῆς αἰτήσεως τὸ συμφέρον σοι προνοεῖται. Εἰ γὰρ οἱ πατέρες οἱ σαρκικοὶ οὐ πάντως ἃ αἰτοῦσιν οἱ παῖδες διδόασιν, οὐκ ἐπειδὴ καταφρονοῦσι τῶν αἰτούντων, ἀλλ' ἐπειδὴ αὐτῶν μᾶλλον κήδονται· πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ καὶ μᾶλλον  φιλῶν,  καὶ πλέον  ἁπάντων  εἰδὼς τὸ συμφέρον ἡμῖν ποιεῖ. Ὅταν  οὖν  ἀποκάμῃς  εὐχόμενος,  καὶ  μὴ  λαμβάνῃς,  ἐννόησον  ποσάκις  ἤκουσας πένητός  σε καλοῦντος,  καὶ οὐχ  ὑπήκουσας, καὶ οὐκ ἠγανάκτησεν  ἐκεῖνος,  οὐδὲ ὕβρισέ σε· καίτοι σὺ μὲν ἀπὸ ὠμότητος τοῦτο ποιεῖς, ὁ δὲ Θεὸς ἀπὸ φιλανθρωπίας. Εἰ τοίνυν  αὐτὸς τοῦ ὁμοδούλου δι' ὠμότητα μὴ ἀκούων, οὐκ ἀξιοῖς ἐγκαλεῖσθαι, τῷ
∆εσπότῃ τοῦ δούλου διὰ φιλανθρωπίαν οὐκ ἀκούοντι ἐγκαλεῖς; Εἰ οὖν ὁ μακάριος
∆αυῒδ βασιλεὺς ὢν, καὶ μυρίαις βαπτιζόμενος φροντίσι, καὶ πανταχόθεν περιελκόμενος, ἑπτάκις τῆς ἡμέρας παρεκάλει τὸν Θεὸν, τίνα ἂν ἔχοιμεν ἀπολογίαν καὶ συγγνώμην ἡμεῖς, τοσαύτην σχολὴν ἄγοντες, καὶ μὴ συνεχῶς αὐτὸν ἱκετεύοντες, καὶ ταῦτα τοσοῦτον μέλλοντες καρποῦσθαι κέρδος; Ἀμήχανον γὰρ, ἀμήχανον, ἄνθρωπον  μετὰ  τῆς  προσηκούσης προθυμίας  εὐχόμενον,  καὶ  παρακαλοῦντα  τὸν Θεὸν συνεχῶς,  ἁμαρτεῖν  ποτε. Ὁ γὰρ διαθερμάνας  αὐτοῦ  τὴν  διάνοιαν,  καὶ τὴν ψυχὴν ἀναστήσας, καὶ πρὸς τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ οὕτω τὸν ∆εσπότην τὸν ἑαυτοῦ καλέσας, καὶ τῶν ἁμαρτημάτων ἀναμνησθεὶς, καὶ περὶ τῆς συγχωρήσεως τούτων αὐτῷ διαλεχθεὶς, καὶ παρακαλέσας ἵλεων γενέσθαι καὶ ἥμερον, ἀπὸ τῆς ἐν τοῖς λόγοις τούτοις διατριβῆς, πᾶσαν ἀποτίθεται βιωτικὴν φροντίδα, καὶ πτεροῦται, καὶ τῶν  ἀνθρωπίνων  παθῶν  ὑψηλότερος γίνεται.  Οὐδὲ γὰρ οὕτω τοὺς κήπους αἱ πηγαὶ τῶν ναμάτων εὐθαλεστέρους ποιοῦσιν, ὡς τὸ φυτὸν τῆς εὐχῆς αἱ πηγαὶ τῶν δακρύων ποτίζουσαι, πρὸς ὕψος μέγιστον ἀνατρέχειν  ποιοῦσι, καὶ ἐνώπιον  Κυρίου τὸν εὐχόμενον ἵστασθαι παρασκευάζουσιν· ἐντεῦθεν γὰρ μάλιστα καὶ τὸ ἀκουσθῆναι γίνεται. Ἐπεὶ, ἂν τοῦ σώματος ἐπὶ γῆς κειμένου, καὶ τοῦ στόματος εἰκῆ ληροῦντος, ἡ διάνοια πανταχοῦ τῆς οἰκίας καὶ τῆς ἀγορᾶς περιέρχηται, πῶς ὁ τοιοῦτος δυνήσεται εἰπεῖν,  ὅτι  ἐνώπιον  τοῦ Θεοῦ ηὔξατο; Ἐνώπιον  γὰρ Κυρίου εὔχεται  ὁ πάντοθεν ἑαυτοῦ τὴν  ψυχὴν  συλλέγων,  καὶ μηδὲν  ἔχων  κοινὸν  πρὸς τὴν  γῆν,  ἀλλὰ  πρὸς αὐτὸν ἑαυτὸν μετοικίσας τὸν οὐρανὸν, καὶ πάντα ἀνθρώπινον  λογισμὸν ἀπὸ τῆς ψυχῆς   ἐκβαλών.   Οὕτω  γὰρ   δεῖ   τὸν   εὐχόμενον   εὔχεσθαι,   ὡς   ὅλην   ἑαυτοῦ

συναγαγόντα  καὶ συντείνοντα  τὴν  διάνοιαν,  καλεῖν  τὸν  Θεὸν μετὰ ὀδυνωμένης ψυχῆς, καὶ μηδὲ μακροὺς 63.583 ἀποτείνοντα λόγους, μηδὲ εἰς μῆκος τὴν ἱκετηρίαν ἐκτείνοντα,  ἀλλ'  ὀλίγα  καὶ  ψιλὰ  λέγοντα  ῥήματα·  οὐ  γὰρ  ἐν  τῷ  πλήθει  τῶν ῥημάτων, ἀλλ' ἐν τῇ νήψει τῆς διανοίας κεῖται τὸ ἀκουσθῆναι. Καὶ τοῦτο ἀπὸ τῶν κατὰ τὴν τοῦ Σαμουὴλ μητέρα, τὴν Ἄνναν, ἔστιν ἰδεῖν· φησὶ γοῦν ἐκείνη, Ἀδωναῒ Κύριε, Ἐλωῒ Σαβαὼθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου, καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρὸς, δώσω αὐτὸ ἐνώπιόν  σου δοτὸν, ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίηται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Ποῖον τοῦτο πλῆθος ῥημάτων; ἀλλ' ὅμως ἐπειδὴ μετὰ προσοχῆς καὶ νήψεως  ταύτην  ἐποιήσατο τὴν εὐχὴν, πάντα ὅσα ἠθέλησεν ἤνυσε, καὶ φύσιν πεπηρωμένην διώρθωσε, καὶ μήτραν ἀποκεκλεισμένην ἀνέῳξε, καὶ πρὸς παῤῥησίαν ἑαυτὴν  πολλὴν  ἐπανήγαγεν,  ἐκ  πέτρας  ἀγόνου  στάχυν  κομῶντα  θερίσασα. ∆εῖ τοίνυν  τὸν εὐχόμενον  καὶ μὴ μακροὺς ἀποτείνειν  λόγους, καὶ συνεχῶς εὔχεσθαι· βραχείας γὰρ καὶ πυκνὰς ποιεῖσθαι τὰς εὐχὰς καὶ ὁ Χριστὸς καὶ ὁ Παῦλος ἐκέλευσαν, ἐξ ὀλίγων  διαλειμμάτων.  Ἂν μὲν γὰρ εἰς μῆκος ἐκτείνῃς  τὸν λόγον, ὀλιγωρήσας πολλάκις, πολλὴν ἔδωκας τὴν ἄδειαν τῷ διαβόλῳ προσελθεῖν καὶ ὑποσκελίσαι, καὶ τὴν διάνοιαν ἀπαγαγεῖν τῶν λεγομένων· ἂν δὲ συνεχεῖς καὶ πυκνὰς ποιῇ τὰς εὐχὰς, τόν τε καιρὸν ἅπαντα τῇ πυκνότητι διαλαμβάνων, δυνήσῃ σωφρονεῖν εὐκόλως, καὶ αὐτὰς τὰς εὐχὰς μετὰ πολλῆς ποιήσῃ τῆς νήψεως. Βούλει μαθεῖν ἀγρυπνίαν προσευχῆς καὶ νῆψιν  καὶ προσεδρείαν; ἄπιθι  πρὸς τὴν  Ἄνναν,  μάθε τί ἐποίησεν ἐκείνη.  Ἀνέστησαν, φησὶ, πάντες  ἀπὸ τῆς τραπέζης, καὶ ἐκείνη  εὐθέως,  οὐ πρὸς ὕπνον ἐτρέπετο, οὐ πρὸς ἀνάπαυσιν· ὅθεν μοι δοκεῖ καὶ ἐπὶ τῆς τραπέζης καθημένη, κούφη τις εἶναι, καὶ μὴ βεβαρημένη σιτίοις τισίν· οὐ γὰρ ἂν τοσαῦτα ἠφίει δάκρυα. Εἰ γὰρ ἡμεῖς νήστεις ὄντες καὶ ἄσιτοι μόλις οὕτως εὐχόμεθα, μᾶλλον δὲ οὐδέποτε οὕτως εὐχόμεθα, πολλῷ μᾶλλον ἐκείνη μετὰ τράπεζαν οὐκ ἂν ηὔξατο οὕτως, εἰ μὴ καὶ ἐν τῇ τραπέζῃ τοῖς ἀσίτοις ἐῴκει. Αἰσχυνθῶμεν οἱ ἄνδρες τὴν γυναῖκα, αἰσχυνθῶμεν οἱ ὑπὲρ βασιλείας ἱκετεύοντες καὶ χασμώμενοι, τὴν ὑπὲρ παιδίου δεομένην  καὶ δακρύουσαν. Καὶ θέα μοι κἀντεῦθεν  τὴν  εὐλάβειαν·  Φωνὴ αὐτῆς, φησὶν,  οὐκ  ἠκούετο,  τὰ  δὲ  χείλη  αὐτῆς  ἐκινεῖτο.  Οὕτως ὁ βουλόμενος  ἀνύσαι, προσέρχεται τῷ Θεῷ, οὐ μαλακιζόμενος, οὐδὲ χασμώμενος, οὐδὲ ἐκλελυμένος, οὐδὲ κνώμενος, οὐδὲ ἀκηδιῶν. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς καὶ χωρὶς εὐχῆς δοῦναι; μὴ γὰρ οὐκ ᾔδει καὶ πρὸ τῆς αἰτήσεως τὴν ἐπιθυμίαν τῆς γυναικός; Ἀλλ' εἰ ἔδωκε πρὸ τῆς αἰτήσεως, οὐκ ἂν ἐφάνη τῆς γυναικὸς ἡ προθυμία, οὐκ ἂν γέγονεν ἡ ἀρετὴ αὐτῆς δήλη,  οὐκ ἂν  τοσοῦτον  ἐντεῦθεν  ἐκτήσατο μισθόν. Ἀλλ' ἴδωμεν  αὐτῆς  καὶ τὴν φιλοσοφίαν. Ἐπειδὴ γὰρ ἐλογίσατο αὐτὴν Ἠλεὶ ὁ ἱερεὺς εἰς μεθύουσαν, ὅρα καὶ πρὸς αὐτὸν  τί  φησί· Μὴ δῷς  τὴν  δούλην  σου εἰς  θυγατέρα  λοιμὴν,  ὅτι  ἐκ  πλήθους ἀδολεσχίας μου ἐκτέτακα καὶ ἕως τοῦ νῦν. Τοῦτο ἀληθῶς καρδίας συντετριμμένης, ὅταν πρὸς τοὺς ὑβρίζοντας μὴ χαλεπαίνωμεν  μηδὲ δυσχεραίνωμεν, ἀλλὰ καὶ ἀπολογώμεθα. Οὐδὲν γὰρ οὕτω ποιεῖ καρδίαν φιλόσοφον ὡς θλῖψις καὶ πένθος τὸ κατὰ   63.584  Θεόν.  ∆έον  οὖν   ἡμᾶς  καὶ  ἀρχομένους   τραπέζης  καὶ  λήγοντας εὐχαριστεῖν τῷ Θεῷ. Ὁ γὰρ πρὸς τοῦτο παρεσκευασμένος, οὐδέποτε εἰς μέθην καὶ παροινίαν  ἐκπεσεῖται, οὐδέποτε ὑπὸ ἀδηφαγίας  διαῤῥαγήσεται, ἀλλὰ  τὴν προσδοκίαν τῆς  εὐχῆς  ἀντὶ  χαλινοῦ  τοῖς  λογισμοῖς  ἐπικειμένην  ἔχων,  μετὰ τοῦ προσήκοντος μέτρου τῶν παρακειμένων ἅψεται πάντων, καὶ πολλῆς μὲν τὴν ψυχὴν, πολλῆς δὲ τῆς εὐλογίας ἐμπλήσει τὸ σῶμα. Τράπεζα γὰρ ἀπὸ εὐχῆς ἀρχομένη, καὶ εἰς εὐχὴν  καταλήγουσα, οὐδέποτε ὑστερηθήσεται, ἀλλὰ  πηγῆς  δαψιλέστερον  ἅπαντα ἡμῖν οἴσει τὰ ἀγαθά. Μὴ δὴ τοσοῦτον παρῶμεν κέρδος. Καὶ γὰρ ἄτοπον τοὺς μὲν οἰκέτας τοὺς ἡμετέρους, εἴ ποτέ τι τῶν  παρακειμένων  λάβοιεν  παρ' ἡμῶν  μέρος, εὐχαριστεῖν τε ἡμῖν καὶ μετ' εὐφημίας ἀναχωρεῖν, ἡμᾶς δὲ τοσούτων ἀπολαύοντας

ἀγαθῶν, μηδὲ τοσαύτην ἀποδιδόναι τῷ Θεῷ τὴν τιμήν. ∆ιὰ γὰρ τοῦτο πολλὰ καὶ ἐν τοῖς κοινοῖς, καὶ ἐν τοῖς ἰδίοις πράγμασι παρὰ γνώμην  ἡμῖν ἀπαντᾷ, ὅτι οὐ περὶ τὰ πνευματικὰ πρῶτον, καὶ τότε περὶ τὰ βιωτικὰ σπουδάζομεν πράγματα. Οὐκ οἶδας, ὅτι ἐὰν ἐλθὼν προσκυνήσῃς τὸν Θεὸν, καὶ μετάσχῃς τῆς ἐνταῦθα διατριβῆς, μᾶλλόν σοι τὰ ἐν χερσὶν εὐμαρίζεται πράγματα; Ἀλλὰ βιωτικὰς ἔχεις φροντίδας; ∆ιὰ ταύτας μὲν οὖν ἐνταῦθα ἀπάντησον, ἵνα τὴν εὔνοιαν ἐπισπασάμενος τοῦ Θεοῦ, διὰ τῆς ἐνταῦθα διατριβῆς, οὕτω μετὰ ἀσφαλείας ἐξέλθῃς· ἵνα ἔχῃς αὐτὸν σύμμαχον, ἵνα ἀκαταγώνιστος  γένῃ τοῖς δαίμοσιν, ὑπὸ τῆς ἄνωθεν  χειρὸς βοηθούμενος. Ἂν γὰρ ἀπολαύσῃς εὐχῶν πνευματικῶν,  ἂν μετάσχῃς εὐχῆς κοινῆς, ἂν ἐπισπάσῃ τοῦ Θεοῦ τὴν  βοήθειαν,  ἂν  αὐτοῦ  τοῖς  ὅπλοις  φραξάμενος  οὕτως  ἐξέλθῃς,  οὐδὲ  αὐτὸς  ὁ διάβολος  ἀντιβλέψαι  δυνήσεταί  σοι λοιπὸν,  μήτι γε ἄνθρωποι  πονηροὶ σπουδάζοντες ἐπηρεάζειν καὶ συκοφαντεῖν·  ἂν δὲ ἀπὸ τῆς οἰκίας ἐπὶ τὴν ἀγορὰν ἔλθῃς, καὶ γυμνὸς τῶν ὅπλων  τούτων εὑρεθῇς, εὐχείρωτος ἔσῃ τοῖς ἐπηρεάζουσιν ἅπασι.  Καὶ μή  μοι  λεγέτω  τις,  ὡς  ἀδύνατον,  ἄνθρωπον  βιωτικὸν,  δικαστηρίῳ προσηλωμένον, συνεχῶς εὔχεσθαι τῆς ἡμέρας, καὶ εἰς ἐκκλησίαν ἐκτρέχειν· δυνατὸν γὰρ, καὶ σφόδρα εὔκολον. Κἂν γὰρ εἰς ἐκκλησίαν δραμεῖν μὴ ῥᾴδιον, ἑστῶτα ἐκεῖ πρὸ τῶν  θυρῶν  καὶ τῷ δικαστηρίῳ προσηλωμένον  εὔξασθαι δυνατόν.  Καὶ τοῦτο πολλοὶ ἐποίησαν πολλάκις, καὶ βοῶντος τοῦ ἄρχοντος ἔνδοθεν, ἀπειλοῦντος, διατεινομένου,  μαινομένου,  πρὸ  τῶν  θυρῶν  ἑστῶτες  σφραγισάμενοι,  καὶ  ὀλίγα ῥήματα κατὰ διάνοιαν εὐξάμενοι, εἰσελθόντες μετέβαλον αὐτὸν καὶ ἐπράϋναν, καὶ ἥμερον ἐξ ἀγρίου κατέστησαν· καὶ οὐδὲν οὔτε ἀπὸ τοῦ τόπου, οὔτε ἀπὸ τοῦ καιροῦ, οὔτε ἀπὸ τῆς σιγῆς πρὸς τὴν εὐχὴν ταύτην ἐνεποδίσθησαν. Οὐδὲ γὰρ οὕτω φωνῆς χρεία, ὡς διανοίας, οὐδὲ ἐκτάσεως χειρῶν, ὡς συντεταμένης ψυχῆς, οὐδὲ σχήματος, ἀλλὰ φρονήματος. Ἐπεὶ καὶ ἡ τοῦ Σαμουὴλ μήτηρ Ἄννα, οὐκ ἐπειδὴ λαμπρὰν καὶ μεγάλην  ἀφῆκε  φωνὴν,  διὰ τοῦτο ἠκούετο, ἀλλ' ἐπειδὴ μεγάλα ἔνδον  μετὰ τὴν καρδίαν ἐβόα· Ἡ φωνὴ γὰρ αὐτῆς οὐκ ἠκούετο, φησὶ, καὶ εἰσήκουσεν αὐτῆς ὁ Θεός. Μὴ δὴ οὖν προφασιζώμεθα  λέγοντες,  ὡς οὐκ ἔστιν εὔκολον  εὔξασθαί τινα,  τοῖς βιωτικοῖς  ἐνασχολούμενον  πράγμασι, καὶ  μηδὲ  63.585 πλησίον  εὐκτήριον  οἶκον εὑρίσκοντα.  Ὅπου γὰρ  ἂν  ᾖς, δύνασαι  στῆσαί σου τὸ  θυσιαστήριον· οὐδὲν  γὰρ κωλύει τόπος, οὐδὲ ἐμποδίζει καιρός· ἀλλὰ κἂν μὴ γόνατα κλίνῃς, κἂν μὴ στῆθος τύψῃς,  καὶ  τὰς  χεῖρας  εἰς  τὸν  οὐρανὸν  ἀνατείνῃς,  διάνοιαν  δὲ  μόνον  ἐπιδείξῃ θερμὴν, τὸ πᾶν ἀπήρτισας τῆς εὐχῆς. Ἔξεστι γὰρ καὶ εἰς ἀγορὰν ἐμβάλλοντα, καὶ καθ' ἑαυτὸν βαδίζοντα, εὐχὰς ἐκτενεῖς ποιεῖσθαι· ἔξεστι καὶ ἐπ' ἐργαστηρίου καθήμενον καὶ δέρματα ῥάπτοντα, τὴν ψυχὴν ἀναθεῖναι πρὸς τὸν ∆εσπότην· ἔξεστι καὶ  οἰκέτῃ  καὶ  ὠνουμένῳ,   καὶ  ἀναβαίνοντι   καὶ  καταβαίνοντι,   καὶ  μαγειρείῳ παρεστῶτι, ὅταν  μὴ δυνατὸν  εἰς  ἐκκλησίαν  ἐλθεῖν,  εὐχὴν  ποιεῖσθαι  ἐκτενῆ  καὶ διεγηγερμένην.  Οὐ γὰρ ἐπαισχύνεται τόπον ὁ Θεὸς, ἀλλ' ἓν ζητεῖ μόνον, διάνοιαν θερμὴν καὶ ψυχὴν  σωφρονοῦσαν. Καὶ γὰρ ὁ Παῦλος οὐκ ἐν οἴκῳ εὐκτηρίῳ, ἀλλ' ὕπτιος ἐπὶ τοῦ δεσμωτηρίου κείμενος, καὶ οὐκ ὀρθὸς ἑστὼς οὐδὲ γόνατα κλίνων· οὐ γὰρ ἠφίει τὸ ξύλον ᾧ τοὺς πόδας ἐδέδετο· ἐπειδὴ μετὰ προθυμίας ηὔξατο κείμενος, τὸ δεσμωτήριον ἔσεισε, καὶ τὰ θεμέλια διεσάλευσε, καὶ τὸν δεσμοφύλακα ἔδησε, καὶ πρὸς τὴν ἱερὰν μετὰ ταῦτα μυσταγωγίαν  ἐχειραγώγησε. Καὶ ὁ Ἐζεκίας οὐκ ὀρθὸς ἑστὼς, οὐδὲ γόνατα κλίνων, ἀλλ' ὕπτιος ἐπὶ τῆς κλίνης κείμενος διὰ τὴν ἀῤῥωστίαν, στρέψας ἑαυτὸν ἐπὶ τὸν τοῖχον, ἐπειδὴ τὸν Θεὸν θερμῶς ἐκάλεσε καὶ μετὰ ψυχῆς σωφρονούσης, καὶ ἀπόφασιν  ἐξενεχθεῖσαν  ἀνεκαλέσατο, καὶ πολλὴν  ἐπεσπάσατο τὴν  εὔνοιαν,  καὶ  πρὸς τὴν  προτέραν  ἐπανῆλθεν  ὑγίειαν.  Καὶ ὁ λῃστὴς  ἐπὶ  τοῦ σταυροῦ τεταμένος, ἀπὸ ῥημάτων ὀλίγων  τῆς βασιλείας τῶν οὐρανῶν ἔτυχε· καὶ ὁ Ἱερεμίας ἐν βορβόρῳ καὶ λάκκῳ, καὶ ὁ ∆ανιὴλ ἐν λάκκῳ καὶ θηρίοις, καὶ ὁ Ἰωνᾶς ἐν αὐτῇ τοῦ κήτους τῇ νηδύϊ τὸν Θεὸν παρακαλέσαντες, τὰ ἐπικείμενα δεινὰ διέλυσαν

ἅπαντα, καὶ τὴν ἄνωθεν εὔνοιαν ἐπεσπάσαντο. Τί τοίνυν λέγειν ὀφείλεις εὐχόμενος; Ὅπερ ἡ  Χαναναία· ὡς  γὰρ  ἐκείνη  ἔλεγεν·  Ἐλέησόν με, ἡ  θυγάτηρ  μου  κακῶς δαιμονίζεται· οὕτω λέγε καὶ σὺ, Ἐλέησόν με, ἡ ψυχή μου κακῶς δαιμονίζεται. Μέγας γὰρ δαίμων  ἡ ἁμαρτία· ὁ δαιμονῶν  ἐλεεῖται· ὁ ἁμαρτάνων  μισεῖται. Ἐλέησόν με. Βραχὺ τὸ ῥῆμα, καὶ πέλαγος τῆς φιλανθρωπίας·  ὅπου γὰρ ἔλεος, πάντα τὰ ἀγαθά. Κἂν ἔξω ἐκκλησίας ᾖς, κράζε καὶ λέγε, Ἐλέησόν με, εἰ καὶ μὴ κινῶν τὰ χείλη, ἀλλὰ τῇ διανοίᾳ βοῶν· καὶ σιωπώντων  γὰρ ἀκούει ὁ Θεός. Οὐ ζητεῖται τόπος, ἀλλ' ἀρχὴ τρόπου. Ὁ Ἱερεμίαςἐν βορβόρῳ ἦν, καὶ τὸν Θεὸν ἐπεσπάσατο· καὶ ὁ Ἰὼβ ἐν κοπρίᾳ ἦν, καὶ τὸν Θεὸν ἵλεων  κατεσκεύασεν· ὁ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους, καὶ τὸν Θεὸν ὑπήκοον ἔσχε. Κἂν ἐν βαλανείῳ ᾖς, εὔχου· ὅπου ἐὰν ᾖς, εὔχου. Ναὸς εἶ, μὴ ζήτει τόπον. Θάλαττα ἦν ἔμπροσθεν, ὄπισθεν Αἰγύπτιοι, καὶ μέσος ὁ Μωϋσῆς μηδὲν λαλῶν· πολλὴ γὰρ ἐν τῇ εὐχῇ ἡ στενοχωρία· καὶ λέγει αὐτῷ ὁ Θεὸς, Τί βοᾷς πρός με; Καὶ σὺ τοίνυν  ὅταν πειρασμὸς ἐπέλθῃ σοι, ἐπὶ τὸν Θεὸν κατάφυγε, τὸν ∆εσπότην κάλεσον. Μὴ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ἀπέλθῃς εἰς τόπον; Θεὸς ἀεὶ ἐγγύς ἐστιν. Ἔτι γὰρ λαλοῦντός  σου, ἐρῶ· Ἰδοὺ πάρειμι. Οὐδέπω τελεῖς τὴν εὐχὴν, καὶ αὐτὸς τὴν ἴασιν δίδωσιν. Ἂν γὰρ τὴν διάνοιαν ἔχῃς καθαρεύουσαν τῶν ἀτόπων παθῶν, κἂν ἐν ἀγορᾷ ᾖς, κἂν  ἐν  ὁδῷ,  κἂν  ἐν  δικαστηρίῳ  παρεστὼς, κἂν  ἐν  θαλάσσῃ, κἂν  ἐν πανδοχείῳ,  κἂν ἐπ' ἐργαστη 63.586 ρίῳ ἑστηκὼς, κἂν ὅπουπερ ἂν ᾖς, δυνήσῃ τὸν Θεὸν καλέσας ἐπιτυχεῖν τῆς αἰτήσεως. Τί γὰρ βούλεται τῶν χειρῶν ἡ ἔκτασις ἐν τῇ εὐχῇ; Πολλαῖς πονηρίαις διακονοῦσιν αὗται· καὶ διὰ τοῦτο κελευόμεθα αὐτὰς ἀνατείνειν,   ἵνα  ἡ  τῆς  εὐχῆς  διακονία  δεσμὸς  αὐταῖς  γένηται  τῆς  κακίας,  καὶ ἀπαγωγὴ τῆς πονηρίας· ἵν', ὅταν μέλλῃς ἁρπάζειν, ἢ πλεονεκτεῖν, ἢ τύπτειν ἕτερον, ἀναμνησθῇς ὅτι ταύτας μέλλεις  ἀντὶ  συνηγόρων  πρὸς τὸν Θεὸν πέμπειν,  καὶ διὰ τούτων τὴν θυσίαν ἀναφέρειν ἐκείνην τὴν πνευματικὴν, καὶ μὴ καταισχύνῃς αὐτὰς, μηδὲ ἀπαῤῥησιάστους ἐργάσῃ, τῇ διακονίᾳ τῆς πονηρᾶς ἐργασίας. Κάθαιρε τοίνυν αὐτὰς ἐλεημοσύνῃ, φιλανθρωπίᾳ,  προστασίᾳ τῶν  δεομένων,  καὶ οὕτως αὐτὰς εἰς εὐχὴν ἄγε. Εἰ γὰρ ἀνίπτοις  αὐταῖς οὐκ ἐπιτρέπεις εἰς εὐχὴν, πολλῷ μᾶλλον ἁμαρτήμασιν οὐκ ἂν εἴης δίκαιος αὐτὰς μιαίνειν. Εἰ τὸ ἔλαττον δέδοικας τὸ ἀνίπτοις χερσὶν  εὔχεσθαι,  πολλῷ  μᾶλλον  τὸ  μεῖζον  φρίξον.  Τὸ γὰρ  μὲν  ἀνίπτοις  χερσὶ προσεύχεσθαι οὐ τοσοῦτον ἄτοπον· τὸ δὲ καταῤῥυπανθείσας αὐτὰς μυρίοις ἁμαρτήμασι προσάγειν, τοῦτο πολλὴν  φέρει τὴν  ὀργὴν  καὶ τὸν  ὄλεθρον. Βούλει μαθεῖν πόση ἡ δύναμις τῆς εὐχῆς τῆς ἐν τῇ ἐκκλησίᾳ γινομένης;  Ἐδέδετό ποτε ὁ Πέτρος, καὶ ἁλύσεις περιέκειτο πολλάς. Προσευχὴ δὲ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας περὶ  αὐτοῦ  γινομένη·  καὶ  εὐθέως  αὐτὸν  ἀπήλλαξε  τοῦ  δεσμωτηρίου. Τί τοίνυν δυνατώτερον ταύτης γένοιτ' ἂν τῆς εὐχῆς, ἣ τὸν στῦλον καὶ πύργον τῆς Ἐκκλησίας ὠφέλησε; Καὶ τοῖς μὲν κατηχουμένοις  οὐδέπω τοῦτο ἐπιτέτραπται, ἐπειδὴ οὐδέπω πρὸς τὴν παῤῥησίαν ἔφθασαν ταύτην· ὑμῖν δὲ καὶ ὑπὲρ τῆς οἰκουμένης καὶ ὑπὲρ τῆς Ἐκκλησίας τῆς μέχρι τῶν περάτων τῆς γῆς ἐκτεταμένης, καὶ ὑπὲρ τῶν διοικούντων ταύτην  καὶ ἐπισκοπούντων,  παρακελεύεται  ποιεῖσθαι τὰς δεήσεις. Καὶ ὑπακούετε μετὰ προθυμίας, ἔργῳ μαρτυροῦντες, ὅτι μεγάλη τῆς εὐχῆς ἡ δύναμίς ἐστι τῆς ἐν Ἐκκλησίᾳ  ἀπὸ  τοῦ  δήμου  συμφώνως   ἀναφερομένης.   Εἰ  γὰρ  ἐπὶ  ἀνθρώπων καταδίκους ἄνδρας ἀπαγομένους εἰς θάνατον, δῆμος προσελθὼν ἐξῃτήσατο, καὶ τὸ πλῆθος δυσωπηθεὶς ὁ βασιλεὺς τὴν γνώμην  ἀνέθετο, πολλῷ μᾶλλον παρ' ὑμῶν ὁ ἐπουράνιος  δυσωπηθεὶς βασιλεὺς παρέξει τὴν  αἴτησιν. Οὐκ ἠκούσατε ὅτι Πέτρος οὕτως ἐξηρπάγη τοῦ δεσμωτηρίου, ἐπειδὴ ἦν εὐχὴ ἐκτενὴς ὑπὲρ αὐτοῦ γινομένη; Πόσῳ νομίζετε  μεῖζον  εἶναι  τῆς  ἡμετέρας  σμικρότητος τὸ ὑπὲρ δήμου τοσούτου προσιέναι καὶ παρακαλεῖν τὸν Θεόν; Εἰ γὰρ αὐτὸς ὑπὲρ ἑαυτοῦ δεηθῆναι παῤῥησίαν οὐκ ἔχω, πολλῷ μᾶλλον ὑπὲρ ἑτέρων· τῶν γὰρ εὐδοκιμούντων ἐστὶ τοῦτο. Ὅταν οὖν καὶ  αὐτὸς  προσκεκρουκὼς  ὦ,  πῶς  ὑπὲρ  ἄλλου  δεηθήσομαι; Ἕνα μὲν  γὰρ  ὑπὲρ

πολλῶν  ἀξιοῦν,  σφόδρα τολμηρὸν  καὶ πολλῆς  δεόμενον  παῤῥησίας· πολλοὺς  δὲ ὁμοῦ συνελθόντας,  ὑπὲρ ἑνὸς  ποιεῖσθαι  τὴν  δέησιν, οὐδὲν  φορτικὸν  φανήσεται. Εὔξασθαι μὲν  γὰρ  καὶ  ἐπὶ  τῆς  οἰκίας  δυνατόν·  οὕτω  δὲ  εὔξασθαι, ὡς  ἐπὶ  τῆς ἐκκλησίας, ἀδύνατον,  ὅπου πατέρων  πλῆθος  τοσοῦτον, ὅπου βοὴ πρὸς τὸν  Θεὸν ὁμοθυμαδὸν   ἀναπέμπεται.    Οὐχ   οὕτως   ἀκούῃ   κατὰ   σαυτὸν   τὸν   ∆εσπότην παρακαλῶν, ὡς μετὰ τῶν ἀδελφῶν  τῶν σῶν. Ἐνταῦθα γάρ ἐστι τὸ πλέον, οἷον ἡ ὁμόνοια καὶ ἡ συμφωνία, καὶ τῆς ἀγάπης ὁ σύνδεσμος, καὶ αἱ τῶν ἱερέων εὐχαί. ∆ιὰ γὰρ τοῦτο ἱερεῖς παρεστήκασιν, ἵνα αἱ τοῦ πλήθους εὐχαὶ ἀσθενέστεραι οὖσαι, τῶν δυνατωτέρων   τού  63.587 των  ἐπιλαβόμεναι,  ὁμοῦ  συνέλθωσιν  αὐταῖς  εἰς  τὸν οὐρανόν. Εἰ γὰρ Πέτρον ὠφέλησε τῆς Ἐκκλησίας ἡ εὐχὴ, καὶ τὸν στύλον ἐκεῖνον ἐξέβαλε  τοῦ  δεσμωτηρίου· πῶς  σὺ καταφρονεῖς  τῆς  δυνάμεως  αὐτῆς,  εἰπέ  μοι; Ὥσπερ γὰρ ἡ τῆς ἀγάπης δύναμις οὐ διείργεται διαστήματι τόπου, οὕτως οὐδὲ ἡ τῆς εὐχῆς ἐνέργεια· ἀλλ'  ὥσπερ ἐκείνη τοὺς ἀλλήλων  ἀφεστηκότας συνδεῖ, οὕτω καὶ αὕτη τοὺς πόῤῥωθεν ὄντας τὰ μέγιστα ὠφελεῖν  δυνήσεται. Καὶ γὰρ Μωϋσῆς, εἰ καὶ μὴ παρῆν τῷ σώματι τοῖς πολεμοῦσιν, οὐδὲν ἔλαττον τῶν πολεμούντων,  ἀλλὰ καὶ πολλῷ  πλέον  εἰς  τὴν  μάχην  συνετέλεσεν  ἐκείνην  τῇ  τῶν  χειρῶν  ἐκτάσει  τὰ πράγματα  τῶν  οἰκείων  ἐπαίρων,  καὶ  φοβερὰ  τοῖς  ἐναντίοις  ποιῶν.  Οὐδὲν γὰρ κατόρθωμα  σφόδρα μέγα  εἶναι  δύναιτ'  ἂν,  ὅταν  μὴ  τὸ  κέρδος  καὶ  εἰς  ἑτέρους διαδιδῶ. Κἂν γὰρ ἄσιτος μένῃς, κἂν χαμαὶ καθεύδῃς, κἂν τέφραν ἐσθίῃς, κἂν θρηνῇς διαπαντὸς,  καὶ μηδένα  ἕτερον  ὠφελῇς,  οὐδὲν  μέγα ἐργάζῃ. Καὶ γὰρ τῷ  Μωϋσεῖ πολλὰ καὶ μεγάλα εἰργάσθη θαύματα καὶ σημεῖα· ἀλλ' οὐδὲν οὕτως αὐτὸν μέγαν ἐποίησεν, ὡς ἡ μακαρία ἐκείνη φωνὴ, ἣν πρὸς τὸν Θεὸν ἀφῆκε λέγων· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον. Καὶ ὁ ∆αυῒδ δὲ τὸ αὐτὸ τοῦτο ἐνδεικνύμενος, ἔλεγεν· Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, καὶ ἐγὼ ἐκακοποίησα· καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐπ' ἐμὲ, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Μεγάλα μὲν οὖν καὶ ταῦτα, καὶ ἀγγελικῆς ἄξια πολιτείας· τὸ δὲ τοῦ Παύλου πολλὴν ἔχει τὴν ὑπερβολὴν πρὸς ταῦτα· τῆς γὰρ δόξης τῆς μελλούσης ηὔξατο ἐκπεσεῖν ὑπὲρ τῆς  ἑτέρων  σωτηρίας.  Ὁ  δὲ  Ἰωνᾶς  ἐπειδὴ  τὸ  ἑαυτοῦ  συμφέρον  ἐζήτησε,  καὶ ἀπολέσθαι ἐκινδύνευσε, καὶ ἡ μὲν πόλις εἱστήκει, αὐτὸς δὲ κατεποντίζετο. Μεγάλα μὲν οὖν καὶ τὰ ἄλλα τῆς τοῦ Μωϋσέως ἀρετῆς κατορθώματα· τὸ δὲ κεφάλαιον καὶ ἡ κορωνὶς  τῆς ἁγίας ψυχῆς  ἐκείνης, ὅτι ἐξαλειφθῆναι  εἵλετο  τῆς βίβλου ὑπὲρ τῆς σωτηρίας τῶν Ἰουδαίων. Τὸ δὲ τοῦ Παύλου ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισεν. Ὁ μὲν γὰρ συναπολέσθαι ἑτέροις ᾑρεῖτο· οὗτος δὲ οὐ συναπολέσθαι, ἀλλ' ἑτέρων σωζομένων  αὐτὸς  ἐκπεσεῖν  ηὔχετο  τῆς  δόξης  τῆς  ἀπεράντου.  Καλὸν οὖν  εὐχῆς ἀπολαύειν τῆς τῶν ἁγίων, ἀλλ' ὅταν καὶ αὐτοὶ ἐνεργοὶ ὦμεν· ὡς, ἂν μὴ τοῦτο προσῇ, οὐδὲ  ἡ  ἑτέρων  ὀνίνησι  βοήθεια,  ἀλλὰ  καὶ  μετ'  ἐκείνης  ἀπολλύμεθα.  Τί  γὰρ ὠφέλησεν  Ἱερεμίας  τοὺς  Ἰουδαίους;  οὐχὶ  τρίτον  προσῆλθε  τῷ  Θεῷ, καὶ  τρίτον ἤκουσε, Μὴ προσεύχου, καὶ μὴ ἀξίου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου; Τί ὠφέλησε  τὸν  Σαοὺλ ὁ Σαμουὴλ, μέχρις  ἐσχάτης  ἡμέρας εὐχόμενος,  καὶ πενθῶν περὶ αὐτοῦ; Τί δαὶ καὶ τοὺς Ἰσραηλίτας ὠφέλησεν; οὐχὶ ἔλεγεν, Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν διαλείποντα εὐχόμενον ὑπὲρ ὑμῶν; οὐχὶ πάντες ἀπώλοντο; Ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος διὰ τοῦ προφήτου· Ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ ∆ανιὴλ, οὐκ ἐξελοῦνται τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας, ἐπειδὴ ὑπερίσχυσεν ἡ κακία αὐτῶν. Τί οὖν; οὐδὲν  ὠφελοῦσιν  αἱ εὐχαί;  Ὠφελοῦσι  καὶ  μεγάλα,  ἀλλ' ὅταν  καὶ  ἡμεῖς συμπράττωμεν. Καὶ εἰ βούλει μαθεῖν ὅσα ὠφέλησαν, ἐννόει μοι τὸν Κορνήλιον, τὴν Ταβιθά· ἄκουε δὲ καὶ τοῦ Θεοῦ λέγοντος· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου. Ἀλλὰ πότε;  ἐπὶ Ἐζεκίου τοῦ δικαίου. Ἐπεὶ εἴ γε ἴσχυον εὐχαὶ καὶ ἐπὶ τῶν σφόδρα πονηρῶν, διὰ τί μὴ καὶ ὅτε ὁ Ναβουχοδονόσορ ἦλθεν, εἶπε τοῦτο ὁ Θεὸς, ἀλλ' ἐξ 63.588 έδωκε τὴν πόλιν; Ἐπειδὴ μεῖζον ἴσχυσεν ἡ πονηρία. Καὶ

αὐτὸς πάλιν οὗτος ὁ Σαμουὴλ ηὔξατο ὑπὲρ τῶν Ἰσραηλιτῶν, καὶ ἤνυσεν· ἀλλὰ πότε; Ὅτε καὶ αὐτοὶ εὐηρέστουν, τότε ἐτροπώσατο τοὺς ἐχθρούς. Καὶ τί μοι δεῖ τῆς παρ' ἑτέρων εὐχῆς, φησὶν, ὅταν ἐγὼ εὐαρεστῶ; Τί λέγεις, ἄνθρωπε; Παῦλος οὐκ εἶπεν, Τί μοι δεῖ εὐχῆς; Πέτρος οὐκ εἶπε, Τί μοι δεῖ εὐχῆς· καίτοι γε τῶν εὐχομένων οὐκ ὄντων ἀξίων αὐτοῦ, μᾶλλον δὲ οὐδὲ ἴσων· καὶ σὺ λέγεις, Τί μοι δεῖ εὐχῆς· Πέτρος οὐκ εἶπεν, Τί μοι δεῖ εὐχῆς; Εὐχὴ γὰρ ἦν, φησὶν, ὑπὸ τῆς Ἐκκλησίας ἐκτενὴς γενομένη πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ· καὶ εὐθέως αὐτὸν ἐξείλετο τῶν δεσμῶν· καὶ σὺ λέγεις, Τί μοι δεῖ εὐχῆς, ∆ιὰ τοῦτό σοι δεῖ, ἐπειδὴ νομίζεις μὴ δεῖσθαι. Ἐὰν γὰρ ὁ Θεὸς ἐξετάσῃ τὴν ῥᾳθυμίαν ἡμῶν  τὴν ἐν ταῖς εὐχαῖς καὶ τὴν ὀλιγωρίαν,  καὶ ὅτε ἔμπροσθεν αὐτοῦ ἑστῶτες καὶ παρακαλοῦντες αὐτὸν, οὐδὲ τοσαύτην αὐτῷ παρέχομεν τιμὴν, ὅσην τοῖς δεσπόταις οἱ δοῦλοι, ὅσην τοῖς ἄρχουσιν οἱ στρατιῶται, ὅσην τοῖς φίλοις οἱ φίλοι· φίλῳ μὲν γὰρ διαλεγόμενος, μετὰ τοῦ προσέχειν τοῦτο ποιεῖς· Θεῷ δὲ ἐντυγχάνων ὑπὲρ ἁμαρτημάτων, ὑπὲρ πλημμελημάτων  τοσούτων συγχώρησιν αἰτῶν, καὶ συγγνώμην  ἀξιῶν σοι γενέσθαι. ῥᾳθυμεῖς, καὶ τῶν  γονάτων  σου χαμαὶ κειμένων, πολλάκις περὶ τὴν ἀγορὰν καὶ τὴν οἰκίαν πλανᾶσθαι τὴν διάνοιαν ἐᾷς, τοῦ στόματός σου ληροῦντος  εἰκῆ καὶ μάτην; καὶ τοῦτο οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις πάσχομεν. Ἐὰν τοῦτο μόνον θελήσῃ ὁ Θεὸς ἐξετάσαι, ἆρα ἕξομεν συγγνώμην; ἆρα δυνησόμεθα ἀπολογίας τυχεῖν; Οὐκ ἔγωγε οἶμαι. Ἐὰν δὲ τὰς περιέργους ἡμῶν ὄψεις ὁ Θεὸς ἐξετάσῃ, καὶ τὰς πονηρὰς  ἐπιθυμίας  ἃς ἔχομεν  ἐν  διανοίᾳ,  αἰσχροὺς καὶ ἀκαθάρτους δεχόμενοι λογισμοὺς ἀπὸ τῆς ἀνεξετάστου τῶν ὀφθαλμῶν πλάνης, ἐὰν τὰς κακηγορίας ἃς καθ' ἑκάστην ἡμέραν ἀλλήλοις λέγομεν κακῶς, εἰς μέσον παραγάγῃ, καὶ τὰς κρίσεις τὰς ἀκαίρους ἃς κατακρίνομεν τὸν πλησίον μηδὲν ἔχοντες πρᾶγμα, τούς τε δόλους οὓς κατ' ἀλλήλων ῥάπτομεν, νῦν μὲν παρόντα ἐπαινοῦντες τὸν ἀδελφὸν, καὶ ὡς φίλῳ διαλεγόμενοι, ἀπόντα δὲ κατηγοροῦντες· ἆρα οὐχ ὑποστησόμεθα τὰς  ὑπὲρ τούτων  εὐθύνας;  Τί δὲ τὴν  βασκανίαν  ἢν  βασκαίνομεν πολλάκις εὐδοκιμοῦσιν, οὐ μόνον ἐχθροῖς, ἀλλὰ καὶ φίλοις; καὶ ἡδόμεθα πασχόντων ἑτέρων κακῶς, καὶ νομίζομεν παραμυθίαν εἶναι τῆς οἰκείας συμφορᾶς τὰς ἀλλοτρίας δυσημερίας. Εἰ γὰρ τῶν  βιωτικῶν  καὶ παρόντων  ἀπέχεσθαι κελευόμεθα, πῶς οὔκ ἐσμεν ἄθλιοι  καὶ  ταλαίπωροι,  ταῦτα  αἰτοῦντες  παρὰ τοῦ  Θεοῦ, ἃ ἐκέλευσε  καὶ ἔχοντας ἐκβάλλειν; εἰ οὐχὶ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ τῶν ἀπίστων ὑπερεύχεσθαι προσταττόμεθα, ἐννόησον πόσον ἐστὶ κακὸν, κατεύχεσθαι τῶν ἀδελφῶν. Τί ποιεῖς, ἄνθρωπε; προσέρχῃ τὸν Θεὸν ἵλεων ποιῆσαι, καὶ ἑτέρου κατεύχῃ; Ἐὰν μὴ ἀφῇς, οὐκ ἀφεθήσεταί σοι· καὶ οὐ μόνον αὐτὸς οὐκ ἀφίης, ἀλλὰ καὶ τὸν Θεὸν παρακαλεῖς μὴ ἀφεῖναι;  Εἰ τῷ  μὴ ἀφιέντι  οὐκ ἀφίεται,  τῷ  καὶ τὸν  ∆εσπότην παρακαλοῦντι  μὴ ἀφιέναι, πῶς ἀφεθήσεται; Εἰ γὰρ τὸ ἔχειν ἐχθροὺς ὄνειδος, τὸ κατεύχεσθαι αὐτῶν ἐννόησον  ἡλίκον  κακόν. ∆έον γάρ σε ἀπολογήσασθαι διὰ τί ἐχθροὺς ἔχεις, σὺ δὲ αὐτῶν  καὶ κατηγορεῖς; καὶ ποίας τεύξῃ συγγνώμης καὶ κακηγορῶν, καὶ ἐν καιρῷ τοιούτῳ, ὅτε ἐλέους σοι δεῖ πολλοῦ; καὶ γὰρ ὑπὲρ οἰκείων προσῆλθες ἁμαρτημάτων δεόμενος.  63.589 Μὴ τοίνυν   μνημονεύσῃς  τῶν  ἀλλοτρίων,  ἵνα  μὴ  τῶν  ἰδίων ἀναμνήσῃς. Ἂν γὰρ εἴπῃς, Πάταξον τὸν ἐχθρὸν, ἐνέφραξάς σου τὸ στόμα, οὐκέτι παῤῥησίαν  ἔδωκας  τῇ  γλώττῃ·  πρῶτον  μὲν,  ὅτι  παρώργισας  τὸν  δικαστὴν  ἐκ προοιμίων εὐθέως· δεύτερον, ὅτι ἐναντία αἰτεῖς τῷ σχήματι τῆς εὐχῆς. Εἰ γὰρ ὑπὲρ ἀφέσεως ἁμαρτημάτων προσέρχῃ, πῶς ὑπὲρ κολάσεως διαλέγῃ; Τοὐναντίον μὲν οὖν ἔδει ποιεῖν, καὶ δεῖσθαι ὑπὲρ αὐτῶν, ἵνα καὶ ὑπὲρ ἑαυτῶν μετὰ παῤῥησίας παρακαλέσωμεν. Ἂν γὰρ ὑπὲρ αὐτῶν εὔξῃ, κἂν μηδὲν ὑπὲρ τῶν σῶν εἴπῃς, τὸ πᾶν ἤνυσας.  Εἰ τοίνυν  οὐδὲν  ψυχῆς  ἀρωμένης  μιαρώτερον,  οὐδὲ  γλώσσης  τοιαῦτα φθεγγομένης ἀκαθαρτότερον, τίνος ἕνεκεν οὐ πάντα ποιεῖς, ὥστε μηδὲν εἰπεῖν εὐχόμενος τῶν  παροξυνόντων  σου τὸν ∆εσπότην; Ἄνθρωπος  εἶ, μὴ ἀσπίδων ἰὸν ἐμέσῃς· ἄνθρωπος εἶ, μὴ γένῃ θηρίον. ∆ιὰ τοῦτό σοι στόμα γέγονεν, οὐχ ἵνα δάκνῃς,

ἀλλ'  ἵνα θεραπεύῃς. Ἀναμνήσθητι τί σοι παρῄνεσα, φησὶν ὁ Θεός· συγχωρεῖν  καὶ ἀφιέναι·  σὺ δὲ καὶ ἐμὲ παρακαλεῖς  κοινωνὸν  γενέσθαι τῆς ἀνατροπῆς  τῶν  ἐμῶν προσταγμάτων, καὶ ἐσθίεις τὸν ἀδελφὸν, καὶ φοινίττεις  τὴν γλῶτταν,  καθάπερ οἱ μαινόμενοι ἀπὸ τῶν οἰκείων μελῶν τοὺς ὀδόντας. Πῶς οἴει τὸν διάβολον ἥδεσθαι καὶ γελᾷν, ὅταν τοιαύτης εὐχῆς ἀκούσῃ; πῶς τὸν Θεὸν παροξύνεσθαι καὶ ἀποστρέφεσθαι καὶ μισεῖν, ὅταν τοιαῦτα παρακαλῇς; Ἐννόησον τίνι προσέρχῃ κατὰ τῶν  63.590 ἐχθρῶν, ἄνθρωπε. Μὴ γὰρ ἄλλῳ  προσέρχῃ Θεῷ; ἐκείνῳ  προσέρχῃ τῷ εἰπόντι, Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν. Πῶς οὖν αὐτῶν καταβοᾷς; πῶς παρακαλεῖς τὸν Θεὸν, τὸν οἰκεῖον λῦσαι νόμον; Οὔκ ἐστι τοῦτο ἱκέτου σχῆμα· οὐδεὶς ἱκετεύει, ἵνα ἄλλος ἀπόληται, ἀλλ' ἵνα αὐτὸς σωθῇ. Τί τοίνυν  σχῆμα μὲν ἱκέτου περίκεισαι, ῥήματα δὲ ἔχεις κατηγόρου; Καὶ ὅταν μὲν ὑπὲρ ἑαυτῶν εὐχώμεθα, καὶ κνώμεθα καὶ χασμώμεθα, καὶ εἰς μυρίους ἐμπίπτομεν λογισμούς· ὅταν δὲ κατ' ἐχθρῶν, νήφοντες τοῦτο ποιοῦμεν. Ἐπειδὴ γὰρ οἶδεν ὁ διάβολος, ὅτι καθ' ἑαυτῶν τὸ ξίφος ὠθοῦμεν, οὐ περιέλκει οὐδὲ περισπᾷ τότε, ἵνα μειζόνως ἡμᾶς λυμήνηται. Ἀλλὰ ἠδίκημαι, φῂς, καὶ θλίβομαι. Οὐκοῦν κατὰ τοῦ διαβόλου εὖξαι, τοῦ πάντων μάλιστα ἀδικοῦντος ἡμᾶς· οὗτος γὰρ τίκτει καὶ τοὺς ἐχθρούς· ἂν δὲ κατ' ἐχθρῶν εὔξῃ, τὴν εὐχὴν ἣν ἐκεῖνος βούλεται,  εὔχῃ,  ὡσπεροῦν,  ἂν  ὑπὲρ  ἐχθρῶν,  κατὰ  τούτου.  Οὗτος γάρ  ἐστιν  ὁ ἀκατάλλακτος ἐχθρός· ἄνθρωπος δὲ ὅσα ἂν ποιῇ, φίλος ἐστὶ καὶ ἀδελφός. Τί τοίνυν τὸν  ὄντως  ἐχθρὸν  ἀφεὶς,  τὰ μέλη  δάκνεις  τὰ σά; Ταῦτα οὖν  εἰδότες,  ἀγαπητοὶ, σπουδάσωμεν κατὰ τὰς ἐντολὰς τοῦ Κυρίου καὶ τὰ θελήματα αὐτοῦ πολιτεύεσθαι, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν,  ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.