Τρίτη, 25 Φεβρουαρίου 2014

ΛΟΓΟΣ Ι∆ʹ. Περὶ γυναικῶν καὶ κάλλους.




ΛΟΓΟΣ Ι∆ʹ. Περὶ γυναικῶν καὶ κάλλους.

Οἱ γυναῖκας ἄγεσθαι μέλλοντες, τοὺς παρὰ τῷ Παύλῳ περὶ γάμων κειμένους ἀναγινωσκέτωσαν  πρότερον νόμους, κἀκεῖθεν  μανθανέτωσαν  τί δεῖ ποιεῖν,  ὅταν πονηρὰ καὶ λοίδορος καὶ μανίας γέμουσα, καὶ ὁτιοῦν ἄλλο τῶν τοιούτων  ἔχουσα τύχοι γυνή. Ἂν τοίνυν ἴδῃς ὅτι σοι δίδωσιν ἐξουσίαν ἓν τούτων τῶν ἐλαττωμάτων εὑρόντα ἐκβάλλειν μὲν ἐκείνην, εἰσάγειν δὲ ἑτέραν, ὡς παντὸς ἀπηλλαγμένος κινδύνου θάῤῥει· ἂν δὲ τοῦτο μὲν μὴ ἐπιτρέπῃ, κελεύῃ δὲ πλὴν πορνείας πάντα τὰ ἄλλα ἐλαττώματα ἔχουσαν στέργειν, οὕτως ἀσφάλισον σεαυτὸν, ὡς μέλλων  ἅπασι φέρειν  αὐτῆς  τὴν  πονηρίαν.  Εἰ δὲ  βαρὺ  τοῦτο  καὶ  φορτικὸν,  πάντα  ποίει  καὶ πραγματεύου, ὥστε χρηστὴν καὶ ἐπιεικῆ καὶ πειθήνιον γυναῖκα λαβεῖν. Εἰ γὰρ οἰκίας ὠνεῖσθαι  μέλλοντες  καὶ οἰκέτας, περιεργαζόμεθα καὶ πολυπραγμονοῦμεν,  τούς τε πωλοῦντας  τούς τε ἔμπροσθεν κτησαμένους, τῶν μὲν
τὴν κατασκευὴν, τῶν δὲ καὶ τὴν  τοῦ  σώματος ἕξιν  καὶ  τὴν  τῆς  ψυχῆς  προαίρεσιν· πολλῷ  μᾶλλον  γυναῖκας ἄγεσθαι  μέλλοντας  πρόνοιαν  τοσαύτην  καὶ  πολλῷ  πλείονα  ἐπιδείκνυσθαι  χρή. Οἰκίαν μὲν γὰρ φαύλην
οὖσαν ἀποδόσθαι πάλιν ἔξεστι, καὶ οἰκέτην σκαιὸν φανέντα ἀποδοῦναι  τῷ  πεπρακότι  πάλιν   ἔνι·  γυναῖκα   δὲ  λαμβάνοντα   ἀποδοῦναι  τοῖς δεδωκόσι πάλιν οὐκ ἔνι. ∆εινὸν οὖν πενιχροτέραν λαβεῖν γυναῖκα, δεινὸν

εὐπορωτέραν·  τὸ  μὲν  γὰρ  εἰς  τὴν  οὐσίαν  ἔβλαψε,  τὸ  δὲ  εἰς  αὐθεντίαν   καὶ ἀνελευθερίαν τὸν ἄνδρα καὶ πολλοὶ τῶν πόρναις προσεχόντων, οὐ τὸν αἰώνιον καὶ ἀθάνατον θάνατον μόνον ἐκεῖθεν ὑπέστησαν, ἀλλὰ καὶ
ἐνταῦθα κακοὶ κακῶς ἀπώλοντο,  περιεργίας  ὑπομείναντες  ὑπὸ  τῶν  πορνευομένων  γυναικῶν. Φιλονεικοῦσαι γὰρ ἐκεῖναι τῷ αὑτῶν ἔρωτι προσδῆσαι τέλεον τὸν ταύταις προσέχοντα, μαγγανείας ἐκίνησαν, καὶ φίλτρα
κατεσκεύασαν, καὶ πολλὰς γοητείας ἔῤῥαψαν. Εἶτα οὕτως αὐτὸν εἰς ἀῤῥωστίαν ἐμβαλοῦσαι χαλεπὴν, καὶ φθορᾷ παραδοῦσαι καὶ τηκεδόνι μακρᾷ, καὶ μυρίοις περιβαλοῦσαι κακοῖς ἀπήνεγκαν  τῆς παρούσης ζωῆς. Εἰ τοίνυν
μὴ φοβῇ τὴν γέενναν, ἄνθρωπε, κἂν τὰς γοητείας αὐτῶν φοβήθητι. Ὅταν γὰρ σαυτὸν διὰ τῆς ἀσελγείας ταύτης ἔρημον ποιήσῃς τῆς τοῦ Θεοῦ συμμαχίας, καὶ γυμνώσῃς σαυτὸν τῆς ἄνωθεν βοηθείας, λαβοῦσά σε μετὰ
ἀδείας ἡ πόρνη,  καὶ  τοὺς  αὑτῆς  καλέσασα  δαίμονας,  καὶ  τὰ  πέταλα  γράψασα,  καὶ  τὰς ἐπιβουλὰς  ἐργασαμένη μετὰ πολλῆς  τῆς εὐκολίας  περιγίνεταί  σου τῆς σωτηρίας, ὄνειδός σε καὶ γέλωτα τῶν τὴν πόλιν
οἰκούντων  ἁπάντων καταστήσασα. Εἰ τοίνυν βούλει ψυχαγωγεῖσθαι, μὴ εἰς θέατρα βάδιζε, ἀλλ' εἰς παραδείσους, ἐπὶ παραῤῥέοντα ποταμὸν  καὶ λίμνας,  καταμάνθανε  κήπους, ἄκουε τεττίγων  ᾀδόντων,  ἐπιχωρίαζε σηκοῖς
μαρτύρων,  ὅπου σώματος ὑγίεια  καὶ  ψυχῆς  ὠφέλεια,  καὶ  βλάβος  οὐδέν. Ἔχεις γυναῖκα; ἔχεις παιδία; τί ταύτης τῆς ἡδονῆς ἴσον; Ἔχεις οἰκίαν; ἔχεις φίλους; ταῦτα πολὺ τερπνὰ, μετὰ τῆς σωφροσύνης καὶ τὸ κέρδος
παρέχοντα Τί γὰρ παίδων γλυκύτερον,  εἰπέ  μοι; τί  δὲ γυναικὸς  τῷ  σωφρονεῖν  βουλομένῳ;  Λέγονται γοῦν βάρβαροί ποτε  εἰπεῖν  ῥῆμα  φιλοσοφίας  γέμον.  Περὶ γὰρ  τῶν  θεάτρων  τούτων ἀκούσαντες τῶν  παρανόμων 
καὶ τῆς ἀναίρου  τέρψεως, Ῥωμαῖοι,  φασὶν, ὡς οὐκ ἔχοντες παιδία καὶ γυναῖκας, οὕτω τοιαύτας ἐπενόησαν ἡδο 63.658 νάς. Ὅταν οὖν ἴδῃς γυναῖκα εὔμορφον, λάμποντα ἔχουσαν ὀφθαλμὸν, φαιδρὸν στίλβουσαν ἀπὸ τῆς
ὄψεως, ἀμήχανόν τινα ὥραν ἐπὶ τῆς ὄψεως φέρουσαν, φλέγουσάν σου τὸν λογισμὸν, καὶ τὴν  ἐπιθυμίαν  αὔξουσαν· ἐννόησον  ὅτι  γῆ  τὸ θαυμαζόμενον,  ὅτι  σποδὸς τὸ ἐκκαῖον, καὶ παύσεται λυττῶσα ἡ ψυχή· ἀνακάλυψον
αὐτῆς τὸ δέρμα τῆς ὄψεως, καὶ τότε πᾶσαν ὄψει τῆς εὐμορφίας τὴν εὐτέλειαν. Μὴ στῇς μέχρι τῆς ἐπιφανείας, ἀλλ' ἐνδοτέρω διάβηθι τῷ λογισμῷ, καὶ οὐδὲν ἕτερον εὑρήσεις, ἀλλ' ἢ ὀστᾶ καὶ νεῦρα καὶ φλέβας. Ἀλλ' οὐκ
ἀρκεῖ ταῦτα; λόγισαί μοι ταύτην  ἀλλοιουμένην,  γηράσκουσαν, ἀῤῥωστοῦσαν,   ὑφιζάνοντας    ὀφθαλμοὺς,    καὶ   κοιλαινομένας    παρειὰς,   ἅπαν καταῤῥέον τὸ ἄνθος ἐκεῖνο· ἐννόησον τί θαυμάζεις, καὶ αἰσχύνθητί σου
τὴν κρίσιν· πηλὸν θαυμάζεις καὶ σποδὸν, καὶ κόνις σε ἐκκαίει καὶ τέφρα. Ἡ γὰρ τοῦ βλεπομένου κάλλους ὑπόστασις οὐδὲν ἕτερόν ἐστιν, ἢ φλέγμα  καὶ ῥεῦμα καὶ αἷμα καὶ τροφῆς διαμασηθείσης χυλός. Τούτοις γὰρ καὶ
ὀφθαλμοὶ  καὶ παρειαὶ καὶ τὰ λοιπὰ πάντα ἄρδεται· κἂν μὴ καθ' ἑκάστην ἡμέραν δέξηται τὴν ἀρδείαν ἐκείνην ἀπὸ τῆς γαστρὸς καὶ τοῦ ἥπατος ἀνιοῦσαν, τοῦ δέρματος παρὰ τὸ προσῆκον ὑφιζάνοντος,  τῶν  τε ὀφθαλμῶν 
κοιλαινομένων,  εὐθέως  ἅπασα ἀφίπταται  ἡ τῆς ὄψεως ὥρα. Ὥστε ἂν ἐννοήσῃς τί μὲν τῶν καλῶν ἔνδον ἀπόκειται τῶν ὀφθαλμῶν, τί δὲ τῆς εὐθείας ῥινὸς, τί δὲ τοῦ στόματος καὶ τῶν  παρειῶν, οὐδὲν ἕτερον ἢ τάφον 
κεκονιαμένον  εἶναι φήσεις τοῦ σώματος τὴν εὐμορφίαν· τοσαύτης ἔνδον ἀκαθαρσίας ἐστὶ μεστά. Εἶτα ῥάκος μὲν ἰδὼν ἔχον τι τοιοῦτον, οἷον ἢ φλέγμα, ἢ σίελον, οὐδὲ ἄκροις ψαῦσαι τοῖς δακτύλοις  ὑπομένεις,  ἀλλ' οὐδὲ
ἰδεῖν  ἀνέχῃ· πρὸς δὲ τὰ ταμιεῖα τούτων  καὶ τὰς ἀποθήκας ἐπτόησαι; Ὁ τοίνυν φιλοσώματος καὶ πρὸς κόρην ἐπτοημένος εὔμορφον, εἰ βούλοιτο  μαθεῖν  τῷ  λόγῳ  τὸ εἰδεχθὲς  τῆς  οὐσίας, δι' αὐτῆς  αὐτὸ  τῆς  ὄψεως
εἴσεται. Καὶ γὰρ  πολλαὶ  τῆς  ἐρωμένης  ὁμήλικες,  πολλάκις  δὲ  καὶ  λαμπρότεραι ἀποθανοῦσαι, μετὰ μίαν καὶ δευτέραν ἡμέραν δυσωδίαν παρέσχον καὶ ἰχῶρα καὶ σηπεδόνα σκωλήκων.  Ἐννόησον τοίνυν  οἷον  κάλλος 
φιλεῖς,  ἄνθρωπε,  καὶ πρὸς ποίαν  εὐμορφίαν  ἐπτόησαι. Τίς γὰρ  ἀρετὴ ὀφθαλμῶν;  ἆρα τὸ  ὑγροὺς  εἶναι  καὶ εὐστρόφους καὶ στρογγύλους καὶ κυανοὺς, ἢ τὸ ὀξεῖς καὶ διορατικούς; Καὶ τίς ἀρετὴ λύχνου; τὸ λαμπρῶς
φαίνειν καὶ πᾶσαν καταυγάζειν τὴν οἰκίαν, ἢ τὸ καλῶς πεπλάσθαι; Οὐ γὰρ ἀπὸ τῆς διαπλάσεως, ἀλλ' ἀπὸ τῶν τρόπων καὶ τῆς κοσμιότητος τὸ κάλλος χαρακτηρίζεται. ∆ιὰ γὰρ τοῦτο τὸν ἀκολάστως εἰς γυναῖκα ὁρῶντα
ἐκόλασεν ὁ Χριστὸς, ἵνα τοῦ πλείονος  ἡμᾶς ἀπαλλάξειε  πόνου. Οὐ γὰρ τοσοῦτος πόνος τὸ μὴ ὁρᾷν γυναῖκας ὡραίας, ὅσος ὁρῶντας κατέχειν. Ὁ μὲν γὰρ μὴ ἰδὼν τὴν εὔμορφον ὄψιν,  καὶ τῆς ἐπιθυμίας  ἔσται τῆς ἐντεῦθεν 
καθαρός· ὁ δὲ ἐπιθυμήσας ἰδεῖν, πρότερον καταβαλὼν  τὸν λογισμὸν, καὶ μολύνας  αὐτὸν μυριάκις, τότε τὴν ἀπὸ τῆς ἐπιθυμίας ἐκβάλλει κηλῖδα, ἐὰν ἐκβάλλῃ ἄρα. Ὅταν οὖν καὶ ὁ πόνος ἐκεῖνος τοῖς ἀκολάστοις ἐλάττων  ᾖ,
καὶ τὸ κέρδος μεῖζον, τί σπουδάζομεν εἰς τὸ πέλαγος τῶν μυρίων ἐκείνων κακῶν ἐμπεσεῖν; Ὅταν οὖν ἴδῃς γυναῖκα καλὴν, καὶ πάθῃς τι πρὸς αὐτὴν, μηκέτι ἴδῃς, καὶ ἀπηλλάγης. Καὶ πῶς δυνήσομαι μηκέτι ἰδεῖν ὑπὸ τῆς
ἐπιθυμίας   ἑλκόμενος,  φησίν;  Ἂν  ἐννοήσῃς,  63.659 ὅτι  οὐδὲν  ἕτερόν  ἐστι  τὸ ὁρώμενον, ἢ φλέγμα  καὶ αἷμα καὶ τροφῆς διασεσηπυίας χυλός. Ἀλλὰ φαιδρὸν τὸ ἄνθος τῆς ὄψεως, φησίν. Ἀλλ'  οὐδὲν τῶν  ἀνθέων  τῶν 
ἐπὶ τῆς γῆς φαιδρότερον, ἀλλὰ καὶ ταῦτα σήπεται καὶ μαραίνεται. Μὴ τοίνυν μηδὲ ἐνταῦθα τῷ ἄνθει πρόσεχε, ἀλλ' ἐνδοτέρω  διάβηθι  τῇ διανοίᾳ,  καὶ τὸ δέρμα τὸ καλὸν  ἐκεῖνο  περιελὼν  τῷ λογισμῷ, περιεργάζου τὰ ὑπὸ
τοῦτο κείμενα. Ἐπεὶ καὶ τὸ τῶν  ὑδεριώντων  σῶμα ἀποστίλβει λαμπρὸν, καὶ οὐδὲν ἡ ἐπιφάνεια φαῦλον ἔχει, ἀλλὰ τῇ ἐννοίᾳ τοῦ ἔνδον ἀποκειμένου χυμοῦ πληττόμενοι φιλεῖν τοὺς τοιούτους οὐ δυνάμεθα. Ὅταν δὲ ἀνὴρ
ἐκβαλεῖν βούληται γυναῖκα, ἢ ἡ γυνὴ τὸν ἄνδρα ἀφεῖναι, ταύτης ἀναμιμνησκέσθω τῆς ῥήσεως, καὶ τὸν Παῦλον νομιζέτω παρεῖναι, καὶ καταδιώκειν αὐτὴν βοῶντα καὶ λέγοντα· Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ
ἀνὴρ αὐτῆς. Τοῦτο γοῦν δηλῶν, οὐ προσέθηκεν, ὅτι Ἐὰν δὲ τελευτήσῃ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν, ἀλλ', Ἐὰν δὲ κοιμηθῇ, μονονουχὶ παραμυθούμενος τὴν ἐν χηρείᾳ, καὶ πείθων μένειν ἐπὶ τῷ προτέρῳ, καὶ μὴ δεύτερον
εἰσαγαγεῖν νυμφίον. Οὐκ ἐτελεύτησέ σου, φησὶν, ὁ ἀνὴρ, ἀλλὰ καθεύδει· τίς δὲ τὸν καθεύδοντα οὐκ ἀναμένει; Ἐλευθέραν δὲ αὐτὴν μετὰ τὴν τοῦ ἀνδρὸς τελευτὴν  γεγενῆσθαι λέγων, ἔδειξεν ὅτι πρὸ τούτου δούλη ἦν ζῶντος
ἐκείνου· δούλη δὲ οὖσα καὶ ὑποκειμένη τῷ νόμῳ, κἂν μυριάκις βιβλίον ἀποστασίου λάβῃ κατὰ τοὺς παρὰ τοὺς ἔξωθεν  κειμένους νόμους, τῷ τῆς μοιχείας  ἁλίσκεται νόμῳ. Οὐ γὰρ δὴ κατὰ τούτους σε μέλλει κρίνειν τοὺς
νόμους ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀλλὰ καθ' οὓς αὐτὸς ἔθηκε. Καὶ οἱ τῶν ἔξωθεν δὲ νόμοι οὐχ ἁπλῶς τοῦτο τεθείκασιν, ἀλλὰ καὶ αὐτοὶ κολάζουσι τὸ πρᾶγμα, καὶ ἀηδῶς πρὸς ταύτην ἔχουσι τὴν ἁμαρτίαν. Ὅθεν γὰρ ἂν
γένηται  τῆς διαλύσεως ἡ πρόφασις, τῇ ζημίᾳ τῆς οὐσίας κολάζουσι, γυμνὸν καὶ χρημάτων ἔρημον ἐκεῖθεν τοῦτον ἐκβάλλοντες. Λέγεταί τις τῶν ἔξωθεν φιλοσόφων, μοχθηρὰν ἔχων γυναῖκα καὶ φλύαρον καὶ πάροινον, πρὸς
τοὺς ἐρωτῶντας, τίνος ἕνεκεν τοιαύτην ἔχων ἀνέχεται, εἰπεῖν, Ὥστε γυμνάσιον καὶ παλαίστραν  ἐπὶ  τῆς  οἰκίας· ἔσομαι γὰρ τοῖς  λοιποῖς  πραότερος, φησὶν,  ἐν  ταύτῃ παιδευόμενος καθ' ἑκάστην τὴν ἡμέραν. Ὁ μὲν οὖν
φιλόσοφος λέγεται διὰ τοῦτο πονηρὰν ἔχων γυναῖκα μὴ ἐκβαλεῖν· τινὲς δὲ καὶ διὰ τοῦτο ἀγαγέσθαι αὐτὸν αὐτὴν λέγουσιν. Ὅταν οὖν Ἕλληνες ἡμῶν ὦσι φιλοσοφώτεροι, ποίαν ἕξομεν ἀπολογίαν, ταύτην ὑβρίζοντες, δι' ἣν
καὶ τοὺς γεγεννηκότας ὁ Θεὸς ἀφεῖναι ἐκέλευσε; Ποῖος δὲ λόγος τοιαύτην αἰσχύνην παραστῆσαι δυνήσεται, ὅταν ὀλολυγαὶ καὶ κωκυτοὶ κατὰ τοὺς στενωποὺς φέρωνται, καὶ δρόμος ἐπὶ τὴν οἰκίαν τοῦ ταῦτα ἀσχημονοῦντος
καὶ τῶν γειτόνων  καὶ τῶν παριόντων, καθάπερ θηρίου τινὸς τὰ ἔνδον λυμαινομένου; Βέλτιον διαστῆναι τὴν γῆν τῷ τὰ τοιαῦτα παροινοῦντι, ἢ ἐπ' ἀγορᾶς αὐτὸν ὀφθῆναι λοιπόν.   Πειθώμεθα  δὴ  τῷ  τοῦ  Θεοῦ  νόμῳ,  καὶ 
μήτε  τὰς  ἑαυτῶν   γυναῖκας ἐκβάλλωμεν, μήτε τὰς ὑπὸ ἑτέρων ἐκβληθείσας δεχώμεθα. Ποίῳ γὰρ ὄψει προσώπῳ τὸν ἄνδρα τῆς γυναικός; ποίοις ὀφθαλμοῖς τοὺς φίλους τοὺς ἐκείνου, τοὺς οἰκέτας; Εἰ γὰρ τελευτήσαντός
τινος, τὴν γυναῖκά τις τὴν ἐκείνου λαβὼν, εἶτα τὴν εἰκόνα μόνην ἀνακειμένην  ἰδὼν, ἔπαθέ τι καὶ ἐδυσχέρανεν· ὁ ζῶντα τὸν ἄνδρα ὁρῶν τῆς αὐτῷ συνοικούσης, ποῖον βιώσεται βίον, πῶς οἴκαδε εἰσελεύσεται, μετὰ ποίας
63.660 γνώμης, μετὰ ποίων ὀφθαλμῶν ὄψεται τὴν ἐκείνου γυναῖκα τὴν αὐτοῦ; Μᾶλλον δὲ οὔτε ἐκείνου, οὔτε αὐτοῦ δικαίως ἄν τις τὴν τοιαύτην  προσείποι· ἡ γὰρ μοιχαλὶς οὐδενός ἐστι γυνή· καὶ γὰρ τὰς πρὸς ἐκεῖνον
συνθήκας ἐπάτησε, καὶ πρὸς σὲ μετὰ τῶν προσηκόντων νόμων οὐκ ἦλθε. Πόσης οὐκ ἂν εἴη παρανοίας, πρᾶγμα τοσοῦτον γέμον κακῶν εἰς τὴν οἰκίαν εἰσάγειν; Μὴ γὰρ σπάνις ἐστὶ γυναικῶν,  ὅτι τοσοῦτον ὄλεθρον ἕλκεις ἐπὶ
τὴν σαυτοῦ κεφαλήν; Ἡ γὰρ τῷ προτέρῳ ἀνδρὶ ἀρκεσθεῖσα γυνὴ, ἔδειξεν ὅτι οὐδ'  ἂν τοῦτον  εἵλετο τὴν ἀρχὴν, εἰ τοῦ πράγματος ᾔδει τὴν πεῖραν καλῶς· ἡ δὲ δεύτερον ἐπεισαγαγοῦσα νυμφίον  τῇ τοῦ προτέρου εὐνῇ, τῆς
πολλῆς περὶ  τὸν  κόσμον  φιλίας,  καὶ  πρὸς  τὰ  γήϊνα  πράγματα  συμπαθείας  τεκμήριον ἐξήνεγκεν  οὐ  μικρόν.  Κἀκείνη μὲν,  οὔτε  ζῶντος  τοῦ  ἀνδρὸς,  πρὸς ἕτερόν  τινα ἐπτόητο·  αὕτη  δὲ, εἰ  καὶ  μὴ ἥμαρτεν  εἰς 
ἑτέρους  ζῶντος  ἐκείνου,  ἀλλ' ἐκείνου μᾶλλον πολλοὺς ἑτέρους ἐθαύμασε, καὶ οὔτε τὸν πρῶτον, οὔτε τὸν δεύτερον ἔσχεν ἐν τάξει τῆς οἰκείας σαρκός. Ὁ μὲν γὰρ πρῶτος ἐκβέβληται παρὰ τοῦ δευτέρου, ὁ δεύτερος δὲ ὑπ'
ἐκείνου, καὶ οὔτε τοῦ προτέρου μεμνῆσθαι δύναιτ' ἂν καλῶς  τῷ ἑτέρῳ μετ' ἐκεῖνον προσέχουσα, οὔτε τοῦτον μετὰ τῆς προσηκούσης φιλοστοργίας ὄψεται,  σχηματιζομένης  εἰς τὸν  ἀπελθόντα  τῆς  διανοίας  αὐτῆς. Ὥσπερ
γὰρ τοῖς πράγμασι τότε μάλιστα ἐπιμένειν  εἰώθαμεν,  ὅταν  προοιμίων  πειραθῶμεν  καλῶν· ὅταν  δὲ  ἐξ  ἀρχῆς,  καὶ  ἀπ'  αὐτῆς,  ὡς  ἂν  εἴποι  τις,  τῆς  γραμμῆς,  χαλεπῶν  καὶ δυσκόλων αἰσθώμεθα, ταχέως
ἀνακρουόμεθα, τῆς προαιρέσεως σβεννυμένης ἡμῖν· οὕτω δὴ καὶ αἱ τὰς ἀώρους ὑπομένουσαι χηρείας γυναῖκες εἰκότως ἂν τοῦ δευτέρου γάμου ἀπόσχοιντο. Ἡ μὲν γὰρ πολὺν τοῖς πράγμασι συγγινομένη χρόνον καὶ
ἐμπλησθεῖσα  καλῶς,  ὡς  τῶν  αὐτῶν  τευξομένη,  τῶν  ἴσων  ἅψεται  πόλιν·    δὲ προοιμίων οὔτε χαλεπῶν  πειρασθεῖσα, ποίᾳ προαιρέσει καὶ ἐλπίδι πρὸς τὴν πεῖραν ἥξει τῶν  χαλεπῶν;  Εἰ γὰρ τὰς ἔτι περιόντων 
ἀπεχομένας  τῶν  ἀνδρῶν  γυναῖκας θαυμάζομεν ἅπαντες καὶ ἀποδεχόμεθα· τὰς καὶ ἀπελθόντων  τὴν αὐτὴν περὶ αὐτοὺς ἐπιδεικνυμένας  εὔνοιαν, πῶς οὐκ ἐκπλήττεσθαι δεῖ καὶ ἐπαινεῖν; Οὐ τοίνυν ἐκβάλλομεν δεύτερον
γάμον, ἀλλὰ παραινοῦμεν, εἴ τις δύναται σωφρονεῖν, ἐπὶ τῷ προτέρῳ μένειν. Μάχης γὰρ πολλάκις καὶ πολέμων καθημερινῶν ὁ δεύτερος γάμος ἀρχὴ καὶ πρόφασις γέγονε.  Πολλάκις γὰρ ἀνὴρ ἐπὶ τῆς τραπέζης καθήμενος,
τῆς προτέρας γυναικὸς  ἀναμηνσθεὶς, ἐπὶ τῆς δευτέρας ἐδάκρυσεν ἠρέμα· ἡ δὲ εὐθέως ἠγρίανε, καὶ καθάπερ θηρίον ἐπεπήδησε, τῆς φιλοστοργίας αὐτὸν τῆς πρὸς ἐκείνην ἀπαιτοῦσα δίκην·  κἂν  ἐπαινέσαι  τὴν  ἀπελθοῦσαν 
ἐθελήσῃ, γίνεται  πολέμου  καὶ μάχης πρόφασις ἡ τῶν ἐγκωμίων  ὑπόθεσις. Καὶ πρὸς μὲν τοὺς ἐχθροὺς ἀπελθόντας σπένδομεν, καὶ μετὰ τὴν ζωὴν αὐτὴν τὴν πρὸς αὐτοὺς καταλύομεν ἔχθραν· ἐπὶ δὲ τῶν γυναικῶν 
τοὐναντίον  ἅπαν· ἣν γὰρ οὐκ εἶδεν, ἧς οὐκ ἤκουσε, παρ' ἧς οὐδὲν ἔπαθε δεινὸν, ταύτην μισεῖ καὶ ἀποστρέφεται, καὶ οὐδὲ ὁ θάνατος τὸ μῖσος σβέννυσι. Τίς εἶδε, τίς  ἤκουσε ζηλοτυπουμένην  κόνιν,  καὶ πολεμουμένην 
τέφραν;  Ἀλλ' οὐ μέχρι τούτου τὸ δεινὸν, ἀλλὰ κἂν γεννῶνται  παῖδες ἐκ τῆς δευτέρας, κἂν μὴ γεννῶνται,  πόλεμος πάλιν καὶ μάχη· μὴ γεννωμένων μὲν γὰρ ὀδυνᾶται μειζόνως, καὶ καθάπερ πολεμίους καὶ τὰ μέγιστα
ἠδικηκότας τοὺς τῆς προτέρας ὁρᾷ, διὰ τῆς ἐκείνων ζωῆς τῆς οἰκείας ἀπαιδίας σαφεστέραν λαμβάνουσα αἴσθησιν· ἂν δὲ γεννῶνται,   πάλιν   οὐκ  ἔλαττον  τὸ  δεινόν.    μὲν  γὰρ  63.661 ἀνὴρ  πολλάκις φιλοστόργως πρὸς
τὴν ἀπελθοῦσαν διακείμενος ἀντέχεται τούτων, φιλῶν  τε ὁμοῦ καὶ  ἐλεῶν  τῆς  ὀρφανίας  αὐτούς·  ἐκείνη  δὲ  πανταχοῦ  τοὺς  αὐτῆς  προτιμᾶσθαι βούλεται. Ἀκούσατε, ἄνδρες, ἀκούσατε, γυναῖκες, φιλοστοργίαν  συζύγων,
ἣν πρὸς ἀλλήλους μέχρι κινδύνων αὐτῶν ἐπεδείξαντο. Μετὰ γὰρ τὸ κατοικῆσαι τὸν Ἀβραὰμ ἐν Γεράροις, εἶπε περὶ Σάῤῥας τῆς γυναικὸς αὐτοῦ, Ἀδελφή μού ἐστιν· ἐφοβήθη γὰρ εἰπεῖν,  ὅτι Γυνή μού ἐστι, μήποτε
ἀποκτείνωσιν  αὐτὸν  οἱ ἄνδρες τῆς πόλεως  δι' αὐτήν.  Καὶ ἀπέστειλεν  Ἀβιμέλεκ    βασιλεὺς  Γεράρων, καὶ  ἔλαβε  τὴν  Σάῤῥαν. Ἐννόησόν μοι τὸν χειμῶνα τῶν λογισμῶν, ὃν ὑπέμενεν ὁ δίκαιος, ὁρῶν αὐτοῦ τὴν γυναῖκα 
ἀπαγομένην,  καὶ  οὐδὲν  δυνάμενος  ἐπαμῦναι.  Σιγῇ γὰρ ἅπαντα  ἔφερεν, εἰδὼς ὅτι οὐ περιόψεται αὐτὸν ὁ ∆εσπότης, ἀλλὰ ταχεῖαν  παρέξει τὴν συμμαχίαν. Καὶ τῆς Σάῤῥας δὲ θαυμάσαι ἔστι τὴν πολλὴν φιλοστοργίαν, ἣν,
ἵνα τοῦ κινδύνου τὸν  δίκαιον   ἐξαρπάσῃ,  ἐπεδείξατο.  Ἐξῆν  γὰρ  αὐτὴν  ἐκκαλύψασαν  τὸ  δρᾶμα, διαφυγεῖν  τὴν  ὡμολογημένην  ὕβριν· ἀλλ' ὑπέμεινεν  ἅπαντα  γενναίως,  ἵνα  τὴν σωτηρίαν τῷ δικαίῳ πραγματεύσηται·
καὶ ἐπληροῦτο ἐκεῖνο τὸ εἰρημένον, ὅτι Ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥσπερ γὰρ μία σὰρξ ὄντες, οὕτω  τῆς ἀλλήλων σωτηρίας ἐκήδοντο, καὶ τοσαύτην ἐπεδείκνυντο τὴν ὁμόνοιαν, ὡς ἓν σῶμα τυγχάνοντες  καὶ μία ψυχή.
Ταῦτα ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες, ἵνα καὶ αὗται τοσαύτην περὶ τοὺς ἄνδρας φιλοστοργίαν ἐπιδείκνυνται,  καὶ οὗτοι οὕτω πολλὴν τὴν περὶ αὐτὰς εὔνοιαν ἔχωσι, καὶ ὡς μίαν ψυχὴν κεκτημένοι, καὶ ἓν σῶμα
ὄντες, οὕτω πάντα διαπράττωνται.  Καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεκ τὴν νύκτα, καὶ εἶπεν· Ἰδοὺἀποθνήσκεις περὶ τῆς γυναικὸς ἧς ἔλαβες· αὕτη δέ ἐστι συνῳκηκυῖα ἀνδρί. Ὅρα Θεοῦ φιλανθρωπίαν· ἐπειδὴ εἶδε τὸν
δίκαιον διὰ τὸν τοῦ θανάτου φόβον γενναίως  τῆς Σάῤῥας ἐνεγκόντα  τὴν ἀφαίρεσιν, καὶ τὸν βασιλέα ὡς ἀδελφὴν  τοῦ δικαίου οὕτως αὐτὴν ἀγόμενον, λοιπὸν τὴν οἰκείαν πρόνοιαν ἐπιδείκνυται, ὁμοῦ καὶ τὸν δίκαιον
περιφανέστερον ἀποδεικνὺς, καὶ τὴν Σάῤῥαν τῆς ὕβρεως ἐλευθερῶν, καὶ μετὰ βασιλέα ἀπαλλάττων  τῆς παρανομίας. Ἀβιμέλεκ δὲ, φησὶν, οὐχ ἥψατο αὐτῆς, ἀλλὰ  καὶ ἀπολογεῖται  ὑπὲρ τοῦ τολμήματος,  καί φησι· Κύριε,
ἔθνος  δίκαιον  καὶ ἀγνοοῦν  ἀπολεῖς; Μὴ γὰρ εἰδὼς γυναῖκα  αὐτοῦ τοῦτο πεποίηκα; μὴ γὰρ ἀδικῆσαι βουλόμενος  τὸν  ξένον; μὴ γὰρ ὡς  γυναῖκα  ἀφαιρούμενος;  ὡς  ἀδελφὴν  μέλλων λαμβάνειν  τοῦτο διεπραξάμην,
νομίζων  καὶ ταύτῃ τιμήσειν αὐτόν. Οὐκ αὐτός μοι εἶπεν, ὅτι Ἀδελφή μού ἐστι; καὶ αὕτη μοι εἶπεν, ὅτι Ἀδελφός μού ἐστι; Τί οὖν ὁ φιλάνθρωπος  ∆εσπότης; Κἀγὼ ἔγνων,  ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, ὅτι αὐτοὶ
τοῦτο τὸ δρᾶμα κατεσκεύασαν, καὶ ὅτι ἀπατηθεὶς τοῖς παρ' αὐτῶν λεγομένοις, τοῦτο πεποίηκας· καὶ διὰ τοῦτο, ἵνα μὴ διὰ τὴν ἀπάτην ἐκείνων ἁμάρτῃς, ἐφεισάμην τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ. Μὴ δὴ ἁπλῶς, ὡς ἑνὶ τῶν
τυχόντων, πρόσεχε τῷ ἀνδρὶ, ἀλλὰ μάνθανε ὅτι τῶν ἐμοὶ περισπουδάστων ἐστὶ, καὶ τῶν πολλὴν ἐχόντων πρὸς ἐμὲ τὴν οἰκείωσιν.  Ἀπόδος τοίνυν  τὴν γυναῖκα  τῷ ἀνθρώπῳ,  ὅτι προφήτης  ἐστὶ, καὶ προσεύξεται περὶ σοῦ, καὶ
ζήσῃ. Ἐκεῖνος μὲν γὰρ δεδοικὼς τὸν παρὰ σοῦ θάνατον, τὸ δρᾶμα τοῦτο παρεσκεύασε, καὶ μονονουχὶ  συνέπραξε πρὸς τὴν τῆς Σάῤῥας ὕβριν· γίνωσκε δὲ, ὅτι αἱ παρ' ἐκείνου προσευχαὶ τὴν ζωήν 63.662 σοι παρέξουσιν. Εἰ
δὲ μὴ ἀποδῷς, γνῶθι ὅτι ἀποθανῇ σὺ, καὶ πάντα τὰ σά. Οὐ μόνον γὰρ αὐτὸς τῆς παρακοῆς ὑφέξεις τὴν τιμωρίαν, ἀλλὰ καὶ πάντα τὰ σά. Ἐγερθεὶς δὲ Ἀβιμέλεκ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ, καὶ ἐλάλησε πάντα τὰ ῥήματα εἰς
τὰ ὦτα αὐτῶν· εἶτα ἐκάλεσε καὶ τὸν Ἀβραάμ. Ἐννόει μοι μεθ' ὅσης λοιπὸν τῆς περιφανείας εἰσάγεται ὁ δίκαιος πρὸς τὸν βασιλέα, ὁ  πρὸ  μικροῦ  εὐκαταφρόνητος  νομιζόμενος,  καὶ  οὐδὲν  τούτων  εἰδώς. Ἐμάνθανε λοιπὸν
παρ' αὐτοῦ τοῦ βασιλέως τὰ παρὰ τοῦ Θεοῦ δι' αὐτὸν εἰς ἐκεῖνον γεγενημένα·  εἶπε  γὰρ  αὐτῷ,  Τί τοῦτο  ἐποίησας  ἡμῖν;  τί  ἡμάρτομεν  εἰς  σὲ, ὅτι ἐπήγαγες ἐπ' ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; Μὴ γὰρ
μέχρις ἐμοῦ, φησὶν,  εἶχε   στῆναι   τὰ  τῆς   τιμωρίας;  πᾶσά  μου    βασιλεία  ἄρδην   ἔμελλεν ἀφανίζεσθαι  ἐκ τῆς ἀπάτης  τῆς παρὰ σοῦ γεγενημένης.  Τί οὖν  ἐνιδὼν  ἐποίησας τοῦτο;  τίνος  ἕνεκεν;  τί  ἐννοήσας;  Τί
οὖν  ὁ Ἀβραάμ; Ἐναγώνιος,  φησὶ,  γέγονα, μήποτε  διὰ  τὸ  ἔτι  τῇ  πλάνῃ  ὑμᾶς  κατέχεσθαι,  οὐδεμίαν  τοῦ  δικαίου  πρόνοιαν ποιῆσθε,  καὶ  μαθόντες  αὐτὴν  γυναῖκά  μου  γεγενῆσθαι,  διὰ  τὴν  περὶ  ταύτην ἐπιθυμίαν
ἐμὲ ἀνελεῖν  ἐπιχειρήσητε. Μὴ οὖν νομίσητέ με καὶ οὕτως ἐψεῦσθαι. Καὶ γὰρ ἀδελφή  μού ἐστιν  ἐκ τοῦ  πατρὸς, ἀλλ' οὐκ ἐκ μητρός· ἐγενήθη  δέ μοι εἰς γυναῖκα.  Μὴ τοίνυν  καταγνῶτέ  μου. Εἰ γὰρ  καὶ  ὁ φόβος  τοῦ 
θανάτου  εἰς  τὴν ἀνάγκην  με  ταύτην  κατέστησε, καὶ  τὸ  δεδοικέναι  μήποτε  διὰ  ταύτην  ἐμὲ  μὲν ἀποκτείνητε, ταύτην δὲ περιποιήσησθε, ἀλλ' ὅμως οὐδὲ οὕτως ἐστὶ ψεῦδος τὸ παρ' ἐμοῦ εἰρημένον. Ταῦτα εἰπὼν ὁ
δίκαιος, καὶ τὸν θυμὸν τοῦ βασιλέως κατεμάλαξε, καὶ τὴν οἰκείαν  ἀρετὴν ἐξεκάλυψε, καὶ ἀρκοῦσαν αὐτοῖς διδασκαλίαν  θεοσεβείας ἐνέθηκεν. Αἰδεσθεὶς τοίνυν ὁ βασιλεὺς τοῦ δικαίου τὴν πολλὴν ἐπιείκειαν, τῇ οἰκείᾳ
φιλοτιμίᾳ  ἀμείβεται τὸν πατριάρχην. Ἔλαβε γὰρ, φησὶν, Ἀβιμέλεκ χίλια δίδραχμα, καὶ πρόβατα, καὶ μόσχους, καὶ παῖδας καὶ παιδίσκας, καὶ ἀπέδωκεν αὐτῷ Σάῤῥαν τὴν γυναῖκα  αὐτοῦ. Εἶδες τὴν  εὐμήχανον  τοῦ Θεοῦ
σοφίαν; Ὁ γὰρ περὶ τοῦ θανάτου δεδοικὼς,  καὶ  πάντα  ποιῶν  ὥστε  δυνηθῆναι  τοῦτον  διαφυγεῖν,  οὐ  μόνον  τὸν θάνατον  διέφυγεν,  ἀλλὰ καὶ τοσαύτης ἠξίωται  παῤῥησίας, καὶ περιφανὴς  ἀθρόον γίνεται.  Τοιαῦτα γὰρ
τὰ παρὰ τοῦ Θεοῦ· οὐ μόνον  τῶν  λυπηρῶν  ἐλευθεροῖ τοὺς γενναίως   ἀντέχειν   πρὸς  τοὺς  ἐπιόντας   πειρασμοὺς  σπουδάζοντας,  ἀλλὰ   καὶ τοσαύτην ἐν αὐτοῖς τοῖς λυπηροῖς παρέχει τὴν εὐφροσύνην, ὡς καὶ λήθην
αὐτῶν ἡμᾶς ἔχειν παντελῆ, καὶ ἐν πολλῇ γίνεσθαι τῇ τῶν ἀγαθῶν περιουσίᾳ· οἷον καὶ ἐπὶ τοῦ δικαίου τούτου γέγονεν. Οὐ μόνον γὰρ τοῖς τοσούτοις δώροις αὑτὸν τιμᾷ, ἀλλὰ καὶ τὴν ἐξουσίαν αὐτῷ δίδωσι τῆς ἐν τῇ γῇ αὐτοῦ
κατοικήσεως. Ἰδοὺ γὰρ, φησὶν, ἡ γῆ μου ἐναντίον  σού ἐστιν, οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει. Ἐπειδὴ γὰρ ἔμαθεν ὅτι δι' ἐκεῖνον καὶ τὰς ἐκείνου προσευχὰς ἡ ζωὴ αὐτῷ κεχάρισται, ὡς εὐεργέτην λοιπὸν καὶ κηδεμόνα τὸν ξένον,
τὸν ἀλήτην, τὸν οὐδαμόθεν γνώριμον, οὕτω θεραπεύειν ἐπείγεται. Καὶ ἐγένετο, ἡνίκα πρὸς ἔσχατον γῆρας ἤλασεν Ἀβραὰμ, βουλόμενος τὸν Ἰσαὰκ τῆς τῶν Χαναναίων συγγενείας ἀπαλλάξαι, ἵνα μὴ ἐκεῖθεν ἀγάγηται
γυναῖκα, καλέσας τῶν οἰκετῶν τὸν εὐνούστερον, ἐντέλλεται αὐτῷ περὶ τούτου, καί φησι· Θὲς τὴν χεῖρά σου ἐπὶ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου
Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων Χαναναίων, μεθ' ὧν ἐγὼ κατοικῶ ἐν 63.663 αὐτοῖς, ἀλλ' εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. Εἶδες τὴν ἐντολὴν τοῦ πατριάρχου
τὴν πρὸς τὸν οἰκέτην γενομένην; Ἐννόησον ὅπως τὸ παλαιὸν ἐποιοῦντο σπουδὴν, οὐ χρημάτων ζητοῦντες περιουσίαν, οὐ πολὺν πλοῦτον καὶ ἀνδράποδα καὶ πλέθρα γῆς τόσα καὶ τόσα, οὐ τοῦ ἔξωθεν κάλλους τὴν εὐμορφίαν,
ἀλλὰ τῆς ψυχῆς τὸ κάλλος ἐπεζήτουν καὶ τρόπων εὐγένειαν. Ἀλλ' ὁ μὲν πατριάρχης τῆς κατὰ ψυχὴν ἀρετῆς ἐπιμελούμενος, καὶ φεύγων τῶν ἐγχωρίων  τὴν πονηρίαν, τοῦτο ποιεῖ· οἱ δὲ νῦν  ἅπαντες  οὐκ ἄν ποτε ἀνάσχοιντο 
τοιοῦτόν  τι ἐννοῆσαι, ἀλλὰ κἂν μυρίων  ᾖ κακῶν ἀνάμεστος, ἒν μόνον ἐπιζητοῦσι, τῶν χρημάτων τὴν περιουσίαν, καὶ τὰ ἄλλα πάντα δεύτερα αὐτοῖς νενόμισται· οὐκ εἰδότες, ὅτι γνώμης διεφθαρμένης οὔσης, κἂν ἄφατος
ἐπιῤῥέῃ πλοῦτος, θᾶττόν τις εἰς ἐσχάτην πενίαν ἐπανήξει, καὶ οὐδὲν ὄφελος ἔσται τῆς περιουσίας, οὐκ οὔσης τῆς οἰκονομεῖν ταῦτα δυναμένης δεόντως ψυχῆς. Λαβὼν τοίνυν ὁ παῖς τὰς καμήλους, καὶ ἀπὸ πάντων τῶν
ἀγαθῶν τοῦ κυρίου αὐτοῦ, ἀναστὰς  ἐπορεύθη  εἰς  τὴν  Μεσοποταμίαν, εἰς  τὴν  πόλιν  Ναχὼρ  τοῦ  ἀδελφοῦ Ἀβραὰμ, καὶ ἀνέπαυσε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος· καὶ εἶπε, Κύριε ὁ Θεὸς τοῦ
κυρίου μου Ἀβραὰμ, εὐόδωσον ἐναντίον  μου σήμερον, καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ· καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων  ἐκπορεύονται ἀντλῆσαι ὕδωρ· καὶ
ἔσται, ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, Ἐπίκλινον τὴν ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ μοι, Πίε, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πᾶσαι πίνουσαι· ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαὰκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι
ἐποίησας ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ.  Ὅρα  τοῦ  οἰκέτου  τὴν  σύνεσιν.  Ἐπειδὴ  γὰρᾔδει  τοῦ  πατριάρχου  τὸ φιλόξενον, καὶ ὅτι τὴν κόρην τὴν ἐκεῖ μέλλουσαν ἀπάγεσθαι, ὁμότροπον προσήκει εἶναι τῷ δικαίῳ,
οὐδὲν ἕτερον τεκμήριον ἐπιζητεῖ, ἀλλ' ἀπὸ τῆς γνώμης τὴν φιλοξενίαν  χαρακτηρίσαι βούλεται τῆς κόρης· καί φησιν· Ἐὰν ἐμοῦ αἰτήσαντος παρ' αὐτῆς τὸ ὕδωρ, ἐπικλίνῃ μοι τὴν ὑδρίαν, καὶ μὴ μόνον τὸ αἰτηθὲν ποιήσῃ,
ἀλλὰ καὶ τὴν  δουλείαν  τῆς  οἰκείας  γνώμης  ἐπιδείξηται,  καὶ  εἴπῃ.  Καὶ ταῖς  καμήλοις  σου ἐφυδρεύσομαι· ἀρκοῦσαν ἀπόδειξιν παρέσχε διὰ τῆς τοῦ ὕδατος παροχῆς τῆς τῶν τρόπων ἐπιεικείας. Εἶτα, ἐπειδὴ εἶδε διὰ τῶν
ἔργων τὴν ἐνέργειαν τῶν εὐχῶν τοῦ πατριάρχου; καὶ ἐπέτυχε, καθάπερ ἐπεθύμει, τῆς κόρης, καὶ εἶδεν αὐτῆς τὴν ὑπερβάλλουσαν   φιλοξενίαν   (Ἔσπευσε γὰρ  καὶ  ἐξεκένωσε  τὴν  ὑδρίαν  εἰς  τὸ ποτήριον,  καὶ  ἔδραμεν  ἔτι
 ἐπὶ  τὸ  φρέαρ  ἀντλῆσαι,  καὶ  ὑδρεύσασα πάσαις  ταῖς καμήλοις  αὐτοῦ, καὶ  οὔτε  ὡς  ξένον  ἀπέφυγεν,  οὔτε  προφάσει τῆς  σωφροσύνης ἀνένευσε πρὸς τὴν αἴτησιν), κατεμάνθανε λοιπὸν καὶ περιειργάζετο μετὰ
ἀκριβείας τὰ κατ' αὐτὴν, καὶ ἠρώτα· Τίνος εἶ θυγάτηρ; καὶ, Εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν καταλῦσαι; Καὶ σκόπει τῆς κόρης τὴν ἀπόκρισιν· πυθομένου γὰρ τοῦ παιδὸς, τίνος ἦν θυγάτηρ, οὐ 63.664 μόνον τὸν πατέρα
καταμηνύει, ἀλλὰ καὶ τοῦ πατρὸς τὸν πατέρα, καί φησι· Θυγάτηρ μέν εἰμι Βαθουὴλ τοῦ Μελχὰς, ὃν ἔτεκεν αὐτῷ Ναχώρ. Καὶ πάλιν περὶ τοῦ τόπου, εἰ ἔστι μόνον καταλῦσαι αὐτοὺς, πυθομένου τοῦ παιδὸς, φησίν· Οὐ μόνον
τόπος, ἀλλὰ καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ' ἡμῖν. Εἶδες ἐν ἡλικίᾳ τοιαύτῃ πόση καὶ τῆς σωφροσύνης ἡ ἀκρίβεια, καὶ τῆς ταπεινοφροσύνης  ἡ ὑπερβολὴ, καὶ τῆς φιλοξενίας  ἡ ἐπίτασις; Πόσου πλούτου  οὐκ ἂν εἴη
τιμιωτέρα; πόσων θησαυρῶν προτιμότερά τις ταῦτα ἡγήσεται; Τοῦτο ἡ μεγίστη προὶξ, τοῦτο τὰ μυρία ἀγαθὰ, τοῦτο ὁ θησαυρὸς ὁ μηδέποτε δαπανώμενος. Ταῦτα ἀκούσας ὁ οἰκέτης καὶ  θαυμάσας τῆς  δαψιλοῦς  φιλοξενίας, 
καὶ  μαθὼν  ὡς  οὐ πρὸς ἀγνῶτάς  τινας παραγέγονεν,  ἀλλ' εἰς τὴν οἰκίαν τοῦ Ναχὼρ, ὃς ἦν ἀδελφὸς Ἀβραὰμ τοῦ κυρίου αὐτοῦ, ἡσθεὶς ἐπὶ τοῖς εἰρημένοις παρὰ τῆς παιδὸς, προσεκύνησε τῷ Κυρίῳ τῷ διὰ τὴν εἰς τὸν
πατριάρχην εὔνοιαν τοσαύτην καὶ περὶ αὐτὸν ἐπιδειξαμένῳ τὴν κηδεμονίαν, οὕτω πάντα μετ' εὐκολίας αὐτῷ κατευοδώσαντι· καί φησιν, Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην
καὶ τὴν ἀλήθειαν αὐτοῦ ἀπὸ τοῦ κυρίου μου Ἀβραάμ. Καὶ λοιπὸν καὶ αὐτὸς γνωρίζει τῇ κόρῃ ὅστις ἐστὶ, καὶ διὰ τῆς εὐχαριστίας τῆς εἰς τὸν Θεὸν κατάδηλον αὐτῇ ποιεῖ, ὅτι οὐκ ἐξ ἀλλοτρίας οἰκίας παραγέγονεν, ἀλλὰ καὶ
ἀδελφὸς τοῦ Ναχώρ ἐστιν ὁ τοῦτον διαπεμψάμενος. Ταῦτα πυθομένη  ἡ παῖς, μετὰ πολλῆς  τῆς περιχαρείας δραμοῦσα, ἀπήγγειλε τοῖς γονεῦσιν αὐτῆς ἅπερ ἤκουσε παρὰ τοῦ παιδός. Καὶ ἔδραμε Λάβαν ἔξω πρὸς τὸν
ἄνθρωπον ἐπὶ τὴν πηγὴν, καὶ ἰδὼν αὐτὸν ἑστῶτα μετὰ τῶν καμήλων, εἶπεν αὐτῷ· Τί ἕστηκας ἔξω; δεῦρο εἴσελθε· προλαβὼν γὰρ ἡτοίμασα τὴν οἰκίαν, καὶ τόπον ταῖς καμήλοις. Εἶτα εἰσελθόντος αὐτοῦ, Ἀπέσαξε τὰς
καμήλους· καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα, καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ, καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετ' αὐτοῦ,  καὶ  παρέθηκεν  αὐτοῖς  ἄρτον  φαγεῖν.  Ἀλλ' ἐνταῦθα  σκόπει μοι  τὴν πολλὴν τοῦ οἰκέτου
σύνεσιν. Τί γάρ φησιν; Οὐ μὴ φάγω μέχρις ἂν τὴν αἰτίαν ὑμᾶς διδάξω, δι' ἣν ἐστειλάμην τὴν τοσαύτην ὁδὸν, καὶ τίνος ἕνεκεν ἀπὸ τῆς Χαναναίας ἐνταῦθα  παραγέγονα, καὶ πῶς εἰς τὸν οἶκον τὸν ὑμέτερον ὡδηγήθην,  ἵνα
πάντα μαθόντες, οὕτω καὶ ὑμεῖς τὴν οἰκείαν  εὐγνωμοσύνην  ἐπιδείξησθε πρὸς τὸν ἐμὸν δεσπότην.  Καὶ ἀρξάμενος  διηγεῖσθαι,  φησί·  Παῖς  Ἀβραὰμ  ἐγώ  εἰμι·  Κύριος δὲ εὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ἔδωκεν
αὐτῷ πρόβατα καὶ μόσχους, χρυσίον καὶ ἀργύριον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους. Καὶ ἔτεκε Σάῤῥα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτὸν, καὶ ἔδωκεν αὐτῷ πάντα, ὅσα ἦν αὐτῷ.
Καὶ ὥρκωσέ με ὁ κύριός μου λέγων· Οὐ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων  τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ· ἀλλ' εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ, καὶ εἰς τὴν φυλήν  μου, καὶ λήψῃ γυναῖκα τῷ
υἱῷ μου ἐκεῖθεν. Καὶ αὐτὸς μὲν ταῦτα ἐνετείλατο· ἐγὼ δὲ τὰς δυσκολίας ἐννοῶν, καὶ τοῦ πράγματος τὸ δυσχερὲς λογιζόμενος, ἐπυθόμην τοῦ κυρίου μου, Εἰ μὴ βούλοιτο ἡ γυνὴ πορευ 63.665 θῆναι μετ'  ἐμοῦ; Καὶ εἶπέ μοι·
Κύριος, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον  αὐτοῦ μετὰ σοῦ, καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Ταῦτα ἐντειλάμενος,  καὶ
ταύταις με ταῖς εὐχαῖς ἐφοδιάσας ἐξέπεμψεν. Ἐπεὶ δὲ αἱ παρ' αὐτοῦ γενόμεναι προσευχαὶ ἐληλύθασι, καὶ οὕτως ἅπαντα ἐναργῶς ᾠκονομήθη παρὰ  τοῦ  Θεοῦ, ὥστε  φθάσαι  με  πρὸς  ὑμᾶς,  λοιπὸν  καὶ  ὑμεῖς  τὰ  παρ' 
ἑαυτῶν ἐπιδείκνυσθε, καὶ εἰ ποιεῖτε ἔλεος πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, ἵνα εἰδέναι ἔχω ὅ τι δεῖ με διαπράξασθαι· εἰ δὲ μή γε, ἵνα ἑτέρωθι τὴν ὁδὸν ποιήσωμαι. Καί φησι πρὸς αὐτὸν ὁ πατὴρ τῆς κόρης, καὶ ὁ
ἀδελφός· Παρὰ Κυρίου ἐξῆλθε τὸ ῥῆμα τοῦτο· οὐ  δυνησόμεθά  σοι ἀντειπεῖν  καλὸν,    κακόν·  οὐδὲ  οἷόν  τε  τοῦτο  παρ'  ἡμῶν γενέσθαι. Ἰδοὺ ἔχεις τὴν κόρην· λαβὼν ἀπότρεχε, καὶ ἔσται γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου,
καθὰ ἐλάλησε Κύριος. Ταῦτα ἀκούσας ὁ παῖς παρὰ τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ, Προσεκύνησε τῷ Κυρίῳ ἐπὶ τὴν γῆν· καὶ ἐξενέγκας  σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἱματισμὸν, ἔδωκε τῇ Ῥεβέκκᾳ· καὶ λοιπὸν μετὰ παῤῥησίας
αὐτὴν θεραπεύει, ὡς ἤδη διὰ τῶν ῥημάτων ἐγγυηθεῖσαν τῷ Ἰσαάκ· τιμᾷ δὲ δώροις καὶ τὸν ἀδελφὸν καὶ τὴν μητέρα. Καὶ ὅτε εἰς ἔργον  εἶδεν  ἐκβᾶσαν τὴν  παρὰ τοῦ δεσπότου ἐντολὴν,  τότε λοιπὸν τῆς οἰκείας ἀναπαύσεως
γίνεται. Ἔφαγον γὰρ, φησὶ, καὶ ἔπιον αὐτὸς, καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ, καὶ ἐκοιμήθησαν. Καὶ ἀναστὰς πρωῒ εἶπεν· Ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Εἶπαν δὲ, φησὶν, οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ· Μεινάτω ἡ
παρθένος μεθ' ἡμῶν ὡσεὶ ἡμέρας δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε. Ὁ δὲ εἶπε πρὸς αὐτούς. Τίνος ἕνεκεν ὑπερτίθεσθε καὶ ἀναβάλλεσθε, τοῦ Θεοῦ τοσαύτην εὐκολίαν ἐν πᾶσί μοι παρεσχηκότος; Οἱ δὲ εἶπαν· Καλέσωμεν
τὴν παῖδα, καὶ ἐρωτήσωμεν αὐτήν. Καὶ ἐκάλεσαν καὶ εἶπον αὐτῇ· Πορεύσῃ μετὰ τοῦ ἀνθρώπου; Ἡ δὲ εἶπε, Πορεύσομαι. Καὶ ἐξέπεμψαν Ῥεβέκκαν καὶ τὰ ὑπάρχοντα αὐτῆς, καὶ τὸν παῖδα τοῦ Ἀβραὰμ, καὶ τοὺς  μετ' αὐτοῦ.
Καὶ εὐλόγησαν  Ῥεβέκκαν,  καὶ  εἶπον  αὐτῇ· Γενοῦ εἰς  χιλιάδας μυριάδων,  καὶ  κληρονομησάτω  τὸ σπέρμα σου τὰς  πύλας  τῶν  ὑπεναντίων.  Καὶ ἀναστᾶσα  Ῥεβέκκα,  καὶ   αἱ   ἅβραι  αὐτῆς,   ἐπέβησαν   ἐπὶ   τὰς  
καμήλους,   καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου. Εἶδες οἵαν ἄγεται νύμφην  ὁ πατριάρχης, ὑδρευομένην, καὶ τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων φέρουσαν, καὶ ἐπὶ τὰς καμήλους ἐπιβαίνουσαν;  Μήπου ἡμίονοι  ἀργύρῳ 
περιλαμπόμενοι  τοὺς  τραχήλους;  μήπου οἰκετῶν ἐσμὸς, ἢ ἡ πολλὴ βλακεία ἡ νῦν γινομένη; Οὐδαμοῦ· ἀλλὰ τοσαύτη ἦν τῶν παλαιῶν γυναικῶν ἡ ἀνδρεία, ὡς καὶ ἐπὶ τὰς καμήλους αὐτὰς ἐπιβαίνειν, καὶ οὕτως ὁδοιπορεῖν.
Εἴδετε ἐκ τῶν  παρὰ τοῦ Ἀβραὰμ εἰς τὸν υἱὸν γεγενημένων,  ὅπως τὸ παλαιὸν  ἐσπούδαζον γυναῖκας  ἄγεσθαι τοῖς ἑαυτῶν παισὶν οἱ γονεῖς; ὅπως 63.666 πρὸ  τῶν   χρημάτων   ψυχῆς   εὐγένειαν   ἐπεζήτουν;   Μήπου 
γραμματεῖα;  μήπου συνθῆκαι, καὶ τὰ ἄλλα τὰ καταγέλαστα, ἃ νῦν γίνεται; Οὐδὲν γὰρ ἐκείνοις τοιοῦτον, ἀλλὰ τὸ μέγιστον καὶ ἀσφαλὲς γραμματεῖον τῆς κόρης ὁ τρόπος. Καὶ τοῦτο εἴσεσθε, ἐπειδὰν πρὸς τὸν νυμφίον εἰδῆτε
τὴν κόρην ἐπαναχθεῖσαν. Ἐξῄει γὰρ, φησὶν, Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον· καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς, εἶδε τὰς καμήλους ἐρχομένας,   ἐν   αἷς   ἐπεκάθητο   Ῥεβέκκα.    δὲ   Ῥεβέκκα   ἰδοῦσα  τὸν   Ἰσαὰκ,
κατεπήδησεν ἀπὸ τῆς καμήλου, καὶ εἶπε τῷ παιδί· Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ  εἰς συνάντησιν  ἡμῶν; Καὶ μαθοῦσα, ὅτι αὐτός ἐστιν ὁ μέλλων  ταύτην ἀγαγέσθαι, Περιεβάλετο, φησὶ, τὸ
θέριστρον. Καὶ παραγενόμενος ὁ παῖς διηγήσατο πάντα μετὰ ἀκριβείας τῷ Ἰσαάκ. Σκόπει πῶς οὐδαμοῦ τὰ περιττὰ ταῦτα  καὶ ἀνόνητα·  οὐδαμοῦ πομπὴ διαβολικὴ,  οὐδαμοῦ κύμβαλα καὶ αὐλοὶ  καὶ χορεῖαι, καὶ τὰ σατανικὰ
ἐκεῖνα συμπόσια, ἀλλὰ πᾶσα σεμνότης, πᾶσα σοφία, πᾶσα ἐπιείκεια. Εἰσῆλθε γὰρ, φησὶν, Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ, καὶ ἔλαβε τὴν Ῥεβέκκαν· καὶ ἐγένετο αὐτῷ γυνὴ, καὶ ἠγάπησεν αὐτήν. Ταύτην μιμείσθωσαν
γυναῖκες,  τοῦτον  ζηλούτωσαν  ἄνδρες,  καὶ  οὕτω  τὰς  νύμφας  ἄγεσθαι σπουδαζέτωσαν, ἵνα καὶ ὁ πόθος τοῦ νυμφίου αὔξηται, καὶ τῆς κόρης ἡ σωφροσύνη ἐπιτείνηται,  καὶ μεθ' ἡδονῆς τὸν βίον διάξωσιν, ὑπὸ τῆς τοῦ
Θεοῦ ῥοπῆς συγκροτούμενοι. Εἰ δέ γε βούλει φιλοτιμίαν ἐπὶ γάμου ἐπιδείξασθαι κέρδος ἔχουσαν, κάλεσον χοροὺς πενήτων.  Ἀλλὰ αἰσχύνῃ καὶ ἐρυθριᾷς; καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ' ἄν; Τὸν μὲν διάβολον ἕλκων
εἰς τὴν οἰκίαν, μηδὲν νομίζεις αἰσχρὸν ποιεῖν· τὸν δὲ Χριστὸν μέλλων εἰσάγειν, ἐρυθριᾷς; Ἀλλ' οὐδεὶς ἐπὶ τῆς πόλεως τοῦτο εἰργάσατο, φησίν. Ἀλλὰ σὺ κατάρξαι σπούδασον, καὶ ἀρχηγὸς γενέσθαι τῆς καλῆς ταύτης 
συνηθείας, ἵνα καὶ οἱ μετὰ ταῦτα εἰς σὲ ἀναφέρωσι. Κἂν ζηλώσῃ τις καὶ μιμήσηται τοῦτο τὸ ἔργον, πρὸς τοὺς ἐξετάζοντας ἔχουσι λέγειν οἱ ἔγγονοι, καὶ οἱ ἐξ ἐγγόνων, ὅτι Ὁ δεῖνα τὸν καλὸν τοῦτον νόμον πρῶτος εἰσήγαγε,
καὶ τὸ ὑφ' ἑτέρων κατορθούμενον,  σοὶ  τῷ  πρώτῳ  φυτευσαμένῳ  τῶν  καρπῶν  ἐκείνων   οἴσει  τὴν ἀμοιβήν. Καὶ ὥσπερ μαλακῶν καὶ μίμων ἐκεῖ χορευόντων,  ὁ διάβολος ἐν τῷ μέσῳ κωμάζει· οὕτω καὶ πενήτων  εἰσιόντων, 
ὁ Χριστὸς παραγίνεται.  Καὶ ἀπὸ μὲν τῆς δαπάνης ἐκείνης κέρδος οὐδὲν, ἀλλὰ καὶ πολλὴ γένοιτ' ἂν ἡ βλάβη· ἀπὸ δὲ τῶν εἰς τούτους ἀναλωμάτων  πολύν  τινα λήψῃ τὸν καρπὸν ταχέως. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀπὸ τῆς
κόρης μάνθανε τῆς ἐν Ἰόππῃ· καὶ γὰρ ταύτην ποτὲ νεκρὰν κειμένην, περιστάντες οἱ παρ' αὐτῆς τρεφόμενοι πένητες καὶ δακρύσαντες ἀνέστησαν, καὶ πρὸς ζωὴν ἐπανήγαγον· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ
τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.