Τετάρτη, 26 Φεβρουαρίου 2014

ΛΟΓΟΣ Ζʹ. Περὶ ταπεινοφροσύνης


ΛΟΓΟΣ Ζʹ. Περὶ ταπεινοsφροσύνης.
Ὅταν ἁμαρτία συμβεβλημένη ᾖ τῇ ταπεινοφροσύνῃ, οὕτω τρέχει μετ' εὐκολίας, ὡς δικαιοσύνην  μετὰ ἀπονοίας  οὖσαν ὑπερβῆναι καὶ προλαβεῖν· ἂν δὲ μετὰ  δικαιοσύνης  αὐτὴν  συνάψῃς,  ποῦ  οὐκ  ἂν  ἀφίξεται;  πόσους οὐ  διαβήσεται οὐρανούς;  παρ'  αὐτὸν  πάντως  στήσεται  τοῦ  Θεοῦ τὸν  θρόνον  ἀνὰ  μέσον  τῶν ἀγγέλων  μετὰ παῤῥησίας πολλῆς. Εἰ γὰρ οἱ τὰ οἰκεῖα ὁμολογοῦντες  ἁμαρτήματα, τοσαύτην ἑαυτοῖς προξενοῦσι τὴν παῤῥησίαν, οἱ τὰ πολλὰ μὲν ἑαυτοῖς συν 63.616 ειδότες ἀγαθὰ, ταπεινοῦντες δὲ ἑαυτῶν τὴν ψυχὴν, πόσων οὐκ ἐπιτεύξονται στεφάνων; Ὥστε, κἂν μυρία ἄνωθεν οἰκοδομήσῃς, κἂν ἐλεημοσύνην, κἂν εὐχὰς, κἂν νηστείας, κἂν πᾶσαν ἀρετὴν, ταύτης μὴ προκαταβληθείσης, πάντα εἰκῇ καὶ μάτην ἐποικοδομηθήσεται. Οὐδὲν γάρ ἐστιν, οὐδὲν τῶν ἡμετέρων κατορθωμάτων, ὃ χωρὶς αὐτῆς  στῆναι  δυνήσεται·  ἀλλὰ   κἂν  σωφροσύνην  εἴπῃς,  κἂν  παρθενίαν,   κἂν χρημάτων ὑπεροψίαν, κἂν ὁτιοῦν, πάντα ἀκάθαρτα καὶ ἐναγῆ καὶ βδελυρὰ, ταπεινοφροσύνης ἀπούσης. ∆ιὰ γὰρ 63.617 τοῦτο ἐκ δύο οὐσιῶν κατεσκεύασεν ἡμᾶς ὁ Θεὸς, ἵν', ὅταν μὲν εἰς ἀπόνοιαν ἐπαρθῇς, καταστείλῃ σε τὸ εὐτελὲς τῆς σαρκός· ὅταν δὲ ἀνάξιόν τι καὶ ἀγεννὲς τῆς δοθείσης σοι παρὰ Θεοῦ τιμῆς ἐννοήσῃς, ἀναγάγῃ πρὸς τὸν τῶν οὐρανίων δυνάμεων ζῆλον ἡ τῆς ψυχῆς εὐγένεια. Μέγα γὰρ ἀγαθὸν τὴν οἰκείαν  ἐπισκέπτεσθαι συγγένειαν,  καὶ εἰδέναι  πόθεν  συνεστήκαμεν. Καὶ γὰρ αὕτη ἀρκοῦσα διδασκαλία, ἡ τῆς φύσεως  ἐπίσκεψις, πάντα  τὰ πάθη καταστεῖλαι δυναμένη,  καὶ ποιῆσαι γαλήνην  ἐν  διανοίᾳ.  Ἀναλόγισαι  τὴν  φύσιν  σου καὶ τὴν κατασκευὴν, καὶ ἀρκεῖ σοι τοῦτο πρὸς τὸ κατεστάλθαι διηνεκῶς. Ἐπλάσθη ὁ Ἀδὰμ ἀπὸ τῆς γῆς, ἀλλ' οὐκ εἶδεν ὅπως ἐπλάσθη· οὐ γὰρ ἐχρῆν αὐτὸν μάρτυρα παρεῖναι


τῶν  γινομένων,   ἵνα  μὴ  ἐπαίρηται  κατὰ  τοῦ  Θεοῦ. Εἰ γὰρ  τοσαύτῃ  ταπεινώσει περιβεβλημένος  ἐπαίρεται, καὶ ἀγνοεῖ  τὸν κτίσαντα, καὶ ἀθετεῖ τὸν πλάσαντα· εἰ ἔλαβε τὸ ὑπὲρ τὴν φύσιν, τίς ἂν ἐχώρησεν αὐτοῦ τῆς ὑπερηφανίας τὴν ἀμετρίαν; ∆ιὰ τοῦτο ὁ Θεὸς πλάσας τὸν ἄνθρωπον, καὶ δυνάμεις μεγάλας ἐνέθηκε τῷ πλάσματι καὶ ταπεινώσεις  πολλὰς,  ἵνα διὰ μὲν τῆς ἐγκειμένης  δυνάμεως  ἡ χάρις τοῦ τεχνίτου θαυμάζηται, διὰ δὲ τῆς ταπεινώσεως  τὸ φρόνημα τὸ ἀνθρώπινον  καταστέλληται. Ἔδωκεν αὐτῷ γλῶσσαν φθεγγομένην,  Θεὸν ὑμνοῦσαν, τὰ θεῖα ᾄδουσαν, ἑρμηνεύουσαν τὰ κάλλη τῆς κτίσεως. ∆ιαλέγεται περὶ οὐρανοῦ καὶ γῆς μικρὸν σαρκίον ἡ γλῶττα, οὐδὲ δύο δακτύλων ἔχουσα μέτρον· καὶ τί λέγω δακτύλων; οὐδὲ ἄκρου ὄνυχος· ἀλλὰ τὸ ἄκρον ἐκεῖνο τὸ μικρὸν φθέγγεται περὶ οὐρανοῦ καὶ γῆς. Καὶ ἵνα μὴ νομίσῃ ὅτι μεγάλη τίς ἐστι, καὶ ὑπὲρ τὴν ἑαυτῆς φύσιν ἐπαίρηται, πολλάκις καὶ  φύματα  καὶ  τραύματα  αὐτῇ  περιπλέκεται,  ἵνα  μάθῃ  ὅτι  θνητὴ  οὖσα  περὶ ἀθανάτων λαλεῖ, καὶ ὀφείλει γνωρίζειν, τίς μὲν ἡ τοῦ κηρυττομένου δύναμις, καὶ τίς ἡ ἀσθένεια τοῦ κηρύττοντος. Ἔδωκεν αὐτῷ ὀφθαλμὸν, τὴν μικρὰν ἐκείνην κέγχρον, καὶ δι' αὐτῆς καθορᾷ πᾶσαν τὴν κτίσιν. Καὶ ἵνα μὴ περιλαμβάνων πᾶσαν τῇ ὄψει τὴν κτίσιν ἐπαίρηται, πολλάκις καὶ ὀφθαλμίαι καὶ λῆμαι καὶ δάκρυα καὶ ὅσα θολοῖ τὴν ὄψιν   ἐπιγεννᾶται·   ἵνα  ἀπὸ  μὲν  τῆς  ἀσθενείας  ἑαυτὸν   γνωρίζῃ,   ἀπὸ  δὲ  τῆς δημιουργίας  τὸν  τεχνίτην   ἐκθειάζῃ.  Εἰ  οὖν  τοιαύτην   ἀσθένειαν  περιφέρων  ὁ ἄνθρωπος, οὕτω τῆς ἰδίας εὐτελείας ἐπιλανθάνεται, ὡς καὶ κατὰ ∆ημιουργοῦ θρασύνεσθαι· εἰ ταύτης παντελῶς  ἀπήλλακτο τῆς ἀσθενείας, τίς ἂν αὐτὸν ἤνεγκεν ἐπαιρόμενον; Ἐννόησον τίνι κοινωνεῖς, ἄνθρωπε, φυσώμενος καὶ πρὸς ἀλαζονείαν ἐπαιρόμενος, καὶ τοῦ ξένου τὴν θεραπείαν ἐπαισχυνόμενος. Καὶ πῶς τοῦτο γένοιτ' ἂν, φησί; Εἰ γὰρ εὐγενής τις εἴη καὶ περιφανὴς καὶ λαμπρὸς καὶ ἐπίσημος, αὐτὸς τοῦ ξένου νίψει τοὺς πόδας; καὶ πῶς οὐκ αἰσχρόν; Αἰσχρὸν μὲν οὖν τὸ μὴ νίπτειν μᾶλλόν ἐστι. Κἂν γὰρ μυριάκις αὐτοῦ τὴν εὐγένειαν  ἐπάρῃς καὶ τὴν περιφάνειαν  καὶ τὴν λαμπρότητα,  τῆς  αὐτῆς  μετέχει  τῷ  νιπτομένῳ  φύσεως,  καὶ  σύνδουλός  ἐστι τοῦ θεραπευομένου καὶ ὁμότιμος. Ἐννόησον τίς τῶν  μαθητῶν  τοὺς πόδας ἔνιψε, καὶ παῦσαι περὶ εὐγενείας διαλεγόμενος. Τὸ γὰρ μὴ μέγα φρονεῖν ἐπὶ τοῖς οὖσιν, οὐ πρὸς τὰ  μέλλοντα  μόνον,  ἀλλὰ  καὶ  πρὸς  τὰ  παρόντα  ἐπιτήδειον.  Οὐδὲν γὰρ  οὕτως ἐπίφθονον,  ὡς ἄνθρωπος πλουτῶν·  ὅταν δὲ καὶ ἀπόνοια προσῇ τούτῳ, διπλοῦς ὁ κρημνὸς γίνεται. Ὁ δὲ μετριάζειν εἰδὼς ὑποτέμνει τῇ ταπει 63.618 νοφροσύνῃ τῆς βασκανίας τὴν τυραννίδα, καὶ μετὰ ἀσφαλείας ἔχει ἅπερ ἔχει· τοιοῦτον τὸ μέγεθος τούτου.  Οὐ γὰρ πρὸς τὰ μέλλοντα  ἡμᾶς ὠφελεῖ  μόνον,  ἀλλὰ  καὶ ἐντεῦθεν  ἤδη δίδωσι τὰς ἀμοιβάς. Μὴ τοίνυν  μέγα φρονῶμεν  ἐπὶ πλούτῳ, ἀλλὰ μηδὲ ἐφ' ἑτέρῳ μηδενί. Εἰ γὰρ ὁ ἐπὶ τοῖς πνευματικοῖς  μέγα φρονῶν  οἴχεται καὶ ἀπόλωλε, πολλῷ μᾶλλον  ὁ ἐπὶ  τοῖς  σαρκικοῖς. Ἐννοήσωμεν  ἡμῶν  τὴν  φύσιν,  ἀναλογισώμεθα  τὰ ἁμαρτήματα, μάθωμεν τίνες ἐσμὲν, καὶ ἀρκεῖ τοῦτο εἰς πάσης ταπεινοφροσύνης ἡμῖν ὑπόθεσιν. Οὗτος γὰρ μάλιστά ἐστιν ὁ ἑαυτὸν εἰδὼς, ὁ μηδὲν ἑαυτὸν εἶναι νομίζων. Οὐδὲν γὰρ οὕτως τῷ Θεῷ φίλον, ὡς τὸ μετὰ τῶν ἐσχάτων ἑαυτὸν ἀριθμῆσαι. ∆εῦτε γὰρ, φησὶ, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Εἰ γὰρ μὴ ἤμην πρᾶος, τοῦ βασιλέως ὢν υἱὸς, δούλην ἐπελεγόμην μητέρα; εἰ μὴ ἤμην πρᾶος, ὁ τῆς ἀφανοῦς  καὶ  φαινομένης  οὐσίας δημιουργὸς  πρὸς ὑμᾶς  ἐπεδήμουν;  εἰ  μὴ  ἤμην πρᾶος, φάτνης ἐδεχόμην πενίαν, ὁ τῆς κτίσεως ὅλης κεκτημένος τὸν πλοῦτον; εἰ μὴ ἤμην  πρᾶος, τὸν  νῶτόν  μου παρεῖχον  ὑπὲρ αἰχμαλώτων  εἰς μάστιγας; Τί δέ; τὸ μεῖζον  οὐ  λέγω·  εἰ  μὴ  πρᾶος  ἤμην,  ἄλλων  τὸ  παθεῖν  χρεωστούντων,  ὁ  μηδὲν ὀφείλων ἐγὼ, τὸ τοῦ θανάτου χρέος ὑπὲρ ἐκείνων κατέβαλον, Οὕτως εἰμὶ πρᾶος, ὅτι ἥμαρτες σὺ, καὶ ἐμαστιγώθην ἐγώ· οὕτως εἰμὶ ταπεινὸς, ὅτι ἱκετεύειν τοὺς ἐμοὺς οὐκ αἰσχύνομαι δούλους, ἀλλ' αἱροῦμαι παρακαλεῖν, ἵνα μὴ κολάζειν ἀναγκασθῶ. Ὅταν οὖν  εἰς  ἔννοιαν   ἔλθῃς  θαύμασαι  σαυτὸν  ἐπὶ  ταπεινοφροσύνῃ,   ἐννόησον  τὸν

∆εσπότην σου ποῦ κατῆλθεν,  καὶ οὐκέτι θαυμάσεις σαυτὸν οὐδὲ ἐπαινέσεις, ἀλλὰ καὶ  καταγελάσεις   σαυτοῦ,  ὡς   οὐδὲν   πεποιηκότος.   Ταπεινὸς   εἶ,  καὶ  πάντων ἀνθρώπων ταπεινότερος, μὴ διὰ τοῦτο μέγα φρόνει, μηδὲ ἑτέροις ὀνείδιζε, καὶ ἀπολέσεις  τὸ  καύχημα.  ∆ιὰ τοῦτο  ταπεινοφρονεῖς,  ἵνα  ἀπονοίας  ἀπαλλαγῇς·  ἂν τοίνυν δι' αὐτῆς εἰς ἀπόνοιαν ἐμπέσῃς, κρεῖττον μὴ ταπεινοφρονεῖν.  Εἰ δέ τις λέγοι βέλτιον  εἶναι  κατορθοῦντας  ἐπαίρεσθαι, ἢ ταπεινωθῆναι  πεσόντας, πολὺ καὶ τῆς ἀλαζονείας  ἀγνοεῖ  τὴν  ζημίαν, καὶ τῆς ταπεινοφροσύνης  τὸ κέρδος. Εὖ γὰρ ἴσθι σαφῶς, ὅτι ἄνθρωπος μετὰ ἀπονοίας κατορθῶν, εἴ γε ὅλως τοῦτό ἐστι κατορθοῦν, ταχέως ἐμπεσεῖται εἰς τὴν ἐσχάτην ἀπώλειαν. Καὶ ὁ μὲν ὀλισθῆσαι συγχωρηθεὶς, καὶ μετριάζειν  μαθὼν  ἀπὸ τοῦ  πτώματος,  καὶ  ἀναστήσεται  καὶ  ἀνακτήσεται  ἑαυτὸν θᾶττον,  εἴ γε βούλοιτο· ὁ δὲ δοκῶν  μὲν εὖ πράττειν  μετὰ ἀλαζονείας,  μηδὲν  δὲ πάσχων  δεινὸν,  οὔτε  αἴσθησιν τῆς  οἰκείας  παρανομίας  λήψεταί  ποτε,  ἀλλὰ  καὶ αὐξήσει τὸ δεινὸν,  καὶ λήσεται τῶν  ἐνθένδε  κενὸς  ἀπερχόμενος.  Καὶ τί  δήποτε, φησὶν, οἱ τὰ ὀρθὰ βαδίζοντες πρὸ τῶν πειρασμῶν, μετὰ τοὺς πειρασμοὺς πολλάκις κατέπεσον; Τίς οὖν ὁ καλῶς τοὺς τὰ ὀρθὰ βαδίζοντας ἐπιστάμενος, πλὴν τοῦ πλάσαντος καταμόνας τὰς καρδίας ἡμῶν, καὶ συνιέντος εἰς πάντα τὰ ἔργα ἡμῶν; Πολλοὶ γὰρ πολλάκις τῶν δοκούντων ἡμῖν εἶναι χρηστῶν, πάντων εἰσὶ πονηρότεροι. Ἵνα δὲ τοὺς τοιούτους ἀφέντες, ἐπὶ τοὺς ὄντως βιοῦντας ὀρθῶς ἔλθωμεν τῷ λόγῳ, τίς  οἶδεν  εἰ  τὰ  μὲν  ἄλλα  αὐτοῖς  κατώρθωται,  τὸ  δὲ  κεφάλαιον  ἠμέληται  τῶν ἀγαθῶν, ἡ ταπεινοφροσύνη; Καὶ διὰ τοῦτο αὐτοὺς ἀφῆκεν ὁ Θεὸς, ἵνα μάθωσιν, ὅτι οὐ τῇ οἰκείᾳ δυνάμει 63.619 κατώρθουν ἐκεῖνα, ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ. Ἐπιείκεια γὰρ λέγεται, οὐχ ὅταν τις παρὰ τῶν ἐν δυναστείᾳ ἀδικούμενος φέρῃ πράως, ἀλλ' ὅταν καὶ ὑπὸ τῶν νομιζομένων ὑποδεεστέρων εἶναι ἐπηρεαζόμενος παραχωρῇ. Ὅρα γὰρ  τὴν  τοῦ  Θεοῦ φιλανθρωπίαν,  καὶ  οἵαν  εἰς  τοὺς  οἰκείους  αὐτοῦ  δούλους ἐπιδείκνυται  θεραπείαν. Ἡνίκα γὰρ Ἰσαὰκ παρὰ τοῦ βασιλέως Γεράρων καὶ τῶν ἐγχωρίων    ἀδίκως   ἀπηλαύνετο   τῶν   ἰδίων   πόνων,   οὐκ   ἐδυσχέραινεν,   οὐδὲ μικρόψυχον ἐπεδείξατο, οὐδὲ ἀνεβόησε πρὸς ἑαυτὸν, οὐδὲ εἶπεν, ὅτι Οὐδὲ ἀπολαύειν φρεάτων εἰμὶ κύριος; ἆρα μὴ ἔρημος γέγονα τῆς ἄνωθεν ῥοπῆς; ἆρα μὴ τῆς προνοίας ἀπεστέρημαι τῆς παρὰ τοῦ ∆εσπότου; Οὐδὲν τοιοῦτον οὐκ ἐνενόησεν, οὐκ ἐλογίσατο, ἀλλὰ μετ' ἐπιεικείας πάντα ἔφερε. ∆ιὰ τοῦτο καὶ πλείονος ἀπέλαυσε τῆς τιμῆς, καὶ τῆς ἄνωθεν συμμαχίας. Ὤφθη γὰρ αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι καὶ εὐλογήσω σε. Θέλων γὰρ τὸν δίκαιον ἀνακτήσασθαι καὶ θαῤῥεῖν παρασκευάσαι, ἐπιφαίνεται αὐτῷ, καί φησιν· Ἐγώ εἰμι ὁ Θεὸς ὁ τὸν πατέρα τὸν σὸν ἐπίδοξον ποιήσας, καὶ ἐν τοσαύτῃ περιφανείᾳ  καταστήσας,  καὶ  ξένον  ὄντα  τῶν  ἐγχωρίων   λαμπρότερον ἀπεργασάμενος· ἐγώ εἰμι ἐκεῖνος, ὁ ἐκεῖνον  οὕτως αὐξηθῆναι  παρασκευάσας. Μὴ τοίνυν φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, καὶ πληθυνῶ τὸ σπέρμα σου δι' Ἀβραὰμ τὸν πατέρα σου· πολλὰς γὰρ ὀφείλω τὰς ἀμοιβὰς ἐκείνῳ τῆς εἰς ἐμὲ ὑπακοῆς. Ταῦτα ἀκούσας ὁ δίκαιος, ἐν ἀδείᾳ λοιπὸν γίνεται· ὁ γὰρ εἰπὼν, Μετὰ σοῦ εἰμι, καὶ, Εὐλογήσω σε καὶ πληθυνῶ  τὸ  σπέρμα σου·  οὗτος  καὶ  τὴν  περιφάνειαν  ἐχαρίσατο. Ὅρα πόση τῆς ταπεινώσεως  ἡ  ἰσχύς·  οἱ  γὰρ  πρῴην  ἐλάσαντες,  νῦν  παραγενόμενοι  πρὸς  τὸν δίκαιον,  οὐ  μόνον  ἀπολογοῦνται   ὑπὲρ  τῶν  ἤδη  γεγενημένων   καὶ  συγγνώμην αἰτοῦσιν, ἀλλὰ  καὶ ἀνακηρύττουσι. Τίς γὰρ ἂν εἴη τούτου ἰσχυρότερος, τοῦ μεθ' ἑαυτοῦ τὸν  Θεὸν ἔχοντος;  Ἰδόντες  γὰρ, φασὶν,  ἑωράκαμεν  ὅτι Κύριος μετὰ σοῦ. Ἴδωμεν δὲ πῶς καὶ ὁ τούτου υἱὸς Ἰακὼβ τὴν ἀποδημίαν ποιεῖται διωκόμενος· οὐ μικρὰν γὰρ κἀντεῦθεν  καρπωσόμεθα τὴν ὠφέλειαν.  Πορευόμενος γὰρ εἰς Χαῤῥὰν, ἔδυ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ  ἐκοιμήθη.  Εἶδες ἄφατον  φιλοσοφίαν;  εἶδες  πῶς  οἱ  παλαιοὶ  τὰς  ὁδοιπορίας ἐποιοῦντο;  Ἀνὴρ ἐν  οἰκίᾳ  τραφεὶς,  πολλῆς  ἀπολαύσας θεραπείας, λαβὼν  λίθον,

ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ. Ὅρα τοῦ παιδὸς τὴν ἀνδρείαν, τῷ λίθῳ ἀντὶ προσκεφαλαίου  ἐχρήσατο, καὶ ἐπὶ τοῦ ἐδάφους  ἐκάθευδε· διὰ τοῦτο καὶ τῆς τοῦ
∆εσπότου ὄψεως καταξιοῦται. Καί φησιν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ τοῦ πατρός σου· ἐγὼ  καὶ τὸν  πατριάρχην,  καὶ τὸν  πατέρα τὸν  σὸν εἰς τοσαύτην περιφάνειαν   αὐξηθῆναι  πεποίηκα.  Μὴ τοίνυν  φοβοῦ,  ἀλλὰ  πίστευε  ὅτι  ἐγὼ  ὁ κἀκείνοις τὰς ὑποσχέσεις πληρώσας, καὶ σὲ τῆς ἐμῆς ἀξιώσω προνοίας. Ἀλλὰ καὶ νῦν μετὰ σοῦ εἰμι, διαφυλάττων  σε ἐν τῇ ὁδῷ, οὗ ἐὰν πορευθῇς. Μὴ νομίσῃς, φησὶ, μόνος τὴν ὁδοιπορίαν ποιεῖσθαι· ἐμὲ ἕξεις συνοδοιπόρον, ἐμὲ ἕξεις φύλακα ἐν πάσῃ ὁδῷ· μετὰ σοῦ γάρ εἰμι. Εἰ τοίνυν βούλει μεγάλα σου ποιῆσαι τὰ κατορθώματα, μὴ νόμιζε αὐτὰ εἶναι μεγάλα, ἀλλὰ χάριτι ὁμολόγει σώζεσθαι, ἵνα ὀφειλέτην ἑαυτῷ τὸν Θεὸν καταστήσῃς, οὐχὶ τῶν  κατορθωμάτων  μόνον, ἀλλὰ 63.620 καὶ τῆς τοιαύτης εὐγνωμοσύνης. Ὅταν μὲν γὰρ κατορθῶμεν, τῶν κατορθωμάτων  ὀφειλέτην  ἔχομεν μόνον· ὅταν δὲ μηδὲ ἡγώμεθά τι κατωρθωκέναι, καὶ αὐτοῦ τοῦ οὕτω διακεῖσθαι, καὶ μειζόνως ἢ ἐκείνων. Εἰ οὖν ταπεινοφρονεῖν  βούλει, μὴ ἐν ῥήμασι μηδὲ ἐν σχήμασι μόνον, ἀλλὰ καὶ ἐν πράγμασι καὶ ἐν φθέγμασι τὴν ἀρετὴν ἐπιδείκνυσο· καὶ μὴ πρὸς τοῦτον μὲν ταπεινὸς, πρὸς δὲ ἐκεῖνον θρασὺς, ἀλλὰ πρὸς πάντας ἔσο ταπεινὸς, κἂν φίλος ᾖ κἂν ἐχθρὸς, κἂν μέγας κἂν μικρός· τοῦτο γὰρ ταπεινοφροσύνη. Ἔστι γὰρ ταπεινὸν μὲν εἶναι, ὀξὺν δὲ καὶ ὀργίλον, ἀλλ' οὐδὲν ὄφελος· πολλάκις γὰρ ὑπὸ τῆς ὀργῆς  κατεχόμενος  πάντα  ἀπώλεσε. Τὴν γὰρ ἀληθῆ  ταπεινοφροσύνην  ἐντεῦθεν μάλιστα ἔστι διδάσκεσθαι τοὺς προσέχοντας. Ἐλθόντος τοῦ Ἰησοῦ εἰς Καπερναοὺμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ, καὶ εἶπον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; Καὶ ὅρα, αὐτῷ μὲν τῷ Χριστῷ οὐκ ἐτόλμησαν προσελθεῖν, τῷ Πέτρῳ δέ· καὶ οὐδὲ τούτῳ μετὰ πολλῆς τῆς σφοδρότητος, ἀλλ' ἐπιεικέστερον. Οὐδὲ γὰρ  ἐγκαλοῦντες,   ἀλλ'  ἐρωτῶντες   ἔλεγον,  Ὁ  διδάσκαλος  ὑμῶν   οὐ  τελεῖ  τὰ δίδραχμα; Τὴν μὲν γὰρ προσήκουσαν περὶ αὐτοῦ δόξαν οὐδέπω εἶχον, ἀλλ' ὡς περὶ ἀνθρώπου οὕτω διέκειντο· πλὴν ἀπένεμόν τινα αἰδῶ καὶ τιμὴν διὰ τὰ προλαβόντα σημεῖα. Τί οὖν ὁ Πέτρος; Ναὶ, φησί. Καὶ τούτοις μὲν εἶπεν ὅτι τελεῖ, αὐτῷ δὲ οὐκ εἶπεν, ἴσως ἐρυθριῶν ὑπὲρ τούτων  αὐτῷ διαλεχθῆναι.  Τί οὖν ὁ τὰ πάντα  σαφῶς εἰδὼς Θεός; Προλαβὼν αὐτόν φησι· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων  λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν  υἱῶν  αὐτῶν,  ἢ ἀπὸ τῶν  ἀλλοτρίων; Ἔφη, Ἀπὸ τῶν ἀλλοτρίων. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱυἱοί. Ἵνα γὰρ μὴ νομίσῃ ὁ Πέτρος, ὅτι παρ' ἐκείνων ἀκηκοὼς λέγῃ, προλαμβάνει αὐτὸν, τοῦτό τε αὐτὸ δηλῶν, καὶ παῤῥησίαν αὐτῷ παρέχων ὀκνοῦντι προτέρῳ περὶ τούτων εἰπεῖν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐλεύθερος μέν εἰμι τοῦ δοῦναι κῆνσον· εἰ γὰρ οἱ τῆς γῆς βασιλεῖς παρὰ τῶν υἱῶν αὐτῶν οὐ λαμβάνουσιν, ἀλλὰ παρὰ τῶν ἀρχομένων, πολλῷ μᾶλλον ἐμὲ ἀπηλλάχθαι  δεῖ τῆς ἀπαιτήσεως ταύτης, οὐκ ἐπιγείου βασιλέως, ἀλλὰ τοῦ τῶν  οὐρανῶν  ὄντα με υἱὸν καὶ βασιλέα. Καὶ ταῦτα εἰπών  φησιν· Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ εὑρήσεις ἐν αὐτῷ στατῆρα· ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Ὅρα πῶς οὐ παραιτεῖται τὸν φόρον, οὔτε ἁπλῶς κελεύει δοῦναι, ἀλλὰ πρότερον δείξας οὐκ ὄντα ὑπεύθυνον, τότε δίδωσι· τὸ μὲν, ἵνα ἐκεῖνοι μὴ σκανδαλισθῶσι· τὸ δὲ, ἵνα μὴ οὗτοι. Οὐδὲ γὰρ ὡς ὀφείλων δίδωσιν, ἀλλ' ὡς τὴν ἐκείνων  ἀσθένειαν  διορθούμενος.  Καὶ τίνος  ἕνεκεν  οὐκ ἐξ ἀποκειμένων  κελεύει δοῦναι; Ἵνα καὶ ἐν τούτῳ δείξῃ Θεὸν ἑαυτὸν ὄντα τῶν ὅλων, καὶ ὅτι τῆς θαλάσσης κρατεῖ.  Οὐδὲ  γὰρ  μικρὸν  ἦν  ἀπὸ  τῶν  βυθῶν  ἐκείνων   προειπεῖν,  ὅτι  πρῶτος ἐμπεσεῖται ὁ τὸν  φόρον  τελῶν  ἰχθὺς,  καὶ ὥσπερ ἀμφίβληστρον  εἰς τὴν  ἄβυσσον ἐκείνην ἀφέντα αὐτοῦ τὸ πρόσταγμα, ἀναγαγεῖν τὸν κομίζοντα τὸν στατῆρα, καὶ τὴν θάλατταν  οὕτω ποιῆσαι δωροφορεῖν, καὶ πάντοθεν  τὴν ὑποταγὴν  αὐτῆς ἐπιδείκνυσθαι. Εἰ τοίνυν βούλει μέγα δεῖξαί σου τὸ κατόρθωμα, μὴ μέγα φρόνει, καὶ

τότε τοῦτο μεῖζον ἀπέφηνας. Εἰ γὰρ, ὅταν ἁμαρτωλοὶ ὦμεν, ἂν νομίσωμεν, τοῦτο εἶναι ὅπερ ἐσμὲν, δίκαιοι γινόμεθα, 63.621 ὡσπεροῦν καὶ ὁ τελώνης·  ὅταν δίκαιοι ὄντες  ἁμαρτωλοὺς  ἑαυτοὺς  εἶναι  νομίζωμεν,  πόσῳ  μᾶλλον;  Ἂν  μὲν  γὰρ  εἴπῃς σαυτὸν εὐδόκιμον, γέγονας ἄχρηστος, κἂν εὐδόκιμος ᾖς· ἂν δὲ ἀχρεῖον ὀνομάσῃς, γέγονας  63.622 εὔχρηστος, κἂν  ἀδόκιμος  ᾖς. Ὡς γὰρ ὑπερηφάνοις  οἶδεν  ὁ Θεὸς ἀντιτάσσεσθαι, οὕτω διδόναι χάριν τοῖς ταπεινοῖς· ὅτι αὐτῷ πρέπει δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.