Δευτέρα, 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ ΚΗʹ. Περὶ ὅρκων.



ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ



ΛΟΓΟΣ ΚΗʹ. Περὶ ὅρκων.

Μὴ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀμελῶμεν, ἀγαπητοί. Ποία γὰρ ὀδύνη, εἰπέ μοι, ὀργὴν ἀφεῖναι τῷ λελυπηκότι; ὀδύνη μὲν οὖν ἐστι τὸ μνησικακεῖν καὶ μὴ καταλλάττεσθαι. Ποῖος πόνος μὴ κακῶς εἰπεῖν μηδένα; ποία δυσκολία ἀπαλλαγῆναι φθόνου καὶ ἔριδος καὶ βασκανίας; ποῖος μόχθος ἀγαπᾷν τὸν πλησίον; ποῖος κάματος μὴ ὀμνύναι; Πολλάκις γὰρ ὑπὸ θυμοῦ καὶ ὀργῆς κατεχόμενοι διωμοσάμεθα μηδέποτε διαλλάττεσθαι  τοῖς λελυπηκόσιν,  εἶτα τῆς ὀργῆς σβεσθείσης βουληθέντες καταλλαγῆναι,  ὑπὸ τῆς ἀνάγκης τῶν ὅρκων ὥσπερ τινὶ παγίδι κατεχόμενοι, τοῦτο ποιῆσαι οὐ βουλόμεθα· ὡς δυοῖν θάτερον πάθοιμεν, ἢ καταλλαγέντες ἐπιορκήσομεν, ἢ μὴ καταλλαγέντες τοῖς τῆς μνησικακίας ἐπιτιμίοις ὑπευθύνους ἑαυτοὺς καταστήσομεν. Πῶς γὰρ οὐκ ἄτοπον, ἱμάτιον μὲν ἔχοντες τῶν λοιπῶν  βέλτιον, μὴ ἀνέχεσθαι συνεχῶς αὐτῷ καταχρᾶσθαι, τὸ δὲ τοῦ Θεοῦ ὄνομα
πανταχοῦπερισύρειν ἁπλῶς καὶ ὡς ἔτυχεν; Οὐ γὰρ δὴ πᾶν ἁμάρτημα τὴν αὐτὴν φέρει κόλασιν, ἀλλὰ τὰ εὐκατόρθωτα μείζονα ἡμῖν ἐπάγει τὴν τιμωρίαν· οὐδὲ γὰρ οἱ ὀμνύοντες ἔχουσί τινα πρόφασιν προβαλέσθαι. ἀλλὰ καταφρόνησιν μόνον. Καὶ οἶδα μὲν ὅτι ἐπαχθὴς εἶναι δοκῶ λοιπὸν καὶ φορτικὸς τῇ συνεχείᾳ τῆς παραινέσεως δοκῶν ἐνοχλεῖν· ἀλλ' ὅμως οὐκ  ἀφίσταμαι,  ἵνα  κἂν  τὴν  ἀναισχυντίαν  αἰδεσθέντες  τὴν  ἐμὴν,  ἀποστῆτε  τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας. Εἰ γὰρ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀπηνὴς καὶ ὠμὸς, χήρας ἐνόχλησιν  αἰδεσθεὶς, τὸν τρόπον μετέβαλε, πολλῷ μᾶλλον ὑμεῖς τοῦτο ἐργάσεσθε· καὶ μάλιστα, ὅταν  ὁ παρακαλῶν  ὑμᾶς μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τῆς  ὑμετέρας σωτηρίας τοῦτο ποιοῖτο Μᾶλλον δὲ καὶ ὑπὲρ ἐμαυ 63.772 τοῦ οὐκ ἂν ἀρνησαίμην τοῦτο ποιεῖν· τὰ γὰρ ὑμέτερα ἀγαθὰ ἐμαυτοῦ νομίζω  εἶναι  κατορθώματα.  Εἰ γὰρ μηδὲ γέεννα ἦν μηδὲ κόλασις, ἐγὼ δὲ προσελθὼν ὑμῖν τοῦτο ἐν χάριτος ᾐτησάμην μέρει, ἆρα οὐκ ἂν ἐπενεύσατε; οὐκ ἂν ἐδώκατε τὴν αἴτησιν οὕτω κούφην  οὕτως αἰτοῦντι χάριν; ὅταν δὲ ὁ Θεὸς αὐτὴν αἰτῶν ᾖ δι' ὑμᾶς τοὺς διδόντας, οὐ δι' ἑαυτὸν λαμβάνοντα, τίς οὕτως ἀγνώμων,  τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς Θεῷ χάριν αἰτοῦντι μὴ δοῦναι;


Παρακαλῶ οὖν ὑμᾶς, τὴν κεφαλὴν Ἰωάννου λαβόντας ἀποτετμημένην, καὶ θερμοῦ τοῦ αἵματος ἔτι ἀποστάζουσαν, οὕτως ἀπελθεῖν οἴκαδε ἕκαστον,  καὶ  νομίζειν  πρὸ  τῶν  ὀφθαλμῶν   ὁρᾷν  αὐτὴν,  φωνὴν   ἀφιεῖσαν  καὶλέγουσαν, Μισήσατε τὸν ἐμοῦ σφαγέα, τὸν ὅρκον. Πολλάκις γὰρ τεχνίτης διωμόσατο τῷ μαθητῇ, μὴ πρότερον αὐτὸν ἀφήσειν φαγεῖν καὶ πιεῖν, ἕως τὸ δοθὲν ἔργον ἅπαν ἀνύσει. Τοῦτο δὲ καὶ παιδαγωγὸς πολλάκις πρὸςνέον, καὶ πρὸς θεράπαιναν ἐποίησε δέσποινα· καὶ ἀνάγκη τῆς ἑσπέρας καταλαβούσης, καὶ τοῦ ἔργου μὴ πληρωθέντος ἢ λιμῷ διαφθαρῆναι τοὺς οὐκ ἀνύσαντας, ἢ ἐπιορκῆσαι πάντως τοὺς ὀμόσαντας. Πολλάκις καὶ ἐπὶ τῆς οἰκίας ἀριστοποιουμένων ἡμῶν, καὶ τῶν οἰκετῶν τινος διαμαρτάνοντος,  ὤμοσε μαστιγώσειν ἡ γυνή· ἀντώμοσεν  ὁ ἀνὴρ τὰ ἐναντία,  καὶ ἀνέστη φιλονεικῶν  καὶ οὐκ ἐπιτρέπων.  Ἐνταῦθα κἂν ὁτιοῦν  ποιήσωσιν, ἀνάγκηπάντως   ἐπιορκίαν   συστῆναι·  ὅπερ  γὰρ  ἂν  γένηται,   θάτερος  αὐτῶν   ἐπιορκίᾳ ἁλώσεται, μᾶλλον  δὲ ἀμφότεροι  πάντως· καὶ πῶς, ἐγὼ  λέγω·  τοῦτο γάρ ἐστι τὸ παράδοξον. Ὁ ὀμόσας μαστιγώσειν τὸν οἰκέτην ἢ τὴνθεραπαινίδα, εἶτα κωλυθεὶς, αὐτός τε ἐπιώρκησε μὴ ποιήσας ὅπερ 63.773 ὤμοσε, καὶ τῷ κωλύσαντι  πάλαι καὶ διακόψαντι   τὴν  εὐορκίαν,  τὸ  ἔγκλημα  τῆς  ἐπιορκίας  περιέστησεν.  Οὐ γὰρ  οἱ ἐπιορκοῦντες   μόνον,   ἀλλὰ  καὶ  οἱ  ἑτέροις  τὴν   ἀνάγκην   ταύτην   ἐφιστῶντες, ὑπεύθυνοι  τῶν  αὐτῶν  ἐγκλημάτων  εἰσί. Πῶς γὰρ  οὐκ  ἄτοπον,  οἰκέτην  μὲν  μὴ τολμᾷν ἐξ ὀνόματος τὸν δεσπότην τὸν ἑαυτοῦ καλεῖν, μηδὲ ἁπλῶς καὶ ὡς ἔτυχε, τὸνδὲ τῶν ἀγγέλων  ∆εσπότην ἁπλῶς καὶ μετὰ πολλῆς τῆς καταφρονήσεως πανταχοῦ περιφέρειν; Βούλει μαθεῖν πῶς δυνατὸν ἀπαλλαγῆναι  τῆς πονηρᾶς συνηθείας τοῦ ὅρκου; ἐγώ σε διδάξω τρόπον τινὰ, ὃν ἂν ποιήσῃς,περιέσῃ πάντως. Ὅταν γὰρ ἴδῃς σαυτὸν ἢ καὶ ἑτέρους τινὰς ἁλόντας τῷ κακῷ τούτῳ πάθει, καὶ συνεχῶς ὑπομνησθέντας, καὶ οὐ διορθώσαντας, κέλευσον μὴ δειπνήσαντας καθευδῆσαι· καὶ ταύτην  καὶ σαυτῷ κἀκείνοις  τὴν

καταδίκην  ἐπίθες· καταδίκην  οὐ ζημίαν,  ἀλλὰ κέρδος φέρουσαν. Ἡ γὰρ γλῶσσα οὕτω βασανιζομένη διηνεκῶς, καὶ μηδενὸς ὑπομιμνήσκοντος, ἱκανὴν λαμβάνει παράκλησιν· καὶ κἂν ἁπάντων ὦμεν ἀναισθητότεροι,  διὰ πάσης  ἡμέρας  τῷ  μεγέθει  τῆς  βασάνου  ταύτης ὑπομιμνησκόμενοι,  οὐ δεηθησόμεθα συμβουλῆς  ἑτέρας καὶ  παραινέσεως.  Ὥσπερ γὰρ, φησὶν,  οἰκέτης  ἐνδελεχῶς  ἐξεταζόμενος,  ἀπὸ μώλωπος  οὐ καθαρισθήσεται·οὕτως  ὁ ὀμνύων  καὶ ὀνομάζων  διαπαντὸς  τὸ ὄνομα τοῦ Θεοῦ, ἀπὸ ἁμαρτίας οὐ καθαρισθήσεται. Πείσωμεν τοίνυν  ἑαυτοὺς τὴν τῶν ὅρκων φυγεῖν  συνήθειαν, καὶ τὴν ἐπὶ τὸ βέλτιον  ποιήσασθαι μεταβολήν.  Εἰ γὰρ καὶχθὲς καὶ πρὸ ἐκείνης  περὶ ταύτης ὑμῖν διελέχθην  τῆς ὑποθέσεως, ἀλλ' οὐδὲ σήμερον ἀποστήσομαι, οὐδὲ τὴν ἐπιοῦσαν, οὐδὲ τὴν μετ' ἐκείνην, ταῦτα συμβουλεύων. Καὶ τί λέγω τὴν αὔριον καὶ τὴν μετ' ἐκείνην; ἕως ἂν ὑμᾶςἴδω κατορθώσαντας, οὐκ ἀφέξομαι. Τὸ γὰρ συνεχῶς περὶ  τὼν  αὐτῶν  ὑπομιμνήσκειν,  οὐ  τοῦ  λέγοντος,  ἀλλὰ  τῶν  ἀκουόντων  ἐστὶν ἔγκλημα  διηνεκοῦς  δεομένων  διδασκαλίας. Τί γὰρ εὐκολώτερον  τοῦ μὴ ὀμνύναι;

Συνήθειά ἐστι τὸ κατόρθωμα  μόνον,  οὐκ ἔστι πόνος  σώματος. Ὁ προλαβὼν  καὶ κατορθώσας ὀνειδιζέτω τῷ λειπομένῳ, ἵνα αὐτὸν τοῖς σκώμμασι διεγείρῃ πλέον· ὁ ὑστερήσας καὶ μηδέπω κατωρθωκὼς  βλεπέτω  τὸνπρολαβόντα, καὶ φιλονεικείτω φθάσαι πρὸς ἐκεῖνον ταχέως. Καὶ μή μοι λεγέτω τις· Τί δὲ, ἐὰν ἀνάγκην ὅρκων τις ἡμῖν  ἐπιθῇ; τί δὲ, ἐὰν  μὴ πιστεύῃ; Μάλιστα μὲν  οὖν, ὅπου παραβαίνεται  νόμος, ἀνάγκης μεμνῆσθαι οὐ χρή· μία γάρ ἐστιν ἀνάγκη ἀπαραίτητος, τὸ μὴ προσκροῦσαιΘεῷ· πλὴν ἐκεῖνα λέγω τέως, τοὺς περιττοὺς περικόψωμεν ὅρκους, τοὺς ἁπλῶς καὶ χωρὶς ἀνάγκης, τοὺς ἐπὶ τῆς οἰκίας, τοὺς ἐπὶ τῶν φίλων, τοὺς ἐπὶ τῶν οἰκετῶν· κἂν τούτους ἀνέλῃς, ἐν ἐκείνοις οὐδὲν ἐμοῦ δεήσῃ λοιπόν·αὐτὸ γὰρ τὸ στόμα μελετῆσαν δεδοικέναι  καὶ φεύγειν  τοὺς ὅρκους, οὐδ' ἂν μυριάκις ἀναγκάσῃ τις, καταδέξεται λοιπὸν εἰς ἐκείνην ἐμπεσεῖν τὴν συνήθειαν. Λέγεταί τις τῶν ἔξωθεν ῥητόρων ὑπό τινος συνηθείας ἀλόγου τὸν δεξιὸν συνεχῶς ὦμον κινεῖν βαδίζων· ἀλλ' ὅμως περιεγένετο τῆς συνηθείας, καὶ μαχαίρας ἀκονήσας ἑκατέρωθεν ἐπέθηκε τοῖς ὤμοις, ὥστε τῷ φόβῳ τῆς τομῆς σωφρονίσαι τὸ μέλος κινούμενον. Τοῦτο καὶ σὺ ποίησον ἐπὶ  τῆς γλώττης,  καὶ  ἀντὶ  μαχαίρας  ἐπίθες  αὐτῇ  τὸν  φόβον  τῆς  κολάσεως· καὶ περιέσῃ πάντως.  Ἀμήχανον  γὰρ, ἀμήχανον  μεριμνῶντας  καὶ  σπουδάζοντας,  καὶ ἔργον τοῦτο ποιουμένους ἡττηθῆναί  63.774 ποτε. Ποία γὰρἡμῖν ἀπολογία λοιπὸν ἔσται, τίς δὲ συγγνώμη, ὅταν μετὰ τοσαύτην παραίνεσιν, τοῖς ἐπὶ τῶν ὅρκων κακοῖς ἐπιμένωμεν;  πῶς οὖν αἰτησόμεθα ἀπαλλαγὴν  τῶν κατεχόντων  ἡμᾶς δεινῶν,  μίαν ἐντολὴν  ἀνῦσαι μὴ δυνηθέντες;

 Πῶς δὲ προσδοκήσομεν τὴν χρηστὴν μεταβολήν; πῶς δὲ εὐξόμεθα; ποίᾳ γλώττῃ τὸν Θεὸν καλέσομεν; Πῶς γὰρ οὐκ ἄτοπον, βασιλέως μὲν  ἐπιτάττοντος,   καὶ  τὰ  χαλεπώτατα   φέρειν·  Θεοῦ  δὲ  νομοθετοῦντος   οὐδὲνχαλεπὸν οὐδὲ δύσκολον, καταφρονεῖν,  καὶ συνήθειαν πονηρὰν προβάλλεσθαι; Μὴ, παρακαλῶ, μὴ μέχρι τοσούτου τῆς ἑαυτῶν  καταφρονῶμεν  σωτηρίας· φοβηθῶμεν τὸν  Θεὸν ὡς  φοβούμεθα  ἄνθρωπον.  Ἄτοπον  γὰρ τοὺς  βασιλικοὺς  νόμους  μετὰ ἀκριβείας φυλάττειν, τοὺς δὲ θείους καὶ ἐκ τῶν οὐρανῶν καταβάντας ἀλόγως καταφρονεῖν. Τίνος γὰρ ἕνεκεν ὁ Θεὸς οὐ τὸν ὀμόσαντα μόνον, ἀλλὰ καὶ τὴν οἰκίαν αὐτοῦ τῇ δρεπάνῃ  καταλύει;

Ὅτι τῶν  χαλεπωτάτων  ἁμαρτημάτων  τὰς τιμωρίας βούλεται μένειν ὁ Θεὸς διηνεκεῖς, ὥστε τοὺς μετὰ ταῦτα σωφρονίζεσθαι πάντας. Καὶ γὰρ τὸν ἐπίορκον ἀποθανόντα ἀνάγκη ταφῆναι, καὶ τοῖς κόλποις παραδοθῆναι τῆςγῆς.  Ὥστε οὖν  μὴ  τῷ  σώματι  καὶ  τὴν  πονηρίαν  αὐτῷ  συνταφῆναι,  τὴν  οἰκίαν ἐποίησε χῶμα, ὑπὲρ τοῦ τοὺς παριόντας  ἅπαντας ὁρῶντας  αὐτῶν, καὶ τὴν αἰτίαν μανθάνοντας  τῆς καταστροφῆς, φεύγειν  τὴν τῆςἁμαρτίας μίμησιν. Τοῦτο καὶ ἐπὶ τῶν Σοδόμων ἐγένετο· ἐπειδὴ γὰρ ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἐξεκαύθη καὶ ἡ τῆς γῆς φύσις, καὶ φωνῆς  ἁπάσης λαμπρότερον πάσαις ταῖς μετὰ ταῦτα παραινεῖ γενεαῖς ἡτῆς γῆς ὄψις, μονονουχὶ  βοῶσα καὶ λέγουσα· Μὴ ποιεῖτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα. Τί ποιεῖς, ἄνθρωπε; ἐπὶ τραπέζης ὁρκίζεις ἱερᾶς, καὶ ἔνθα ὁ Χριστὸς κεῖται τεθυμένος, ἐκεῖ τὸν ἀδελφὸν καταθύεις τὸν σόν; Καὶ οἱμὲν λῃσταὶ  ἐπὶ  τῶν  ὁδῶν  θύουσι· σὺ δὲ ἔμπροσθεν τῆς  μητρὸς τὸν  υἱὸν  καταθύεις, ἐναγέστερον τοῦ Κάϊν ἐργαζόμενος φόνον; ἐκεῖνος μὲν γὰρ ἔθυσε τὸν ἀδελφὸν ἐπὶ τῆς  ἐρημίας κατὰ τὸν  παρόντα  θάνατον·  σὺ δὲθύεις  τὸν  ἀδελφὸν  ἐν  μέσῳ τῆς ἐκκλησίας κατὰ τὸν μέλλοντα  θάνατον; Μὴ γὰρ ἐκκλησία διὰ τοῦτο γέγονεν,  ἵνα ὀμνύωμεν; διὰ τοῦτο γέγονεν,  ἵνα εὐχώμεθα. Μὴ γὰρ τράπεζα διὰ τοῦτο ἕστηκεν ἱερὰ, ἵνα ὁρκίζωμεν; διὰτοῦτο ἕστηκεν, ἵνα τὰ ἁμαρτήματα ἡμῶν λύωμεν, οὐχ ἵνα δεσμῶμεν. Σὺ δὲ, εἰ μηδὲν ἕτερον, αὐτὸ γοῦν τὸ βιβλίον αἰδέσθητι, ὃ προτείνεις εἰς ὅρκον, καὶ τὸ Εὐαγγέλιον, ὃ μετὰ χεῖρας λαμβάνων κελεύεις ὀμνύναι, ἀναπτύξαςκαὶ ἀκούσας τί περὶ ὅρκων ὁ Χριστὸς ἐκεῖ διακελεύεται, φρίξον καὶ ἀπόστηθι. Τί οὖν ἐκεῖ περὶ  ὅρκων  φησίν;  Ἐγὼ  δὲ  λέγω  ὑμῖν  μὴ  ὀμόσαι ὅλως·  σὺ δὲ  τὸν  νόμον  τὸν κωλύοντα ὀμνύναι, τοῦτον ὅρκον ποιεῖς; Ὢ τῆςὕβρεως! ὢ τῆς παρανομίας! ταὐτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἴ τις τὸν νομοθέτην τὸν κωλύοντα φονεύειν, αὐτὸν σύμμαχον λαβὼν  κελεύει σφαγέα γενέσθαι. Καθάπερ οὖν μάχης γενομένης,  πολλάκις ὑβριζόμενοι φέρομενγενναίως,  καὶ πρὸς τὸν ὑβρίζοντα λέγομεν· Τί σοι ποιήσω; ὁ δεῖνά με ἐλύπησεν ὁ προστάτης ὁ σός· ἐκεῖνός μου κατέχει τὰς χεῖρας· καὶ ἀρκεῖ τοῦτο εἰς παραμυθίαν· οὕτω καὶ, ἐπειδὰν μέλλῃς τινὰ ὁρκίζειν, ἔπεχε σαυτὸν καὶ

κώλυσον, καὶ εἰπὲ πρὸς τὸν μέλλοντα ὀμνύναι· Τί σοι ποιήσω; ὅτι ὁ Θεὸς ἐκέλευσε μὴ ὀμνύειν, μήτε ὁρκίζειν· ἐκεῖνός με κατέχει νῦν. Ἀρκεῖ τοῦτο καὶ εἰς τιμὴν τοῦ νομοθετήσαντος, καὶ εἰς ἀσφάλειαν τὴν σὴν, καὶ εἰς φόβον τοῦ μέλλοντος ὀμνύναι.∆ότε μοι 63.775 τοίνυν  τοὺς ἐντεῦθεν  ἀφικνουμένους  λέγειν,  ὅτι  ὅπερ ἐστὶν  ἐν Ἀντιοχείᾳ, τοῦτο οὐδαμοῦ τῶν πόλεων ἔστιν ἰδεῖν. Ἕλοιντο γὰρ ἂν ἄνθρωποι οἱ τὴν πόλιν  οἰκοῦντες  ἐκείνην  τὴν  γλῶτταν  ἀποκοπῆναι πρότερον,  ἢ ὅρκον  ἀπὸ  τοῦ στόματος προέσθαι. Εἰ γὰρ ἕνα τις ἢ δύο κερδάνας, τοσοῦτον λήψεται παρὰ τοῦ Θεοῦ τὸν  μισθὸν,  οἱ  τὴν  οἰκουμένην  ἅπασαν  παιδεύοντες,  πόσας  οὐ  λήψονται   τὰς ἀμοιβάς; Ἀλλ' ὑπὸ  τῆς  συνηθείας  ὁρμᾷ πολλάκις    γλῶττα  τὸ  πονηρὸν  ἐκεῖνο φθέγξασθαι ῥῆμα. Ἀλλ' ἐπειδὰν ὁρμήσῃ, πρὶν ἢ τὸ ῥῆμα ἐξενεγκεῖν, κατάδακε τοῖς ὀδοῦσιν  αὐτὴν  πάντοθεν  σφοδρῶς·  βέλτιον  γὰρ  αὐτὴν  αἷμα  ῥέειν  νῦν,  ἢ τότε σταγόνος  ὕδατος  ἐπιθυμοῦσαν  μὴ  δυνηθῆναι  τῆς  παραμυθίας  τυχεῖν.  Τί ποιεῖς, ἄνθρωπε, τὸν εὐεργέτην καὶ σωτῆρα καὶ προστάτην καὶ κηδεμόνα βλασφημῶν; Ἢ οὐκ  αἰσθάνῃ  κατὰ  κρημνοῦ  φερόμενος,  καὶ  εἰς

 βάραθρον  σαυτὸν  ἐμβάλλων ἀπωλείας  ἐσχάτης;  Μὴ γὰρ,  ἐὰν  βλασφημήσῃς,  κουφότερον  τὸ  πρᾶγμα  ποιεῖς; ἐπιτείνεις  μὲν οὖν αὐτὸ, καὶ χαλεπωτέραν  ἐργάζῃ τὴν  ὀδύνην.  ∆ιὰ γὰρ τοῦτο ὁ διάβολος μυρία ἐπάγει δεινὰ, ἵνα εἰς ἐκεῖνό σε καταγάγῃ τὸ βάραθρον· κἂν μὲν ἴδῃ βλασφημοῦντα ὁ διάβολος, ῥᾳδίως αὔξει τὴν ἀλγηδόνα καὶ μείζω ποιεῖ, ἵνα κεντούμενος ἀποδυσπετήσῃς πάλιν· εἰ δὲ ἴδῃ γενναίως  φέροντα, καὶ ὅσῳ τὸ πάθοςἐπιτείνεται, τοσούτῳ μᾶλλον εὐχαριστοῦντα τῷ Θεῷ, εὐθέως ἀφίσταται, ὡς εἰκῆ καὶ μάτην ἐφεδρεύων λοιπόν. Καὶ καθάπερ κύων τραπέζῃ παρεστηκὼς, ἂν μὲν ἴδῃ τὸν ἐσθίοντα ἄνθρωπον συνεχῶς αὐτῷ ῥίπτοντα τῶν ἐπὶ τῆς τραπέζης τι παρακειμένων, μένει διηνεκῶς· ἂν δὲ ἅπαξ καὶ δεύτερον παραστὰς μηδὲν ἀπέλθῃ λαβὼν, ἀφίσταται λοιπὸν, ἅτε εἰκῆ προσεδρεύων καὶ μάτην· οὕτω καὶ ὁ διάβολος συνεχῶς κέχηνε πρὸς ἡμᾶς· ἂν ῥίψῃς αὐτῷ

καθάπερ κυνὶ ῥῆμα βλάσφημον, δεξάμενος πάλιν ἐπιθήσεται· ἐὰν δὲ μείνῃς εὐχαριστῶν, ἀπέπνιξας αὐτὸν τῷ λιμῷ, καὶ ταχέως αὐτὸν ἀπήγαγες καὶ ἀποπηδῆσαι ἐποίησας. Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἱστορίανὑμῖν ἐρῶ παλαιάν. Ἐπελθόντων ποτὲ πολεμίων τοῖς Ἰουδαίοις, καὶ τοῦ Ἰωνάθαν (υἱὸς δὲ ἦν τοῦ  Σαοὺλ  οὗτος)  τοὺς  μὲν  κατακόψαντος,   τοὺς  δὲ  εἰς  φυγὴν   ἐμβαλόντος, βουλόμενος ὁ Σαοὺλ ὁ τούτου πατὴρ μειζόνωςκατὰ τῶν ὑπολειφθέντων τὸ στρατόπεδον διεγεῖραι, καὶ ποιῆσαι μὴ πρότερον ἀποστῆναι, ἕως ἂν πάντας χειρώσωνται,  τοὐναντίον  ἤπερ ἠθέλησεν ἔπραξεν, ὀμόσας μηδένα φαγεῖν  ἄρτον, ἕως ἐκδικήσεως τῶν ἐχθρῶν αὐτοῦ.

Ἄρα τί τούτου γένοιτ' ἂν ἀνοητότερον; πεπονηκότας γὰρ καὶ κατακοπέντας στρατιώτας ὀφείλων διαναπαῦσαι, καὶ νεαρωτέρους ἐπαφεῖναι τοῖς πολεμίοις, τῶν πολεμίων αὐτῶν χαλεπώτερον ἀπειργάσατο, διὰ τῆς ἀνάγκηςτοῦ ὅρκου λιμῷ παραδοὺς αὐτοὺς χαλεπωτάτῳ. Σφαλερὸν μὲν οὖν καὶ τὸ περὶ ἑαυτοῦ τινα ὀμνύναι· πολλὰ γὰρ ὑπὸ τῆς τῶν πραγμάτων  περιστάσεως ἐμποδιζόμεθα·  τὸ  δὲ  καὶ  τὴν  ἑτέρων  γνώμην  τῇ  τῶν οἰκείων ὅρκωνἀνάγκῃ καταδῆσαι, πολλῷ σφαλερώτερον· ὅπερ ὁ Σαοὺλ τότε ἀπερισκέπτως ἐποίησε. ∆ρυμῶνα παρῄει τὸ στρατόπεδον, μελισσῶνα ἔχοντα, καὶ ὁ μελισσὼν κατὰ πρόσωπον τοῦ λαοῦ· καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ διεπορεύετο  λαλῶν.  Εἶδες οἷον  τὸ  βάραθρον; τράπεζα ἐσχεδιασμένη, ἵνα  καὶ  τὸ εὔκολον τῆς ἐπιχειρήσεως, καὶ τὸ ἡδὺ τῆς τροφῆς, καὶ ἡ τοῦ λήσεσθαι ἐλπὶς εἰς τὴν παράβασιν αὐτοὺς προσκαλέσηται τῶν ὅρκων. Καὶ γὰρ ὁ Ἰωνάθαν  οὐκ ἀκούσας ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ, ἐξέτεινε τὸ ἄκρον τοῦ σκή 63.776 πτρου τοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐβάπτισεν εἰς τὸ κηρίον τοῦ μέλιτος, καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ. Ὅρα τίνα ὁ πονηρὸς πρὸς τὴν  ἐπιορκίαν  ὤθησεν·  οὐχ  ἕνα  τῶν   στρατιωτῶν,   ἀλλ'  αὐτὸν  τὸν  υἱὸν  τοῦ ὀμωμοκότος βασιλέως. Οὐδὲ γὰρ ἐπιορκίαν ἐργάσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶπαιδοκτονίαν  κατεσκεύαζε, καὶ τὴν φύσιν αὐτὴν καθ' ἑαυτῆς σχίσαι ἠπείγετο· καὶ ὅπερ ἐπὶ τοῦ Ἰεφθάε ποτὲ ἐποίησε, τοῦτο καὶ μετὰ ταῦτα ποιήσειν ἤλπιζε. Καὶ γὰρ ἐκεῖνος ὑποσχόμενος τῷ Θεῷ τὸν πρῶτον ἀπαντήσοντα αὐτῷ μετὰ τὴν τοῦ πολέμου νίκην κατασφάξειν, εἰς παιδοκτονίαν ἐνέπεσε· τὸ γὰρθυγάτριον πρῶτον ἀπαντῆσαν αὐτῷ  κατέθυσε. Καὶ τί λέγω  παιδοκτονίαν;  ἐπενόησε γὰρ ὁ πονηρὸς  καὶ τούτου πάλιν ἐναγέστερον φόνον εὑρεῖν. Εἰ μὲν γὰρ εἰδὼς ἥμαρτε καὶ ἐσφάγη, παιδοκτονία μόνον τὸ γινόμενον ἦν·

νυνὶ δὲ ἐξ ἀγνοίας ἁμαρτὼν (οὐδὲ γὰρ ἤκουσε τῶν ὅρκων), εἶτα ἀναιρεθεὶς, διπλοῦν  ἂν ἐποίησε τῷ πατρὶ τὸ ἄλγος. Εἶτα ἰδὼν, φησὶ, τὶς τῶν στρατιωτῶν,  λέγει· Ὁρκώσας ὥρκωσεν ὁ πατήρ σου τὸν λαὸν, ὃς φάγεται  ἄρτονσήμερον· καὶ ἐξελύθη ὁ λαός. Καὶ εἶπεν Ἰωνάθαν, Ἀπώλεσε καὶ διέφθειρεν ὁ πατήρ μου ἅπαντας. Παραβαθέντος τοίνυν τοῦ ὅρκου πάντες ἐσίγων, καὶ οὐδεὶς τὸν ὑπεύθυνον  εἰς  μέσον ἀγαγεῖν  ἐτόλμα.  Οὐ μικρὸν  δὲ καὶ τοῦτο  ἔγκλημα  λοιπὸν ἐγίνετο· οὐ γὰρ οἱ ἐπιορκοῦντες μόνον, ἀλλὰ καὶ οἱ συνειδότες καὶ περιστέλλοντες κοινωνοῦσι τῶν ἐγκλημάτων. Καὶ εἶπεν ὁ ἱερεὺς, Προσέλθωμεν πρὸς τὸν Θεόν. Καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεὸν, Εἰ  καταβῶ ὀπίσω τῶν ἀλλοφύλων,  καὶ εἰ παραδώσεις αὐτοὺς εἰς χεῖράς μου; καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὁ Κύριος. Ὅρα πραότητα καὶ ἐπιείκειαν τοῦ φιλανθρώπου  Θεοῦ· οὐ γὰρ σκηπτὸν ἀφῆκεν, οὐδὲ τὴν γῆν ἔσεισεν, ἀλλ' ὅπερ φίλοι πρὸς φίλους ποιοῦσιν, ἐπειδὰν ὑβρισθῶσι, τοῦτο πρὸς τὸν δοῦλον ὁ ∆εσπότης ἐποίησε. Καὶ εἶπε Σαούλ· Προσαγάγετε τὰς φυλὰς τοῦ λαοῦ, καὶ ἴδετε  ἐν  τίνι  γέγονεν  ἡ ἁμαρτία αὕτη  σήμερον· ὅτι ζῇ Κύριος  ὁ σώσας τὸν Ἰσραὴλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωνάθαν  τοῦ υἱοῦ μου, θανάτῳ  ἀποθανεῖται.  Καὶ οὔπω τοῦ ἡμαρτηκότος φανέντος,  τὴν κρίσιν πεποίηται, καὶ τὸν ἁλόντα οὐκ εἰδὼς ἀπεφήνατο, καὶ ὁ πατὴρ ἐγένετο δήμιος, καὶ πρὸ τῆς ἐξετάσεως τὴν καταδικάζουσαν ψῆφον ἐξήνεγκε. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψε. Καὶ εἶπε Σαοὺλ, Βάλετε κλῆρον ἀνὰ μέσον ἐμοῦ καὶ Ἰωνάθαν. Καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν,

Ἀπάγγειλον δή μοι τί ἐποίησας, Καὶ εἶπεν Ἰωνάθαν, Γευσάμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου μικροῦ μέλιτος, καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω. Τίνα οὐκ ἂν ἔκαμψε, τίνα οὐκ ἂν εἰς οἶκτον ἤνεγκε ταῦτα τὰ ῥήματα· Ἐννόησον ὅσον χειμῶνα λοιπὸν  ὁ Σαοὺλ ὑπέμεινε, τῶν σπλάγχνων  αὐτῷ διακοπτομένων,  καὶ ἑκατέρωθεν βαθυτάτου κρημνοῦ φερομένου. Καὶ οὐδὲ οὕτως ἐσωφρονίζετο, ἀλλὰ τί φησι; Τάδε ποιήσαι μοι ὁ Θεὸς,

καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον. Καὶ εἶπεν ὁ λαὸς  πρὸς  Σαούλ·  Τάδε  ποιήσαι  ἡμῖν    Θεὸς, καὶ  τάδε  προσθείη,  εἰ  θανάτῳ θανατωθήσεται  ὁ ποιήσας τὴν  σωτηρίαν  τὴν  μεγάλην  τῷ  Ἰσραήλ· ζῇ Κύριος, εἰ πεσεῖται τῆς τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν, ὅτι ἔλεον Θεοῦ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ. Ἰδοὺ καὶ ὁ δῆμος δεύτερον ὤμοσε, καὶ ἀντώμοσε τῷ βα 63.777 σιλεῖ. Ἀνάγκη λοιπὸν διαῤῥαγῆναι τὸν ὅρκον·πάντας γὰρ εὐορκῆσαι τούτους ἀδύνατον. Εἰ γὰρ ἠθέλησεν ὁ βασιλεὺς ἀντιστῆναι καὶ ἐπεξελθεῖν τῷ ὅρκῳ, πᾶς ὁ δῆμος ἀντέστη, καὶ  τυραννὶς  ἂν  ἐγένετο  χαλεπωτάτη·   πάλιν  εἰ  ἠθέλησεν    παῖς  τῆς  οἰκείας φειδόμενος  σωτηρίας  δοῦναι  ἑαυτὸν  τῷ  στρατοπέδῳ,  πατροκτόνος  εὐθέως  ἂν ἐγένετο.  Ὁρᾷς καὶ  τυραννίδα  καὶ  παιδοκτονίαν  καὶ  πατροκτονίαν  καὶ  πόλεμον ἐμφύλιον  καὶ μάχην καὶ σφαγὰς καὶ αἵματα καὶ

μυρίους νεκροὺς ἀφ' ἑνὸς ὅρκου κειμένους; εἶδες ὁποῖον ὅρ 63.778 κος τῆς ἀπωλείας τὸ βάραθρον κατεσκεύασεν; Ἵν' οὖν μὴ καὶ ἡμεῖς τὰ παραπλήσια ἐκείνοις πεισώμεθα, ἀποστῶμεν τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας, ὡς ἂν τοῦ Θεοῦ τὴν εὔνοιαν  ἐντεῦθεν  ἐπισπασάμενοι, καὶ τὸν παρόντα  βίον  ἀσφαλῶς  διανύσωμεν,  καὶ  τῶν  μελλόντων   ἐπιτύχωμεν   ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸκράτος, σὺν τῷ  Πατρὶ καὶ τῷ  παναγίῳ  Πνεύματι, νῦν  καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.