Δευτέρα, 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ ΙΗʹ. Περὶ μίσους καὶ ἔχθρας.




ΛΟΓΟΣ ΙΗʹ. Περὶ μίσους καὶ ἔχθρας.
Εἴ τις παρὰ τοῦ πλησίον ἠδίκηται, εἰς μνήμην τὸν ∆αυῒδ λαμβανέτω καὶ εἰς νοῦν βαλλέσθω, ἵνα, ὡς ἔτι ζῇ ἡ καρδία, τῇ μνήμῃ τοῦ πραοτάτου καὶ ἀνεξικάκου τούτου δυνηθῇ  τὸ πέλαγος  τῆς μήνιδος  διαλῦσαι. ∆ιὰ τί γάρ σου ἐχθρός ἐστιν ὁ ἀδελφός; Ὕβρισέ σε; ἀλλ' οὐδὲν ἠδίκησεν. Ἀλλὰ χρημάτων ἕνεκεν τοῦτον περιορᾷς ἐχθραίνοντα; μὴ, παρακαλῶ. μὴ ἀναβάλῃ τὰ τῆς μήνιδος διακόψαι σχοινία· αἱ γὰρ ἀναβολαὶ μελλήσεις τίκτουσιν· ἂν σήμερον ὑπερθῇ, μᾶλλον ἐρυθριᾷς· κἂν αὔριον προσθῇς, μείζων ἡ αἰσχύνη· κἂν τὴν τρίτην, ἐπὶ πλέον αἰσχυνθήσῃ τὴν ἀναβολὴν μηκυνόμενος. ∆ότε μοι, παρακαλῶ, μετὰ προθυμίας ταῦτα λέγειν· ποιήσατέ με ἀκοῦσαι ὅτι  ἀπὸ τῆς  συνεχοῦς  ταύτης  διδασκαλίας  ἠνύσαμέν  τι· ὅτι  ἐχθρόν  τις ἀπελθὼν  εὐθέως περιέβαλεν ἄμφω τὼ χεῖρε, περιεχύθη, περιεπλάκη, κατεφίλησεν, ἐδάκρυσε· κἂν  γὰρ  θηρίον  ἐκεῖνος  ᾖ, κἂν  λίθος,  κἂν  ὁτιοῦν,  ὑπὸ  τῆς  τοιαύτης καταμαλαχθεὶς
φιλοφροσύνης ἡμερωθήσεται· καὶ σαυτὸν μὲν ἀπαλλάξεις τῶν ἐγκλημάτων, ἐκεῖνον δὲ πρὸς εὔνοιαν ἐπισπασάμενος κερδανεῖς. Καὶ μή μοι λέγε, ὅτι Μιαρὸν ἐχθρὸν ἔχω, πονηρὸν, διεφθαρμένον, ἀδιόρθωτον, καὶ καταλλάξαι αὐτὸν οὐ δύναμαι. Οἷον γὰρ ἂν εἴπῃς, οὐκ ἔστι τοῦ Σαοὺλ χείρων· ὃς καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις  διασωθεὶς  ὑπὸ  τοῦ  ∆αυῒδ,  αὐτὸς  μυριάκις  ἐπεβουλεύσατο·  εἶτα  ἀντὶ τούτων εὐεργετηθεὶς, ἔμενε τὴν ἑαυτοῦ πονηρίαν διατηρῶν. Τί γὰρ ἔχεις εἰπεῖν; ὅτι γῆν  ἀπετέμετο,  καὶ  ἐν  ἀγρῷ  ἠδίκησε, καὶ  οἰκίας  ὅρια  ὑπερέβη, καὶ  ἀνδράποδα ἥρπασε, καὶ ὕβρισε, καὶ ἐπλεονέκτησε, καὶ εἰς πενίαν ἤγαγεν; Ἀλλ' οὔπω τὴν ψυχὴν ἀφελέσθαι ἐσπούδασεν, οὐχὶ δὶς καὶ τρὶς καὶ πολλάκις, ἀλλ' οὐδὲ τοσαῦτα εὐεργετηθεὶς, οὐδὲ εἰς τὰς χεῖρας τὰς σὰς πολλάκις ἐμπεσὼν καὶ διασωθείς. Εἰ δὲ καὶ τοῦτο, καὶ οὕτω πλεονεκτεῖ  πάλιν ὁ ∆αυῒδ, ὅτι ἀτελεστέροις ἐντρεφόμενος νόμοις, καὶ οὐδὲν ἀπαιτοῦσι τοιοῦτον, πρὸς αὐτὴν τὴν κορυφὴν τὴν ἐν τῇ χάριτι ἔφθασε. Καὶ σὺ μὲν πολλάκις ὑπὲρ τῶν παρελθόντων  ὀργιζόμενος μνησικακεῖς· οὗτος δὲ καὶ ὑπὲρ τῶν μελλόντων  δεδοικὼς, καὶ εἰδὼς ἀκριβῶς ὅτι ἀοίκητος αὐτῷ ἔσται ἡ πόλις, καὶ ἀβίωτος ὁ βίος σώσαντι τὸν ἐχθρὸν, οὐκ ἀφίστατο τῆς ἐκείνου κηδεμονίας, ἀλλὰ πάντα ἔπραττε καθ' ἑαυτοῦ τὸν πολέμιον τρέφων. Τί δήποτέ ἐστιν, εἰπέ μοι, ὅπερ ἐγκαλῶν τῷ ἐχθρῷ οὐ βούλει καταλλαγῆναι; τί γάρ σε τοσοῦτον ἠδίκησε; Χρήματά σε ἀφείλετο; ἀλλ' ἐὰν ἐνέγκῃς γενναίως τὴν ἁρπαγὴν, τοσοῦτον λήψῃ μισθὸν, ὅσον ἂν εἰ ταῖς τῶν πενήτων  χερσὶν ἐναπέθηκας. Καὶ γὰρ ὁ πένησι δεδωκὼς, καὶ ὁ τῷ πλεονεκτήσαντι μὴ ἐπιβουλευσάμενος ἢ καὶ καταρα 63.682 σάμενος διὰ τὸν Θεὸν, τὰ αὐτὰ πεποιήκασιν.  Ὅταν οὖν  ἡ ὑπόθεσις τῆς δαπάνης  ᾖ μία, εὔδηλον  ὅτι καὶ ὁ στέφανος εἷς. Ἀλλ' εἰς ψυχὴν ἐπεβούλευσε καὶ ἀνελεῖν ἐπεχείρησε; μαρτύριόν σοι τὸ πρᾶγμα λογίζεται, ἂν τὸν ἐπίβουλον καὶ μέχρι τοσούτου τὴν ἔχθραν ἐξαγαγόντα, ἐν τοῖς εὐεργέταις ἀριθμῇς, καὶ διατελῇς εὐχόμενος ὑπὲρ αὐτοῦ, καὶ τὸν Θεὸν ἵλεων γενέσθαι παρακαλῶν. Μὴ δὴ τοῦτο ἴδωμεν, ὅτι διεκώλυσεν ὁ Θεὸς σφαγῆναι τὸν
∆αυῒδ ὑπὸ τοῦ Σαοὺλ διωκόμενον,  ἀλλ' ὅτι διπλοῦν  καὶ τριπλοῦν καὶ τετραπλοῦν στέφανον μαρτυρίου ἐδύσατο ἀπὸ τῆς ἐκείνου ἐπιβουλῆς. Ὁ γὰρ διὰ τὸν Θεὸν τὸν
πολέμιον σώσας, τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις  τὸ δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀκοντίσαντα, καὶ γενόμενος κύριος ἀνελεῖν,  εἶτα φεισάμενος, καὶ ταῦτα εἰδὼς ὅτι μετὰ τὴν φειδὼ ταύτην πάλιν ἐπιθήσεται· εὔδηλον ὅτι μυριάκις ἐσφάγη τῇ προθέσει,
μυριάκις δὲ σφαγεὶς διὰ τὸν Θεὸν, πολλοὺς ἔχει μαρτυρίου στεφάνους. Καὶ ὅπερ ὁ Παῦλος ἔλεγεν, τοῦτο καὶ αὐτὸς ἐλογίζετο, καὶ καθ' ἡμέραν ἀπέθνησκε διὰ τὸν Θεόν.
∆υνάμενος γὰρ ἀνελεῖν τὸν ἐπιβουλεύοντα, διὰ τὸν Θεὸν οὐκ ἠθέλησεν, ἀλλ' εἵλετο κινδυνεύειν  καθ' ἑκάστην  ἡμέραν μᾶλλον,  ἢ δικαίαν  ἐργασάμενος σφαγὴν,  ἀπὸ τοσούτων ἀπαλλαγῆναι  θανάτων. Εἰ δὲ τὸν μέχρι ζωῆς αὐτῆς ἐπιβουλεύοντα  οὔτε ἀμύνεσθαι οὔτε μισεῖν χρὴ, πολλῷ μᾶλλον τὸν εἰς ὁτιοῦν ἄλλο ἀδικοῦντα τῶν ἔξω. Βούλει μαθεῖν  ὅτι  δυνατὸν,  ἂν  ἐθέλωμεν,  πάντα  ἄνθρωπον  πρὸς ἡμᾶς ἀπεχθῶς ἔχοντα καταλλάξαι, κἂν πονηρός τις καὶ διεφθαρμένος καὶ ἀδιόρθωτος ᾖ; Τί λέοντος ἀγριώτερον; ἀλλ' ὅμως τοῦτον ἡμεροῦσιν ἄνθρωποι, καὶ ἡ τέχνη τὴν φύσιν βιάζεται, καὶ  γίνεται  προβάτου  παντὸς  ἡμερώτερος  καὶ  ἐπιεικέστερος, ὁ  πάντων  θηρίων ἀγριώτερος   καὶ   βασιλικώτερος,   καὶ   διὰ   τῆς   ἀγορᾶς  βαδίζει   μηδένα   φοβῶν ἡμερότητι. Τίνα οὖν ἕξομεν ἀπολογίαν,  τίνα  συγγνώμην,  θηρία μὲν ἡμεροῦντες, ἀνθρώπους  δὲ λέγοντες  μὴ δύνασθαι  καταπραΰνειν  ποτὲ, μηδὲ πρὸς ἡμᾶς ἔχειν ἡδέως; καίτοι γε τῷ θηρίῳ μὲν παρὰ φύσιν τὸ ἥμερον, τῷ ἀνθρώπῳ δὲ παρὰ φύσιν τὸ ἄγριον; Ὅταν οὖν τῆς φύσεως περιγινώμεθα, τίνα ἕξομεν ἀπολογίαν, προαίρεσιν λέγοντες  μὴ δύνασθαι διορθοῦν; Εἰ δὲ καὶ ἀνίατα νοσεῖ, ὅσος σοι μείζων ὁ πόνος, τοσοῦτός σοι καὶ ὁ μισθὸς παραμένοντι καὶ θεραπεύοντι τὸν νοσοῦντα ἀνίατα. Τί δὲ τοσοῦτον ἡμάρτηται τῷ ἐχθρῷ, ὅτι ἀναδύῃ πρὸς τὴν ἐκείνου καταλλαγήν; Εἶπέ σε κακῶς, καὶ μοιχὸν καὶ πόρνον ἐκάλεσε; καὶ τί τοῦτο; εἰ μὲν ἀληθῆ λέγει, διόρθωσαι· εἰ δὲ ψευδῆ, καταγέλασον.  Εἰ σύνοιδας  σαυτῷ τὰ εἰρημένα,  σωφρόνησον· εἰ μὴ σύνοιδας, καταφρόνησον· μᾶλλον δὲ μὴ κατα 63.683 γελάσῃς, μηδὲ καταφρονήσῃς μόνον,  ἀλλὰ  χαῖρε  καὶ  σκίρτα  κατὰ  τὸν  τοῦ  Κυρίου λόγον·  Ὅταν  γὰρ,  φησὶν, ὀνειδίσωσιν ὑμᾶς καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου  ψευδόμενοι,  χάρητε ἐν ἐκείνῃ  τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ ἀληθεύων εἴπῃ, σὺ δὲ μετ' ἐπιεικείας ἐνέγκῃς τὰ ῥήματα, καὶ μὴ ἀνθυβρίσῃς μηδὲ λοιδορήσῃς, ἀλλὰ στενάξῃς πικρῶς καὶ καταγνῷς τῶν πεπλημμελημένων,  οὐκ ἐλάττονα τοῦ προτέρου καρπώσῃ μισθόν. Πολλάκις γὰρ ἃ  οὐκ  ἐποίησαν  φίλοι   ἐπαινοῦντες   καὶ  χαριζόμενοι,  ἐποίησαν  ἐχθροὶ  κακῶς λέγοντες, κἂν ἀληθεύωσι. Οἱ μὲν γὰρ ὡς εἰκὸς χαριζόμενοι, εἴτε καὶ κολακεύοντες, πρὸς μείζονα ὄγκον τὴν νόσον ἐπαίρουσιν· οἱ δὲ ὑπὸ τῆς ἔχθρας κινούμενοι, καὶ τὰ ἁμαρτήματα ὀνειδίζοντες, εἰς ἀνάγκην  ἐνέβαλον διορθώσεως, καὶ γέγονεν  ἡμῖν ἡ ἔχθρα μεγίστης ὠφελείας  ὑπόθεσις. Μὴ τοίνυν λέγωμεν, ὅτι Ὁ δεῖνά με παρώξυνε, καὶ ὁ δεῖνά με προήγαγεν εἰπεῖν ῥήματα αἰσχρά· ἡμεῖς τούτων αἴτιοι πανταχοῦ· ἂν γὰρ θέλωμεν φιλοσοφεῖν, οὐ μόνον ἐχθρὸς, ἀλλ' οὐδὲ αὐτὸς ὁ διάβολος ἡμᾶς δυνήσεται πρὸς ὀργὴν κινῆσαι. Καὶ τοῦτο ἀπὸ τῆς περὶ τὸν ∆αυῒδ ἱστορίας δῆλον. Αὐτοῦ γὰρ εἰπόντος, Ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος ἐν τῇ χειρί μου, καὶ τὰ ἄλλα πάντα, ἃ μετὰ τούτων  ἀπελογήσατο τῷ Σαούλ· ἐκεῖνός φησιν, Ἡ φωνή  σου αὕτη, τέκνον  ∆αυΐδ; Ὢ πόση διὰ τῆς τῶν  ἐκείνου ῥημάτων ἐπιεικείας  τῷ τεθηριωμένῳ τούτῳ ἀθρόον γέγονεν ἡ μεταβολή! ὁ γὰρ μηδὲ ἀπὸ ψιλοῦ τοῦ ὀνόματος ἀνεχόμενος αὐτὸν  καλέσαι  ποτὲ,  ἀλλὰ  καὶ  αὐτὴν  αὐτοῦ  μισῶν  τὴν  προσηγορίαν,  καὶ  εἰς συγγένειαν  αὐτὸν  ἤγαγε, τέκνον  αὐτὸν  προσειπὼν, καὶ πρὸς αὐτὸν  τὸν φθόγγον
 διεθερμαίνετο  τῆς  φωνῆς.  Καὶ καθάπερ  πατὴρ  χρονίας  ἀκούσας φωνῆς  παιδὸς ἐπανελθόντος  ποθὲν, οὐχὶ πρὸς τὴν ὄψιν μόνον, ἀλλὰ καὶ πρὸς τὴν φωνὴν  αὐτὴν διεγείρεται· οὕτω καὶ ὁ Σαοὺλ, ἐπειδὴ τὰ ῥήματα τοῦ ∆αυῒδ εἰσελθόντα τὴν ἔχθραν ἐξέβαλεν, ἐπέγνω λοιπὸν τὸν ἅγιον, καὶ πάθος ἀποθέμενος, πάθος ἐδέξατο· ἐκβαλὼν γὰρ θυμὸν, εὐθυμίαν ἐδέξατο καὶ συμπάθειαν. Τί τοῦ ∆αυῒδ μακαριώτερόν  τε καὶ ὑψηλότερον; ὅτι τὸν ἀνδροφόνον πατέρα ἐποίησε, καὶ τὸν λύκον πρόβατον, καὶ τὴν κάμινον τῆς ὀργῆς δρόσου πολλῆς ἐνέπλησε, καὶ τὰ κύματα εἰς γαλήνην  μετέβαλε, καὶ  τὴν  φλεγμονὴν   τοῦ  θυμοῦ  κατέσβεσεν  ἅπασαν.  Μὴ  τοῦτο  τοίνυν   μόνον σκοπῶμεν, ἀγαπητοὶ,  ὅπως μηδὲν  πάθωμεν  παρὰ τῶν  ἐχθρῶν  κακὸν, ἀλλ' ὅπως μηδὲν  αὐτοὺς  ἡμεῖς ἐργασώμεθα δεινόν·  καὶ οὐδὲν  πεισόμεθα κακὸν, κἂν  μυρία πάσχωμεν δεινά· ὥσπερ οὖν οὐδὲ ὁ ∆αυῒδ φυγαδευόμενος, ἐλαυνόμενος, μέχρι τῆς ψυχῆς αὐτῆς ἐπιβουλευόμενος, ἔπαθέ τι δεινὸν, ἀλλὰ τοῦ πολεμίου λαμπρότερος ἦν καὶ σεμνότερος, καὶ ποθεινότερος ἅπασιν, οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ Θεῷ. Τί γὰρ ἠδικήθη ὁ ἅγιος ἐκεῖνος τότε, τοσαῦτα παθὼν  παρὰ τοῦ Σαούλ; οὐχὶ μέχρι τῆς σήμερον ἡμέρας ᾄδεται, καὶ λαμπρὸς μὲν ἐν γῇ, λαμπρὸς δὲ ἐν οὐρανῷ; οὐχὶ τὰ ἀπόῤῥητα αὐτὸν ἀγαθὰ μένει, καὶ ἡ τῶν  οὐρανῶν  βασιλεία; 63.684 Τί δὲ ὠφέλησεν  ὁ ταλαίπωρος  ἐκεῖνος καὶ ἄθλιος, τοσαῦτα ἐπιβουλεύσας; οὐχὶ καὶ τῆς βασιλείας ἐξέπεσε, καὶ ἐλεεινὸν ὑπέστη θάνατον μετὰ τοῦ παιδὸς, καὶ παρὰ πάντων κατηγορεῖται; καὶ τὸ δὴ χαλεπώτερον, τὰς ἀθανάτους ἐκδέχεται νῦν τιμωρίας. Ὅταν οὖν τὸν ἐχθρὸν ἴδῃς τὸν σὸν, ἢ καὶ εἰς νοῦν λάβῃς, μὴ τοῦτο λέγε, ὅτι Τὰ καὶ τὰ ἔπαθον, τὰ καὶ τὰ ἤκουσα, καὶ τὸν θυμὸν διὰ τούτων ἀνάψῃς, καὶ τὴν φλεγμονὴν εἰς ὄγκον   ἐπάρῃς   μείζονα·   ἀλλ'   ὅσα  μὲν   ἤκουσας  καὶ   ἔπαθες   λυπηρὰ,   πάντα ἐπιλανθάνου· εἰ δὲ καὶ ἀναμνησθῇς, τῷ διαβόλῳ ταῦτα λογίζου· σύλλεγε δὲ εἴ τί σοι χρηστὸν εἶπε πώποτε καὶ ἐποίησε, καὶ ταχέως καταλύσεις τὴν ἔχθραν. Κἂν ἐγκαλεῖν καὶ διαλέγεσθαι μέλλῃς, πρότερον τὸ πάθος ἐκβαλὼν, καὶ τὸν θυμὸν σβέσας, οὕτως ἔλεγχε καὶ εὐθύνας ἀπαίτει, καὶ δυνήσῃ περιγενέσθαι ῥᾳδίως. Θυμούμενοι γὰρ οὔτε εἰπεῖν οὔτε ἀκοῦσαί τι δυνησόμεθα ὑγιές· ἀπαλλαγέντες  δὲ τοῦ πάθους, οὔτε αὐτοὶ ῥῆμα ποτε  ἐξοίσομεν τραχὺ, οὔτε  ἑτέρων  λεγόντων  οὕτως  ἀκουσόμεθα. Οὐ γὰρ οὕτως  ἡ τῶν  λεγομένων  φύσις, ὡς ἡ τῆς ἔχθρας πρόληψις  ἡμᾶς ἀγριοῦν  εἴωθε. Καθάπερ γὰρ  νυκτὸς  παρούσης, οὐδὲ  παρόντα  πολλάκις  ἐπιγινώσκομεν  φίλον, ἡμέρας δὲ γενομένης  καὶ πόῤῥωθεν αὐτὸν ὁρῶντες γνωρίζομεν· οὕτω καὶ ἐπὶ τῆς ἔχθρας συμβαίνειν  εἴωθεν·  ἕως μὲν ἂν ὦμεν  ἀηδῶς πρὸς ἀλλήλους  ἔχοντες,  καὶ φωνῆς ἑτέρων ἀκούομεν, καὶ ὄψιν μετὰ διεφθαρμένης βλέπομεν γνώμης· ἐπειδὰν δὲ ἀποθώμεθα τὴν ὀργὴν, ἡ πρὸ τούτου πολεμία ὄψις καὶ ἀηδὴς, ποθεινὴ καὶ ἐπίχαρις φαίνεται. Ὅταν δὲ ὀνειδίσῃ σε ὁ ἐχθρὸς ἁμάρτημα ὃ σαυτῷ σύνοιδας, σὺ δὲ ἀκούσας ἐκεῖνον  μὲν μὴ ὑβρίσῃς, στενάξῃς δὲ πικρὸν, καὶ τὸν Θεὸν παρακαλέσῃς, εὐθέως ἀπέθου τὴν ἁμαρτίαν ἅπασαν. Καὶ ἵνα μὴ νομίσῃς ἡμᾶς ἁπλῶς σε ψυχαγωγεῖν,  ἀπὸ τῶν θείων Γραφῶν τὴν μαρτυρίαν παρέξομεν. Φαρισαῖός τις ἦν καὶ τελώνης, ὁ μὲν εἰς ἐσχάτην κακίαν ἐληλακὼς, ὁ δὲ δικαιοσύνης ἐπιμελόμενος· καὶ ἀνῆλθον ἀμφότερος εἰς τὸ ἱερὸν προσεύξασθαι. Εἶτα ἐκεῖνος στὰς ἔλεγεν, Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, πλεονέκται, ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Ὁ δὲ τελώνης πόῤῥωθεν ἑστὼς, οὐκ ἀνθύβρισεν, οὐκ ἀντελοιδόρησεν, οὐκ εἶπέ τι τῶν ψυχρῶν ῥημάτων, ἃ καθ' ἑκάστην ἡμέραν ἀλλήλους πλύνοντες λέγομεν, ἀλλὰ πικρὸν στενάξας, καὶ πατάξας τὸ στῆθος, τοῦτο μόνον εἶπεν· Ὁ Θεὸς, Ἱλάσθητί. μοι τῷ ἁμαρτωλῷ· καὶ κατῆλθε δεδικαιωμένος. Εἶδες τάχος; κατεδέξατο ὄνειδος, καὶ ἀπενίψατο  ὄνειδος· ἐπέγνω  τὰ  ἁμαρτήματα,  καὶ  ἀπέθετο  τὰ  ἁμαρτήματα,  καὶ  ἡ κατηγορία  τῆς  ἁμαρτίας  γέγονεν  ἀναίρεσις  τῆς  ἁμαρτίας,  καὶ    ἐχθρὸς  ἄκων εὐεργέτης καθίσταται. Ἆρα τί τούτου γένοιτ' ἂν μακαριώτερον; τί δὲ εὐκολώτερον πρὸς ἁμαρτημάτων  ἀπαλλαγήν;  πόσα γὰρ ἔδει καμεῖν  τὸν τελώνην,  νηστεύοντα,

ἀγρυπνοῦντα, χαμευνοῦντα, τὰ ὄντα τοῖς δεομένοις παρέχοντα, ἐν σποδῷ καὶ σάκκῳ καθήμενον ἐν πολλῷ τῷ χρόνῳ, ὥστε δυνηθῆναι τὰ ἁμαρτήματα 63.685 ἀποθέσθαι ἐκεῖνα; Καὶ νῦν οὐδὲν τούτων ποιήσας, διὰ ψιλοῦ ῥήματος πᾶσαν ἀπέθετο κακίαν καὶ τὰ ὀνείδη, καὶ αἱ λοιδορίαι τοῦ δόξαντος αὐτὸν  ὑβρίζειν χωρὶς  ἱδρώτων  καὶ πόνων  καὶ χρόνου μακροῦ στέφανον  αὐτῷ  δικαιοσύνης  ἐκόμισαν. ∆ιὰ τοῦτο καὶ ὑπερεύχεσθαι  τῶν  ἐχθρῶν  προσέταξεν ὁ Θεὸς, ὡς  μὴ μόνον  ἀφιέναι  αὐτοῖς  τὰ ὀφειλήματα, ἀλλὰ καὶ εἰς τοὺς πρώτους τῶν φίλων αὐτοὺς ἀριθμεῖν. Ἐὰν δὲ ἀδικῇς μὲν μηδὲν, ἀποστρέφῃ δὲ καὶ οὐχ ἡδέως ὁρᾷς, καὶ τὸ τραῦμα ἔχῃς ἐνακμάζον σου τῇ ψυχῇ, οὔπω τὴν ἐντολὴν ἐποίησας, ἣν προσέταξεν ὁ Χριστός. Πῶς οὖν αὐτὸς ἵλεων γενέσθαι τὸν Θεὸν παρακαλεῖς, τοῖς εἰς σὲ πεπλημμεληκόσιν οὔπω γεγονὼς  ἵλεως αὐτός; Εἰ δὲ βούλει γνῶναι  ὅτι, κἂν ἡμεῖς παρακαλέσωμεν ὑπὲρ τῶν ἐχθρῶν ἡμῶν καὶ  ἠδικηκότων,    Θεὸς οὐκ  ἀφίησιν,  ἐὰν  μέλλωσι  γενέσθαι  χείρους  διὰ  τῆς ἡμετέρας ἀνεξικακίας, ἱστορίαν ὑμῖν ἐρῶ παλαιάν. Κατελάλησέ ποτε τοῦ Μωϋσέως ἡ Μαριάμ· τί οὖν ὁ Θεός; λέπραν ἐπαφῆκεν αὐτῇ, καὶ ἀκάθαρτον ἐποίησε, καίτοι γε τὰ  ἄλλα  οὖσαν ἐπιεικῆ  τε  καὶ  σώφρονα.  Εἶτα τοῦ  Μωϋσέως αὐτοῦ  ὑβρισμένου παρακαλοῦντος, ἱκετεύοντος ἀφεῖναι τὴν ὀργὴν, οὐκ ἠνέσχετο ὁ Θεὸς, ἀλλὰ τί ἔφη; Εἰ πατέρα εἶχε, καὶ ἐξ ὄψεως αὐτὴν ἐποίησεν, οὐκ ἂν ἤνεγκε τὴν ἐπιτίμησιν; Σὲ μὲν οὖν ἀποδέχομαι τῆς πραότητος καὶ τῆς ἀνεξικακίας, ἐμὲ δὲ οὐδέπω αὐτὴν ἀφεῖναι δεῖ τῆς κολάσεως. Ἀναμνήσθητι τοίνυν τῆς φοβερᾶς κρίσεως, καθ' ἣν ἅπαντα γυμνὰ καὶ τετραχηλισμένα· ἐννόησον ὅτι τὰ κρυπτόμενα νῦν  ἀνακαλύπτονται  τότε. Ἂν τοίνυν ἀφῇς τῷ πλησίον τὰ ἁμαρτήματα ἅπερ ἀποκαλύπτεσθαι μέλλει τότε, ταῦτα ἐνταῦθα ἀφανίζεται  πάντα, καὶ ἀπελεύσῃ μηδὲν ἐπισυρόμενος ὧν ἐπλημμέλησας. Ὥστε μείζονα λαμβάνεις, ἢ δίδως. Καὶ γὰρ πολλάκις ἡμαρτήκαμεν τοιαῦτα, ἃ μηδεὶς ἕτερος εἶδεν. Εἶτα ἐννοοῦντες  ὅτι κατὰ τὴν  ἡμέραν ἐκείνην  πρὸ τῶν  ὀφθαλμῶν ἅπαντα κείσεται ἡμῶν τὰ ἁμαρτήματα ἐν τῷ κοινῷ τῆς οἰκουμένης θεάτρῳ, οὐ τῆς κολάσεως χαλεπώτερον  ἀλγήσομεν πνιγόμενοι  καὶ ἀγχόμενοι τῷ συνειδότι; Ἀλλὰ τὴν τοσαύτην σου αἰσχύνην, τὰ τοσαῦτα ἁμαρτήματα ἔστιν ἀπονίψασθαι διὰ τῆς εἰς τὸν  πλησίον  συγχωρήσεως. Καὶ, εἰ βούλεσθε, ἀκούσατε ταύτης  τῆς  ἐντολῆς  τὴν δύναμιν· Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, φησὶν, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς. Ἀλλ' ὅμως, οὓς οὐκ ἠδύνατο Μωϋσῆς καὶ Σαμουὴλ ἐξαρπάσαι τῆς ὀργῆς τοῦ Θεοῦ, αὕτη  δύναται  ἐξαρπάσαι ἡ ἐντολή.  ∆ιὰ τοῦτο  ἐκείνοις,  οἷς ταῦτα  εἶπε, συνεχῶς παρεκέλευε λέγων·  Κακίαν ἕκαστος τῷ  ἀδελφῷ  αὐτοῦ μὴ μνησικακείτω  ἐν  ταῖς καρδίαις ὑμῶν· καὶ, Τὴν κακίαν τοῦ πλησίον ὑμῶν μὴ λογίζεσθε. Εἰ δὲ τοὺς ἐχθροὺς ἀγαπᾷν κελευόμεθα, ὅταν καὶ τοὺς φιλοῦντας  μισῶμεν, ποίαν τίσομεν δίκην; Εἰ ὁ τὸν  φιλοῦντα  ἀγαπῶν,  οὐδὲν  πλέον  ἔχει  τῶν  τελωνῶν·  ὁ τὸν  οὐδὲν  ἀδικοῦντα μισῶν,  63.686 ποῦ  στήσεται; πῶς  δὲ  ἐκφεύξεται  γέενναν,  τῶν  ἐθνικῶν  χείρων γενόμενος; Εἰ ὁ μὴ φιλῶν  τὸν ἀδελφὸν,  κἂν χρήματα κενώσῃ, κἂν ἐν μαρτυρίῳ διαλάμψῃ, οὐδὲν ἀνύει πλέον· ὁ πολεμῶν τῷ μηδὲν ἠδικηκότι, ἐννόησον πόσης ἂν εἴη τιμωρίας ἄξιος. Εἰ τοῖς τὰ εἰς αὐτοὺς μὴ συγχωροῦσιν ἁμαρτήματα, οὐκ ἀφίησιν ὁ Θεός· τοῖς τοὺς οὐδὲν ἠδικηκότας  ἀδικεῖν  ἐπιχειροῦσι, ποίαν  ἄφεσιν δώσει; Τί τοίνυν μαχόμεθα πρὸς ἀλλήλους εἰκῆ, τί πολεμοῦμεν ἀλλήλοις, προστεταγμένοι καὶ τοὺς μισοῦντας φιλεῖν; τί λέγεις, ἄνθρωπε· ἐχθρὸν ἔχεις καὶ οὐ καταισχύνῃ; οὐ γὰρ ἀρκεῖ ἡμῖν ὁ διάβολος, ὅτι καὶ ὁμογενεῖς ἐπισπώμεθα; Εἴθε μήτε ἐκεῖνος ἠθέλησεν ἡμῖν  πολεμεῖν,  εἴθε μηδὲ ἐκεῖνος  διάβολος  ἦν. Οὐκ οἶσθα πόση ἡδονὴ  μετὰ τὰς καταλλαγάς;  Τί  γὰρ,  εἰ  καὶ  ἐν  ἔχθρᾳ  οὐ  σφόδρα  φαίνεται,   Εἰ  δὲ  λέγεις  ὅτι φλεγμαίνεις  τῆς ὕβρεως μεμνημένος, ἀναμνήσθητι εἰ γέγονέ σοι καλὸν παρὰ τοῦ λελυπηκότος, καὶ ὅσα ἑτέροις σὺ διέθηκας κακὰ, καὶ ταχέως καταλύσεις τὴν ἔχθραν. Οὐδὲν γὰρ τοσοῦτον κακῶς ἔπαθες, ὅσον σαυτὸν ἐργάσῃ μνησικακῶν κακόν. Πῶς γὰρ ἐπιτεύξῃ συγγνώμης,  ἧς ἑτέροις οὐ μεταδίδως; Ἑλλήνων  παῖδες οὐδὲν μέγα προσδοκῶντες, πολλάκις ἐπὶ ἀνεξικακίᾳ ἐφιλοσόφησαν· καὶ σὺ ὑπὲρ οὗ τὴν ψυχὴν ὁ Χριστὸς ἔδωκε, καὶ οὐδὲ σφαγῆναι  παρῃτήσατο, ἐχθροῦ ὄντος, καὶ ἐπὶ τοιαύταις ἐλπίσι μέλλων  ἀποδημεῖν, ἀναδύῃ καὶ ὀκνεῖς πρὸς τὸ καταλῦσαι τὴν ἔχθραν; Καὶ ὅπερ ὁ χρόνος ποιεῖ, τοῦτο οὐκ ἀνέχῃ πρὸ τοῦ χρόνου ποιῆσαι διὰ τὸν τοῦ Θεοῦ νόμον, ἀλλ' ἀμισθὶ μᾶλλον ἢ ἐπὶ μισθῷ βούλει σβεσθῆναι τὸ πάθος; Οὐδὲ γὰρ, ἂν ἀπὸ τοῦ χρόνου γένηται τοῦτο, ἔσται σοί τι πλέον, ἀλλὰ καὶ πολλὴ ἡ κόλασις, ὅτι ὅπερ ὁ χρόνος εἰργάσατο, τοῦτο ὁ τοῦ Θεοῦ νόμος οὐκ ἔπεισέ σε ποιῆσαι· ∆ιὰ γὰρ τοῦτο μάλιστά σοι μισθὸν ἄφατον πορίζει, ἵνα φθάσῃς ἐκεῖνον· ὡς, ἐὰν παρακληθεὶς καταλλαγῇς, οὐκ ἔτι τῆς τοῦ Θεοῦ προσταγῆς γέγονεν  ἡ φιλία,  ἀλλὰ τῆς ἐκείνου σπουδῆς· διὸ καὶ ἀστεφάνωτος ἀναχωρεῖς, ἐκείνου τὰ βραβεῖα λαμβάνοντος. Λῃσταὶ κοινωνοῦντές  τισιν, οὐκέτι εἰσὶ λῃσταὶ πρὸς οὓς ἂν κοινωνήσωσιν, ἀλλὰ μεταβάλλει τὸν τρόπον ἡ τράπεζα, καὶ τοὺς τῶν θηρίων ἀγριωτέρους προβάτων ἡμερωτέρους ποιεῖ· ἡμεῖς δὲ τοιαύτης τραπέζης μετέχοντες, τοιαύτης κοινωνοῦντες  τροφῆς, ὁπλιζόμεθα κατ' ἀλλήλων; καὶ πῶς οὐκ ἂν εἴημεν καὶ τῶν θηρίων χείρους; ∆ιά τοι τοῦτο  ἡμεῖς  μὲν  ἀσθενέστεροι, ὁ  δὲ  πάντων  ἡμῶν  πολέμιος  ἰσχυρότερος  καθ' ἑκάστην γίνεται τὴν ἡμέραν. Οὐ γὰρ μετ' ἀλλήλων  κατ' ἐκείνου φραττόμεθα, ἀλλὰ μετ' ἐκείνου κατ' ἀλλήλων ἱστάμεθα, καὶ αὐτῷ στρατηγῷ πρὸς τὰς τοιαύτας παρατάξεις κεχρήμεθα. Οὗ τὴν στρατηγίαν ἐκφύγοιμεν, χάριτι τοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.