Δευτέρα, 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ ΚΕʹ. Περὶ τῆς μελλούσης κρίσεως


ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ ΚΕʹ. Περὶ  τῆς μελλούσης κρίσεως.
Πολλοὶ τῶν παρ' ἡμῖν ἀνθρώπων  τῇ σαρκὶ προσηλωμένοι καὶ τοῖς παροῦσι δουλεύοντες  πράγμασιν, οὐδὲν  εἶναι  τὰ μετὰ ταῦτα  νομίζουσι, καὶ τὸ τοῦ Θεοῦ προβαλλόμενοι  φιλάνθρωπον,  μὴ εἶναι  κόλασιν  μηδὲ τιμωρίαν  λέγουσιν.  Εἰ οὖν φιλάνθρωπός  ἐστιν ὁ Θεὸς, ὥσπερ οὖν καὶ ἔστι, καὶ δίκαιος πάντως  ἂν εἴη· εἰ δὲ δίκαιος, πῶς οὐκ ἂν εἴη δίκαιον τὸν μυρία παθόντα ἐξ ἀρχῆς ἀγαθὰ, εἶτα κολάσεως ἄξια πράξαντα, καὶ μήτε ἀπειλῇ μήτε εὐεργεσίᾳ γενόμενον  βελτίω, κολάζεσθαι, Εἰ γὰρ τὸ δίκαιον ἐξετάζοις, ἐξ ἀρχῆς ἡμᾶς καὶ εὐθέως ἀπολέσθαι ἔδει κατὰ τὸν τοῦ δικαίου λόγον μᾶλλον· καὶ γὰρ καὶ φιλανθρωπίαν  εἶχεν, εἰ καὶ τοῦτο ἐπάθομεν τὸ μὴ
γενόμενον. Ὅταν μὲν γάρ τις τὸν οὐδὲν ἠδικηκότα ὑβρίζῃ, κατὰ τὸν τοῦ δικαίου λόγον πάντως δίδωσι δίκην· ὅταν δέ τις τὸν εὐεργέτην, τὸν οὐδὲν προπαθόντα μὲν εὖ,
ποιήσαντα δὲ μυρία καὶ μόνον τοῦ εἶναι γενόμενοναἴτιον, οὐχ ὑβρίζῃ μόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν λυπῇ δι' ὧν ποιεῖ, ποίας ὁ τοιοῦτος συγγνώμης ἔσται ἄξιος; Πῶς οὐ δέδοικας, εἰπέ μοι, τολμηρὰ φθεγγόμενος, ὅταν λέγῃς, Φιλάνθρωπός ἐστιν   ὁ  Θεὸς  καὶ  οὐ 

κολάζει.  Εἰ  δὲ  κολάσει,  εὑρεθήσεται  κατὰ   σὲ  οὐκέτι φιλάνθρωπος; ∆ιὰ τί γὰρ, εἰπέ μοι, οὐκ ἀξιοῖς κολάζεσθαι ἁμαρτάνων; οὐχὶ προεῖπέν σοι  ἅπαντα;  οὐχὶ  ἠπείλησεν;  οὐχὶ  ἐβοήθησεν;  οὐχὶ  μυρία  εἰργάσατο  ὑπὲρ 

τῆς

σωτηρίας τῆς σῆς; Εἰ οὖν οἱ πονηροὶ μὴ κολάζονται, ἐρεῖ πάλιν ἄλλος ἴσως, ὅτι οὔτε οἱ ἀγαθοὶ στεφανοῦνται· καὶ ποῦ ἡ φιλανθρωπία  καὶ ἡ δικαιοκρισία τοῦ Θεοῦ; Μὴ τοίνυν  φενακίζετε  ἑαυτοὺς, ἄνθρωποι,  τῷ  διαβόλῳ 

πειθόμενοι·  ἐκείνου  γάρ εἰσι ταῦτα τὰ νοήματα. Εἰ γὰρ δικασταὶ καὶ δεσπόται καὶ διδάσκαλοι τοὺς μὲν ἀγαθοὺς τιμῶσι, τοὺς δὲ πονηροὺς κολάζουσι, πῶς ἂν ἔχοι λόγον παρὰ τῷ Θεῷ τὰ ἐναντία γίνεσθαι, καὶ τῶν αὐτῶν 

ἀξιοῦσθαι τοὺς ἀγαθοὺς καὶ τοὺς πονηρούς; πότε δὲ καὶ ἀπαλλαγήσονται  τῆς  κακίας  οἱ πονηροί; Εἰ γὰρ καὶ  κόλασιν  προσδοκῶντες  οὐκ ἀφίστανται  τῆς πονηρίας, ἂν καὶ τὸν φόβον τοῦτον ἀποθῶνται,  καὶ μὴ μόνον εἰς

γέενναν   μὴ  ἐμπέσωσιν,  ἀλλὰ   καὶ  βασιλείας  ἐπιτύχωσι,   πότε  πονηρευόμενοι στήσονται;  Ἀκήκοά  τινων   φιλαμαρτημόνων   λεγόντων,   ὅτι  πρὸς  φόβον   τῶν ἀνθρώπων  ἠπείλησε τὴν γέενναν ὁ Θεός· μὴ γένοιτο

γὰρ, ὅτι ἐλεήμων ὢν κολάσει τινὰ, καὶ μάλιστα τῶν ἐπεγνωκότων  αὐτόν. Λέγετε οὖν μοι, οἱ ψεύστην τὸν Θεὸν ἀποφαίνοντες,  τίς τὴν οἰκουμένην ἐπέκλυσεν ἅπασαν ἐπὶ τοῦ Νῶε, καὶ τὸ χαλεπὸν ἐκεῖνο ναυάγιον εἰργάσατο,

καὶ τὴν παντὸς τοῦ γένους ἡμῶν πανωλεθρίαν ἐποίησε; τίς τοὺς κεραυνοὺς ἐκείνους καὶ τοὺς πρηστῆρας ἀφῆκεν ἐπὶ τὴν Σοδόμων γῆν; τίς τὴν  Αἴγυπτον  ἅπασαν  κατεπόντισε;  τίς  τὰς  ἑξακοσίας χιλιάδας  ἐπὶ  τῆς 

ἐρήμου κατηνάλωσε; τίς τὴν συναγωγὴν Ἀβει 63.744 ρὼν κατέφλεξε; τίς τοῖς περὶ Κορὲ καὶ
∆αθὰν ἀνοῖξαι τῇ γῇ τὸ στόμα καὶ καταπιεῖν ἐκέλευσε; τίς τὰς ἑβδομήκοντα χιλιάδας ἐν μιᾷ καιροῦ ῥοπῇ κατήνεγκεν  ἐπὶ τοῦ ∆αυΐδ; τίς ὁ τὰς ἑκατὸν ὀγδοήκοντα πέντε
χιλιάδας ἐν μιᾷ νυκτὶ θανατώσας ἐπὶ τῆς προφητείας Ἡσαΐου; Τὰς δὲ καθημερινὰς συμφορὰς οὐχ  ὁρᾷς ὅσας φέρομεν  ἁμαρτάνοντες;  Πῶς ἂν  ἔχοι  λόγον,  τοὺς  μὲν κολάζεσθαι, τοὺς  δὲ μὴ κολάζεσθαι; Εἰ γὰρ οὐκ ἄδικος 

ὁ Θεὸς, ὡσπεροῦν  οὐδὲ
ἄδικος, πάντως καὶ σὺ δίκην δώσεις ἁμαρτάνων· εἰ δὲ, ἐπειδὴ φιλάνθρωπός  ἐστιν ὁ Θεὸς, οὐ κολάζει, οὐδὲ τούτους ἔδει κολασθῆναι. Νυνὶ δὲ διὰ ταῦτα ἡμῶν τὰ ῥήματα πολλοὺς  καὶ ἐνταῦθα  κολάζει ὁ Θεὸς, ἵνα,  ὅταν  τοῖς

 ῥήμασι μὴ πιστεύσητε τῆς
ἀπειλῆς, κἂν τοῖς πράγμασι πιστεύσητε τῆς τιμωρίας. Ἆρα πείθομεν  τοὺς ἀντιλέγοντας,  ὅτι οὐκ ἔστι μῦθος ὁ περὶ τῆς γεέννης λόγος; Οὕτω γάρ ἐστιν ἀληθὴς, ὅτι  οὐχ  ἡμεῖς  μόνον,  ἀλλὰ  καὶ  ποιηταὶ  καὶ  φιλόσοφοι  καὶ 

λογοποιοὶ  περὶ  τῆς
μελλούσης ἀνταποδόσεως ἐφιλοσόφησαν, καὶ ἐν ᾅδου κολάζεσθαι τοὺς πονηροὺς εἰρήκασιν. Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει ταῦτα, εἰπεῖν οὐκ ἠδυνήθησαν, ἅτε ἀπὸ λογισμῶν κινηθέντες  καὶ παρ' ἀκουσμάτων τῶν παρ'

ἡμῖν, ἀλλ' ὅμως εἰκόνα τινὰ
κρίσεως  ἔλαβον.  Κωκυτοὺς γάρ  φασί  τινας  καὶ  Πυριφλεγέθοντας  ποταμοὺς  καὶ Στυγὸς ὕδωρ καὶ Τάρταρον, τοσοῦτον ἀπέχοντα τῆς γῆς, ὅσον αὐτὴ τοῦ οὐρανοῦ, καὶ πολλοὺς κολάσεως τρόπους· καὶ πάλιν Ἠλύσιον

πεδίον, καὶ μακάρων νήσους, καὶ
λειμῶνας εὐανθεῖς, καὶ εὐωδίαν πολλὴν, καὶ αὔραν λεπτήν· καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλημένους στολὴν, καὶ ᾄδοντας ὕμνους τινάς· καὶ
ὅλως καὶ ἀγαθοῖς καὶ πονηροῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἔξοδον. Μὴ τοίνυν  ἀπιστῶμεν  γέενναν,  ἵνα  μὴ  ἐμπέσωμεν  εἰς  αὐτήν·  ὁ  γὰρ  ἀπιστῶν ῥᾳθυμότερος  γίνεται·  ὁ  δὲ  ῥᾳθυμῶν  εἰς  αὐτὴν 

ἀπελεύσεται  πάντως·  ἀλλὰ  καὶ
πιστεύωμεν  ἀνενδοιάστως,  καὶ διαλεγώμεθα  συνεχῶς  περὶ αὐτῆς, καὶ οὐ ταχέως ἁμαρτησόμεθα. Τῶν γὰρ τοιούτων  λόγων  ἡ μνήμη καθάπερ τι φάρμακον  πικρὸν πᾶσαν κακίαν ἀποσμῆξαι δυνήσεται, συνεχῶς ἡμῶν

ἐνιζάνουσα τῇ ψυχῇ. Ἂν ὠμὸς
καὶ ἀνελεήμων  ᾖς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ τῶν λαμπάδων αὐτῶν σβεσθεισῶν, διὰ  τὸ  μὴ  ἔχειν  ἔλαιον,  τοῦ  νυμφῶνος  ἐξέπεσον, καὶ  ταχέως  ἔσῃ φιλάνθρωπος.  Ἂν  ἁρπάσαι βουληθῇς,  ἄκουσον  τοῦ 

δικαστοῦ  λέγοντος,  ∆ήσατε
αὐτοῦ χεῖρας καὶ πόδας, καὶ βάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· καὶ ταύτην ἐκβαλεῖς τὴν ἐπιθυμίαν. Ἂν μεθύειν καὶ τρυφᾷν ἐπιθυμῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος,  Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ 

καταψύξῃ τὴν τηγανιζομένην
γλῶσσαν· καὶ οὐ τυγχάνοντος  τῆς αἰτήσεως· καὶ ταχέως ἀποστήσῃ τοῦ πάθους. Ἂν

πῦρ ἔχῃς ἐπιθυμίας  πονηρᾶς, ἐννόησον  τῆς κολάσεως ἐκείνης  τὸ πῦρ, καὶ τοῦτο κατασβεσθὲν  63.745 οἰχήσεται.  Σκόπει  δὲ,  εἰ  καὶ  πῦρ  μὴ  ἦν,  τὸ  ἐκ  τοῦ  Θεοῦ ἀποστῆναι καὶ ἄτιμον ἀναχωρῆσαι, πόση κόλασις· οὐκ

ἔστι, πιστεύσατε, παραστῆσαι λόγῳ  τὸ  πάθος,  οὐκ  ἔστιν.  Εἰ γὰρ  οἱ  τὸ  φῶς  τὸ  ἡλιακὸν  μὴ  θεώμενοι  παντὸς πικροτέραν θανάτου ὑπομένουσι ζωὴν, τί παθεῖν  εἰκὸς ἡμᾶς ἀποστερηθέντας τοῦ φωτὸς ἐκείνου; Τί δὲ καὶ

ζῶμεν καὶ ἀναπνέομεν καὶ ἐσμὲν, ἂν τῆς θεωρίας ἀποτύχωμεν  ἐκείνης; ἂν τὸν ∆εσπότην τὸν ἡμέτερον μηδεὶς ἡμῖν τότε συγχωρήσῃ θεάσασθαι; Εἰ εἰς δεσμωτήριόν τις ἐμβληθεὶς ἐνταῦθα τῶν εὐγενῶς  τεθραμμένων, τὴν

δυσωδίαν μόνον, καὶ τὸ ἐν σκότῳ κεῖσθαι, καὶ τὸ μετὰ ἀνδροφόνων  δεδέσθαι, παντὸς  θανάτου  χαλεπώτερον  εἶναι δοκεῖ· ἐννόησον τί ἔσται, ὅταν μετὰ τῶν  τῆς οἰκουμένης ἀνδροφόνων ἐκεῖ κατακαιώμεθα, μήτε ὁρῶντες,

μήτε ὁρώμενοι, ἀλλ' ἐν πλήθει τοσούτῳ νομίζοντες εἶναι μόνοι. Τὸ γὰρ σκότος καὶ τὸ ἀλαμπὲς οὐκ ἀφίησιν οὐδὲ τοὺς πλησίον ἡμᾶς διαγινώσκειν, ἀλλ' ὡς μόνος τοῦτο πάσχων ἕκαστος, οὕτω διακείσεται. Εἰ γὰρ καὶ πῦρ

εἴρηται, ἀλλὰ σκοτεινόν ἐστι καὶ φῶς  οὐκ ἔχον. Καὶ τοῦτό ἐστι τὸ μάλιστα θορυβοῦν ἡμᾶς καὶ ταράττον, ὅτι καὶ σφοδρῶς ἐκκαῖον οὔτε σβέννυται,  καὶ  φῶς  οὐκ  ἔχει.  Εἰ δὲ  σκότος μόνον  οὕτω  θλίβει  καθ'  ἑαυτὸ  τὰς

ἡμετέρας  ψυχὰς  καὶ  θορυβεῖ, τί  ἔσται ἄρα, ὅταν  μετὰ  τοῦ  σκότους καὶ  ὀδύναι τοσαῦται ὦσι καὶ ἐμπρησμοί; Μὴ γὰρ, ἐπειδὴ πῦρ ἡ γέεννα λέγεται, τοιοῦτον εἶναι νομίσῃς τὸ πῦρ· τοῦτο μὲν γὰρ, ὅπερ ἂν λάβῃ, κατέκαυσε

καὶ ἀπήλλαξεν· ἐκεῖνο δὲ τοὺς ἅπαξ κατασχεθέντας καίει διαπαντὸς καὶ οὐδέποτε παύεται. ∆ιά τοι τοῦτο καὶ ἄσβεστον εἴρηται· καὶ γὰρ τοὺς ἡμαρτηκότας  ἀφθαρσίαν ἐνδῦσαι θέλει.  οὐ πρὸς τιμὴν, ἀλλ' ὥστε διηνεκὲς

ἐφόδιον τῆς τιμωρίας ἔχειν ἐκείνης. Ἀλλὰ ταῦτα μὲν ἐν τῇ γεέννῃ, καὶ τὰ τούτων πικρότερα· ἡ δὲ τῶν ἀγαθῶν ἀπόπτωσις τοσαύτην ἔχει τὴν ὀδύνην, τοσαύτην τὴν θλῖψιν καὶ τὴν στενοχωρίαν, ὡς εἰ καὶ μηδεμία τιμωρία τοῖς

ἐνταῦθα  ἁμαρτάνουσιν  ἀπέκειτο,  αὐτὴν  καθ' ἑαυτὴν  ἀρκέσαι τῶν  ἐν  τῇ  γεέννῃ βασανιστηρίων πικρότερον δάκνειν καὶ συνταράσσειν τὰς ἡμετέρας ψυχάς. Εἰ δὲ εἰς δεσμωτήριον εἰσιόντες καὶ τοὺς μὲν αὐχμῶντας

ὁρῶντες, τοὺς δὲ σιδηραῖς ἁλύσεσι δεδεμένους,  τοὺς δὲ σκότῳ κατακεκλεισμένους,  κατακλώμεθα,  φρίττομεν,  πάντα πράττομεν ὑπὲρ τοῦ μὴ ἐμπεσεῖν εἰς τοιαύτην ἀνάγκην καὶ θλῖψιν, ὅταν ἡμεῖς αὐτοὶ ἀπαγώμεθα εἰς αὐτὰ

τὰ τῆς γεέννης  βασανιστήρια δεδεμένοι, τίνες ἐσόμεθα; τί δὲ πράξομεν; Οὐ γὰρ ἐκ σιδήρου τὰ  δεσμὰ ἐκεῖνα,  ἀλλ' ἀπὸ πυρός  εἰσιν  οὐδέποτε σβεννυμένου·  οὐδὲ  ὁμότιμοί  τινες  οἱ  ἐφεστῶτες  ἡμῖν,  οὓς  καὶ 

ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ' ἄγγελοι φοβεροὶ καὶ ἀσυμπαθεῖς, οἷς οὐδὲ ἀντιβλέψαι  δυνατὸν, σφοδρῶς  ὑπὲρ  ὧν  τὸν  ∆εσπότην  ὑβρίσαμεν  ὀργιζομένοις.  Οὐκ  ἔστι,  καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύριον, τοὺς δὲ

τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν καὶ παραμυθίας τυχεῖν, ἀλλὰ πάντα ἐκεῖ ἀσύγγνωστα· κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν ∆ανιὴλ, καὶ τοὺς οἰκείους ἴδωσι κολαζομένους, οὐ τολμῶσι παραστῆναι καὶ χεῖρα

ὀρέξαι· καὶ γὰρ τὴν ἐκ φύσεως συμπάθειαν ἀναιρεῖσθαι τότε συμβαίνει. 63.746 Ἐπειδὴ γὰρ εὑρίσκονται δίκαιοι τέκνων ἁμαρτωλῶν πατέρες, καὶ παῖδες ἀγαθοὶ γονέων πονηρῶν, δεῖ δὲ καθαρὰν αὐτοῖς εἶναι εὐφροσύνην, καὶ

μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τούτους ἀπολαύοντας  τῶν ἀγαθῶν  ἐκείνων, καὶ  ταύτην  σβέννυσθαί φημι,  καὶ αὐτοὺς  συναγανακτεῖν  τῷ  ∆εσπότῃ κατὰ  τῶν οἰκείων   σπλάγχνων.   Τοιγαροῦν  μηδεὶς 

ἐλπιζέτω   χρηστὰ,  μὴ  ἐργασάμενός  τι χρηστὸν, κἂν μυρίους ἔχῃ προγόνους δικαίους. Ὅταν γὰρ τὸν δοθέντα ἡμῖν χρόνον ἀναλώσωμεν εἰς οὐδὲν δέον, ἀπελευσόμεθα πάντες ἐκεῖ, τῆς ἀκαίρου δαπάνης δίκην δώσοντες τὴν

ἐσχάτην. Εἰ γὰρ ὁ χρήματα ἐμπορεύσασθαι λαβὼν, εἶτα καταφαγὼν, ἀπαιτηθήσεται παρὰ τοῦ πιστεύσαντος καὶ δώσει δίκην· ὁ ζωὴν ταύτην δαπανήσας μάτην,  πόσῳ μᾶλλον;  Καὶ καθάπερ ἡμεῖς τοὺς οἰκέτας  τοὺς

ἡμετέρους, οὐχὶ  τῆς ἐξόδου  μόνον  τῶν  χρημάτων,  ἀλλὰ  καὶ  τῆς  εἰσόδου  ποιουμένους  τὸν  λόγον

ἐξετάζομεν, πόθεν καὶ πόσα καὶ παρὰ τίνων, καὶ πῶς ὑπεδέξαντο τὰ χρήματα· οὕτω δὴ καὶ ὁ Θεὸς καὶ τῆς δαπάνης καὶ τῆς κτήσεως ἀπαιτεῖ τὰς εὐθύνας, καὶ πλουσίῳ καὶ  πένητι·  τῷ  μὲν  πλουσίῳ,  πότερον  ἐκ  δικαίων  

πόρων,  ἢ  ἐξ  ἁρπαγῆς  καὶ πλεονεξίας τὸν πλοῦτον συνέλεξε· πότερον εἰς πορνείας, ἢ εἰς πένητας τὰ χρήματα κατηνάλωσε· πότερον εἰς τρυφὴν καὶ ἀσωτίαν καὶ μέθην, ἢ εἰς τὴν τῶν ἐπηρεαζομένων  βοήθειαν· τῷ δὲ

πένητι,  εἰ γενναίως  καὶ εὐχαρίστως τὴν  πενίαν ἤνεγκεν, εἰ μὴ ἀπεδυσπέτησεν, εἰ μὴ ἐδυσχέρανεν, εἰ μὴ κατηγόρησε τῆς τοῦ Θεοῦ προνοίας, ἑαυτὸν μὲν ἐν ἐνδείᾳ ὑπάρχοντα ὁρῶν, ἕτερον δὲ τρυφῶντα, καὶ μὴ κατὰ τὴν

οὐσίαν σπανίζοντα. Οὐ πλούσιοι δὲ καὶ πένητες μόνον, ἀλλὰ καὶ ἄρχοντες καὶ δικασταὶ μετὰ πολλῆς ἐξετάζονται τῆς ἀκριβείας, εἰ διέφθειραν  τὸ δίκαιον, εἰ πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν  ἐψηφίσαντο  τοῖς δικαζομένοις, εἰ

κολακευθέντες  ἔδωκαν παρὰ τὸ δέον τὴν ψῆφον. Ὅσῳ γὰρ ἕκαστος πρὸς μείζονα ὄγκον ἀρχῆς ἀναβέβηκε, τοσούτῳ καὶ πλείονα ἀπαιτηθήσεται λόγον. Καὶ αἱ μὲν ἄτοποι τοῦ βίου ἡδοναὶ τῶν σκιῶν καὶ ὀνειράτων 

διαφέρουσιν οὐδέν· πρὶν ἢ γὰρ τελεσθῆναι τὰ τῆς ἁμαρτίας, σβέννυται τὰ τῆς ἡδονῆς· αἱ δὲ ὑπὲρ τούτων κολάσεις πέρας οὐκ ἔχουσι· καὶ τὸ μὲν ἡδὺ πρὸς ὀλίγον, τὸ δὲ ἀνιαρὸν αἰώνιον. ∆ιὰ δὴ τοῦτο περὶ γεέννης συνεχῶς

ἡμῖν ὁ Θεὸς διαλέγεται, ἵνα πολύ τι καρπωσώμεθα ἀπὸ τῆς ἀπειλῆς καὶ τοῦ φόβου. Εἰ γὰρ μέλλων ἐμβάλλειν εἰς αὐτὴν τοὺς ἁμαρτάνοντας, μὴ προσεῖπε, ταύτης τὴν ἀπειλὴν, πολλοὶ ἐνέπεσον ἂν εἰς αὐτήν. Εἰ γὰρ νῦν τοῦ

φόβου κατασείοντος ἡμῶν τὰς ψυχὰς, εἰσί τινες  οἱ οὕτω ῥᾳδίως ἁμαρτάνοντες, ὡς οὐδὲ οὔσης αὐτῆς· εἰ μηδὲν τούτων εἴρητο μηδὲ ἠπείλητο, τί οὐκ ἂν εἰργασάμεθα δεινόν; Ὥστε οὐκ ἀπηνείας τὸ πρᾶγμα, ἀλλ' ἐλέου μᾶλλον

καὶ φιλανθρωπίας  ἐστί. Καὶ γὰρ, εἰ μὴ ἠπειλήθη καταστροφὴ ἐπὶ Ἰωνᾶ, οὐκ ἂν ἐκωλύθη ἡ καταστροφή· εἰ μὴ εἶπεν ὅτι καταστραφήσεται Νινευὶ, οὐκ ἂν ἔστη Νινευί· καὶ εἰ μὴ ἠπειλήθη γέεννα, ἅπαντες ἂν εἰς γέενναν 

ἐνεπέσομεν. Εἰ γὰρ μηδὲν μέλει τῷ Θεῷ μήτε ἁμαρτανόντων  ἡμῶν μήτε κατορθούντων, ἴσως ἔχει τινὰ λόγον τὸ λέγειν μὴ εἶναι κόλασιν· εἰ δὲ τοσαύτην σπουδὴν ποιεῖται, ὥστε μὴ ἁμαρτάνειν  ἡμᾶς, καὶ τοσαῦτα

πραγματεύεται,  ὥστε κατορθοῦν  63.747 ἡμᾶς τὰς ἐντολὰς, εὔδηλον ὅτι καὶ ἁμαρτάνοντας κολάζει, καὶ κατορθοῦντας στεφανοῖ. Ἀλλὰ σκόπει μοι τῶν πολλῶν  τὴν ἀνωμαλίαν.  Ἐνταῦθα μὲν γὰρ ἐγκαλοῦσι τῷ Θεῷ, ὅτι

μακροθυμεῖ πολλάκις καὶ περιορᾷ πολλοὺς μιαροὺς, ἀσελγεῖς, πλεονέκτας, μὴ διδόντας δίκην· ἐκεῖ πάλιν ἐὰν ἀπειλήσῃ κολάζειν αὐτοὺς, σφοδροὶ καὶ βαρεῖς εἰσιν αἰτιώμενοι. Καίτοι γε εἰ τοῦτο λυπεῖ, ἐκεῖνο ἀποδέχεσθαι καὶ

θαυμάζειν ἐχρῆν· ἀλλ', ὢ  τῆς  ἀνοίας,  ὢ  τῆς  φιλαμαρτήμονος  καὶ  φιληδόνου  ψυχῆς,  ὅτι  τῆς  ἀπὸ  τῶν ῥημάτων καταφρονοῦντες ἀπειλῆς, τὴν ἀπὸ τῶν πραγμάτων ὑποστήσονται κόλασιν. Οὐδεὶς γὰρ τῶν ἐνταῦθα μὴ

διαλυσαμένων τὰ ἁμαρτήματα, ἀπελθὼν ἐκεῖ δυνήσεται τὰς ἐπὶ τούτοις εὐθύνας διαφυγεῖν·  ἀλλ'  ὥσπερ οἱ ἀπὸ τῶν δεσμωτηρίων τούτων μετὰ  τῶν   ἁλύσεων   προσάγονται  εἰς  τὸ  δικαστήριον,  οὕτω  καὶ  οἱ  ἐντεῦθεν

ἀπερχόμενοι  τὰς  ποικίλας  περικείμενοι  σειρὰς τῶν  ἁμαρτημάτων,  ἐπὶ  τὸ  βῆμα ἄγονται τὸ φρικτόν. Εἴ ποτε οὖν ἐν βαλανείῳ γένοιο, σφοδρότερον κατεσκευασμένῳ τοῦ δέοντος, τότε μοι τὸ τῆς γεέννης ἐννόησον πῦρ·

καὶ εἴ ποτε πάλιν ὑπὸ πυρετοῦ καταφλεχθείης  χαλεποῦ, πρὸς ἐκείνην  τὸν νοῦν τὴν φλόγα μετάστησον, καὶ τότε δυνήσῃ διαναστῆναι καλῶς. Εἰ γὰρ βαλανεῖον καὶ πυρετὸς οὕτως ἡμᾶς θορυβεῖ καὶ θλίβει, ὅταν εἰς τὸν

ποταμὸν τοῦ πυρὸς ἐμπέσωμεν ἐκεῖνον, τὸν ἑλκόμενον πρὸ τοῦ βήματος τοῦ φοβεροῦ, πῶς διακεισόμεθα ἄρα; Καὶ ὁ μὲν μετὰ πολλῶν  ἔργων καὶ ἀγαθῶν  καὶ πονηρῶν  ἀπερχόμενος ἐκεῖ, ἕξει τινὰ παραμυθίαν ἐπὶ τῇ

κολάσει καὶ τοῖς βασανιστηρίοις ἐκείνοις· ὁ δὲ τούτων μὲν ἔρημος, ἐκεῖνα δὲ μόνα ἐπάγων, οὐδὲ ἔστιν εἰπεῖν  ὅσα πείσεται πρὸς τὴν  ἀθάνατον  παραπεμπόμενος  κόλασιν. Καὶ γὰρ ἀντίστασις ἔσται ἐκεῖ τῶν πονηρῶν

πράξεων καὶ τῶν οὐ τοιούτων· κἂν μὲν αὗται καθελκύσωσι τὸν ζυγὸν, ἔσωσαν οὐ μικρῶς τὸν ἐργάτην τὸν ἑαυτῶν· καὶ τοσοῦτον

ἴσχυσεν ἡ τῆς τῶν πονηρῶν πράξεων ἐργασίας βλάβη, ὅσον κατασπάσαι τῆς πρώτης χώρας αὐτόν· ἂν δὲ ἐκεῖναι περιγένωνται,  εἰς τὸ τῆς γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ τοσοῦτον εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων,

ὥστε δυνηθῆναι στῆναι πρὸς τὸν βίαιον   ἐκεῖνον   ὠθισμόν.   Οὐδὲν  γὰρ   ὅλως   τῶν   ἀγαθῶν,   κἂν   μικρὸν   εἴη, παροφθήσεται ἐκεῖ παρὰ τοῦ κριτοῦ. Εἰ γὰρ ἁμαρτημάτων καὶ ῥημάτων καὶ ἐνθυμημάτων  τιννύειν 

μέλλομεν  τιμωρίας, πολλῷ  μᾶλλον  τὰ κατορθώματα, κἂν μεγάλα ᾖ κἂν μικρὰ, λογισθήσονται. Οὐ τοίνυν ἀρκεῖ κακίας ἀπαλλαγῆναι, ἀλλὰ δεῖ καὶ  πολλῆς  τῆς  τῶν  ἀγαθῶν   ἐργασίας.  Ἵνα  μὲν  γὰρ  γεέννης  

ἀπαλλαγῶμεν, ἀπέχεσθαι δεῖ πονηρίας· ἵνα δὲ βασιλείας ἐπιτύχωμεν,  ἀντέχεσθαι τῆς ἀρετῆς. Καὶ γὰρ ἐπὶ τῶν ἔξωθεν ἔθος, οὐ τὸν μηδὲν κακὸν ἐργασάμενον στεφανοῦν· τοῦτο γὰρ αὐτῷ πρὸς τὸ μὴ δοῦναι δίκην ἀπόχρη

μόνον· ἀλλὰ τὸν μεγάλας εὐεργεσίας ἐπιδειξάμενον. Ἀλλὰ γὰρ μεταξύ με λογιζόμενον, ὅτι πρὸς τὸ μὴ περιπεσεῖν γεέννῃ ἡ τῶν κακῶν ἡμῖν ἀναχώρησις ἀρκεῖ, ὑπεισῆλθέ τις ἀπειλὴ φοβερὰ, οὐ τοῖς κακόν τι τολμήσασι τὴν

τιμωρίαν ἐπάγουσα, ἀλλὰ τοὺς ἐκλελοιπότας τι τῶν ἀγαθῶν κολάζουσα. Τίς οὖν ἐστιν αὕτη; Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον· ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Τοὺς γὰρ μὴ μεταδόντας

τοῖς δεομένοις,  ἐξ  ὧν  εἶχον  αὐτοὶ,  πιστεύομεν  63.748 μὴ  μέχρι  τῆς  τῶν  ἀγαθῶν στερήσεως κολάζεσθαι, ἀλλὰ καὶ τῷ τῆς γεέννης παραπέμπεσθαι πυρί. Παιδευόμεθα τοίνυν, ὅτι οἱ μὲν τὰ ἀγαθὰ πράξαντες, τῶν ἐν τοῖς

οὐρανοῖς ἀπολαύσονται καλῶν· οἱ δὲ ἐγκληθῆναι  μὲν οὐδὲν ἔχοντες κακὸν, ἐκλελοιπότες  δέ τι τῶν ἀγαθῶν, μετὰ τῶν τὰ κακὰ ἐργασαμένων εἰς τὸ τῆς γεέννης ἀπαχθήσονται πῦρ. Εἰ γὰρ τῶν ἐπὶ γῆς ἀρχόντων  ὁ 

παραβαίνων  τοὺς  νόμους  ἀπαραίτητον  ὑφίσταται  κόλασιν,  πολλῷ μᾶλλον  ἀφορήτοις  ἐκδοθήσεται βασάνοις ὁ τοῦ ἐπουρανίου ∆εσπότου ἀθετῶν  τὰ προστάγματα. Οἶδα ὅτι φορτικὸν  ὑμῖν τὸ περὶ γεέννης  διαλέγεσθαι

καταφαίνεται, καὶ πολλὴν ἐμποιεῖ τὴν ὀδύνην· ἀλλ' ὅσον δάκνει τὸ συνειδὸς, τοσοῦτον καὶ ὠφελεῖ τὴν διάνοιαν τῶν δακνομένων. Εἰ μὲν γὰρ ἐκεῖ ταῦτα ἐλέγετο ἡμῖν καθάπερ τῷ ἐπὶ τοῦ Λαζάρου πλουσίῳ, ὄντως θρηνεῖν

ἔδει καὶ ὀδύρεσθαι καὶ πενθεῖν, ὅτι μετανοίας καιρὸς οὐκέτι ἡμῖν ὑπολέλειπτο· ἐπειδὴ δὲ ἐνταῦθα ὄντες ταῦτα ἀκούομεν, ὅπου καὶ ἀνανῆψαι  δυνατὸν,  καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι, καὶ πολλὴν  κτήσασθαι τὴν

παῤῥησίαν, καὶ ἐκ τῶν ἑτέροις συμβάντων κακῶν φοβηθέντας μεταβαλέσθαι, εὐχαριστῶμεν  τῷ φιλανθρώπῳ  Θεῷ, τῷ διὰ τῆς ἑτέρων  κολάσεως τὴν  ἡμετέραν ἐγείραντι  νωθείαν,  καὶ ἀφυπνίζοντι  καθεύδοντας  ἡμᾶς. Καὶ

τίνος  ἕνεκεν  οἱ μὲν ἐνταῦθα κολάζονται, οἱ δὲ ἐκεῖ, καὶ οὐκ ἐνταῦθα πάντες; Ὅτι, εἰ τοῦτο ἦν, πάντες ἂν ἀπωλόμεθα· πάντες γὰρ ἐσμὲν ἐν ἐπιτιμίοις. Πάλιν, εἰ μηδεὶς ἐνταῦθα ἐκολάζετο, ῥᾳθυμότεροι ἂν οἱ πλείους

ἐγένοντο, καὶ πολλοὶ ἂν εἶπον, μὴ εἶναι πρόνοιαν. Εἰ γὰρ νῦν ὁρῶντες τῶν πονηρῶν πολλοὺς κολαζομένους, πολλὰ τοιαῦτα βλασφημοῦσιν· εἰ μηδὲν τοιοῦτον ἦν, τί οὐκ ἂν εἶπον; ποῦ δὲ οὐκ ἂν ἦλθον μανίας; ∆ιὰ τοῦτο ὁ

Θεὸς τοὺς μὲν ἐνταῦθα κολάζει, τοὺς δὲ οὐ κολάζει. Κολάζει μὲν γάρ τινας, τὴν κακίαν αὐτῶν   ἐκκόπτων,   καὶ  κουφοτέραν   ἐκεῖ  ποιῶν   τὴν   τιμωρίαν,   ἢ  καὶ  τέλεον ἀπαλλάττων αὐτοὺς, καὶ τοὺς ἐν πονηρίᾳ ζῶντας

σωφρονεστέρους ποιῶν τῇ τούτων τιμωρίᾳ· τοὺς δὲ οὐ κολάζει πάλιν, ἵνα, ἂν μὲν προσέχωσιν ἑαυτοῖς μετανοήσαντες, καὶ τὴν τοῦ Θεοῦ μακροθυμίαν αἰδεσθέντες καὶ τῆς ἐνταῦθα κολάσεως ἀπαλλαγῶσι, καὶ τῆς ἐκεῖ

τιμωρίας, ἂν δὲ ἐπιμείνωσι  μηδὲν ἀπὸ τῆς ἀνεξικακίας ὠφελούμενοι τοῦ Θεοῦ, μείζονα ὑποστῶσι τιμωρίαν,  διὰ τὴν ἄγαν αὐτῶν  καταφρόνησιν. Ὅταν γὰρ ἁμαρτάνοντες τιμώμεθα παρὰ τοῦ Θεοῦ, ἀνθ' ὧν τιμωρεῖσθαι

ὠφείλομεν, αὐτὸ τοῦτο ἡμᾶς μάλιστα εἰς τὸ πῦρ μειζόνως ἐμβαλεῖν δυνήσεται. Εἰ γὰρ μακροθυμίας τις ἀπολαύων  μόνον, ἂν εἰς δέον αὐτῇ μὴ χρήσηται, χαλεπωτέραν  ἔχει τὴν τιμωρίαν· ὅταν μετὰ τῆς μακροθυμίας καὶ

τιμὰς μεγίστας ἔχῃ, εἶτα ἐπιμένῃ τῇ πονηρίᾳ, τίς αὐτὸν  ἐξαιρήσεται  τῆς  κολάσεως; Ὥσπερ δὲ  τὸ  μὴ  δοῦναι  δίκην  ἐνταῦθα  τῶν

ἁμαρτημάτων, χαλεπωτέραν ἐκεῖ ποιεῖ τὴν τιμωρίαν· οὕτω τὸ πολλῆς ἀνέσεως ἀπολαύειν  ἁμαρτάνοντας  καὶ  εὐπορίας, ἐφόδιον  τοῖς  ἁμαρτάνουσι καὶ  ὑπόθεσις κολάσεως μείζονος  γίνεται.  Εἰ ὁ μωρὸν λέγων  τὸν 

ἀδελφὸν  αὐτοῦ, τῆς ἐσχάτης κολάσεώς ἐστιν ἄξιος· ὁ κακοῦργον, καὶ βάσκανον, καὶ μυρία ἄλλα τοιαῦτα κατηγορῶν, πόσον ἑαυτῷ τὸ τῆς γεέννης συνάξει πῦρ; τὸ γὰρ, Μωρὲ, τῶν εἰρημένων πολλῷ  κουφότερον εἰς ὕβρεως

λόγον  ἐστί. ∆ιόπερ ἐκεῖνα παρεὶς, τοῦτο ἔθηκεν ὁ Χριστὸς, ἵνα μάθῃς, ὅτι εἰ τὸ 63.749 φορητότερον  λεχθὲν  τὴν γέενναν  ἐπισπᾶται κατὰ τοῦ λέγοντος, πολλῷ μᾶλλον τὰ βαρύτατα καὶ ἀφορητότερα τοῦτο ἐργάσεται. Εἰ δέ

τινες ὑπερβολὴν τοῦ λόγου καταγινώσκοντες, ὑπὲρ τοῦ φοβῆσαι μόνον ταύτην εἰρῆσθαι τὴν ἀπειλὴν  νομίζουσιν, ὥρα αὐτοὺς καὶ τοὺς μοιχοὺς καὶ εἰδωλολάτρας τῆς εἰρημένης ἀπαλλάττειν κολάσεως. Εἰ γὰρ φόβου ἕνεκεν

τοῖς λοιδόροις ἠπείλησε, δῆλον ὅτι κἀκείνοις· ὁμοῦ γὰρ ἅπαντας συναγαγὼν, οὕτως ἐπήγαγε τῆς βασιλείας τὴν ἔκπτωσιν. Τί οὖν, φησὶν, ὁ λοίδορος μετὰ τοῦ μοιχοῦ καὶ μαλακοῦ κείσεται; Εἰ μὲν  τὴν  αὐτὴν  αὐτοῖς  δώσει 

δίκην,  ἑτέρου  τοῦτο  ζητῆσαι  καιροῦ·  ὅτι  δὲ  τῆς βασιλείας ὁμοίως ἐκπεσεῖται ἐκεῖνος, τῷ Παύλῳ πείθομαι λέγοντι,  μᾶλλον  δὲ τῷ ἐνεργοῦντι  ἐν αὐτῷ Χριστῷ, ὅτι οὔτε οὗτοι, οὔτε ἐκεῖνοι βασιλείαν Θεοῦ

κληρονομήσουσιν. Εἴ τινος ἡμῶν πρᾶγμα κρυπτὸν εἰς μέσον ἠνέχθη τήμερον ἐπὶ τῆς ἐκκλησίας μόνης, οὐκ ἂν ἀπώλετο καὶ τὴν γῆν εὔξατο αὐτῷ διαστῆναι μᾶλλον ἂν, ἢ τοσούτους μάρτυρας κακίας ἔχειν; Τί οὖν τότε

πεισόμεθα, ὅταν ἐπὶ τῆς οἰκουμένης εἰς  μέσον  ἅπαντα  φέρηται  ἐν  οὕτω  θεάτρῳ  λαμπρῷ  καὶ  περιφανεῖ,  καὶ  τῶν γνωρίμων  καὶ τῶν  ἀγνώστων  ἡμῖν  ἅπαντα  κατοπτευόντων;  τίνος  ἐσόμεθα, ὅταν δεθέντες εἰς τὸ

ἐξώτερον ἀπαγώμεθα σκότος; μᾶλλον  δὲ τί ποιήσομεν (ὃ πάντων ἐστὶ φοβερώτερον) ὅταν τῷ Θεῷ προσκρούσωμεν; Εἰ γάρ τις αἴσθησιν ἔχει καὶ νοῦν, ἤδη καὶ τὴν γέενναν  ὑπέμεινεν, ὅταν ἐξ ὄψεως γένηται  τοῦ Θεοῦ. Καὶ

γὰρ ἐχρῆν, οὐχ ὅταν κολαζώμεθα, ἀλγεῖν, ἀλλ' ὅταν ἁμαρτάνωμεν· τὸ γὰρ προσκροῦσαι τῷ Θεῷ τοῦ κολασθῆναι χαλεπώτερον.  Νῦν δ' οὕτως ἀθλίως διακείμεθα, ὡς, εἰ μὴ γεέννης φόβος ἦν, μηδὲ ἂν ἑλέσθαι ταχέως ποιῆσαί

τι καλόν. ∆ιόπερ εἰ καὶ μηδενὸς ἕνεκεν ἑτέρου, τούτου γε ἕνεκεν γεέννης  ἂν εἴημεν ἄξιοι, τὴν γέενναν  μᾶλλον τοῦ Θεοῦ φοβούμενοι. Οἱ γὰρ πολλὰ πταίοντες καὶ μὴ κολαζόμενοι, φοβεῖσθαι καὶ δεδοικέναι ὀφείλουσιν·

αὔξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας, διὰ τῆς ἀτιμωρησίας καὶ τῆς μακροθυμίας τοῦ Θεοῦ. Ὅταν οὖν ἴδῃς ἀδίκως πλουτοῦντα  καὶ εὐημεροῦντά τινα, μὴ μακαρίσῃς, ἀλλὰ δάκρυσον τὸν τοιοῦτον· καὶ γὰρ προσθήκη κολάσεως

ὁ πλοῦτος οὗτος  αὐτῷ.  Ὥσπερ γὰρ  οἱ  πολλὰ  ἁμαρτόντες,  καὶ  μὴ  βουλόμενοι  μετανοεῖν, θησαυρίζουσιν ἑαυτοῖς θησαυρὸν ὀργῆς· οὕτως  οἱ μετὰ τοῦ μηδὲ κολάζεσθαι καὶ εὐπραγίας ἀπολαύοντες, μείζονα ὑποστήσονται

τὴν τιμωρίαν. Οὐ γὰρ πάντων  τῶν ἁμαρτημάτων αἱ αὐταὶ κολάσεις, ἀλλὰ πολλαὶ καὶ διάφοροι, καὶ ἀπὸ χρόνων, καὶ ἀπὸ προσώπων καὶ ἀπὸ ἀξιωμάτων, καὶ ἀπὸ συνέσεως. Καὶ γὰρ ἐὰν ὦσι πονηροὶ δύο, οὐ τῶν  αὐτῶν 

ἐνταῦθα ἀπολαύσαντες, ἀλλ' ὁ μὲν ἐν πλούτῳ, ὁ δὲ ἐν πενίᾳ, οὐχ ὁμοίως ἐκεῖ τιμωρηθήσονται, ἀλλ' ὁ εὐπορώτερος χαλεπώτερα. ∆ιὰ γὰρ τοῦτο οὐδὲ πάντας ἐνταῦθα ἀπαιτεῖ δίκην ὁ Θεὸς, ἵνα μὴ ἀπογνῷς τὴν ἀνάστασιν, καὶ

ἀπελπίσῃς τὴν κρίσιν, ὡς πάντων  ἐνταῦθα διδόντων  λόγων· οὔτε πάντας ἀφίησιν ἀτιμωρητὶ ἀπελθεῖν, ἵνα μὴ πάλιν ἀπρονόητα εἶναι τὰ πάντων  νομίσῃς. Ἆρά γε οὐχὶ τὰ ὅμοια τοῖς πρὶν δι' ἁμαρτήματα τιμωρηθεῖσι

πράττουσι καὶ νῦν πολλοί; Καὶ πάνυ· ὅταν γὰρ μὴ σαρκικὸν, ἀλλὰ πνευματικὸν  ἀνέλῃς ἀδελφὸν, ὡς ὁ Κάϊν, οὐ ταὐτὰ εἰργάσω; Τί γὰρ, εἰ καὶ μὴ ξίφει, ἀλλ' ἑτέρῳ τρόπῳ; οὐδεὶς οὖν ἐφθόνησε νῦν τῷ αὐτοῦ ἀδελφῷ; οὐδεὶς

περιέβαλε 63.750 κινδύνοις; Ἀλλ' ἐνταῦθα οὐκ ἔδοσαν δίκην. Ἀλλὰ δώσουσιν. Εἰ γὰρ ὁ μήτε νόμων  ἀκούσας γραπτῶν  μήτε προφητῶν,  μήτε σημεῖα θεασάμενος μεγάλα, τοσαύτην δίδωσι τιμωρίαν, ὁ ὑστέρως ταὐτὰ

δεδρακὼς, καὶ μηδὲ τοσούτοις παραδείγμασι σωφρονιζόμενος,  ἀτιμώρητος  ἔσται; καὶ ποῦ τοῦ Θεοῦ τὸ δίκαιον;

Ἀλλὰ καὶ τοῦ Ἠλεὶ οἱ υἱοὶ ἐπειδὴ πρὸ τοῦ θυμιάματος ἤσθιον, δίκην ἔδοσαν χαλεπωτάτην  μετὰ τοῦ πατρός. Οὐδεὶς οὖν γέγονε πατὴρ ῥᾴθυμος περὶ παῖδας, οὔτε μοχθηροὶ παῖδες; ἀλλ' οὐδεὶς ἔδωκε δίκην· πότε οὖν

δώσουσιν ἐὰν μὴ γέεννα ᾖ; Τί δὲ ὁ Ἀνανίας καὶ ἡ Σάπφειρα, ἐπειδὴ ἔκλεψαν ἐξ ὧν ἀνέθηκαν, καὶ παραχρῆμα ἐτιμωρήθησαν; οὐδεὶς ἐξ ἐκείνου τοῦτο ἐποίησε; πῶς οὖν οὐκ ἔδωκαν τὴν αὐτὴν δίκην; Ἆρά σε πείθομεν 

γέενναν  εἶναι, ἢ πλειόνων  δεηθησόμεθα παραδειγμάτων; Ἐβουλόμην καὶ αὐτὸς ἐγὼ μὴ εἶναι κόλασιν, καὶ μάλιστα πάντων  ἐγώ. Τί δήποτε; Ὅτι ὑμῶν μὲν ἕκαστος ὑπὲρ τῆς ἑαυτοῦ δέδοικε ψυχῆς, ἐγὼ δὲ καὶ τῆς

προστασίας ταύτης εὐθύνας ὑπέχω. Ὥστε μάλιστα πάντων ἐμὲ ταύτην διαφυγεῖν  ἀδύνατον. Οὐ τοίνυν εὐεργετῶν μόνον, ἀλλὰ καὶ κολάζων ἀγαθός ἐστι καὶ φιλάνθρωπος  ὁ Θεός. Καὶ γὰρ καὶ αἱ κολάσεις αὐτοῦ καὶ αἱ

τιμωρίαι μέγιστον εὐεργεσίας μέρος εἰσίν· ἐπεὶ καὶ ἰατρὸς οὐχ ὅταν εἰς παραδείσους καὶ λειμῶνας ἐξάγῃ τὸν κάμνοντα μόνον, οὐδ' ὅταν  εἰς  βαλανεῖα  καὶ  κολυμβήθρας  ὑδάτων,  ἀλλὰ  καὶ  ὅταν  ἄσιτον  κελεύῃ διαμένειν,

ὅταν τέμνῃ, ὅταν πικρὰ προσάγῃ φάρμακα, καὶ τότε ἰατρός ἐστιν ὁμοίως, καὶ τὴν αὐτοῦ φιλανθρωπίαν ἐπιδείκνυσι πλέον. Ὅταν οὖν ἴδῃς τινὰ ἀρετῆς ἐπιμελούμενον,  καὶ μυρίους ὑπομένοντα  πειρασμοὺς, μακάρισον,

ζήλωσον, ὡς καὶ τῶν ἁμαρτημάτων αὐτῷ ἐνταῦθα διαλυομένων  πάντων, καὶ πολλῶν τῆς ὑπομονῆς ἑτοιμαζομένων  ἐκεῖ τῶν μισθῶν. Τῶν γὰρ ἀνθρώπων  οἱ μὲν ἐνταῦθα τιμωροῦνται μόνον· οἱ δὲ ἐνταῦθα μὲν οὐδὲν

πάσχουσι τοιοῦτον,  πᾶσαν δὲ ἐκεῖ τὴν τιμωρίαν ἀπολαμβάνουσιν· οἱ δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζονται. Τίνας οὖν ἐκ τῶν τριῶν μακαρίζετε τούτων; Πρώτους μὲν εὖ οἶδ' ὅτι τοὺς ἐνταῦθα κολαζομένους καὶ ἀποτιθεμένους 

τὰ ἁμαρτήματα· δευτέρους δὲ μετ' ἐκείνους, τίνας; Ὑμεῖς μὲν ἴσως τοὺς οὐδὲν ἐνταῦθα πάσχοντας, ἀλλ' ἐκεῖ πᾶσαν ὑπομένοντας τὴν τιμωρίαν· ἐγὼ δὲ οὐ τούτους, ἀλλὰ  τοὺς καὶ ἐνταῦθα  καὶ ἐκεῖ κολαζομένους.  Ὁ μὲν γὰρ

ἐνταῦθα τιμωρίαν  δοὺς, κουφοτέρας αἰσθήσεται ἐκεῖ τῆς κολάσεως· ὁ δὲ πᾶσαν ἀναγκαζόμενος ἐκεῖ τὴν κόλασιν ὑπομεῖναι, ἀπαραίτητον ἕξει τὴν δίκην. Τίνος γὰρ ἕνεκεν ὁ Θεὸς ἃ μέλλει δεινὰ ποιεῖν προλέγει; ἵνα μὴ

ποιήσῃ ἃ προλέγει. ∆ιὰ τοῦτο καὶ γέενναν  ἠπείλησεν, ἵνα μὴ ἀπάγῃ εἰς γέενναν.  Φοβείτω γὰρ, φησὶν, ὑμᾶς τὰ ῥήματα, καὶ μὴ λυπείτω τὰ πράγματα. Καλαί σου, ∆έσποτα, καὶ αἱ ἐπαγγελίαι· καλή σου καὶ ἡ προσδοκωμένη

βασιλεία, καὶ γέεννα πάλιν ἀπειλουμένη· προτρέπεται γὰρ καλῶς ἡ βασιλεία, φοβεῖ δὲ χρησίμως ἡ γέεννα. Ἀπειλεῖ γὰρ γέενναν ὁ Θεὸς, οὐχ ἵνα εἰς γέενναν  ἐμβάλῃ, ἀλλ' ἵνα γεέννης ἀπαλλάξῃ· εἰ γὰρ ἐβούλετο κολάσαι,

οὐκ ἂν προηπείλησεν,   ἵνα   ἀσφαλισάμενοι   διαφύγωμεν   τὰ  ἀπειλούμενα.   Ἀπειλεῖ   τὴν τιμωρίαν  ἵνα φύγωμεν  τὴν  πεῖραν  τῆς τιμωρίας· φοβεῖ, τῷ 63.751 λόγῳ,  ἵνα μὴ κολάσῃ τῷ ἔργῳ. Ὁ μὲν γὰρ μὴ προσδοκῶν

ἀναστήσεσθαι, μηδὲ εὐθύνας δώσειν τῶν ἐνταῦθα πεπραγμένων αὐτῷ, ἀλλὰ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα στήσεσθαι νομίζων, καὶ περαιτέρω μηδὲν εἶναι πλέον, οὔτε ἀρετῆς ἐπιμελήσεται, οὔτε κακίας ἀφέξεται, ἀλλ'

ἐπιδοὺς ἑαυτὸν ταῖς ἀτόποις ἐπιθυμίαις, πᾶν εἶδος ἐπελεύσεται πονηρίας·  ὁ  δὲ  περὶ  τῆς  μελλούσης  ἑαυτὸν  πεπεικὼς  κρίσεως, καὶ  τὸ  φοβερὸν δικαστήριον ἐκεῖνο πρὸ τῶν ὀφθαλμῶν  ἔχων, καὶ τὰς ἀπαραιτήτους

εὐθύνας, καὶ τὴν ἀπαραλόγιστον ψῆφον, παντὶ τρόπῳ πειράσεται σωφροσύνης μὲν καὶ ἐπιεικείας ἀντέχεσθαι  καὶ  τῆς  ἄλλης  ἀρετῆς, ἀκολασίαν  δὲ καὶ  θρασύτητα καὶ  τὴν  ἄλλην ἅπασαν πονηρίαν  ἐκφυγεῖν.  Οὐ γὰρ

τοσοῦτον ἐργάσασθαι δυνήσεται λόγος, ὅσον ἐργάζεται  φόβος·  ὁ  γὰρ  τῆς  γεέννης  φόβος  τὸν  τῆς  βασιλείας  ἡμῖν  κομιεῖται στέφανον. Οἶδα ὅτι πολλοὶ τὴν γέενναν μόνον πεφρίκασιν· ἐγὼ δὲ τὴν ἔκπτωσιν τῆς δόξης

τῶν  οὐρανῶν  πολὺ τῆς γεέννης  κόλασιν πικροτέραν  εἶναί  φημι. Εἰ δὲ μὴ δυνατὸν  παραστῆσαι τῷ  λόγῳ,  θαυμαστὸν  οὐδέν·  οὐδὲ  γὰρ  ἴσμεν  ἐκείνων  τῶν ἀγαθῶν  τὴν μακαριότητα. ἵνα καὶ τὴν ἀθλιότητα  τὴν ἀπὸ

τῆς στερήσεως αὐτῶν σαφῶς ἴδωμεν· ἐπεὶ Παῦλος ὁ ταῦτα σαφῶς εἰδὼς, οἶδεν ὅτι τὸ ἐκπεσεῖν τῆς δόξης

τοῦ Χριστοῦ, πάντων  ἐστὶ χαλεπώτερον.  Καὶ τοῦτο εἰσόμεθα τότε, ὅταν εἰς αὐτὴν τὴν πεῖραν ἐμπέσωμεν. Ἀλλὰ μήποτε τοῦτο πάθοιμεν, ὦ μονογενὲς  τοῦ Θεοῦ Παῖ, μηδὲ λάβοιμέν ποτέ τινα πεῖραν τῆς ἀνηκέστου ταύτης

κολάσεως· ἀφόρητος μὲν γὰρ καὶ ἡ γέεννα καὶ ἡ κόλασις ἐκείνη· πλὴν κἂν μυρίας τιθῇς γεέννας, οὐδὲν τοιοῦτον ἐρεῖς, οἷον τὸ τῆς μακαρίας ἐκπεσεῖν δόξης ἐκείνης, τὸ μισηθῆναι παρὰ τοῦ Χριστοῦ, τὸ ἀκοῦσαι ὅτι Οὐκ οἶδα

ὑμᾶς, τὸ ἐγκληθῆναι,  ὅτι πεινῶντα  αὐτὸν  ἰδόντες  οὐκ ἐθρέψαμεν. Καὶ γὰρ βέλτιον μυρίους ὑπομεῖναι κεραυνοὺς, ἢ τὸ πρόσωπον ἐκεῖνο τὸ ἥμερον ἰδεῖν ἀποστρεφόμενον ἡμᾶς, καὶ τὸν γλυκὺν ὀφθαλμὸν οὐκ ἀνεχόμενον

εἰς ἡμᾶς βλέπειν. Εἰ γὰρ αὐτὸς ἐχθρὸν ὄντα με καὶ μισοῦντα αὐτὸν καὶ ἀποστρεφόμενον οὕτως ἐδίωξεν, ὡς μηδὲ ἑαυτοῦ φείσασθαι, ἀλλὰ ἐκδοῦναι ἑαυτὸν εἰς θάνατον· ὅταν μετὰ πάντα  ἐκεῖνα  μήτε ἄρτου ἀξιώσω αὐτὸν 

λιμώττοντα,  ποίοις  λοιπὸν  αὐτὸν ὀφθαλμοῖς   ὄψομαι;  Εἰπὲ  δή  μοι,  εἴ  τίς  σε  γεγηρακότα   καὶ  ἐν  πενίᾳ  ζῶντα ἐπηγγέλλετο  ποιήσειν ἐξαίφνης  νέον, καὶ εἰς αὐτὴν ἄξειν τῆς ἡλικίας τὴν ἀκμὴν, καὶ σφόδρα ἰσχυρὸν

καὶ ὡραῖον ὑπὲρ πάντας κατασκευάσειν, καὶ βασιλείαν δώσειν τῆς γῆς ἁπάσης ἐπὶ ἔτεσι χιλίοις, τί οὐκ ἂν ὑπὲρ ταύτης εἵλου τῆς ὑποθέσεως καὶ ποιῆσαι καὶ παθεῖν; τοῦ δὲ Χριστοῦ οὐχὶ ταῦτα, ἀλλὰ τὰ πολλῷ  μείζονα

τούτων ἐπαγγελομένου,   ἃ  ἡτοίμασε  τοῖς  ἀγαπῶσιν   αὐτὸν,  πόσα  οὐκ  ἄξιον  προέσθαι χρήματα; μᾶλλον  δὲ πόσας οὐκ ἄξιον  προέσθαι ψυχάς;  Ἀλλ' ἐπειδὴ  σωματικοῖς ὀφθαλμοῖς  ταῦτα  ἰδεῖν  οὐκ  ἔστιν,  ἀνάβηθι  τῷ

 λογισμῷ,  καὶ  ὑπὲρ τὸν  οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον  εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ ἀπρόσιτον, εἰς τοὺς δήμους τῶν ἀγγέλων, καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ' ἡμῖν εἰκόνος,

καταβὰς ἄνωθεν, καὶ ὑπόγραψόν μοι τὰ περὶ τὸν βασιλέα τὸν ἐπὶ γῆς, οἷον ἄνδρας χρυσοφοροῦντας, καὶ ζεῦγος λευκῶν ἡμιόνων χρυσῷ καλλωπιζομένων,  63.752 καὶ  ὄχημα  χρυσοκόλλητον  καὶ  πέταλα  τούτῳ

περισειόμενα, καὶ δράκοντας  ἐν  ἱματίοις  σχηματιζομένους  σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀφθαλμοὺς, καὶ ἵππους χρυσοφοροῦντας, καὶ χαλινοὺς  χρυσοῦς· καὶ ταῦτα συναγαγὼν ἀκριβῶς, ἀπὸ τούτων μετάθες

πάλιν ἐπὶ τὰ ἄνω τὸν λογισμὸν, καὶ τὴν  ἡμέραν ἐννόησον  τὴν  φοβερὰν  καθ' ἣν  ὁ Χριστὸς παραγίνεται.  Οὐ γὰρ ζεῦγος ἡμιόνων ὄψει τότε, οὐδὲ ὀχήματα χρυσᾶ, οὐδὲ δράκοντας καὶ ἀσπίδας, ἀλλὰ τὸν οὐρανὸν

ἀνοιγόμενον  μὲν ἅπαντα, κατερχόμενον  δὲ τὸν μονογενῆ  τοῦ Θεοῦ Υἱὸν, οὐκ εἴκοσιν οὐδὲ ἑκατὸν δορυφορούντων αὐτὸν, ἀλλὰ χιλιάδων καὶ μυριάδων ἀγγέλων τε καὶ ἀρχαγγέλων· καὶ πάντα ἔσται φόβου καὶ τρόμου

μεστὰ, τῶν πώποτε γενομένων  ἀνθρώπων,  ἐξ οὗ γέγονεν  ὁ Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης, ἀπὸ γῆς ἀνισταμένων  καὶ ἁρπαζομένων· καὶ αὐτοῦ μετὰ τοσαύτης φαινομένου  δόξης, ὥστε τὸν   ἥλιον    καὶ   τὴν   σελήνην  

ἅπαν   κρύψαι   τὸ   φῶς    τῆς   αὐγῆς   ἐκείνην ὑπερλαμπόμενον, καὶ ἀποδιδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἀλλ' οἱ πολλοὶ τῶν ἀλογώτερον διακειμένων  παραμυθίαν τινὰ φέρειν νομίζουσι τὸ μετὰ πάντων ἐν τῇ γεέννῃ 

κολάζεσθαι· καὶ γὰρ σφόδρα ψυχρὸς οὗτος ὁ λόγος, τὸ λέγειν,  Ὡς πάντες κἀγώ.  Ἐννόησόν  μοι  τοὺς  ὑπὸ  ποδαλγίας  κατεχομένους,  οἳ, ὅταν  ὑπὸ  δριμείας ὀδύνης κατατείνωνται,  κἂν μυρίους δείξῃς χαλεπώτερα 

πάσχοντας, οὐδὲ εἰς νοῦν λαμβάνουσι. Τὸ γὰρ ἐπιτεταμένον τῆς ἀλγηδόνος οὐ συγχωρεῖ τῷ λογισμῷ σχολήν τινα  σχεῖν  εἰς  τὸ  λογίσασθαι  ἑτέρους  καὶ  παραμυθίαν  εὑρεῖν.  Μὴ τοίνυν  ταῖς ψυχραῖς ταύταις ἐλπίσι

τρεφώμεθα. Τὸ γὰρ δέξασθαι παραμυθίαν ἐκ τῶν τοῦ πέλας κακῶν, ἐν τοῖς συμμέτροις γίνεται τῶν παθῶν· ὅταν δὲ ὑπερέχῃ ἡ βάσανος καὶ ζάλης ᾖ  μεστὰ πάντα  τὰ  ἔνδον,  καὶ  μηδὲ  ἑαυτὴν  εἰδέναι  ἡ  ψυχὴ  λοιπὸν  ἔχῃ, 

πόθεν παραμυθίαν καρπώσεται; Εἴ τίς σε εἰς θέατρον ἤγαγεν, ἔνθα πάντες ἐκάθηντο χρυσᾶς περιβεβλημένοι στολὰς, καὶ ἐν μέσῳ τῷ πλήθει ἕτερόν τινα ἀπέδειξεν ἀπὸ λίθων καὶ μαργαριτῶν  μόνων  καὶ τὰ ἱμάτια καὶ τὸν

στέφανον τὸν ἐπὶ τῆς κεφαλῆς  ἔχοντα, εἶτά σε ἐπηγγείλατο εἰς ἐκεῖνον κατατάξειν τὸν δῆμον, ἆρα οὐκ ἂν ἅπαντα ἔπραξας

ὥστε τῆς ἐπαγγελίας  ταύτης τυχεῖν; Νῦν δὲ οὐκ ἀπὸ τοιούτων, ἀλλ' ἀπὸ τῶν οὐδὲ ἑρμηνευθῆναι  δυνατῶν  τοῦ ἐν οὐρανοῖς ἡμῖν συγκειμένου θεάτρου (περὶ γὰρ τοῦ βασιλέως οὐδὲ εἰπεῖν  ἔνι), ἵνα μὴ μικρὸν πονήσωμεν 

χρόνον,  τοσούτων ἑαυτοὺς ἀποστερήσομεν ἀγαθῶν; Εἰ γὰρ μυρίους θανάτους καθ' ἑκάστην ἡμέραν ὑπομένειν ἐχρῆν· εἰ καὶ τὴν γέενναν  αὐτὴν ὑπὲρ τοῦ τὸν Χριστὸν ἰδεῖν ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ, καὶ εἰς τὸν  τῶν 

ἁγίων  καταλεγῆναι  χορὸν, οὐκ ἐχρῆν  ἅπαντα  ὑπομένειν ἐκεῖνα; Ἀλλ' οἱ πολλοὶ τῶν ἀλογώτερον διακειμένων  τὸ τῆς γεέννης ἀπαλλαγῆναι μόνον ἀγαπητὸν  τίθενται· ἐγὼ δὲ τῆς γεέννης  πολλῷ χαλεπωτέραν  κόλασιν

εἶναί φημι τὸ μὴ γενέσθαι ἐν τῇ τοῦ Χριστοῦ δόξῃ, καὶ τὸν ἐκπεσόντα ἐκεῖθεν οὐχ οὕτως οἶμαι δεῖν πενθεῖν τὰ ἐν τῇ γεέννῃ κακὰ, ὡς τὴν ἀπόπτωσιν τὴν ἐκ τοῦ ∆εσπότου· τοῦτο γὰρ μόνον πάντων  χαλεπώτερον  εἰς

κολάσεως λόγον ἐστίν. Εἰ τὸν Χριστὸν ἐφιλοῦμεν, ὡς φιλεῖν  ἐχρῆν, ἔγνωμεν  ἄν τι γεέννης  χαλεπώτερον  τὸ προσκροῦσαι τῷ φιλουμένῳ· ἐπειδὴ δὲ οὐ φιλοῦμεν, οὐκ ἴσμεν τῆς κολάσεως ταύτης τὸ μέγεθος· καὶ τοῦτό ἐστιν

ὃ μάλιστα ὀδύρομαι 63.753 καὶ θρηνῶ. Εἰ γὰρ ἄνθρωπος ἦν ὁ οὕτω φιλῶν,  βασιλεὺς δὲ ὁ οὕτω φιλούμενος,  οὐκ ἂν ᾐδέσθη τὸ τοῦ ἔρωτος μέγεθος; σφόδρα μὲν οὖν· ὅταν δὲ τοὐναντίον  ᾖ, καὶ ἄφατον μὲν ἐκείνου τὸ κάλλος

καὶ ἡ δόξα καὶ ὁ πλοῦτος τοῦ φιλοῦντος ἡμᾶς, ἡμῶν δὲ πολλὴ ἡ εὐτέλεια, πῶς οὐχὶ μυρίας ἐσμὲν ἄξιοι κολάσεως οἱ οὕτως εὐτελεῖς καὶ ἀπεῤῥιμμένοι, παρὰ τοιούτου μεγάλου καὶ θαυμαστοῦ φιλούμενοι μεθ' ὑπερβολῆς

ἁπάσης, καὶ καταφρονοῦντες  αὐτοῦ τῆς ἀγάπης, τοῦ μηδὲν ἡμῶν προτιμῶντος; Ἕνα γὰρ εἶχεν Υἱὸν μονογενῆ καὶ γνήσιον, καὶ  οὐδὲ  τούτου  ἐφείσατο  δι' ἡμᾶς· ἡμεῖς  δὲ αὐτοῦ  τὰ  τοῦ  Σατανᾶ ἐπιτάγματα προτιμῶμεν.

Ἆρ' οὖν οὐκ εἰκότως γέεννα καὶ κόλασις, εἰ καὶ διπλῆ καὶ τριπλῆ ἦν καὶ μυριάκις  τοσαύτη;  Μὴ δή  μου  καταγνῶτε  τῆς  θρηνῳδίας·  οὐ  γὰρ  τὸ  θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων  ἄξια ποιεῖν, οὐδὲ τὸ

ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ ὀδυρμῶν παραίτια πράττειν. Μὴ κολασθῇς, καὶ οὐ πενθῶ· μὴ ἐμβληθῇς εἰς γέενναν,  καὶ οὐκ ὀδύρομαι. Βέλτιον γὰρ ἐν τούτοις  ἡμᾶς δάκνεσθαι νῦν,  ἢ κατ' ἐκεῖνον  τὸν  καιρὸν

τιμωρουμένους.  Σὺ δὲ, ἂν μὲν τὸ σῶμά σου ἀσθενῇ, πάντας παρακαλεῖς συναλγεῖν  σοι, καὶ ἀσυμπαθεῖς ἡγῇ τοὺς μὴ συναλγοῦντάς  σοι· τῆς δὲ ψυχῆς ἀπολλυμένης, λέγεις μοι μὴ πενθεῖν; Ἀλλ' οὐ δύναμαι· πατὴρ γάρ εἰμι,

καὶ πατὴρ φιλόστοργος. Εἴθε ἦν ἰδεῖν ὑμᾶς τῆς διανοίας μου τὴν πυρὰν, καὶ ἔγνωτε ἂν, ὅτι πάσης γυναικὸς χηρείαν ἄωρον ὑποστάσης πλέον καίομαι. Οὐχ οὕτω γυνὴ πενθεῖ τὸν ἄνδρα τὸν ἑαυτῆς, οὐδὲ πατὴρ υἱὸν, ὡς ἐγὼ

τὸ πλῆθος τοῦτο τὸ παρ' ἡμῖν, ὅτε οὐδεμίαν ὁρῶ προκοπὴν ἐν ὑμῖν. Ἀλλὰ πάντες  εἰς διαβολὰς καὶ κατηγορίας, καὶ ἅπας ἡμῖν ὁ καιρὸς εἰς τὸ κατηγορεῖν ἀναλίσκεται. Εἴδετέ ποτε τοὺς ἀπαγομένους ἐπὶ θάνατον;  ποίαν 

νομίζετε αὐτοῖς  εἶναι  τὴν  ψυχὴν,  τὴν  μέχρι τῆς πύλης  ὁδὸν βαδίζουσι; πόσων θανάτων  οὐ χείρονα; τί οὐκ ἂν ἕλοιντο  καὶ πρᾶξαι καὶ παθεῖν, ὥστε 63.754 ἀπαλλαγῆναι τῆς ἀχλύος ἐκείνης καὶ τοῦ νέφους; Ἐγὼ πολλῶν

ἤκουσα λεγόντων,  φιλανθρωπίᾳ  βασιλικῇ μετὰ τὴν ἀπαγωγὴν εἰς τοὐπίσω κληθέντων,  ὅτι οὐδὲ ἀνθρώπους ἑωρῶμεν τοὺς ἀνθρώπους, τεθορυβημένης τῆς ψυχῆς καὶ ἐκπληττομένης  καὶ ἐξεστηκυίας. Εἰ τοίνυν  σωματικὸς

ὑμᾶς θάνατος  οὕτω φοβεῖ, ὅταν ὁ αἰώνιος παραγένηται, τί ποιήσομεν; ὅταν τὴν γῆν ἀποῤῥηγνυμένην ἴδωμεν, ὅταν τὸν οὐρανὸν συνελκόμενον, ὅταν αὐτὸν παραγενόμενον τὸν τῶν ἁπάντων βασιλέα, τίς ἄρα ἡμῖν  ἔσται

τότε ἡ ψυχή; Εἰ ἑτέρων  ἀναιρουμένων  τὸν θάνατον τοῦτον τὸν ὕπνου οὐδὲν διαφέροντα, οἱ μηδὲν κοινωνοῦντες  οὕτω διατίθενται, ὡς καταπεπτωκυῖαν  καὶ παρειμένην τὴν ψυχὴν ἔχειν ἀπὸ τοῦ φόβου καὶ τῆς ἀθυμίας·

ὅταν ἡμεῖς αὐτοὶ τοῖς μείζοσι περιπίπτωμεν  ἀθάνατα  κολαζόμενοι, τίς ἄρα ἔσται κατάστασις; Οὐκ ἔστι, πιστεύσατε, παραστῆσαι τῷ λόγῳ  τὸ πάθος, οὐκ ἔστι. Ναὶ, φησὶν, ἀλλὰ φιλάνθρωπος  ὁ Θεὸς, καὶ οὐδὲν τούτων

ἔσται. Οὐκοῦν εἰκῆ γέγραπται; Οὒ, φησὶν, ἀλλὰ πρὸς ἀπειλὴν  μόνον, ἵνα σωφρονῶμεν. Ἂν οὖν οὐ σωφρονῶμεν,

ἀλλὰ μείνωμεν κακοὶ, οὐκ ἐπάξει τὴν κόλασιν; Οὐκοῦν οὐδὲ τοῖς ἀγαθοῖς ἀποδώσει τὰς ἀμοιβάς. Ναὶ, φησί· τοῦτο γὰρ πρέπον ἐστὶ, καὶ ὑπὲρ τὴν ἀξίαν εὐεργετεῖν. Ὥστε ἐκεῖνα μὲν ἀληθῆ καὶ πάντως ἔσται, τὰ δὲ τῶν

κολάσεων οὐ πάντως, ἀλλ' ἀπειλῆς ἕνεκεν καὶ φόβου; Τί οὖν; ἤκουσας περὶ κατακλυσμοῦ; μὴ καὶ ἐκεῖνα ἕνεκεν ἀπειλῆς εἴρηται; οὐχὶ ἐξέβη καὶ γέγονε; Τοιαῦτα καὶ ἐκεῖνοι πολλὰ ἔλεγον, καὶ ἐν ἑκατὸν ἔτεσι τῆς κιβωτοῦ

τεκταινομένης,  καὶ τοῦ δικαίου βοῶντος, οὐδεὶς ὁ πιστεύων ἦν· ἀλλ' ἐπειδὴ οὐκ ἐπίστευσαν τῇ διὰ τῶν  ῥημάτων ἀπειλῇ, ὑπέστησαν τὴν διὰ τῶν πραγμάτων τιμωρίαν· ἧς τὴν πεῖραν ἐκφυγεῖν  σπουδάσωμεν, ὅση δύναμις,

ἵνα καὶ τὸν ἐνταῦθα βίον εὐμαρῶς διανύσωμεν, καὶ τῶν μελλόντων  ἀγαθῶν  ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς

αἰῶνας τῶν αἰώνων. Ἀμήν.






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.