Τρίτη, 25 Φεβρουαρίου 2014

ΛΟΓΟΣ ΙΕʹ. Περὶ πλεονεξίας.




ΛΟΓΟΣ ΙΕʹ. Περὶ πλεονεξίας.
Τίνος ἕνεκεν ἀπὸ πλεονεξίας πλουτεῖν  ἐπιθυμεῖς, ἄνθρωπε, ἵνα ἑτέροις μὲν τὸ  χρυσίον  ἀποκέηται  καὶ  τὸ  ἀργύριον,  σοὶ δὲ  ἀραὶ  καὶ  κατηγορίαι;  καὶ  ἵν' ὁ ἀποστερηθεὶς  ὑπὲρ  τῆς  τῶν  ἀναγκαίων   δάκνηται  τροφῆς  καὶ  ὀλοφύρηται,  καὶ μυρίους ἐφέλκη 63.666 ταί σοι κατηγόρους; Καὶ, ὃ τούτου πολὺ φρικωδέστερον, ὅταν κατὰ τὴν ἡμέραν ἐκείνην  πρὸ τοῦ βήματος τοῦ φοβεροῦ ὁ κακῶς παθὼν  καὶ τὰ αὐτοῦ πάντα ἀπολωλεκὼς  παράγηται εἰς μέσον, σοῦ μηδένα ἔχοντος συνήγορον, τί πρὸς τὸν δικάζοντα ἐρεῖς; Νῦν μὲν γὰρ καὶ διαφθεῖραι τὸ δικαστήριον δυνήσῃ τοῦτο, τὸ 63.667 τῶν ἀνθρώπων,  ἐκεῖνο δὲ τότε οὐκέτι· μᾶλλον δὲ οὐδὲ τοῦτο· καὶ γὰρ ὁ Θεὸς ὁρᾷ τὰ γινόμενα, καὶ ἐγγύθεν ἐστὶ τοῖς ἀδικουμένοις καὶ μὴ καλούμενος. Ὁ γὰρ κακῶς παθὼν, κἂν αὐτὸς ἀνάξιος ᾖ τοῦ τυχεῖν τινος ἐκδικήσεως, ἀλλ' ὅμως, ἐπειδὴ τῷ Θεῷ τὰ γινόμενα οὐκ ἀρέσκει, ἔχει τὸν ἀμύνοντα πάντως. Καὶ μή μοι λέγε· Πῶς ὁ δεῖνα εὐπραγεῖ πονηρὸς ὤν; εἰ γὰρ καὶ εὐπραγεῖ, ἀλλ' οὐκ εἰς τέλος. Μὴ παραζήλου γὰρ,
φησὶν, ἐν πονηρευομένοις, ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. Ἡ πλεονεξία ζύμη τίς ἐστι παλαιὰ, καὶ ὅπουπερ ἂν ἐμπέσῃ καὶ εἰς οἵαν οἰκίαν εἰσέλθῃ, ἀκάθαρτον αὐτὴν ἐργάζεται· κἂν μικρὰ ἐξ ἀδικίας  κερδάνῃς,  ὁλόκληρόν  σου τὴν  οὐσίαν  ἐζύμωσε. ∆ιὰ τοῦτο  πολλάκις  τὰ εἰσενεχθέντα  κακῶς ὀλίγα, τὰ καλῶς κείμενα ἐξέβαλε πολλὰ ὄντα. Τί οὖν, φησὶν, ὅταν πολλοὶ πλεονεκτοῦντες,  μὴ τὰ αὐτὰ πάσχωσι· Μάλιστα μὲν πείσονται, κἂν μὴ παραυτὰ πάθωσιν· ἂν δὲ νῦν  ἐκφύγωσι,  τότε φοβήθητι  μᾶλλον·  ἐπὶ μείζονι  γὰρ κολάσει τηροῦνται. Μᾶλλον δὲ κἂν αὐτοὶ διαφύγωσιν, ἀλλ' οἱ κληρονομήσαντες τὰ αὐτῶν τὰ αὐτὰ πείσονται. Καὶ ποῦ τοῦτο δίκαιον, φησί; Καὶ σφόδρα δίκαιον. Καὶ γὰρ ὁ διαδεξάμενος κλῆρον ἀδικίας γέμοντα, εἰ καὶ αὐτὸς μὴ ἥρπασεν, ἀλλ' ὅμως οἶδεν ἀκριβῶς, ὅτι τὰ ἑτέρων ἔχει, καὶ διὰ τοῦτο δίκαιος ἦν παθεῖν. Ταῦτα δὲ καὶ οἱ τῶν ἔξωθεν  ἴσασι  νόμοι,  οἳ  τοὺς  ἁρπάσαντας  καὶ  ὑφελομένους   ἀφέντες,  ἐκείνους κελεύουσιν ἀπαιτεῖν παρ' οἷς ἂν εὕροι τις τὰ αὐτοῦ κείμενα ἅπαντα. Εἰ μὲν οὖν οἶδας τοὺς ἠδικημένους, ἀπόδος μετὰ πολλῆς  τῆς προσθήκης κατὰ τὸν Ζακχαῖον· εἰ δὲ ἀγνοεῖς, εἰς τοὺς δεομένους ταῦτα διάνειμαι, καὶ παραμυθήσῃ καὶ οὕτω τὸ δεινόν. Ἐὰν γὰρ πάντα τὰ παρ' ἑτέρων δῶμεν, οὐδὲν κέρδος ἡμῖν. Καὶ δείκνυσιν ὁ Ζακχαῖος, ὃς  τότε  ἔφησεν  ἐξιλεοῦσθαι  τὸν  Θεὸν, δοὺς  τῶν  ἀφαιρεθέντων  τετραπλασίονα. Ἡμεῖς δὲ μυρία ἁρπάζοντες, καὶ ὀλίγα διδόντες, νομίζομεν ἵλεων ποιεῖν τὸν Θεόν. Εἰ γὰρ τὰ δεύτερα προσενεγκὼν ὁ Κάϊν, καὶ ταῦτα οὐδὲ ἠδικηκὼς ἕτερον, ἔδωκε δίκην ἐσχάτην· ὅταν ἐξ ἁρπαγῆς καὶ πλεονεξίας προσφέρωμεν, πῶς οὐ πεισόμεθα χαλεπώτερα;  Τί  τὸν  ∆εσπότην  ὑβρίζεις  ἀκάθαρτα  δῶρα  προσάγων  αὐτῷ;  Οὐ βούλεται  Χριστὸς πλεονεξίᾳ  τρέφεσθαι,  οὐδὲ  δέχεται  τοιαύτην  τροφήν.  Βέλτιον λιμῷ τηκόμενον περιορᾷν, ἢ τρέφειν ἀπὸ τοιούτων αὐτόν· βέλτιον οὐδὲν δοῦναι, ἢ τὰ ἄλλων ἑτέροις. Εἰπὲ γάρ μοι, εἴ τινας εἶδες δύο, τὸν μὲν γυμνὸν, τὸν δὲ ἱμάτιον ἔχοντα·  εἶτα  τὸν  ἔχοντα  τὸ  ἱμάτιον  ἀποδύσας περιέβαλες  τὸν  γυμνὸν,  ἆρ'  οὐκ ἠδίκησας; Παντί που δῆλον.  Εἰ δὲ ὅπερ ἔλαβες ἑτέρῳ δοὺς ἅπαν, ἠδίκησας, οὐκ ἠλέησας· ὅταν  μηδὲ τὸ πολλοστὸν  μέρος δῷς  ὧν  ἁρπάζεις, καὶ ἐλεημοσύνην  τὸ πρᾶγμα καλῇς, ποίαν οὐχ ὑποστήσῃ τιμωρίαν; Εἰ ὁ Λάζαρος ἀδικηθεὶς μὲν οὐδὲν παρὰ τοῦ πλουσίου, μὴ ἀπολαύσας δὲ τῶν ἐκείνου, πικρὸς ἕστηκε κατήγορος, τίνος ἀπολογίας τεύξονται οἱ πρὸς τῷ μὴ ἐλεεῖν οἴκοθεν καὶ τὰ ἀλλότρια λαμβάνοντες; Εἰ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστὸν, μετὰ τοῦ διαβόλου καταδικάζονται τῷ πυρὶ τῷ ἀσβέστῳ· οἱ καὶ λιμῷ αὐτὸν παραδιδόντες, δι' ὧν ἁρπάζουσι, καὶ ἐνδεδυμένον γυμνοῦντες,  καὶ ξένον ὄντα οὐ μόνον οὐ συναγαγόντες,  ἀλλὰ καὶ ἐλάσαντες, καὶ ἀῤῥωστοῦντα οὐ μόνον οὐκ ἐπισκεψάμενοι, ἀλλὰ καὶ ἐπὶ πλέον συντρίψαντες, καὶ οὐ μόνον δεδεμένον οὐκ ἰδόντες, ἀλλὰ καὶ λελυμένον εἰς δεσμωτήριον παρασκευάσαντες ἐμβαλέσθαι, πόσην ὑποστήσονται τιμωρίαν; Εἰ ὁ τοὺς φιλοῦντας ἀγαπῶν, οὐδὲν ἄμει 63.668 νον τῶν ἐθνικῶν  διακείσεται· ὁ τοῖς μηδὲν ἠδικηκόσιν ἐπηρεάζων, ποίαν ἕξει συγγνώμην; Εἰ ὁ τῶν ἑαυτοῦ μὴ μεταδιδοὺς κατήγορον ἔχει τὸν οὐκ ἐλεηθέντα· ὁ καὶ τὰ ἀλλότρια ἁρπάζων ποίας τεύξεται συγγνώμης, Οὐ γὰρ τὸ τὰ ἀλλότρια ἁρπάζειν μόνον, ἀλλὰ καὶ τὸ τῶν ἑαυτοῦ μὴ μεταδιδόναι ἑτέροις, καὶ τοῦτο ἁρπαγὴ καὶ πλεονεξία καὶ ἀποστέρησίς ἐστιν. Εἰ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστὸν, τοσοῦτον ἐπὶ τὴν κεφαλὴν αὐτῶν εἵλκυσαν πῦρ· οἱ καὶ τὰ μηδὲν αὐτοῖς προσήκοντα  ἁρπάζοντες,  καὶ  τὰ  ἑτέρων  ἀδίκως  περιβαλλόμενοι,  καὶ  τὰς  τῶν ὀρφανῶν   καὶ   χηρῶν   ἀνατρέποντες   οἰκίας,   ποίας   ἀπολαύσονται   παραμυθίας; Φρίξωμεν τοίνυν τὸ πρᾶγμα· φύγωμεν τὴν ἁμαρτίαν· φεύξομεν δὲ, ἂν ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν ἀδικήσαντας, τοὺς πλεονεκτήσαντας καὶ ἀπελθόντας· οὐχὶ τῶν μὲν χρημάτων αὐτῶν καὶ πόνων ἀπολαύουσιν ἕτεροι, αὐτοὶ δὲ ἐν κολάσει καὶ τιμωρίᾳ καὶ τοῖς  ἀνηκέστοις  κακοῖς; Πῶς οὖν  οὐκ ἐσχάτης ταῦτα  ἀνοίας,  κόπτεσθαι  καὶ ταλαιπωρεῖν, ἵνα καὶ ζῶντες τοῖς πόνοις κατατεινώμεθα, καὶ ἀπελθόντες τὰς ἀφορήτους ὑπομένωμεν κολάσεις καὶ τιμωρίας; Τί τοίνυν τοῦ ἅρπαγος ἐλεεινότερον γένοιτ' ἂν,  ὅταν  τὰ  μὲ συλλεγέντα  ἅπαντα  πολλάκις  ἐχθροὶ  καὶ  πολέμιοι  πρὸς ἀλλήλους  διενείμαντο·  τὰ δὲ ἐκ τούτων  ἐπισωρευθέντα  αὐτῷ ἁμαρτήματα λαβὼν ἄπεισι, τὰς ὑπὲρ τούτων παρανομίας μετὰ πολλῆς ἀπαιτούμενος τῆς ἀκριβείας; Ἄρα τί  τῶν  πλεονεκτῶν  γένοιτ' ἂν  χαλεπώτερον,  ὅτι  καὶ τὴν  ζωὴν  αὐτῶν  θανάτου παντὸς χαλεπωτέραν  ἐργάζονται, τῆς φροντίδος καὶ τῆς ἀθυμίας καὶ τῆς διηνεκοῦς ἀγρυπνίας κατεσθιούσης αὐτὴν καὶ κατὰ μικρὸν δαπανώσης, καὶ πᾶσαν ἡδονὴν καὶ ἀρετῆς καὶ κακίας ἐντεῦθεν  ἐλαύνοντες;  Καὶ ἐν μὲν τῷ κερδαίνειν  κἂν τὰ πάντα περιβάλωνται,  οὐδεμιᾶς αἰσθάνονται ἡδονῆς, τῷ τῶν πλειόνων  ἐφίεσθαι· ἐν δὲ τῷ ζημιοῦσθαι, κἂν ὀβολὸν ἀπολέσωσι, πάντων ἡγοῦνται χαλεπώτερα πεπονθέναι, καὶ αὐτῆς ἐκπεπτωκέναι  νομίζουσι τῆς ζωῆς. Κἂν γυναῖκα ὁ τοιοῦτος ἔχῃ, κἂν παιδία, κἂν φίλους, ἂν μὴ πάντοθεν ἐξῇ κερδαίνειν αὐτῷ, τῶν φύσει πολεμίων αὐτῷ οὗτοι

πολεμιώτεροι   καταφαίνονται.   ∆ικαίως  γάρ  τίς  φησι  εἶναι   φιλαργύρου   μηδὲν ὠμότερον. Ὁ γὰρ τοιοῦτος καὶ ἑαυτὸν ἀποδίδοται, καὶ κοινὸς περιέρχεται τῆς οἰκουμένης ἐχθρὸς, ἀλγῶν ὅτι μὴ χρυσίον φέρει ἀντὶ τῶν ἀσταχύων ἡ γῆ, καὶ ἀντὶ τῶν ναμάτων αἱ κρῆναι, καὶ ἀντὶ τῶν λίθων τὰ ὄρη· δυσχεραίνων πρὸς τὴν ἄλλων εὐετηρίαν,   ἐν   τοῖς   κοινοῖς   ἀγαθοῖς   συνεσταλμένος,   πᾶσαν   ἀποστρεφόμενος πρόφασιν, ὅθεν οὐκ ἔστιν ἀργύριον λαβεῖν· πάντα ὑπομένων ὅθεν καὶ δύο συλλέξαι μόνον  ὀβολοὺς ἔνι· ἅπαντας  μισῶν, τοὺς πένητας,  τοὺς πλουτοῦντας· τοὺς μὲν, μήποτε προσελθόντες αἰτήσωσι, τοὺς δὲ, ὅτι μὴ τὰ ἐκείνων ἔχῃ· ἅπαντας τὰ αὐτοῦ νομίζει κεκτῆσθαι, καὶ ὡς παρὰ πάντων  ἠδικημένος, οὕτω πρὸς ἅπαντας διάκειται. Καὶ ὅπερ ἐστὶ μαινομένῳ  ξίφος.  τοῦτο  καὶ  φιλαργύρῳ  πλοῦτος,  μᾶλλον  δὲ καὶ πολλῷ χαλεπώτερον. Ὁ μὲν γὰρ μαινόμενος τὸ ξίφος λαβὼν καὶ ὠθήσας δι' ἑαυτοῦ, τῆς τε μανίας ἀπηλλάγη, καὶ οὐκέτι δευτέραν λαμβάνει πληγήν· ὁ δὲ φιλάργυρος μυρία χαλεπώτερα ἐκείνου τραύματα καθ' ἑκάστην δέχεται τὴν ἡμέραν, οὐκ ἀπαλλάττων  τῆς  μανίας  ἑαυτὸν,  ἀλλ' ἐπιτείνων  μειζόνως·  καὶ ὅσῳπερ ἂν  λάβῃ πλείονα τραύματα, τοσούτῳ μᾶλλον ὑπόθεσιν ἑτέρας παρέχει πληγῆς χαλεπωτέρας. Τί τοίνυν τοῦ πλεονέκτου γένοιτ' ἂν χαλεπώτερον; ὅτι μετὰ τὸ τὴν ψυχὴν ἀπολέσαι τὴν ἑαυτοῦ καὶ τὸ σῶμα μυρίαις κα 63.669 τατεῖναι φροντίσι, καὶ τρυφῆς καὶ ἡδονῆς καὶ  τιμῆς  καὶ  δόξης  ἁπάσης  ἐστέρηται,  δι'  ἣν  μάλιστα  πολλὰ  ἁμαρτάνουσιν ἄνθρωποι.   Καὶ  τὸ  δὴ  χαλεπώτερον,   ὅτι  μηδὲν   ἠδικημένος   κατὰ  τῶν   οὐδὲν ἠδικηκότων  ἐκθηριοῦται καὶ ὁπλίζεται, καὶ πάντα ἀπὸ τῆς ψυχῆς ῥίψας τὰ καλὰ, πρὸς πάντας ἐκπεπολέμωται. Οἱ μὲν γὰρ ἀδικούμενοι μισοῦσιν αὐτὸν, ἅτε καὶ κακῶς παθόντες· οἱ δὲ μηδέπω παθόντες,  δεδοικότες μὴ πάθωσι, καὶ συναλγοῦντες  τοῖς πεπονθόσι, τὸν αὐτὸν ἐπιδείκνυνται  πόλεμον· οἱ δὲ μείζους καὶ δυνατώτεροι δακνόμενοι  καὶ ἀγανακτοῦντες  ὑπὲρ τῶν  ταπεινοτέρων,  ἔτι δὲ καὶ βασκαίνοντες, ὁμοίως εἰσὶν ἐχθροὶ καὶ μισοῦσι. Καὶ τί λέγω τοὺς ἀνθρώπους; ὅταν γὰρ καὶ τὸν Θεὸν ἐκπεπολεμωμένον ἔχῃ, τίς αὐτῷ λοιπὸν ἐλπὶς ἔσται ἢ παραψυχή; Τοῦτο πλοῦτος, τὸ ἀδικεῖν, εἰπέ μοι; τοῦτο οὐ χαλεπώτερον  καταδίκου; ὁ κατάδικος δέδεται τὸ σῶμα, οὗτος δέδεται τὴν ψυχήν. Ὁρᾷς αὐτὸν δεσμώτην, καὶ οὐκ ἐλεεῖς αὐτόν; ∆ιὰ τοῦτο αὐτὸν, φησὶ, μισῶ, ὅτι δέδεται οὐκ ἀνάγκῃ, ἀλλὰ προαιρέσει τὴν ἅλυσιν ἐπισπασάμενος. Πάλιν σὺ πρὸς τοὺς πλουτοῦντας· πάλιν ὑμεῖς κατὰ τῶν ἁρπαζομένων. Ὑμεῖς οὐ κορέννυσθε ἐσθίοντες καὶ καταδάκνοντες τοὺς πένητας· καὶ ἐγὼ οὐ κορέννυμαι διορθούμενος ὑμᾶς. Ἀεὶ σὺ τοῖς πλουσίοις κεκόλλησαι· ἀεὶ καὶ σὺ τῷ πένητι κεκόλλησαι. Ἀπόστηθι τοῦ προβάτου μου, ἀπόστηθι τῆς ποίμνης μου· εἰ δὲ λυμαίνῃ μου τὴν ποίμνην, ἐγκαλεῖς, ὅτι διώκω σε; Οὐ διώκω σέ· λύκον διώκω. Εἰ μὴ εἶ λύκος, οὐ διώκω σε· εἰ δὲ διώκω σε, σαυτὸν αἰτιῶ ὅτι λύκος ἐγένου. Ἐὰν μὲν βασιλεὺς κελεύσῃ ἀπέχεσθαι τῶν ἑτέρου χρημάτων, μᾶλλον δὲ καὶ τὰ αὐτῶν δοῦναι, πάντες ἑτοίμως εἰσφέρομεν· τοῦ δὲ Θεοῦ κελεύοντος μὴ ἁρπάζειν, οὐκ ἀνεχόμεθα, ἀλλὰ προτιμῶμεν τοῦ Θεοῦ τοὺς ἀνθρώπους· καὶ πῶς οὐ δεινόν; Εἰ γὰρ καὶ ἐξ ἴσου τιμῶντες ἄνθρωπον τοῦ Θεοῦ, ὑβρίζομεν τὸν Θεόν· πόσῳ μᾶλλον, ὅταν προτιμῶμεν ἀνθρώπους;  Βαρὺ τὸ ῥῆμα καὶ ἐπαχθές·  οἶδα κἀγώ· ἀλλὰ  δείξατε  ὅτι  φορτικὸν, φυγόντες  τὸ  ἔργον·  εἰ  δὲ  τὸ  ἔργον  οὐ  δεδοίκατε,  πῶς  ὑμῖν  πιστεῦσαι δύναμαι λέγουσιν,  ὅτι  Τὰ ῥήματα δεδοίκαμεν,  καὶ  βαρεῖς ἡμᾶς; Ὑμεῖς ἑαυτοὺς  τῷ  ἔργῳ βαρεῖτε, καὶ  οὐδεὶς  λόγος·  ἐγὼ  δὲ  ἂν  τὰ  ῥήματα  εἴπω,  ὧν  ὑμεῖς  τὰ  πράγματα πράττετε, ἀγανακτεῖτε;  καὶ πῶς  οὐκ ἄτοπον; Γένοιτο ψεῦδος εἶναι  τὰ παρ' ἐμοῦ λεγόμενα. Βούλομαι αὐτὸς λοιδορίας δόξαν λαβεῖν κατ' ἐκείνην τὴν ἡμέραν, ὡς εἰκῆ καὶ μάτην λοιδορησάμενος ὑμῖν, ἢ ὑμᾶς ἰδεῖν ὑπὲρ τοιούτων ἐγκαλουμένους. Ὁ γὰρ ὀρύσσων βόθρον  τῷ  πλησίον,  εἰς  αὐτὸν  ἐμπεσεῖται.  Καὶ καθάπερ  αἱ  ὠδίνουσαι γυναῖκες ὑπὸ τῶν ὀδυνῶν διακόπτονται· οὕτω καὶ ὁ δόλον ἐργαζόμενος, πρὶν ἢ τὸν πλησίον ἀδικῆσαι, αὐτὸς διακόπτεται  καὶ ὀδυνᾶται, καὶ οὐχ ὡς ἔτυχεν,  ἀλλὰ καὶ

μετὰ πολλῆς  τῆς δριμύτητος. Κἂν γὰρ μυριάκις πονηρός τις ᾖ, τὸ κριτήριον  τοῦ συνειδότος οὐ διαφθείρεται· φυσικὸν γάρ ἐστι καὶ παρὰ τοῦ Θεοῦ ἡμῖν παρὰ τὴν ἀρχὴν ἐντεθέν· κἂν μυρία φιλονεικήσωμεν,  ἐφέστηκεν ἐκεῖνο καταβοῶν, κολάζον, καταδικάζον·  καὶ οὐκ ἔστιν οὐδεὶς  τῶν  ἐν  κακίᾳ ζώντων,  ὃς οὐ μυρίαν  ὀδύνην ὑπομένει, καὶ βουλευόμενος τὰ κακὰ, καὶ εἰς ἔργον ἐκφέρων τὴν βουλήν. Τί γὰρ τοῦ Ἀχαὰβ  πονηρότερον;  ἀλλ'  ὅμως  ἐκεῖνος  ἐπιθυμήσας  τοῦ  ἀμπελῶνος,  ἐννόησον πόσην ὀδύνην ἔσχε. Βασιλεὺς γοῦν ὢν καὶ πάντων  κρατῶν, καὶ οὐδένα ἔχων  τὸν ἀντιλέγοντα,  ἐπειδὴ  τοῦ  συνειδότος  τὴν  ψῆφον  οὐκ  ἤνεγκεν,  εἰσῆλθε σκυθρωπάζων, κάτω κύπτων, συγκεχυμένος, πολλὴν ἀχλὺν ἐπὶ τῆς ὄψεως φέρων,63.670 τῆς ἀπὸ τοῦ συνειδότος καταδίκης τὸν ἔλεγχον ἐπὶ τοῦ προσώπου κηρύττων,καὶ  οὐ  δυνάμενος  συσκιάσαι τὴν  ἀπὸ  τῆς  ἀθυμίας  ἐγγενομένην   αὐτῷ  ὀδύνην. Βούλεσθε γνῶναι  σαφῶς, πῶς  οὐκ ἀφίησιν  ἀνθρώπους  εἶναι  τοὺς ἀνθρώπους  ὁ πλοῦτος, ἀλλὰ θηρία καὶ δαίμονας; Αὐχμὸς κατέλαβέ ποτε τὴν πόλιν τὴν ἡμετέραν, καὶ ἦν ἰδεῖν  χαλκοῦν  τὸν οὐρανὸν  γεγενημένον,  καὶ τὸν θάνατον  τῶν  ἁπάντων θανάτων χαλεπώτερον καθ' ἑκάστην προσδοκώμενον τὴν ἡμέραν, καὶ Θεὸν παρακαλούμενον  λῦσαι τοῦτο  τὸ δέος· οὗ τῇ  φιλανθρωπίᾳ  παρ' ἐλπίδα  ἅπασαν πολὺς καὶ ἄπειρος ὑετὸς ἄνωθεν κατεφέρετο. Πάντων οὖν ἐν πανηγύρει καὶ ἑορτῇ καθεστώτων, ἅτε ἐξ αὐτῶν ἀναβάντων τῶν τοῦ θανάτου πυλῶν, τῶν πλουτούντων τις, στυγνὸς, κατηφὴς, ἀποτεθνηκὼς  ὑπὸ ἀθυμίας περιῄει· καὶ πολλῶν  τὴν αἰτίαν πυνθανομένων,   οὐδὲ  κατασχεῖν  ἔνδον  ἴσχυσεν,  ἀλλ'  ὑπὸ  τῆς  τυραννίδος   τοῦ χαλεποῦ  τούτου πάθους κεντούμενος,  εἰς μέσον τὴν αἰτίαν  ἐξήνεγκε· Μυρία γὰρ σίτου μέτρα κεκτημένος, φησὶν, οὐκ ἔχω πῶς διάθωμαι  ταῦτα λοιπόν.  Τί λέγεις; ἀλγεῖς ὅτι μὴ πάντες ἀπώλοντο, ἵνα σὺ συναγάγῃς χρυσίον; οὐκ ἤκουσας τί φησιν ὁ Σολομών· Ὁ τιμιουλκῶν  σῖτον, δημοκατάρατος; ἀλλὰ περιέρχῃ κοινὸς ἐχθρὸς τῶν τῆς οἰκουμένης ἀγαθῶν, καὶ τῆς τοῦ ∆εσπότου φιλοτιμίας πολέμιος, καὶ τοῦ μαμωνᾶ φίλος,  μᾶλλον  δὲ δοῦλος; Οὐ γὰρ ἐκκοπῆναι  τὴν  γλῶτταν  ἐκείνην  ἔδει; οὐ γὰρ σβεσθῆναι τὴν καρδίαν τὴν ταῦτα τεκοῦσαν τὰ ῥήματα; Τί γὰρ αὐτοῦ ἐλεεινότερον γένοιτ' ἂν τοῦ πλουσίου, τοῦ δι' αὐτὸ τοῦτο ἀλγοῦντος,  ὅτι ἄπειρα κέκτηται, καὶ δυσχεραίνοντος ὡς ἀπολωλεκέναι  νομίζοντος, καὶ καθ' ἑκάστην ἡμέραν εὐχομένου γενέσθαι λιμὸν, ἵνα αὐτῷ χρυσίον προσγένηται; Πῶς ὑμῖν ὑπογράψω βούλεσθε τὰ τοῦ πλεονέκτου πάθη καὶ ἅρπαγος; τί γὰρ τῶν χειρῶν ἐκείνων μιαρώτερον; τί τῶν ὀφθαλμῶν  ἐκείνων ἀναισχυντότερον,  ἢ ἀναιδέστερον καὶ κυνικώτερον; Οὐ βλέπει τοὺς ἀνθρώπους ἀνθρώπους, οὐδὲ τὸν οὐρανὸν οὐρανὸν, ἀλλὰ πάντα χρήματα εἶναι νομίζει. Οἱ γὰρ ἀνθρώπων ὀφθαλμοὶ πένητας εἰώθασιν ὁρᾷν καταπεπονημένους, καὶ ἐπικλᾶσθαι· οἱ δὲ ἅρπαγες ὁρῶσι πένητας, καὶ μᾶλλον ἐκθηριοῦνται. Οἱ ἀνθρώπων ὀφθαλμοὶ  οὐ  τῶν  ἄλλοις  δεδομένων  ἐφίενται,  ἀλλὰ  καὶ  τὰ  αὐτῶν  εἰς  ἑτέρους κενοῦσιν· οὗτοι δὲ οὐκ ἀνέχονται,  εἰ μὴ τὰ πάντων  λαβόντες  ἰδιοποιήσαιντο. Οἱ ἀνθρώπων ὀφθαλμοὶ γυμνὸν ἰδεῖν τὸ σῶμα τοῦ πλησίον οὐκ ἀνέχονται· οὗτοι δὲ, εἰ μὴ  πάντας   γυμνώσαιεν,   καὶ   τὰ   πάντων   οἴκοι   κατάθοιντο,   οὐδέποτε   κόρον λαμβάνουσι· μᾶλλον δὲ οὐδὲ τότε ἐμπίπλανται. ∆ιόπερ οὐδὲ θηρίων τὰς χεῖρας τὰς τούτων   ἄν  τις  εἶναι   φαίη   μόνον,  ἀλλὰ  καὶ  τούτων   ἀγριωτέρας   πολλῷ   καὶ χαλεπωτέρας. Ἄρκοι μὲν γὰρ καὶ λύκοι, ἐπειδὰν λάβωσι κόρον τῆς τοιαύτης τροφῆς, ἀφίστανται· οὗτοι δὲ κόρον οὐκ ἔχουσι. Καίτοι διὰ τοῦτο χεῖρας ἡμῖν ἐποίησεν ὁ Θεὸς, ἵνα ἑτέροις βοηθῶμεν, οὐχ ἵνα ἐπιβουλεύωμεν·  ἐπεὶ εἰ μέλλοιμεν  εἰς τοῦτο αὐταῖς  κεχρῆσθαι, βέλτιον  αὐτὰς  ἐκκοπῆναι  καὶ χωρὶς  τούτων  εἶναι.  Ὅταν γὰρ πρόβατον μὲν σπαραττόμενον ὑπὸ θηρίου τις ἰδὼν ἀλγῇ, καὶ τὴν ψυχὴν δάκνηται, εἰς δὲ τὸν ὁμόφυλον τοῦτο αὐτὸ ἐργαζόμενος, οὐ νομίζῃ τι ποιεῖν δεινόν· πῶς ἂν εἴη ἄνθρωπος ὁ τοιοῦτος, ἀλλ' οὐ θηρίον, καὶ τοῦ θηρίου χείρων; Τὰ μὲν γὰρ θηρία τῇ φύσει ἐστὶ τοιαῦτα· οἱ δὲ πλεονέκται κατὰ φύσιν τὸ ἥμερον ἔχοντες, παρὰ φύσιν εἰς τὸ  θηριῶδες  ἑαυτοὺς  ἐξάγειν  βιάζονται.  Τῶν  τοιούτων  καὶ  τὰ  στό 63.671 ματα θηρίων ἐστὶ στόματα· μᾶλλον δὲ καὶ τούτων ἀγριώτερα· καὶ γὰρ ῥήματα φθέγγονται μᾶλλον  ἐκείνων  τῶν  ὀδόντων  ἰὸν  ἀφιέντα,  φόνον  ἐργαζόμενα.  Εἰ δὲ  καὶ  τὴν διάνοιάν  τις  ἐξετάσειε τῶν  τοιούτων,  οὐκ ἔτι  θηρία  μόνον,  ἀλλὰ  καὶ  δαίμονας αὐτοὺς προσερεῖ· καὶ γὰρ πολλῆς γέμουσι τῆς ἀπηνείας καὶ τῆς πρὸς τὸν ὁμόδουλον ἔχθρας. Οἱ μὲν  γὰρ δαίμονες  τοὺς ἐπιβουλευομένους  ἀνθρώπους  συμπράττοντας ἑαυτοῖς ἔχουσιν· ὡς εἰ μὴ συνέπραττον, τὸ πλέον τῶν ἐπιβουλῶν  τῶν καθ' ἡμῶν ἐκείνοις ἀνῄρητο· οὗτοι δὲ καὶ φιλονεικούντων αὐτοῖς τῶν ἐπηρεαζομένων κρατεῖν ἐπιχειροῦσι. Καὶ οὔτε βασιλείας  ἔρως ἐκεῖ, οὔτε  γεέννης  φόβος, οὐκ αἰδὼς  τῶν ἀνθρώπων,  οὐκ ἔλεος, οὐ συμπάθεια, ἀλλ' ἀναισχυντία καὶ ἰταμότης καὶ ὑπεροψία τῶν μελλόντων  ἁπάντων, καὶ μῦθος αὐτοῖς εἶναι δοκεῖ τὰ τοῦ Θεοῦ ῥήματα. Ὄντως θηρίων χαλεπωτάτων, τὸ μὴ ὑπό τινος ἀδικουμένους αὐτοὺς ἄρχειν ἀδικίας· μᾶλλον δὲ οὐδὲ θηρίων. Ἐκεῖνα γὰρ ἂν ἀφῇς ἐπὶ τῆς ἐρήμου νέμεσθαι, καὶ μὴ στενοχωρήσας εἰς ἀνάγκην  καταστήσῃς, οὐδέποτε λυμανεῖται,  οὔτε προσελεύσεται, οὔτε δήξεται, ἀλλ' ἀπελεύσεται τὴν οἰκείαν ὁδόν· σὺ δὲ ἄνθρωπος ὢν λογικὸς, τετιμημένος ἀρχῇ τοσαύτῃ καὶ τιμῇ καὶ δόξῃ, οὐδὲ τὰ θηρία μιμῇ περὶ τοὺς ὁμοφύλους,  ἀλλὰ  τὸν ἀδελφὸν  ἀδικεῖς καὶ κατεσθίεις; καὶ πόθεν ἀπολογήσεσθαι δυνήσῃ; Οὐχ ὁρᾷς τὴν μέλισσαν, ἧς τὴν  ἐργασίαν βασιλεῖς καὶ ἰδιῶται  πρὸς ὑγείαν  προσφέρονται, πῶς οὐδὲν αὐτῆς προΐσταται τὸ μὴ ἀποθανεῖν  ποιοῦσαν κακῶς, ἀλλ' ἐναποθνήσκει τῷ κέντρῳ; ∆ιὰ ταύτης  παιδεύθητι  μὴ λυπεῖν  τοὺς πλησίον· αὐτοὶ γὰρ τὸν  θάνατον δεχόμεθα  πρότερον.  Ἐκείνους  μὲν  γὰρ  πρὸς μικρὸν  ἴσως  ἐλυπήσαμεν,  αὐτοὶ  δὲ οὐκέτι ζησόμεθα, ὡς οὐδὲ ἐκείνη. ∆ιὰ τοῦτο χρήματα λέγεται, ἵνα χρώμεθα εἰς δέον, οὐχ ἵνα φυλάττωμεν·  τοῦτο γὰρ οὐκέτι κτήσασθαι, ἀλλὰ κτηθῆναι.  Εἰ γὰρ τοῦτο μέλλοιμεν σκοπεῖν, ὅπως αὐτὰ πολλὰ ποιήσωμεν, οὐχ ὅπως εἰς δέον ἀπολαύσωμεν, ἀνατέτραπται  ἡ τάξις, καὶ ἐκεῖνα μᾶλλον ἡμᾶς κέκτηται, οὐχ ἡμεῖς ἐκεῖνα. Ὁ γὰρ χρημάτων  ἐρῶν,  οὐ  μόνον  τοὺς  ἐχθροὺς  οὐκ  ἀγαπήσει, ἀλλὰ  καὶ  τοὺς  φίλους μισήσει. Οὐδὲ γὰρ συγγένειαν οἶδεν ὁ τοιοῦτος, οὐ συνηθείας μέμνηται, οὐχ ἡλικίαν αἰδεῖται, οὐ φίλον  ἔχει τινά· ἀλλὰ πρὸς πάντας ἀπεχθῶς διακείσεται, καὶ, πρὸ τῶν ἄλλων πάντων, πρὸς ἑαυτὸν, οὐ τῷ μόνον ἀπολλύναι τὴν ψυχὴν τὴν ἑαυτοῦ, ἀλλὰ καὶ τῷ μυρίαις ἑαυτὸν  κατατείνειν  φροντίσι.  Καὶ ὁ μὲν  χρημάτων  καταφρονῶν, ἔστησε τὴν ἐπιθυμίαν· ὁ δὲ πλουτεῖν βουλόμενος καὶ περιβάλλεσθαι, πλεῖον ἀνῆψε μᾶλλον,  καὶ οὐδέποτε ἵσταται, ἀλλὰ  κἂν μυρία λάβῃ τάλαντα,  ἑτέρων  τοσούτων ἐπιθυμεῖ· κἂν τούτων ἐπιτύχῃ, πάλιν δὶς τοσούτων ἄλλων ἐφίεται· καὶ προϊὼν, καὶ τὰ ὄρη καὶ τὴν γῆν καὶ τὴν θάλατταν,  καὶ πάντα εὔχεται αὐτῷ γενέσθαι χρυσίον, καινήν· τινα μανίαν μαινόμενος καὶ φοβερὰν, καὶ οὐδέποτε σβεσθῆναι δυναμένην. Ὅταν γὰρ ἑτέροις τὰ ἑαυτῶν δοῦναι προσταττόμενοι, τὰ ἑτέρων ἁρπάζωμεν, τίς ἄρα ἡμῖν  ἐστι  σωτηρίας  ἐλπίς;  Εἰ μὴ  πεινῶντα   ἔθρεψας,  κολάζῃ·  εἰ  καὶ  ἀπέδυσας ἐνδεδυμένον,  ποίας τεύξῃ 63.672 συγγνώμης;  Εἰπὲ δή μοι, εἴ τίς σε εἰς Περσικὴν ἤγαγε γῆν ὀψόμενον τὰ ἐκεῖ καὶ ἐπανήξοντα, εἶτα ἐκέλευσεν οἰκίαν δείμασθαι· ἆρα οὐκ ἂν αὐτοῦ κατέγνως ἄνοιαν τὴν ἐσχάτην, ὡς ἀκαίρως δαπανᾷν κελεύοντος; Πῶς οὖν ἐπὶ τῆς γῆς τὸ αὐτὸ τοῦτο ποιεῖς, ἣν μικρὸν ὕστερον ἀπολείψεις;  Ἀλλὰ τοῖς παιδίοις καταλείψω, φησίν. Ἀλλὰ καὶ ἐκεῖνοι μικρὸν ὕστερον καταλείπουσι μετὰ σὲ, πολλάκις δὲ καὶ πρὸ σοῦ. ∆ιὰ τοῦτο οὖν πλεονεκτεῖς,  καὶ τὰ τῶν ἄλλων  ἁρπάζεις, ἵνα σοι ὁ τοῦ ἵππου χαλινὸς ἀλείφηται πολλῷ τῷ χρυσῷ, καὶ ὁ τῆς οἰκίας ὄροφος καὶ αἱ τῶν κιόνων κεφαλαί; καὶ πόσης οὐκ ἂν εἴη ταῦτα γεέννης ἄξια, ὅταν τὸν ἀδελφὸν τὸν οὕτω παρὰ τοῦ ∆εσπότου σου τιμηθέντα, ἵνα λίθους καλλωπίσῃς καὶ ἔδαφος, καὶ σώματα ζώων ἀλόγων οὐδὲ αἰσθανομένων  τοῦ κόσμου, εἰς μυρίας ἐμβάλλῃς συμφοράς; Καὶ ὁ μὲν κίων ἐν ἐπιμελείᾳ πολλῇ, ὁ δὲ ἄνθρωπος, μᾶλλον δὲ ὁ Χριστὸς, διὰ τὸν κίονα καὶ τὰ εἰρημένα ἅπαντα  εἰς ἔσχατον κατακλείεται  λιμόν. Κἂν μὲν θρόνον κατασκευάσαι δέῃ, κἂν ὑποπόδιον, πάντα ἀπὸ χρυσοῦ καὶ ἀργύρου κατασκευάζεται· τὸ δὲ τοῦ Χριστοῦ μέλος, καὶ δι' ὃν ἐξ οὐρανοῦ παραγέγονεν, οὐδὲ τῆς ἀναγκαίας ἀπολαύει τροφῆς, ἀλλὰ πάντων  σοι γέγονεν  ὁ Χριστὸς ἀτιμότερος. Καὶ τί τῆς τοιαύτης παρανομίας χαλεπώτερον;  Πόσοι ποταμοὶ πυρὸς ἀρκέσουσι τῇ τοιαύτῃ ψυχῇ, ὅταν τὰ μὲν ἄλογα ἀγαπᾷ τὰ συγγενῆ, καὶ ἀρκῆται τῇ συγγενείᾳ τῆς φύσεως εἰς τὴν πρὸς ἄλληλα φιλοστοργίαν· σὺ δὲ μετὰ τῆς φύσεως καὶ μυρίας ἔχων ὑποθέσεις  φιλίας,  ἐκείνων  ἀγριώτερος  δείκνυσαι;  Μὴ δὴ  ἀμφοτέρωθεν παροξύνωμεν τὸν Θεὸν, καὶ συνάγοντες ὅθεν οὐ χρὴ, καὶ σκορπίζοντες εἰς ἅπερ οὐ δεῖ. Πόσης γὰρ οὐκ ἂν  ἄξιον  εἴη ὀργῆς, ὅταν  τῇ πόρνῃ  δίδως,  παρατρέχων  τὸν πένητα; Εἰ γὰρ καὶ ἐκ δικαίων πόνων παρεῖχες, οὐχὶ ἔγκλημα ἦν τὸ πρᾶγμα, μισθὸν κακίας  παρέχειν,  καὶ ὑπὲρ ὧν  κολάζειν  ἐχρῆν, ὑπὲρ τούτων  τιμᾷν; ὅταν  δὲ καὶ ὀρφανοὺς  ἀποδύων,  καὶ χήρας ἀδικῶν  τρέφῃς  ἀσέλγειαν,  ἐννόησον  ἡλίκον  τοῖς τοιαῦτα  τολμῶσιν  ἔσται  τὸ  πῦρ.  Φοβήθητε  ὅσοι  τοὺς  πένητας  ἀδικεῖτε·  ἔχετε δύναμιν ὑμεῖς καὶ πλοῦτον καὶ χρήματα καὶ δικαστῶν εὔνοιαν, ἀλλ' ἔχουσιν ἐκεῖνοι πάντων   ἰσχυρότερον  ὅπλον,  τοὺς  στεναγμοὺς  καὶ  τοὺς  θρήνους  καὶ  αὐτὸ  τὸ ἀδικεῖσθαι, ἅπερ τὴν ἐκ τῶν οὐρανῶν ἐπισπᾶται συμμαχίαν. Ταῦτα τὰ ὅπλα οἰκίας ὀρύττει, θεμελίους κατασκάπτει, πόλεις ἀνεῖλεν, ὁλόκληρα ἔθνη κατεπόντισε. Τοσαύτη τῶν ἐπηρεαζομένων παρὰ τῷ Θεῷ ἡ πρόνοια. Μέγα γὰρ καὶ ἰσχυρὸν ὅπλον στεναγμὸς  ἀδικουμένων  ἀνθρώπων.  Αἰδεῖται τὴν  εὐγνωμοσύνην  αὐτῶν  ὁ Θεὸς, ὅταν κακῶς πάσχοντες μηδὲν μὲν πονηρὸν ἐκφέρωσι ῥῆμα, στενάζωσι δὲ μόνον ἢ ἀποδύρωνται τὰ οἰκεῖα κακά· καὶ τοῖς μὲν ἵλεως γίνεται, τιμωρεῖται δὲ τοὺς ἐπηρεάζοντας. Φύγωμεν τοίνυν  τὸ ἀδικεῖν, ἵν' ἵλεων  ἕξωμεν τὸν Θεὸν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.