Δευτέρα, 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ ΙΖʹ. Περὶ φθόνου.




ΛΟΓΟΣ ΙΖʹ. Περὶ φθόνου.

Οὐδὲν οὕτω μερίζειν καὶ διασπᾷν ἡμᾶς ἀπ' ἀλλήλων  εἴωθεν, ὡς φθόνος καὶ βασκανία, τὸ χαλεπὸν τοῦτο νόσημα καὶ πάσης ἀπεστερημένον συγγνώμης, καὶ τῆς τῶν κακῶν ῥίζης, τῆς φιλαργυρίας, κατὰ πολὺ χαλεπώτερον. Ὁ μὲν γὰρ φιλάργυρος τότε ἥδεται, ὅταν αὐτὸς λάβῃ· ὁ δὲ βάσκανος τότε ἥδεται, ὅταν ἕτερος μὴ λάβῃ, εὐεργεσίαν οἰκείαν νομίζων τὴν ἑτέρων κακοπραγίαν· οὗ τί γένοιτ' ἂν μανικώτερον; Τῶν γὰρ οἰκείων κακῶν ἀμελῶν, ἐπὶ τοῖς ἀλλοτρίοις τήκεται καλοῖς, ἄβατον ἑαυτῷ κατασκευάζων τὸν οὐρανὸν, καὶ πρὸ τοῦ οὐρανοῦ δὲ καὶ τὸν παρόντα βίον ἀβίωτον. Οὐδὲ γὰρ οὕτω ξύλον καὶ ἔριον σὴς ἐγκαθήμενος καὶ σκώληξ διατρώγειν εἴωθεν, ὡς ὁ τῆς βασκανίας πυρετὸς αὐτὰ κατεσθίει τὰ ὀστᾶ τῶν βασκαινόντων, καὶ τῆς ψυχῆς τὴν σωφροσύνην λυμαίνεται. Οὐκ ἄν τις ἁμάρτοι, καὶ θηρίων καὶ δαιμόνων χείρους τοὺς βασκαίνοντας προσειπών. Τὰ μὲν γὰρ ἢ τροφῆς δεόμενα, ἢ πρότερον ὑφ' ἡμῶν παροξυνθέντα, τότε καθ' ἡμῶν καθοπλίζεται· οὗτοι δὲ καὶ εὐεργετηθέντες πολλάκις τὰ τῶν ἀδικούντων  τοὺς εὐεργέτας διέθηκαν. Καὶ οἱ μὲν δαίμονες πρὸς μὲν ἡμᾶς ἄσπονδον ἔχουσιν ἔχθραν, τοῖς δὲ ὁμογενέσιν οὐκ ἐπιβουλεύουσιν· οὗτοι δὲ οὐδὲ τὴν κοινωνίαν  αἰδοῦνται τῆς φύσεως, οὐδὲ τῆς οἰκείας φείδονται  σωτηρίας, ἀλλὰ πρὸ τῶν φθονουμένων  τὰς ἑαυτῶν ψυχὰς κολάζουσι, θορύβου παντὸς καὶ ἀθυμίας πληροῦντες αὐτὰς εἰκῆ καὶ μάτην. Τοιοῦτον ἡ βασκανία, ἧς οὐκ ἂν γένοιτο κακία χείρων.  Ὁ μὲν γὰρ μοιχὸς καὶ ἡδονὴν  καρποῦταί τινα, καὶ ἐν βραχεῖ χρόνῳ  τὴν ἁμαρτίαν  ἀπαρτίζει  τὴν  ἑαυτοῦ·    δὲ  βάσκανος  πρὸ  τοῦ  φθονουμένου  ἑαυτὸν κολάζει καὶ τιμωρεῖται, καὶ οὐδέποτε παύσεται τῆς ἁμαρτίας, ἀλλ' ἐν τῷ πράττειν αὐτήν  ἐστι διηνεκής. Καθάπερ γὰρ χοῖρος βορβόρῳ, καὶ δαίμων  βλάβῃ χαίρει τῇ ἡμετέρᾳ, οὕτω καὶ οὗτος τοῖς τοῦ πλησίον χαίρει κακοῖς· κἂν γένηταί τι ἀηδὲς, τότε ἀναπαύεται καὶ ἀναπνεῖ, τὰς ἀλλοτρίας συμφορὰς οἰκείας εὐθυμίας ἡγούμενος, καὶ οἰκεῖα κακὰ τὰ τῶν ἄλλων ἀγαθά. Καὶ καθάπερ οἱ κάνθαροι τρέφονται κόπρῳ, οὕτω καὶ οὗτοι ταῖς ἑτέραις
δυσημερίαις, κοινοί  τινες  ἐχθροὶ καὶ πολέμιοι  τῆς φύσεως ὄντες. Καὶ οἱ μὲν ἄλλοι ἄλογον σφαττόμενον ἐλεοῦσιν· οὗτοι δὲ ἄνθρωπον ὁρῶντες εὐεργετούμενον, ἐκθηριοῦνται καὶ τρέμουσι καὶ ὠχριῶσι. Καὶ τί ταύτης τῆς μανίας χεῖρον γένοιτ' ἄν; Τί ὠχριᾷς, εἰπέ μοι, καὶ τρέμεις, καὶ περιδεὴς ἕστηκας; τί γέγονε δεινόν; ὅτι λαμπρὸς ὁ ἀδελφὸς καὶ περιφανὴς καὶ εὐδόκιμος; Οὐκοῦν στεφανοῦσθαί σε ἔδει καὶ χαίρειν καὶ τὸν Θεὸν δοξάζειν, ὅτι τὸ μέλος τὸ σὸν ὁρᾷς λαμπρὸν καὶ περιφανές. Ἀλλὰ ἀλγεῖς ὅτι ὁ Θεὸς δοξάζεται; Ὅρα ποῦ ὁ πόλεμος τείνει. Οὐχὶ τοῦτό με 63.678 λυπεῖ,  φησὶν, ἀλλὰ  δι'  ἐμοῦ τὸν  Θεὸν ἐβουλόμην  δοξάζεσθαι. Οὐκοῦν χαῖρε εὐδοκιμοῦντος τοῦ ἀδελφοῦ, καὶ δοξάζεται διὰ σοῦ πάλιν ὁ Θεός. Εἰ γὰρ καὶ πολέμοις ἦν καὶ ἐχθρὸς, ὁ δὲ Θεὸς δι' αὐτοῦ ἐδοξάζετο, φίλον  ἔδει ποιήσασθαι διὰ τοῦτο·  σὺ  δὲ  τὸν   φίλον   ἐχθρὸν   ποιεῖς,  ἐπειδὴ    Θεὸς  δοξάζεται  δι'  αὐτῆς εὐδοκιμήσεως ἐκείνου. Καὶ πῶς ἂν ἑτέρως τὸν πρὸς Χριστὸν ἐπεδείξω πόλεμον; ∆ιὰ τοῦτο,  κἂν   σημεῖά  τις   ποιῇ,  κἂν   παρθενίαν,   κἂν   νηστείαν,   κἂν   χαμευνίαν

ἐπιδείξηται, καὶ πρὸς τοὺς ἀγγέλους διὰ ταύτης φθάσῃ τῆς ἀρετῆς, τῷ δὲ τῆς βασκανίας ὑποκείμενος ᾖ πάθει, πάντων  ἐστὶν ἐναγέστερος. Εἰ γὰρ τὸ φιλεῖν  τοὺς φιλοῦντας οὐδὲν ἡμᾶς πλέον ἔχειν ἀφίησι τῶν ἐθνικῶν· ὁ τοῖς φιλοῦσι βασκαίνων, ποῦ στήσεται; Καὶ γὰρ τοῦ πολεμεῖν χεῖρόν ἐστι τὸ βασκαίνειν. Ὁ μὲν γὰρ πολεμῶν, τῆς αἰτίας λυθείσης, δι' ἣν ὁ πόλεμος, καὶ τὴν ἔχθραν κατέλυσεν· ὁ δὲ βάσκανος οὐδέποτε  ἂν  γένοιτο  φίλος.  Καὶ ὁ  μὲν  φανερὰν  τὴν  μάχην  ἐπιδείκνυται,    δὲ συνεσκιασμένην· καὶ ὁ μὲν αἰτίαν ἔχει πολλάκις εἰπεῖν εὔλογον τοῦ πολέμου, ὁ δὲ οὐδὲν ἕτερον ἢ μανίαν καὶ γνώμην σατανικήν. Καὶ ὥσπερ ὁ ἀδικῶν οὐκ ἀδικεῖ, ἀλλ' ἀδικεῖται·  οὕτω  καὶ  ὁ τῷ  πλησίον  ἐπιβουλεύων,  ἑαυτὸν  ἀναιρεῖ.  Καὶ ὥσπερ, εἰ ἀδικοῦμεν τοὺς πλησίον, ἑαυτοὺς ἀδικοῦμεν, οὕτως εὖ ποιοῦντες αὐτοῖς, ἑαυτοῖς εὖ ποιοῦμεν. Ὁ γὰρ κακῶς ἀκούων ψευδῆ, οὐ μόνον οὐκ ἠδίκηται, ἀλλὰ καὶ μισθὸν ἔχει μέγιστον. Οὐ γὰρ ὁ πάσχων, ἀλλ' ὁ δρῶν κακῶς, οὗτός ἐστιν ὁ τῆς τιμωρίας ἄξιος, ἂν μὴ παράσχῃ λαβὰς τῆς κακηγορίας εὐλόγους ἐκεῖνος. Καὶ ὥσπερ ἀμήχανον παρὰ πάντων ἀκούειν καλῶς τὸν ἐνάρετον, οὕτως ἀμήχανον παρὰ πάντων ἀκούειν κακῶς, ἂν μὴ πολλὰς πολλαχόθεν αὐτὸς ἑαυτῷ παράσχῃ τὰς ἀφορμάς. Αἱ δημοσίᾳ δὲ γινόμεναι κακηγορίαι πολλάκις ἰταμοὺς καὶ ἀναισχυντοτέρους τοὺς ἀνθρώπους ποιοῦσιν. Ἕως μὲν γὰρ ἂν ἴδωσιν οἱ πολλοὶ τῶν ἁμαρτανόντων, ὅτι δυνατὸν αὐτοὺς λαθεῖν,  ἐπανελθεῖν  ῥᾳδίως αἱροῦνται· ὅταν δὲ τὴν παρὰ τῶν  πολλῶν  ἀπολέσωσι δόξαν, εἰς ἀπόγνωσίν  τε ἐμπίπτουσι, καὶ εἰς ἀναισχυντίαν  ἐξολισθαίνουσιν. Ἀλλ' ἠδικήθης  τι  παρ' αὐτοῦ· τί  τοίνυν  καὶ  σαυτὸν  ἀδικεῖς;  Ὁ γὰρ ἀμυνόμενος  καθ' ἑαυτοῦ  τὸ  ξίφος   ὠθεῖ.   Εἰ  τοίνυν   βούλει   καὶ  σαυτὸν  εὐεργετῆσαι  κἀκεῖνον ἀμύνασθαι,  εἰπὲ  καλῶς  τὸν  ἠδικηκότα·  ἂν  δὲ κακῶς  εἴπῃς,  οὐ πιστευθήσῃ, τῆς ἔχθρας τὴν ὑποψίαν δεχόμενος. Ἡ γὰρ ἔχθρα προσαπαντῶσα ταῖς τῶν ἀκουόντων διανοίαις, οὐκ ἀφίησιν αὐτῶν ἐντεθῆναι  ταῖς ἀκοαῖς τὰ λεγόμενα. Μὴ τοίνυν λέγε κακῶς, ἵνα μὴ καὶ σαυτὸν μολύνῃς· μηδὲ βόρβορον ὕφαινε 63.679 μετὰ πηλοῦ καὶ πλινθείας, ἀλλὰ στεφάνους ἀπὸ ῥόδων πλέκε καὶ ἴων καὶ τῶν λοιπῶν ἀνθέων· μηδὲ κόπρον ἀπὸ τοῦ στόματος φέρε, καθάπερ οἱ κάνθαροι· τοῦτο γὰρ οἱ κακηγοροῦντες· αὐτοὶ τῆς δυσωδίας ἀπολαύουσι πρῶτον. Τὸν μὲν γὰρ λοίδορον πάντες ἀποστρέφονται, ὡς σαπρὸν ὄζοντα, καθάπερ τινὰ βδέλλαν ἢ κάνθαρον κόπρῳ τρεφόμενον,   τοῖς  ἑτέρων  κακοῖς·  τὸν  δὲ  εὔφημον   ἔχοντα   στόμα,  ὡς  κοινὸν προσίενται μέλος καὶ ὡς ἀδελφὸν γνήσιον. Τί γὰρ τὸν Ἄβελ ἠδίκησεν ὁ Κάϊν; οὐκ ἐκεῖνον   μὲν  ταχύτερον   ἄκων   εἰς  βασιλείαν  παρέπεμψεν,   ἑαυτὸν   δὲ  μυρίοις περιέπειρε κακοῖς; Τί τὸν Ἰακὼβ ἔβλαψεν Ἡσαῦ; οὐχ ὁ μὲν ἐπλούτει, καὶ μυρίων ἀπέλαυεν ἀγαθῶν· αὐτὸς δὲ καὶ τῆς πατρῴας οἰκίας ἐξέπιπτεν, καὶ εἰς τὰ ἀλλότρια ἐπλανᾶτο  μετὰ  τὴν  ἐπιβουλὴν  ἐκείνην;  Οἱ δὲ  ἀδελφοὶ  τί  τὸν  Ἰωσὴφ  ἐποίησαν χεῖρον, καὶ ταῦτα μέχρις αἵματος ἐλθόντες; οὐχὶ οὗτοι μὲν καὶ λιμὸν ὑπέμειναν, καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, ἐκεῖνος δὲ βασιλεὺς τῆς Αἰγύπτου γέγονε πάσης; Ὅσῳ γὰρ ἂν φθονῇς, τοσούτῳ μειζόνων γίγνῃ πρόξενος ἀγαθῶν τῷ φθονουμένῳ. Θεὸς γάρ ἐστιν ὁ πάντα ἐφορῶν· καὶ ὅταν ἴδῃ τὸν οὐδὲν ἀδικοῦντα ἀδικούμενον, μᾶλλον ἐπαίρει καὶ ποιεῖ λαμπρὸν, καὶ ταύτῃ σε κολάζει. Εἰ γὰρ τοὺς ἐφηδομένους τοῖς  ἐχθροῖς  οὐκ ἀφίησιν  ἀτιμωρήτους  παρελθεῖν,  πολλῷ  μᾶλλον  τοὺς βασκαίνοντας τοῖς οὐδὲν ἠδικηκόσιν. Εἰ γὰρ ὁ τὸν φιλοῦντα  ἀγαπῶν, οὐδὲν πλέον ἔχει τελωνῶν·  ὁ τὸν οὐδὲν ἀδικοῦντα μισῶν, ποίας τεύξεται φιλανθρωπίας;  Τίνος οὖν ἕνεκεν  ἀλγεῖς, ἄνθρωπε, τοῖς τοῦ πλησίον καλοῖς; Εἰ γὰρ ἀλγεῖν  δεῖ, ἐφ'  οἷς αὐτοὶ πάσχομεν κακοῖς ἀλγεῖν ἐχρῆν, οὐκ ἐφ' οἷς ἑτέρους εὐδοκιμοῦντας ὁρῶμεν. Ἢ οὐκ οἶδας, ὅτι πάσης ἀπεστέρηται συγγνώμης τουτὶ τὸ ἁμάρτημα; καὶ εἰκότως. Ὁ μὲν γὰρ πόρνος ἔχει τὴν ἐπιθυμίαν εἰπεῖν, καὶ ὁ κλέπτης τὴν πενίαν, καὶ ὁ ἀνδροφόνος τὸν θυμὸν, ψυχρὰς μὲν καὶ ἀλόγους, ὅμως δὲ ἔχουσί τινας προφάσεις εἰπεῖν· σὺ δὲ ποίαν αἰτίαν ἐρεῖς, εἰπέ μοι; οὐδεμίαν, ἀλλ' ἢ πονηρίαν ἐπιτεταμένην μόνον. Εἰ γὰρ

ἐχθροὺς  ἀγαπᾷν  κελευόμεθα,  ὅταν  καὶ  τοὺς  φιλοῦντας  μισῶμεν, ποίαν  τίσομεν δίκην; Εἰ γὰρ ὁ τοὺς φιλοῦντας  ἀγαπῶν, οὐδὲν ἄμεινον τῶν ἐθνικῶν διακείσεται· ὁ τοῖς μηδὲν ἠδικηκόσιν ἐπηρεάζων, ποίαν ἕξει συγγνώμην; Ὁ δαίμων  φθονεῖ  μὲν, ἀνθρώποις δὲ, δαίμονι δὲ οὐδενί· σὺ δὲ ἄνθρωπος ὢν, ἀνθρώποις φθονεῖς; καὶ ποίας τεύξῃ   συγγνώμης;   ∆εινὸν      βασκανία,   δεινὸν,   καὶ   τῆς   οἰκείας   ἀναπείθει καταφρονεῖν  σωτηρίας· οὕτω  γὰρ  ὁ Σαοὺλ δαίμονα  πονηρὸν  ἐκάλεσε κατὰ  τῆς ἑαυτοῦ ψυχῆς· καὶ καλέσας τῷ ἰατρῷ πάλιν ἐβάσκαινε. Τοιοῦτον γὰρ ὁ φθόνος· ᾔδει ὅτι ἐσώθη, καὶ ἀπολέσθαι μᾶλλον ἤθελεν, ἢ τὸν σώσαντα εὐδοκιμοῦντα ἰδεῖν. Καὶ, εἰ βούλεσθε, διηγήσομαι ὑμῖν τίνας  εὐεργεσίας εὐεργέτησεν ὁ ∆αυῒδ τὸν Σαοὺλ, καὶ τίσιν αὐτὸν μετὰ ταῦτα ἐκεῖνος ἠμείψατο. Πολέμου ποτὲ τοὺς Ἰουδαίους καταλαβόντος   χαλεπωτάτου,   καὶ  πάντων   κατεπτηχότων   καὶ  δεδοικότων,   καὶ οὐδενὸς προκύψαι τολμῶντος, ἀλλ' ἐν ἐσχάτοις τῆς πόλεως οὔσης ἁπάσης, καὶ τὸν θάνατον  πρὸ ὀφθαλμῶν  ἑκάστου βλέποντος,  καὶ καθ' ἑκάστην ἀποθανεῖσθαι  τὴν ἡμέραν προσδοκώντων ἁπάντων, εἰσελθὼν οὗτος ἀπὸ τῶν προβάτων ἐπὶ τὴν παράταξιν, τὸν ἁπάντων  ἀνεδέξατο πόλεμον, καὶ οὐδεμίαν ὁρῶν ἀνάγκην  ἐπικει
63.680 μένην αὐτῷ, ἀλλὰ καὶ πολλοὺς τοὺς κωλύοντας ἔχων (καὶ γὰρ καὶ ὁ ἀδελφὸς ἐπετίμα, καὶ ὁ βασιλεὺς πρὸς τὸ τῆς ἡλικίας  ἄωρον ἀφορῶν  κατεῖχε  καὶ μένειν
ἐκέλευε),   διαθερμανθεὶς   οἴκοθεν   ἐπὶ   τοὺς   βαρβάρους  ἔτρεχε,   καὶ   τοσαύτην κηδεμονίαν περὶ τὸν βασιλέα ἐπεδείξατο, ὡς καὶ πρὸ τοῦ πολέμου καὶ τῆς νίκης ἐπ'
ὄψιν αὐτὸν κείμενον ἀναστήσας εἰπεῖν· Μὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου δι' αὐτόν· ὅτι ὁ δοῦλός σου προελεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου  τούτου. Ἆρα μικρὸν τοῦτο, εἰπέ μοι, τὸ μηδεμίαν ἀνάγκην ἔχοντα τὴν ψυχὴν ἐπιδοῦναι τὴν αυτοῦ, καὶ ὑπὲρ τῆς ἐκείνων ὠφελείας  εἰς μέσους πηδῆσαι τοὺς πολεμίους, μηδὲν μηδέποτε παρ' αὐτῶν εὖ παθόντα; ἆρα οὐκ ἔδει αὐτὸν μετὰ ταῦτα δεσπότην αὐτὸν ἐπιγράφεσθαι, καὶ σωτῆρα κοινὸν  τῆς πόλεως ἀναγορεύειν, τὸν καὶ τὴν ἁπάντων ζωὴν μετὰ τὴν τοῦ Θεοῦ χάριν διατηρήσαντα; Ποία γὰρ ταύτης εὐεργεσίας μείζων ἑτέρα ἦν; Οὐ γὰρ εἰς χρήματα, οὐδὲ εἰς δόξαν καὶ δυναστείαν, ἀλλ' εἰς αὐτὴν αὐτοῦ τὴν  ψυχὴν  τὴν  εὐεργεσίαν κατέθετο, καὶ ἐξ αὐτῶν  αὐτὸν  ἀνεκαλέσατο τῶν  τοῦ θανάτου πυλῶν, καὶ δι' ἐκείνου ἔζη λοιπὸν ὁ βασιλεὺς, καὶ ἀπέλαυε τῆς ἀρχῆς. Τίσιν οὖν αὐτὸν μετὰ ταῦτα ἠμείψατο; Εἰ μὲν γὰρ αὐτό τις τῶν κατορθωμάτων τὸ μέγεθος ἴδοι, οὐδ' εἰ τὸν στέφανον ἀπὸ τῆς αὐτοῦ λαβὼν κεφαλῆς ἐπὶ τὴν τοῦ ∆αυῒδ ἔθηκεν,
οὐδέπω τὴν ἀξίαν ἦν ἀποδεδωκὼς ἀμοιβὴν, ἀλλὰ τὸ πλέον ὀφείλων· ἐκεῖνος μὲν γὰρ καὶ ζωὴν καὶ βασιλείαν αὐτῷ ἐχαρίσατο· οὗτος δὲ βασιλείας αὐτῷ παραχωρεῖν ἔμελλε  μόνης. Πλὴν ἀλλ'  ἴδωμεν  αὐτοῦ τὰς ἀμοιβάς. Ἐπειδὴ τοῦ βαρβάρου τὴν κεφαλὴν  ἔλαβε,  καὶ  τὰ  λάφυρα  ἔχων  ἐπανῄει,  ἐξῆλθον  αἱ  χορεύουσαι,  φησὶν,
ᾄδουσαι καὶ λέγουσαι, Ἐπάταξε Σαοὺλ ἐν χιλιάσι, καὶ ∆αυῒδ ἐν μυριάσι. Καὶ ὠργίσθη Σαοὺλ, καὶ ἦν ὑποβλεπόμενος τὸν ∆αυῒδ ἀπὸ τῆς ἡμέρας ἐκείνης. Τίνος ἕνεκεν, εἰπέ μοι; εἰ γὰρ χρή τι θαυμαστὸν εἰπεῖν, τῷ Σαοὺλ ἐχαρίσαντο μᾶλλον ἢ τῷ ∆αυῒδ ταῦτα λέγουσαι· καὶ ἀγαπᾷν  αὐτὸν  ἐχρῆν, ὅτι τὰς χιλιάδας  γοῦν  ἔδωκαν  αὐτῷ. Τί οὖν ἀγανακτεῖ, ὅτι ἔδωκαν τὰς μυριάδας ἐκείνῳ; Εἰ μὲν γὰρ ἦν τι συντελέσας εἰς τὸν πόλεμον, καὶ μικρὰν γοῦν τινα μοῖραν εἰσενεγκὼν, καλῶς ταῦτα ἐλέγετο, ὅτι Σαοὺλ ἐν χιλιάσι, καὶ ∆αυῒδ ἐν μυριάσιν· εἰ δὲ αὐτὸς μὲν δεδοικὼς καὶ τρέμων ἔσω ἐκάθητο, καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκῶν, οὗτος δὲ τὸ πᾶν εἰργάσατο· πῶς οὐκ ἄτοπον  ἦν, τὸν  μηδὲν  εἰς τοὺς κινδύνους  συμβαλόμενον  ἀγανακτεῖν,  ὅτι  μὴ τὸ πλέον τῆς εὐφημίας ἔλαβεν; Εἰ γὰρ ἀγανακτεῖν  ἐχρῆν, τὸν ∆αυῒδ ἀγανακτεῖν  ἔδει, ὅτι τὸ πᾶν αὐτὸς κατορθώσας μεριστὴν ἕτερον ἔσχε τῆς εὐφημίας. Ἀλλὰ τοιοῦτον ἡ βασκανία· οὐκ ἀνέχεται πράως ὁρᾷν τὴν ἑτέρων εὐπραγίαν, ἀλλὰ τὴν τοῦ πλησίον εὐημερίαν οἰκείαν δυσπραγίαν εἶναι νομίζει, καὶ τήκεται τοῖς τοῦ πλησίον ἀγαθοῖς· καθάπερ καὶ ὁ βασιλεὺς Γεράρων ὑπέμεινεν·  ὁρῶν  γὰρ τοῦ Ἰσαὰκ καθ'  ἑκάστη μέραν αὐξανομένην  τὴν  εὐπορίαν  ἐδεδοίκει, καὶ μεταναστῆναι  ἐκεῖθεν καταναγκάζει  τὸν δίκαιον.  Ἄξιον δὲ ἀκοῦσαι καὶ αὐτῶν  τῶν  ῥημάτων  τῆς θείας Γραφῆς, ἵνα δι' αὐτῶν θεασώμεθα τοῦ Θεοῦ τὴν εὔνοιαν, ἢν περὶ τοὺς αὐτοῦ οἰκέτας ἐπιδείκνυται. Ἔσπειρε δὲ, φησὶν, Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. Εἶδες φιλοτιμίαν ∆εσπότου; εἶδες ἐπίτασιν εὐεργεσίας; Ἀλλ' ἴδωμεν καὶ τοῦ βασιλέως τὸν ζῆλον, οἷος ἐγίνετο διὰ τὴν τοῦ δικαίου εὐπορίαν· Ἄπελθε,  φησὶν,  ἀφ'  ἡμῶν,  ὅτι  δυνατώτερος  ἡμῶν  63.681 ἐγένου.  Καὶ ἀληθῶς δυνατώτερος ἦν, τὴν ἄνωθεν συμμαχίαν ἔχων ἐν ἅπασι, καὶ ὑπὸ τῆς τοῦ Θεοῦ δεξιᾶς φρουρούμενος. Ποῦ τοίνυν  ἀπελαύνεις  τὸν δίκαιον; οὐκ οἶσθα ὅτι ὅπου ἂν αὐτὸν συμβαίη ἀπελθεῖν, ἐν τοῖς τοῦ ∆εσπότου τοῦ ἑαυτοῦ εἶναι αὐτὸν ἀνάγκη; Κἂν γὰρ εἰς αὐτὴν τὴν ἔρημον ἀπελθεῖν καταναγκά 63.682 σῃς, οὕτως εὐμήχανον ∆εσπότην ἔχει, ὡς κἀκεῖ γενόμενον πολλῷ πλέον περιφανέστερον ἀποδεῖξαι. ∆ιὰ γὰρ τῶν ἐναντίων μάλιστα τὰ ἐναντία πολλάκις οἰκονομεῖ. Αὐτῷ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.