Κυριακή, 22 Φεβρουαρίου 2015

Του έν άγίοις πατρος ημών Αθανασίου αρχιεπισκόπου Αλεξάνδρειας κατά Ελλήνων



Του έν άγίοις πατρός ημών Αθανασίου αρχιεπισκόπου Αλεξάνδρειας κατά Ελλήνων


1          Ή μέν περί της θεοσεβείας καί της τών όλων αληθείας γνώσις ού τοσουτον της παρά τών ανθρώπων διδασκαλίας δειται, οσον αφ' έαυτης εχει το γνώριμον· μόνον γάρ ούχι καθ' ημέραν τοις εργοις κεκραγε, καί ηλιου λαμπρότερον έαυτην διά της Χριστού διδα σκαλίας έπιδείκνυται· ποθουντι δέ σοι ομως τά περί ταύτης ακουσαι, φερε, ω μακαριε, ως αν οίοί τε ωμεν, ολίγα της κατά Χριστόν πίστεως έκθώμεθα, δυναμένω μέν σοι καί απο τών θείων λογίων ταύτην εύρειν, φιλοκαλως δέ ομως καί παρ' έτερων ακούοντι. αύταρκεις μέν γαρ εισιν αι αγιαι καί θεόπνευστοι γραφαί προς την της αληθείας απαγγελίαν· εισί δέ καί πολλοί τών μακαρίων ημών διδασκάλων εις ταυτα συνταχθέντες λόγοι· οίς έαν τις έντύχοι, εισεται μέν πως την τών γραφών έρμηνείαν, ής δέ ορέγεται γνώσεως τυχειν δυνήσεται. αλλ' έπειδη τάς τών διδασκαλων συνταξεις έν χερσί νυν ούκ εχομεν, αναγκαιόν έστιν α παρ' έκείνων έμαθομεν, ταυτα καί απαγγέλλειν καί γραφειν σοι· λέγω δη την κατά τον Σωτηρα Χριστον πίστιν· ινα μήτε εύτελη τις την του καθ' ημάς λόγου διδασκαλίαν ηγήσηται, μήτε άλογον την εις Χριστον πίστιν ύπολαβη· όποια διαβαλλοντες Έλληνες χλευαζουσι, καί πλατύ γελώσι καθ' ημών, ούδέν ετερον η τον σταυρον του Χριστού προφέροντες· έφ' ώ μαλιστα καί την αναισθησίαν αύτών οικτειρήσειεν άν τις, οτι, τον σταυρον διαβαλλοντες, ούχ όρώσι την τούτου δύναμιν πάσαν την οικουμένην πεπληρωκυιαν, καί οτι δι' αύτου τά της θεογνωσίας εργα πάσι πεφανέρωται. ούκ αν γαρ, ειπερ ήσαν καί αύτοί γνησίως έπιστήσαντες αύτου τη θεότητι τον νουν, έχλεύαζον το τηλικουτον· αλλά μάλλον καί αύτοί τουτον έπεγίνωσκον Σωτηρα του παντός, καί τον σταυρον μη βλαβην αλλά θεραπείαν της κτίσεως γεγονέναι. ει γάρ του σταυρου γενομένου, πάσα μέν ειδωλολατρεία καθηρέθη, πάσα δέ δαιμόνων φαντασία τω σημείω τούτω απελαύνεται, καί μόνος ό Χριστος προσκυνειται, καί δι' αύτου γινώσκεται ό Πατήρ, καί οι μέν αντιλέγοντες καταισχύνονται, ό δέ τών αντιλεγόντων όσημέραι τάς ψυχάς αφανώς μεταπείθει· πώς (εικότως γάρ άν τις ειποι προς αύτούς) ετι ανθρώπινον εστιν έπινοειν το πράγμα, καί ού μάλλον όμολογειν Θεου Λόγον καί Σωτηρα είναι του παντος τον έπί του σταυρου αναβαντα; πασχειν δέ καί ουτοί μοι δοκουσιν ομοιον, ως ει τις τον μέν ήλιον ύπο νεφών σκεπόμενον διαβαλλοι, το δέ τούτου φώς θαυμαζοι, βλέπων οτι πάσα η κτίσις ύπο τούτου καταλαμπεται. ως γάρ καλον το φώς, καί καλλίων ό του φωτος αρχηγος ήλιος· ουτω θείου πραγματος οντος του την οικουμένην πάσαν την αύτου γνώσεως πεπληρώσθαι, αναγκη τον αρχηγον καί ηγεμόνα του τοιούτου κατορθώματος είναι Θεον καί Θεου Λόγον. Λέγομεν ούν ως έφικτον ημιν, πρότερον διελέγξαντες την τών απίστων αμαθίαν· ινα, τών ψευδών διελεγχθέντων, λοιπον η αλήθεια δι' έαυτης έπιλαμψη, καί θαρρης καί αύτός, ω άνθρωπε, οτι αληθεία πεπίστευκας, καί τον Χριστον γινώσκων ούκ ήπατήθης. πρέπειν δέ σοι ηγουμαι φιλοχρίστω οντι τά περί Χριστου διαλέγεσθαι, έπεί καί παντων τιμιωτέραν την περί τούτου γνώσιν καί πίστιν ηγεισθαί σε πεπίστευκα.
2          Έξ αρχης μέν ούκ ήν κακία· ούδέ γάρ ούδέ νυν έν τοις άγίοις έστίν, ούδ' ολως κατ' αύτούς ύπαρχει αυτη· άνθρωποι δέ ταύτην ύστερον έπινοειν ήρξαντο, καί καθ' έαυτών ανατυπουσθαι· οθεν δη καί την τών ειδώλων έπίνοιαν έαυτοις ανεπλασαντο, τά ούκ οντα ως οντα λογιζόμενοι. ό μέν γάρ του παντος δημιουργος καί παμβασιλεύς Θεός, ό ύπερέκεινα πόσης ούσίας καί άνθρωπίνης έπινοίας ύπαρχων, ατε δη άγαθος καί ύπέρκαλος ων, δια τού ίδίου Λόγου τού Σωτηρος ημών Ίησοΰ Χριστού το άνθρώπινον γένος κατ' ιδίαν εικόνα πεποίηκε· καί τών οντων αύτον θεωρητήν καί έπιστήμονα δια της προς αύτον όμοιώσεως κατεσκευασε, δούς αύτω καί της ιδίας άϊδιότητος έννοιαν καί γνώσιν, ινα, τήν ταυτότητα σώζων, μήτε της περί Θεού φαντασίας ποτέ άποστη, μήτε της τών αγίων συζήσεως άποπηδήση, άλλ', εχων τήν τού δεδωκότος χαριν, εχων καί τήν ιδίαν έκ τού πατρικού Λόγου δυναμιν, άγαλληται καί συνομιλη τω Θείω, ζών τον άπήμονα καί μακάριον Οντως άθανατον βίον. ούδέν γαρ έχων έμπόδιον εις τήν περί τού Θείου γνώσιν, θεωρεί μέν άεί δια της αύτού καθαρότητος τήν τού Πατρος εικόνα, τον Θεον Λόγον, ού καί κατ' εικόνα γέγονεν· ύπερεκπλήττεται δέ κατανοών τήν δι' αύτού εις το παν πρόνοιαν, ύπερανω μέν τών αισθητών καί πασης σωματικης φαντασίας γινόμενος, προς δέ τα έν ούρανοίς θεία νοητα τη δυναμει τού νού συναπτόμενος. οτε γαρ ού συνομιλεί τοίς σώμασιν ό νούς ό τών άνθρώπων, ούδέ τι της έκ τουτων έπιθυμίας μεμιγμένον έξωθεν εχει, άλλ' ολος έστίν ανω εαυτω συνων ως γέγονεν έξ άρχης· τότε δή, τα αισθητα καί παντα τα άνθρώπινα διαβας, ανω μεταρσιος γίνεται, καί τον Λόγον ιδών, όρα έν αύτω καί τον τού Λόγου Πατέρα, ήδόμενος έπί τη τουτου θεωρία, καί άνακαινου μενος έπί τω προς τούτον πόθω. ώσπερ ούν τον πρώτον τών άνθρώπων γενόμενον, ος καί κατα τήν Εβραίων γλώτταν Άδαμ ώνομασθη, λέγουσιν αί ίεραί γραφαί κατα τήν άρχήν άνεπαισχυντω παρρησία τον νούν έσχηκέναι προς τον Θεόν, καί συνδιαιτασθαι τοίς αγίοις έν τη τών νοητών θεωρία, ην είχεν έν έκείνω τω τόπω, ον καί ό αγιος Μωυσης τροπικώς παραδεισον ώνόμασεν. ίκανή δέ ή της ψυχης καθαρότης έστί καί τον Θεον δι' εαυτης κατοπτρίζεσθαι, καθαπερ καί ό Κυριός φησι· Μακαριοι οί καθαροί τη καρδία, οτι αύτοί τον Θεον οψονται.
3          Ουτω μέν ούν ό Δημιουργός, ώσπερ ειρηται, το τών άνθρώπων γένος κατεσκευασε, καί μένειν ήθέλησεν· οί δέ ανθρωποι, κατο λιγωρήσαντες τών κρειττόνων, καί οκνήσαντες περί τήν τουτων καταληψιν, τα έγγυτέρω μαλλον εαυτών έζήτησαν, έγγυτερα δέ τουτοις ήν το σώμα, καί αί τουτου αισθήσεις. οθεν τών μέν νοητών άπέστησαν εαυτών τον νούν, εαυτούς δέ κατανοειν ήρξαντο. εαυτούς δέ κατανοούντες, καί τού τε σώματος καί τών αλλων αισθητών άντιλαμβανόμενοι, καί ως έν ιδίοις άπατώμενοι, εις εαυτών έπι θυμίαν έπεσαν, τα ιδια προτιμήσαντες της προς τα θεία θεωρίας· ένδιατρίψαντες δέ τουτοις, καί τών έγγυτέρω μή άποστηναι θέλον τες, ταίς μέν τού σώματος ήδοναίς συνέκλεισαν εαυτών τήν ψυχήν, τεταραγμένην καί πεφυρμένην πασαις έπιθυμίαις· τέλεον δέ έπελα θοντο της έξ άρχης αύτών παρα Θεού δυναμεως. Τούτο δ' αν τις ιδοι καί έκ τού πρώτου πλασθέντος άνθρώπου άληθές, ως αί ίεραί περί αύτού λέγουσι γραφαί. κάκείνος γαρ, εως μέν τον νούν είχε προς το Θεον καί τήν τουτου θεωρίαν, άπεστρέ φετο τήν προς το σώμα θεωρίαν· οτε δέ συμβουλία τού οφεως άπέστη μέν της προς τον Θεον διανοίας, εαυτον δέ κατανοείν ηρξατο, τηνικαύτα καί εις έπιθυμίαν τού σώματος επεσαν, καί έγνωσαν οτι γυμνοί ήσαν, καί γνόντες ήσχυνθησαν. έγνωσαν δέ εαυτούς γυμνούς ού τοσούτον άπο ένδυματος, άλλ' οτι γυμνοί της τών θείων θεωρίας γεγόνασι, καί προς τα έναντία τήν διανοιαν μετήνεγκαν. άπο σταντες γαρ της προς τον ενα καί οντα, Θεον λέγω, κατανοήσεως καί τού προς αύτον πόθου, λοιπον εις διαφόρους καί εις τας κατα μέρος έπιθυμίας ένέβησαν τού σώματος. είτα, οΐα φιλεί γίνεσθαι, εκαστου καί πολλών έπιθυμίαν λαβόντες, ηρξαντο καί τήν προς αύτας σχέσιν έχειν· ώστε καί φοβείσθαι ταυτας καταλείψαι. οθεν δή καί δειλίαι, καί φόβοι, καί ήδοναί, καί θνητα φρονείν τη ψυχη προσγέγονεν. ού θέλουσα γαρ άποστηναι τών έπιθυμιών, φοβείται τον θανατον καί τον χωρισμον τού σώματος.έπιθυμοΰσα δέ πάλιν, καί μη τυγχάνουσα των όμοίων, εμαθε φονεύειν καί άδικεϊν. πως δέ καί ταυτα ποιεί, εύλογον κατα δύναμιν σημαναι.

4          Άποστασα της των νοητων θεωρίας, καί ταϊς κατα μέρος του σώματος ένεργείαις καταχρωμένη, καί ήσθεϊσα τη του σώματος θεωρία καί ίδουσα καλόν έαυτη είναι την ηδονήν, πλανηθεϊσα κατεχρήσατο τω του καλου όνόματι, καί ένομισεν είναι τήν ήδονήν αυτό το όντως καλόν· ώσπερ ει τις, τήν διάνοιαν παραπληγείς, καί άπαιτων ξίφος κατα των άπαντώντων, νομίζοι τουτο είναι το σωφρονεϊν. έρασθεϊσα δέ της ηδονης, ποικίλως αυτήν ένεργεϊν ήρξατο. ούσα γαρ τήν φύσιν ευκίνητος, ει καί τα καλα άπεστράφη, άλλα του κινεϊσθαι ου παύεται. κινεϊται ουν ουκ ετι μέν κατα άρετήν, ουδέ ώστε τον Θεον όραν· άλλα τα μή οντα λογιζομένη, το έαυτης δυνατόν μεταποιεϊ, καταχρωμένη τούτω εις ας έπενοησεν έπιθυμίας, έπεί καί αυτεξούσιος γέγονε. δύναται γαρ ώσπερ προς τα καλα νεύειν, ουτω καί τα καλα άποστρέφεσθαι· άποστρεφομένη δέ το καλον, πάντως τα έναντία λογίζεται· παύσασθαι γαρ καθόλου του κινεϊσθαι ου δύναται, τήν φύσιν ουσα, ώς προεϊπον, ευκίνητος. καί γινώσκουσα το αυτεξούσιον έαυτης, όρα έαυτήν δύνασθαι κατ' άμφοτερα τοϊς του σώματος μέλεσι χρασθαι εις τε τα οντα καί τα μή οντα· οντα δέ έστι τα καλά, ουκ οντα δέ τα φαυλα. οντα δέ φημι τα καλά, καθοτι εκ του οντος Θεου τα παραδείγματα εχει· ουκ οντα δέ τα κακα λέγω, καθοτι έπινοίαις άνθρώπων ουκ οντα άναπέπλασται. εχοντος γαρ του σώματος όφθαλμους εις το τήν κτίσιν όραν, καί δια της παναρμονίου ταύτης συντάξεως γινώσκειν τον Δημιουργον· εχοντος δέ καί άκοήν εις έπακροασιν των θείων λογίων καί των του Θεου νομων· εχοντος δέ καί χεϊρας, εις τε τήν των άναγκαίων ένέργειαν καί εκτασιν της προς τον Θεον ευχης· η ψυχή άποστασα της προς τα καλα θεωρίας, καί της έν αυτοϊς κινήσεως, λοιπον πλανωμένη κινεϊται εις τα έναντία. είτα το δυνατον έαυτης, ώς προεϊπον, όρωσα, καί τούτω καταχρωμένη, ένενοησεν οτι καί εις τα έναντία δύναται κινεϊν τα του σώματος μέλη· καί δια τουτο άντί του τήν κτίσιν όραν, εις έπιθυμίας τον όφθαλμον άποστρέφει, δεικνύουσα οτι καί τουτο δύναται καί νομίζουσα οτι, απαξ κινουμένη, σώζει τήν έαυτης άξίαν, καί ουχ αμαρτάνει ποιουσα ο δύναται· ουκ ειδυϊα οτι ουχ απλως κινεϊσθαι, άλλ' εις α δεϊ κινεϊσθαι γέγονε· τούτου γαρ χάριν καί άποστολική παρεγγυα φωνή· Πάντα εξεστιν, άλλ' ου πάντα συμφέρει.
5          Άλλα των άνθρώπων η τολμα ουκ εις το συμφέρον καί πρέπον, άλλ' εις το δυνατον σκοπήσασα, τα έναντία ποιεϊν ήρξατο· οθεν, καί τας χεϊρας εις το έναντίον κινουμένη, φονεύειν πεποίηκε, καί τήν άκοήν εις παρακοήν παρήγαγε, καί τα αλλα μέλη εις το μοιχεύειν άντί νομίμης τεκνογονίας· καί τήν μέν γλωτταν άντί ευφημίας εις βλασφημίας καί λοιδορίας καί έπιορκίας, τας δέ χεϊρας αυ πάλιν εις το κλέπτειν καί τύπτειν τους όμοίους άνθρώπους· καί τήν μέν οσφρησιν εις όδμων έρωτικων ποικιλίας· τους δέ ποδας εις όξύτητα του έκχέαι αιμα· καί τήν μέν γαστέρα εις μέθην καί κορον άπλήρω τον· απερ πάντα κακία καί αμαρτία ψυχης έστιν. αιτία δέ τούτων ουδεμία, άλλ' η των κρειττονων άποστροφή. ώς γαρ έαν ηνίοχος, έπιβας ϊπποις έν σταδίω καταφρονήση μέν του σκοπου, εις ον έλαύνειν αυτον προσήκει, άποστραφείς δέ τουτον, απλως έλαύνη τον ϊππον ώς αν δύνηται· δύναται δέ ώς βούλεται· καί πολλάκις μέν εις τους άπαντωντας όρμα, πολλάκις δέ καί κατα κρημνων έλαύνει, φερομενος οπου δ' αν έαυτον τη όξύτητι των ϊππων φέροι, νομίζων οτι ουτω τρέχων, ουκ έσφάλη του σκοπου· προς γαρ μονον τον δρομον άποβλέπει, καί ουχ όρα οτι εξω του σκοπου γέγονεν· ουτω καί ή ψυχή άποστραφεϊσα τήν προς τον Θεον όδον, καί έλαύνουσα παρα το πρέπον τα του σώματος μέλη, μαλλον δέ καί αυτή μετ' αυτων υφ' έαυτης έλαυνομένη, αμαρτάνει καί το κακον έαυτη πλάττει, ουχ όρωσα οτι πεπλάνηται της όδου, καί εξω γέγονε του της άληθείας σκοπου, εις ον ό χριστοφόρος άνήρ ό μακάριος Παύλος άποβλεπων ελεγε· Κατά σκοπόν διώκω, εις το βραβειον της άνω κλήσεως Ίησου Χριστού· σκοπών γοΰν τό καλόν ό άγιος, ούδεποτε τό κακόν έποίει.
6 Ελλήνων μέν ούν τινες, πλανηθεντες της όδοΰ, καί τόν Χριστόν ούκ έγνωκότες, έν υποστάσει καί καθ' εαυτήν είναι τήν κακίαν άπεφήναντο, αμαρτάνοντες κατά δυο ταυτα· η τόν Δημιουργόν άποστερουντες του είναι ποιητήν τών οντων· ούκ αν γάρ ειη τών οντων Κυριος, ει γε κατ' αύτους ή κακία υπόστασιν εχει καθ' εαυτήν καί ούσίαν· η πάλιν, θελοντες αύτόν ποιητήν είναι τών όλων, έξ άνάγκης καί του κακου δώσουσιν είναι· έν γάρ τοις ουσι καί τό κακόν κατ' αύτους έστι. τουτο δέ άτοπον καί άδυνατον αν φανείη· ού γάρ έκ του καλου τό κακόν, ούδέ έν αύτω έστιν, ούδέ δι' αύτου· έπεί ούκετι καλόν αν ειη μεμιγμενην εχον τήν φυσιν, η αιτιον γινόμενον κακου. Οι δέ άπό τών αιρεσεων, έκπεσόντες της έκκλησιαστικης διδα σκαλίας, καί περί τήν πίστιν ναυαγήσαντες, καί ουτοι μέν υπόστασιν του κακου παραφρονουσιν είναι· άναπλάττονται δέ εαυτοις παρά τόν άληθινόν του Χριστου Πατερα θεόν ετερον, καί τουτον άγεννητον του κακου ποιητήν καί της κακίας άρχηγόν, τόν καί της κτίσεως δημιουργόν. τουτους δέ εύχερώς άν τις έλεγξειεν εκ τε τών γραφών καί έξ αύτης της έν άνθρώποις διανοίας, άφ' ής καί ταυτα άναπλα σάμενοι μαίνονται. ό μέν ουν Κυριος καί Σωτήρ ήμών Ίησους Χριστός έν τοις εαυτου εύαγγελίοις φησί βεβαιών τά Μωϋσεως ρήματα, οτι Κυριος ό Θεός εις έστι· καί, Έξομολογουμαί σοι, Πάτερ, Κυριε του ούρανου καί της γης. ει δέ εις έστιν ό Θεός, καί ουτος ούρανου καί γης Κυριος, πώς άλλος αν ειη θεός παρά τουτον; που δέ καί εσται ό κατ' αύτους θεός, τά πάντα του μόνου καί άληθινου Θεου πληρουντος κατά τήν του ούρανου καί γης περίληψιν; πώς δέ καί άλλος αν ειη ποιητής, ων αύτός ό Θεός καί Πατήρ του Χριστου έστι Κυριος κατά τήν του Σωτηρος φωνήν; ει μή άρα, ώς έν ισοστασίω, καί τών του άγαθου Θεου τόν φαυλον δυνασθαι γενεσθαι κυριον ειποιεν. άλλ' έάν τουτο λεγωσιν, ορα εις οσην άσεβειαν έκπίπτουσιν· έν γάρ τοις τά ισα δυναμενοις τό υπερεχον καί κρειττον ούκ αν ευρεθείη. καί γάρ ει μή θελοντος του ετερου, τό ετερον εστιν· ιση άμφοτερων ή δυναμις καί ή άσθενειά έστιν· ιση μεν, οτι νικώσιν άλλήλων τήν βουλησιν έν τω είναι· άσθενεια δέ άμφοτερων έστίν, οτι μή βουλομενοις αύτοις παρά γνώμην άποβαίνει τά πράγματα· εστι γάρ καί ό άγαθός παρά γνώμην του φαυλου, εστι καί ό φαυλος παρά βουλησιν του άγαθου.
7          Αλλως τε· καί τουτο γάρ άν τις αύτοις ειποι· ει τά φαινόμενα εργα του φαυλου έστί, τί τό εργον του άγαθου; φαίνεται γάρ ούδέν πλήν μόνης της του δημιουργου κτίσεως. τί δέ καί του είναι τόν άγαθόν γνώρισμα, ούκ οντων αύτου εργων δι' ων αν γνωσθείη; έκ γάρ τών εργων ό δημιουργός γινώσκεται. πώς δέ ολως καί δυο αν ειη έναντία άλλήλων, η τί τό διαιρουν έστι ταυτα, ινα χωρίς άλλήλων γενωνται; είναι γάρ αύτά άμα άδυνατον, διά τό άναιρετικά άλλήλων είναι. άλλ' ούδέ ετερον έν ετερω δυνηθείη αν είναι διά τό άμικτον καί άνόμοιον αύτών της φυσεως. ούκουν έκ τρίτου τό διαιρουν φανήσε ται, καί αύτό Θεός. άλλά ποίας αν ειη καί τό τρίτον φυσεως; πότερον της του καλου, η του φαυλου; άδηλον φανήσεται. της γάρ άμφοτερων είναι αύτό, άδυνατον. Σαθρας δή τοίνυν της τοιαυτης αύτών διανοίας φαινομενης, άνάγκη τήν άλήθειαν διαλάμπειν της έκκλησιαστικης γνώσεως· οτι τό κακόν ού παρά Θεου ούδέ έν Θεω ούτε έξ άρχης γεγονεν, ούτε ούσία τίς έστιν αύτου. άλλά άνθρωποι κατά στερησιν της του καλου φαντασίας εαυτοις έπινοειν ήρξαντο καί άναπλάττειν τά ούκ οντα, καί άπερ βουλονται. ώς γάρ άν τις ήλίου φαίνοντος, καί πάσης της γης τω φωτί τουτου καταλαμπομενης, καμμυων τους οφθαλμους, σκότος εαυτω έπινοη ούκ οντος σκότους, καί λοιπόν ώς έν σκότει πλανώ μενος περιπατη, πολλάκις πίπτων καί κατά κρημνών υπάγων, νομίζων ούκ είναι φως, άλλα σκότος· δοκών γάρ βλεπειν, ούδ' ολως όρα· ουτω καί ή ψυχή των ανθρώπων, καμμύσασα τον οφθαλ μον δι' ού τον Θεόν όραν δύναται, έαυτή τά κακά επενόησεν, εν οις κινούμενη, ούκ οίδεν οτι δοκουσα τι ποιειν, ούδεν ποιεί· τα ούκ οντα γαρ αναπλαττεται. καί ούχ όποια γεγονε, τοιαύτη καί εμεινεν· άλλ' όποιαν έαυτήν ενεφυρε, τοιαύτη καί φαίνεται. γεγονε μεν γαρ εις το όραν τον Θεον καί υπ' αύτου φωτίζεσθαι· αυτη δε άντί του Θεου τά φθαρτά καί το σκότος εζήτησεν, ως που καί το Πνευμα εγγραφως φησίν· Ο Θεος τον άνθρωπον εποίησεν εύθή· αύτοί δε εζήτησαν λογισμούς πολλούς. κακίας δή ούν ευρεσις καί επίνοια τοις άνθρώποις εξ άρχής ουτω γεγονε καί πεπλασται. Πώς δε καί είς τήν τών είδώλων μανίαν καταβεβήκασιν, ήδη λεγειν άναγκαιον, ινα γινώσκης οτι ολως ή τών είδώλων ευρεσις ούκ άπο άγαθου, άλλ' άπο κακιας γεγονε. το δε τήν άρχήν εχον κακήν εν ούδενΐ ποτε καλον κριθεΐη, ολον ον φαυλον.
8          Ούκ άρκεσθεισα τή τής κακίας επινοΐα τών άνθρώπων ή ψυχή, κατ' ολίγον καί είς τά χείρονα έαυτήν εξαγειν ήρξατο. μαθουσα γάρ διαφοράς ήδονών καί ζωσαμενη τήν τών θειων λήθην, ήδομενη δε καί προς τά του σώματος παθη καί προς μόνα τά παρόντα καί τάς τούτων δόξας άποβλεπουσα, ενόμισε μηδεν ετι πλεον είναι τών βλεπομενων, άλλά μόνα τά πρόσκαιρα καί τά σωματικά είναι τά καλα. άποστραφεισα δε καί επιλαθομενη έαυτήν είναι κατ' εΙκόνα του άγαθου Θεου, ούκ ετι μεν διά τής εν αύτή δυναμεως τον Θεον Λόγον, καθ' ον καί γεγονεν, όρα· εξω δε έαυτής γενομενη, τά ούκ οντα λογίζεται καί άνατυπουται. επικρύψασα γάρ ταις επιπλοκαις τών σωματικών επιθυμιών το ώς εν αύτή κατοπτρον, δι' ού μόνον όραν ήδύνατο τήν εΙκόνα του Πατρός, ούκετι μεν όρα ά δει ψυχήν νοειν· παντί δε περιφερεται, καί μόνα εκεινα όρα τά τή αισθήσει προσπιπτοντα. οθεν δή πασης σαρκικής επιθυμίας γεμουσα, καί εν ταις τούτων δόξαις ταραττομενη, λοιπόν, ον επελαθετο τή δια νοία Θεόν, τουτον εν σωματικοις καί αίσθητοις άναπλαττεται, τοις φαινομενοις τήν Θεου προσηγορίαν άνατιθεισα, καί μόνα ταυτα δοξαζουσα άπερ αύτή βούλεται, καί ώς ήδεα όρα. προηγείται τοίνυν αΐτία τής είδωλολατρείας ή κακια. μαθόντες γάρ οι άνθρωποι τήν ούκ ουσαν κακιαν έαυτοις επινοειν, ουτω καί τούς ούκ Οντας θεούς έαυτοις άνεπλασαντο. οιον δε ει τις, είς βυθον καταδύς, μηκετι μεν βλεποι το φώς, μηδε τά εν τώ φωτί φαινόμενα, διά το τών οφθαλμών αύτου προς το κατω νευμα, καί τήν του υδατος επικειμενην επιχυσιν αύτώ· μόνα δε τά εν τώ βυθώ αίσθόμενος, νομιζοι μηδεν πλεον εκεινων είναι, άλλ' αύτά τά φαινόμενα αύτώ τών οντων είναι τά κύρια· ουτω καί οι παλαι τών άνθρώπων παραφρονες, καταδύντες εις τάς τών σαρκών επιθυμιας καί φαντασιας, καί επιλαθόμενοι τής περί Θεου εννοιας καί δόξης, άμυδρώ τώ λογισμώ, μάλλον δε άλογια χρησαμενοι, τά φαινόμενα θεούς άνετυπώσαντο, τήν κτισιν παρά τον κτισαντα δοξαζοντες, καί τά εργα μάλλον εκθειαζοντες ήπερ τον τούτων αιτιον καί δημιουργον δεσπότην Θεόν. ωσπερ δε κατά το προλεχθεν παραδειγμα, οΐ είς τον βυθον καταδυόμενοι, οσω μάλλον επικαταβαίνουσι, τοσουτον είς τά σκοτεινότερα καί βαθύτερα όρ μώσιν· ουτω καί το τών άνθρώπων πεπονθε γενος. ού γάρ απλήν εσχον τήν είδωλολατρειαν, ούδε άφ' ών ήρξαντο εν τούτοις καί διεμειναν· άλλ' οσον τοις πρώτοις ενεχρόνιζον, τοσουτον έαυτοις καινοτερας εφεύρισκον δεισιδαιμονιας· καί κόρον ού λαμβανοντες τών πρώτων, άλλοις παλιν ενεπιμπλαντο κακοις, προκόπτοντες εν τοις αισχιστοις, καί πλειον έαυτών επεκτεινοντες τήν άσεβειαν. τουτο δε καί ή θεια γραφή μαρτύρεται λεγουσα· Όταν ελθη άσεβής είς βαθος κακών, καταφρονεί. 9 ’Άρτι γάρ άπεπήδησεν ή διανοια τών άνθρώπων άπο Θεου, καί καταβαινοντες ταις εννοιαις καί τοις λογισμοις οΐ άνθρωποι, πρώτοις ούρανώ καί ήλιω καί σελήνη καί τοις άστροις τήν του Θεου τιμήν άνεθηκαν, εκεινους ού μόνον θεούς είναι νομίζοντες, άλλα καί των άλλων των μετ' αύτούς αιτίους τυγχάνειν· είτ', έπικαταβαίνοντες τοις σκοτεινοις λογισμοις, αιθέρα καί τον άέρα καί τα έν τω άέρι προσηγόρευσαν θεούς. προβαίνοντες δέ τοις κακοις, ήδη καί τα στοιχεία, καί τας άρχας της των σωμάτων συστάσεως, τήν θερμήν καί τήν ψυχραν καί τήν ξηραν καί τήν υγραν ούσίαν θεούς άνύμνησαν. ως δέ οι τέλεον πεσόντες περί τήν γην ιλυσπωνται δίκην των έν τή χέρσω κοχλιών· ούτως οΐ άσεβέστατοι των άνθρώπων, πεσόντες καί καταπεσόντες άπο της περί Θεού φαντασίας, λοιπον καί άνθρώπους καί άνθρώπων μορφάς, των μέν έτι ζώντων, των δέ καί μετα θάνατον εις θεούς άνέθηκαν. ετι δέ καί χείρονα βουλευόμενοι καί λογιζόμενοι, ήδη καί εις λίθους, καί ξύλα καί ερπετά, ενυδρά τε καί χερσαια, καί εις τα των άλόγων άνήμερα ζωα, τήν θείαν καί υπερκόσμιον τού Θεού προσηγορίαν μετήνεγκαν, πάσαν τιμήν αύτοις Θεού άπονέμοντες, καί τον άληθινον καί όντως οντα Θεον τον τού Χριστού Πατέρα άποστρεφόμενοι. Είθε δέ καν μέχρι τούτων ειστήκει των άφρόνων ή τόλμα, καί μή περαιτέρω βαίνοντες εαυτούς ταις άσεβείαις ένέφυρον. τοσούτον γάρ τινες καταπεπτώκασι τή διανοία καί έσκοτίσθησαν τον νούν, ώστε καί τα μηδ' ολως μηδαμως υπάρχοντα, μηδέ έν τοις γενο μένοις φαινόμενα, ομως εαυτοις έπινοησαι καί θεοποιησαι. λογικα γαρ άλόγοις έπιμίξαντες, καί άνόμοια τή φύσει ένείραντες ως θεούς θρησκεύουσιν· οίοί εισιν οΐ παρ' Αιγυπτίοις κυνοκέφαλοι καί οφιο κέφαλοι καί ονοκέφαλοι, καί ό παρα Λίβυσι κριοκέφαλος ’Άμμων. άλλοι δέ τα μέρη των σωμάτων, κεφαλήν καί ώμον καί χειρα καί πόδα καθ' εαυτα διελόντες, έκαστον εις θεούς άνέθηκαν καί έξεθεία σαν, ώσπερ ούκ άρκούμενοι έξ όλοκλήρου τού ολου σώματος εχειν τήν θρησκείαν. έπιτείνοντες δέ τήν άσέβειαν έτεροι, τήν πρόφασιν της τούτων ευρέσεως καί της εαυτων κακίας τήν ήδονήν καί τήν έπιθυμίαν θεοποιήσαντες προσκυνούσιν· οίός έστιν ό παρ' αύτοις ’Έρως, καί ή έν Πάφω Αφροδίτη. οΐ δέ αύτων, ώσπερ φιλοτιμούμενοι τοις χείροσιν, έτόλμησαν τούς παρ' αύτων άρχοντας ή καί τούς τούτων παιδας εις θεούς άναθειναι, ή δια τιμήν των άρξάντων ή δια φόβον της αύτων τυραννίδος· ως ό έν Κρήτη παρ' αύτοις περιβόητος Ζεύς, καί έν Αρκαδία Έρμης καί παρα μέν Ίνδοΐς Διόνυσος, παραδέ Αιγυπτίοις ’Ισις, καί Όσιρις, καί Ώρος, καί ό νύν Άδριανού του'Ρωμαίων βασιλέως παιδικος Άντίνοος, δν καίπερ ειδότες άνθρωπον, καί άνθρωπον ού σεμνόν, άλλ' άσελγείας έμπλεων, δια φόβον τού προστάξαντος σέβουσιν. έπιδημήσας γαρ Άδριανος τή χώρα των Αιγυπτίων, τελευτήσαντα τον της ήδονης αύτού υπηρέτην Άντίνοον έκέλευσε θρησκεύεσθαι, αύτος μέν καί μετα θάνατον έρων τού παιδός, έλεγχον δέ ομως καθ' εαυτού, καί γνώρισμα κατα πάσης ειδωλο λατρείας παρέχων, οτι ούκ άλλως έφευρέθη παρα τοις άνθρώποις αύτη ή δι' έπιθυμίαν των πλασαμένων, καθώς καί ή σοφία τού Θεού προμαρτύρεται λέγουσα· Άρχή πορνείας έπίνοια ειδώλων. Καί μήτοι θαυμάσης μηδέ μακραν πίστεως νομίσης είναι το λεγόμενον, οπου γε καί ού πολλω πρότερον, ή τάχα καί μέχρι νύν ή Ρωμαίων σύγκλητος τούς πώποτε αύτων έξ άρχης άρξαντας βασιλέας, ή πάντας, ή ους αν αύτοί βούλωνται καί κρίνωσι, δογ ματίζουσιν έν θεοις είναι, καί θρησκεύεσθαι θεούς γράφουσιν. οίς μέν γαρ άπεχθάνονται, τούτους ως πολεμίους τήν φύσιν όμολογούσι, καί άνθρώπους ονομάζουσιν· ους δέ καταθυμίους έχουσι, τούτους δι' άνδραγαθίαν θρησκεύεσθαι προστάττουσιν, ώσπερ έπ' έξουσίας έχον τες το θεοποιειν, αύτοί άνθρωποι τυγχάνοντες, καί είναι θνητοί μή άρνούμενοι. έδει δέ θεοποιούντας αύτούς μάλλον αύτούς είναι θεούς· το γαρ ποιούν τού ποιουμένου κρειττον είναι δει, καί ό κρίνων τού κρινομένου έξ άνάγκης άρχει, καί ό διδούς πάντως δ έχει χαρίζε ται· ώσπερ άμέλει καί πάς βασιλεύς δ μέν έχει χαρίζεται, των δέ λαμβανόντων κρείττων καί μείζων έστίν. ειπερ ουν ους θέλουσιν αύτοί τούτους θεούς δογματίζουσιν είναι, έδει καί αύτούς πρωτον είναι θεούς. άλλα το θαυμαστόν έστι τούτο, ότι αύτοί άποθνήσκοντες ώς άνθρωποι έλεγχουσι την έαυτων περί των θεοποιηθεντων ύπ' αύτων ψήφον είναι ψευδή.
10        Τούτο δέ το έθος ού καινόν, ούδέ άπο τής Ρωμαίων ήρξατο βουλής, άλλ' ήν άνωθεν προγιγνόμενον καί προμελετωμενον έπι τήν των ειδωλων έννοιαν. καί γαρ οι πάλαι παρ' Ήλλησι διαβεβοημενοι θεοί Ζευς καί Ποσειδων καί Απόλλων καί Ήφαιστος καί 'Ερμής,καί έν θηλείαις Ήρα καί Δήμητρα καί Άθηνα καί ’Άρτεμις, ταις Θησεως τού παρα τοις 'Έλλησιν ιστορουμενου διαταγαις έκρίθησαν λεγεσθαι θεοί· καί οι μέν διαταξάμενοι, ώς άνθρωποι άποθνήσκοντες, θρηνούνται· οΰς δέ διετάξαντο, ούτοι ώς θεοί προσκυνούνται. ώ πολλής έναντιότητος καί μανίας. τον διαταξάμενον ειδότες, ους διετάξατο προτιμωσι. καί είθε μεχρις άρρενων ειστήκει τούτων ή είδωλομανία, καί μή είς θηλείας κατεφερον τήν θείαν προσηγορίαν. καί γαρ καί γυναίκας, ας ούδέ είς κοινήν περί πραγμάτων συμ βουλίαν λαμβάνειν άσφαλες, ταύτας τή τού Θεού τιμή θρησκεύουσι καί σεβουσιν, ώς αι μέν παρα Θησεως διαταγεισαι, ώς προειρήκαμεν, παρα δέ Αίγυπτίοις ’Ισις καί Κόρη καί Νεωτερα, καί παρ' άλλοις Αφροδίτη. τα γαρ των άλλων ονόματα ούδέ λεγειν εύαγές ήγούμαι, πάσης χλεύης οντα μεστά. πολλοί γαρ ού μόνον έν τοις πάλαι, άλλα καί έν τοις καθ' ήμας χρόνοις, άποβαλόντες φίλτατα καί άδελφους καί συγγενείς καί γυναικας, πολλαί δέ καί άνδρας άποβαλούσαι, ους πάντας ή φύσις ήλεγξεν άνθρωπους είναι θνητούς, τούτους καί ταύτας δια το πολυ περί αύτων πενθος άναζωγραφήσαντες, καί θυσίας άναπλάσαντες, άνεθηκαν, ους οι μετα ταύτα δια τήν πλάσιν, καί τήν τού τεχνίτου φιλοτιμίαν θεους έθρήσκευσαν, πραγμα πάσχον τες ού κατα φύσιν. ους γαρ οι γονεις ώς μή οντας θεους έθρήνησαν (ούκ αν γάρ, ειπερ ήδεισαν αύτους θεούς, ώς άπολομενους έκόψαντο· τούτου γαρ χάριν, ού μόνον ού νομίζοντες αύτους είναι θεούς, άλλα μηδ' όλως ύπάρχειν, έν εΐκόνι τούτους έτυπωσαντο, ινα τού μηκετι είναι, τήν δια τής εικόνος δόκησιν ορωντες, παραμυθωνται), τούτοις όμως οι άφρονες ώς θεοις εύχονται, καί τήν τού άληθινού Θεού τιμήν τούτοις περιτιθεασιν. έν γούν Αίγύπτω είσετι καί νύν ο περί Όσίρεως καί Ώρου καί Τυφωνος καί των άλλων θρήνος τής άπωλείας έπιτελεΐται· καί τα έν Δωδωνη χαλκεια, καί οι έν Κρήτη Κορύβαντες, τον Δία μή είναι θεον έλεγχουσιν, άλλ' άνθρωπον, καί τούτον έκ πατρος ώμοβόρου γενόμενον. καί τό γε θαυμαστόν, ότι καί ο πάνυ παρ' Ήλλησι σοφος καί πολλα καυχησάμενος ώς περί Θεού διανοηθείς, ο Πλάτων, είς τον Πειραια μετα Σωκράτους κατερχεται, τήν άνθρωπου τεχνη πλασθεισαν ’Άρτεμιν προσκυνήσων.
11        Ταύτας δέ καί τας τοιαύτας τής είδωλομανίας εύρεσεις άνωθεν καί προ πολλού προεδίδασκεν ή γραφή λεγουσα· Αρχή πορνείας έπίνοια είδωλων· εύρεσις δέ αύτων φθορα ζωής. ούτε γαρ ήν άπ' άρχής, ούτε είς τον αΐωνα εσται. κενοδοξία γαρ άνθρωπων ήλθεν είς τον κόσμον, καί δια τούτο σύντομον αύτων τελος έπενοήθη. άωρω γαρ πενθει τρυχόμενος πατήρ, τού ταχεως άφαιρεθεντος τεκνου εικόνα ποιήσας, τον τότε νεκρον άνθρωπον νύν ώς ζωντα έτίμησε, καί παρεδωκε τοις ύποχειρίοις μυστήρια καί τελετάς. είτ' έν χρόνω κρατυνθέν το άσεβές έθος, ώς νόμος έφυλάχθη. καί τυράννων έπιταγαις έθρησκεύετο τα γλυπτά, ους έν οψει μή δυνάμενοι τιμάν άνθρωποι, δια το μακραν οίκειν, τήν πόρρωθεν οψιν άνατυπωσάμενοι, έμφανή εικόνα τού τετι μημενου βασιλεως έποίησαν, ινα τον άπόντα ώς παρόντα κολακεύωσι δια τής σπουδής. εις έπίτασιν δέ θρησκείας καί τους άγνοούντας ή τού τεχνίτου προετρεψατο φιλο τιμία· ο μέν γάρ, ίσως τω κρατούντι βουλόμενος άρεσαι, έξεβιάσατο τή τεχνη τήν ομοιότητα έπί το κάλλιον· το δέ πλήθος, έφελκόμενον δια το εύχαρι τής έργασίας, τον προ ολίγου τιμηθεντα άνθρωπον νύν σεβασμα έλογίσαντο· καί τούτο έγεγόνει τω βίω εις ενεδρον· ότι, ή συμφορά η τυραννίδι δουλεύσαντες άνθρωποι, το άκοινώνητον ονομα λίθοις καί ξύλοις περιέθηκαν. τοιαύτης τοίνυν της ειδώλων εύρέσεως επί μάρτυρι τη γραφή παρά τοις άνθρώποις άρξαμένης καί άναπλασθείσης, ώρα λοιπόν σοι καί τον κατ' αύτης ελεγχον άποδειξαι, ού τοσοΰτον εξωθεν, όσον άφ' ών ούτοι περί αύτων φρονοΰσι τά τεκμήρια λαμβανόντας. Ει γάρ τις των παρ' αύτοις λεγομένων θεων, ινα πρωτον άπο τούτων των κάτωθεν αρξωμαι, λάβοι τάς πράξεις, εύρήσει μή μόνον ούκ είναι αύτούς θεούς, άλλά καί των άνθρώπων τούς αισχίστους γεγονότας. οίον γάρ, οΐόν εστιν ιδειν τούς παρά ποιηταις του Διος ερωτας, καί τάς άσελγείας. οΐόν έστιν αύτον άκούειν άρπάζοντα μέν τον Γανυμήδην, καί τάς κλοπιμαίους εργαζόμενον μοιχείας, δεδιότα δέ καί δειλιωντα μή παρά γνώμην αύτου τά των Τρώων άπόληται τείχη. οΐόν έστιν ιδειν αύτον άχθόμενον έπί τω θανάτω του υίέος αύτου Σαρπηδόνος, καί βουλόμενον αύτω βοηθησαι καί μή δυνά μενον· καί έπιβουλευόμενον μέν ύπο των αλλων λεγομένων θεων, Άθηνάς δή λέγω καί Ήρας καί Ποσειδωνος, βοηθούμενον δέ ύπο Θέτιδος γυναικος καί του έκατονταχείρου Αιγαίωνος· καί νικώμενον ύπο ηδονων, δουλεύοντα δέ γυναιξί, καί δι' αύτάς έν άλόγοις ζώοις τετράποσί τε καί πτηνοις ταις φαντασίαις παρακινδυνεύοντα· καί πάλιν αύτον μέν κρυπτόμενον διά τήν του πατρος έπιβουλήν, τον δέ Κρόνον ύπ' αύτου δεσμευόμενον, κάκεινον άποτέμνοντα τον πατέρα. αρ' ουν αξιον τουτον ύπονοειν θεόν, τοσαυτα δράσαντα, καί διαβλη θέντα, ά μηδέ οί κοινοί 'Ρωμαίων νόμοι καί τούς άπλως άνθρώπους έπιτρέπουσι ποιειν;
12        'Ίνα γάρ έκ πολλων ολίγα μνημονεύσω διά το πληθος, τίς ιδών αύτου τήν εις Σεμέλην καί Λήδαν καί ’Αλκμήνην καί ’Άρτεμιν καί Λητώ καί Μαιαν καί Εύρώπην καί Δανάην καί Αντιόπην παρανομίαν καί φθοράν· η τίς, ιδών τήν εις τήν ιδίαν άδελφήν αύτου έπιχείρη σιν καί τόλμαν, ότι τήν αύτήν άδελφήν είχε καί γυναικα, ούκ αν χλευάσειε, καί ζημιώσειε θανάτω; ότι μή μόνον έμοίχευσεν, άλλά καί τούς έκ της μοιχείας γενομένους αύτω παιδας θεοποιήσας άνέθηκεν, έπικάλυμμα της παρανομίας αύτου τήν της θεοποιίας φαντασίαν κατασκευάζων· ών εισι Διόνυσος καί 'Ηρακλης καί Διόσκουροι καί Έρμης καί Περσεύς καί Σώτειρα. τίς, ιδών τήν των λεγομένων θεων άκατάλλακτον προς έαυτούς εριν έν Ίλίω των Ελλήνων καί των Τρώων χάριν, ού καταγνώσεται της άσθενείας αύτων, ότι διά τήν προς άλλήλους φιλονεικίαν καί τούς άνθρώπους παρώξυναν; τίς, ιδών ύπο μέν Διομήδους τιτρωσκομένους ’Άρεα καί Αφροδίτην, ύπο δέ Ηρακλέους τήν Ήραν καί τον Υποχθόνιον οκαλουσι θεον Αϊδωνέα, καί Διόνυσον μέν ύπο Περσέως, Αθηνάν δέ ύπο Αρκάδος, καί τον Ήφαιστον ριπτόμενον καί χωλαίνοντα, ού καταγνώσεται της φύσεως, καί άποστραφήσεται μέν του λέγειν αύτούς ετι είναι θεούς, φθαρτούς δέ καί παθητούς αύτούς άκούων, ούδέν αλλο η άνθρώπους αύτούς, καί άνθρώπους άσθενεις έπιγνώσε ται, καί μάλλον τούς τρώσαντας η τούς τρωθέντας θαυμάσειεν; η τίς, ιδών τήν Άρεως προς Αφροδίτην μοιχείαν, καί τον Ηφαίστουκατ' άμφοτέρων κατασκευαζόμενον δόλον, καί τούς αλλους λεγο μένους θεούς έπί θέαν της μοιχείας ύπο του Ηφαίστου καλουμένους, καί αύτούς έρχομένους, καί ορωντας αύτων τήν άσέλγειαν, ούκ αν γελάσειε καί καταγνώσεται της φαυλότητος αύτων; η τίς ούκ αν γελάσειεν Ορων τήν Ηρακλέους προς τήν Όμφάλην έκ μέθης παραφροσύνην καί άσωτίαν; Τάς γάρ καθ' ηδονήν αύτων πράξεις, καί τούς παραλόγους αύτων ερωτας, καί τάς έν χρυσω καί άργύρω, καί χαλκω καί σιδήρω, καί λίθοις καί ξύλοις θεοπλαστίας, ού δει διελέγχειν μετά σπουδης, των πραγμάτων καί άφ' έαυτων έχόντων το μύσος, καί δι' έαυτων έπιδεικνυμένων το της πλάνης γνώρισμα· έφ' οις μάλιστα καί οικτειρήσειεν αν τις τούς άπατωμένους έν αύτοις. τη γάρ έαυτων γυναικί μισουντες τον έπιβαίνοντα μοιχόν, τούς της μοιχείας διδα σκάλους θεοποιούντες ούκ αίσχύνονται· καί ταις άδελφαις αύτοί ούκ έπιμισγόμενοι τούς τούτο ποιησαντας προσκυνοΰσι· καί όμολο γοΰντες είναι κακόν την παιδοφθορίαν, τούς έπί ταύτη διαβαλλο μένους θρησκεύουσι· καί α μηδέ έν άνθρώποις είναι έπιτρέπουσιν οί νόμοι, ταύτα τοϊς ύπ' αύτων ονομαζομένοις είναι θεοϊς περιτιθέντες ούκ έρυθριωσιν.
13        Είτα προσκυνούντες λίθοις καί ξύλοις, ούχ όρωσιν οτι τά μέν ομοια τοϊς ποσί πατούσι καί καίουσι, τά δέ τούτων μέρη θεούς προσ αγορεύουσι· καί α προ ολίγου είς χρησιν είχον, ταύτα διά παρα φροσύνην γλύψαντες σέβουσιν· ούχ όρωντες, ούδέ λογιζόμενοι το σύνολον, οτι ού θεούς, άλλά την τέχνην τού γλύψαντος προσκυνούσιν. εως μέν γάρ αξυστός έστιν ό λίθος, καί η υλη άργη, έπί τοσούτον ταύτα πατούσι, καί τούτοις είς ύπηρεσίας τάς εαυτων πολλακις καί τάς άτιμοτέρας χρωνται· έπειδάν δέ ό τεχνίτης είς αύτά της ίδίας έπιστημης έπιβαλη τάς συμμετρίας, καί άνδρος η γυναικος είς την υλην σχημα τυπώση, τότε δη, χαριν όμολογησαντες τω τεχνίτη, λοιπον ώς θεούς προσκυνούσι, μισθού παρά τού γλύψαντος αύτούς άγορασαντες. πολλακις δέ καί αύτος ό άγαλματοποιός, ώσπερ έπι λαθόμενος ων αύτος είργασατο, τοις ίδίοις εργοις προσεύχεται· καί α προ ολίγου κατέξεε καί κατέκοπτε, ταύτα μετά την τέχνην θεούς προσαγορεύει. εδει δέ, ειπερ ην θαυμαζειν ταύτα, την τού έπι στημονος τέχνην άποδέχεσθαι, καί μη τά ύπ' αύτού πλασθέντα τού πεποιηκότος προτιμάν. ού γάρ η υλη την τέχνην, άλλ' η τέχνη την υλην έκόσμησε καί έθεοποίησε. πολλω ούν μάλλον δικαιότερον ην τον τεχνίτην αύτούς προσκυνειν, ήπερ τά ύπ' αύτού πεποιημένα, οτι τε καί προϋπηρχε των έκ τέχνης θεων, καί οτι ώς έβουληθη, ουτω καί γεγόνασι. νύν δέ παραγκωνισαμενοι το δίκαιον, καί την έπιστημην καί την τέχνην άτιμασαντες, τά μετ' έπιστημης καί τέχνης γεγονότα προσκυνούσι· καί τού ποιησαντος άνθρώπου άποθνησκοντος, τά ύπ' αύτού γενόμενα, ώς άθανατα τιμωσιν· α, εί μη τύχοιεν της καθ' ημέραν έπιμελείας, παντως τω χρόνω διά την φύσιν άφανίζονται. πως δέ ούκ αν τις αύτούς οίκτειρησειε καί κατά τούτο, οτι βλέποντες αύτοί τούς μη βλέποντας προσκυνούσι, καί άκούοντες αύτοί τοις μη άκούουσι προσεύχονται· καί εμψυχοι καί λογικοί κατά φύσιν οντες οί ανθρωποι, τούς μηδ' ολως κινουμένους, άλλά άψύχους όντας, ώς θεούς προσαγορεύουσι· καί τό γε θαυμαστόν, οτι οΰς αύτοί φυλατ τουσιν ύπ' έξουσίαν εχοντες, τούτοις ώς δεσπόταις δουλεύουσι; καί μη τοι νομίσης ταύτα με λέγειν άπλως, η ψεύδεσθαι κατ' αύτων· εστι μέν γάρ καί τοϊς οφθαλμοϊς η πίστις άπαντωσα τούτων, καί παρεστι τοϊς βουλομένοις όραν τά τοιαύτα.
14        Κρείττων δέ μαρτυρία περί τούτων έστί καί παρά της θείας γραφης προδιδασκούσης ανωθεν καί λεγούσης· Τά ειδωλα των έθνων άργύριον καί χρύσιον, εργα χειρων άνθρώπων. οφθαλμούς εχουσι, καί ούκ οψονται· στόμα εχουσι, καί ού λαλησουσιν· ωτα εχουσι, καί ούκ άκούσονται· ρινας εχουσι, καί ούκ οσφρανθησονται· χεϊρας εχουσι, καί ού ψηλαφησουσι· πόδας εχουσι, καί ού περιπατησουσιν· ού φωνησουσιν έν τω λαρυγγι αύτων. ομοιοι αύτοις γένοιντο παντες οί ποιούντες αύτα. ούδέ προφητικη δέ τούτων απεστι μέμψις, άλλ' εστι καί έν τούτοις ό κατ' αύτων ελεγχος, λέγοντος τού Πνεύματος· Αίσχυνθησονται οί πλασσοντες Θεόν, καί γλύ φοντες παντες ματαια· καί παντες οθεν έγένοντο, έξηραν θησαν· καί κωφοί άπο άνθρώπων συναχθητωσαν παντες, καί στητωσαν αμα, καί έντραπητωσαν καί αίσχυνθητωσαν αμα· οτι ωξυνε τέκτων σίδηρον, καί σκεπαρνω είργασατο αύτό, καί έν τερέτρω έρρύθμισεν αύτό, καί εστησεν αύτο τω βραχίονι της ίσχύος αύτού· καί πεινασει καί άσθενη σει, καί ού μη πίη υδωρ. ξύλον γάρ έκλεξαμενος τέκτων, εστησεν αύτο έν μέτρω, καί έν κόλλη έρρύθμισεν αύτό, καί έποίησεν αύτο ώς μορφην άνδρος καί ώς ώραιότητα άνθρώ που, εστησεν αύτο ένοικω ο εκοψε ξυλον εκ του δρυμου, ο εφυτευσεν ο Κύριος, και υετος εμηκυνεν, ινα ή άνθρώποις εις καυσιν, και λαβών άπ' αύτου θερμανθη. και καυσαν τες επεψαν άρτους επ' αύτω, το δε λοιπον ειργασαντο εις θεους, και προσεκυνησαν αύτοις, ου το ημισυ αύτου κατέ καυσαν πυρί. και επι του ήμίσεος αύτου κρέας οπτησας, εφαγε και ενεπλησθη· και θερμανθεις εΐπεν· 'Ηδυ μοι, ότι εθερμανθην, και εΐδον πυρ. το δε λοιπον προσεκυνει λέγων· Έξέλου με, ότι Θεός μου εΐ συ. ούκ εγνωσαν φρονησαι, ότι άπημαυρώθησαν του βλέπειν τοις οφθαλ μοις αύτων, και του νοησαι τη καρδία· και ούκ άνελογί σατο εν τη καρδία αύτου, ούδε άνελογίσατο τη ψυχη αύτου, ούδε εγνω τη φροσησει, ότι το ημισυ αύτου κατε καυσεν εν πυρι και επεψεν επι των άνθρακων αύτου άρτους· και οπτησας κρεας εφαγε, και το λοιπον αύτου εις βδελυγ μα εποίησε, και προσκυνουσιν αύτό. γνωτε, ότι σποδος η καρδία αύτων, και πλανωνται, και ούδεις δυναται εξελέ σθαι την ψυχήν αύτων. ιδετε, και ούκ ερειτε, ότι ψευδος εν τη δεξιά μου. πως ούν ούκ άθεοι παρά πάσι κριθειεν οι και παρά της θείας γραφης άσεβείας κατηγορουμενοι; ή πως ούκ αν ειεν κακοδαίμονες οι ουτω φανερως ελεγχόμενοι τά άψυχα θρησκευοντες άντι της άληθείας; ποία δε τουτοις ελπίς, ή τίς αν αύτοις γένοιτο συγγνώμη, πεποιθόσιν επι τά άλογα και άκίνητα, α άντι του άληθινου Θεου σέβουσιν;
15        Ειθε γαρ, ειθε καν χωρις σχήματος αύτοις τούς θεούς επλαττεν ο τεχνίτης, ινα μή της άναισθησίας φανερον εχωσι τον ελεγχον. υπέκλεψαν γάρ αν τήν υπόνοιαν των άκεραίων, ώς αισθομένων των ειδώλων, ει μή τά συμβολα των αισθήσεων, οΐον οφθαλμούς και ρίνας και ώτα και χειρας και στόμα εΐχον άκινητως κείμενα προς τήν της αισθησεως χρησιν και τήν των αισθητων άντίληψιν. νυν δε εχοντες ούκ εχουσι και στηκοντες ού στηκουσι, και καθεζόμενοι ού καθέζονται. ού γάρ εχουσι τουτων τήν ενέργειαν, άλλ' ώς ο πλασας ήθέλησεν, ουτω και μένουσι κείμενοι, Θεου μεν γνώρισμα μηδεν παρέχοντες, άψυχοι δε καθόλου μόνον άνθρώπου τέχνη φαινόμενοι τεθέντες. Ειθε δε και οι των τοιουτων ψευδοθέων κηρυκες και μαντεις, ποιηται λέγω και συγγραφεις, απλως θεούς αύτούς ειναι γεγραφη κεισαν· άλλά μή και τάς πραξεις αύτων προς ελεγχον άθεότητος και αισχροποιου πολιτείας άναγεγραφηκεισαν. ήδυναντο γάρ και μόνω τω της θεότητος ονόματι τήν άληθειαν υφαρπασαι, μάλλον δε τούς πολλούς άπο της άληθείας πλανησαι. νυν δε ερωτας και άσελγείας διηγουμενοι του Διός, και παιδοφθορίας των άλλων, και ζηλοτυπίας προς ηδονήν των θηλειων, και φόβους και δειλίας, και τάς άλλας κακίας, ούδεν άλλο ή εαυτούς ελέγχουσιν, ότι ού μόνον ού περι θεων διηγουνται, άλλ' ούδε περι άνθρώπων σεμνων, περι δε αισχρων και του καλου μακράν οντων μυθολογουσιν.
16        Άλλ' ισως περι τουτων οι δυσσεβεις επι τήν ιδιότητα των ποιητων καταφευξονται, λέγοντες των ποιητων ιδιον ειναι χαρα κτηρα τά μή οντα πλαττεσθαι και ψευδεσθαι περι μυθων εις ηδονήν των άκουόντων, ου χαριν και τά περι θεων αύτούς πεποιηκέναι φησουσιν. άλλ' αυτη και παντων μάλλον η πρόφασις αύτοις έ'ωλος δειχθησεται άφ' ών αύτοι περι τουτων εχουσι δόξαν και προτίθενται. ει γάρ τά παρά ποιηταις εστι πλασματα και ψευδη, ψευδής αν ειη και αύτή η περι του Διος και Κρόνου και Ήρας και ’Άρεως και των άλλων ονομασία. ισως γαρ, ώς αύτοί φασι, και τά ονόματα πέπλα σται, και ούκ εστι μεν όλως Ζευς, ούδε Κρόνος, ούδε ’Άρης· πλατ τονται δε τουτους ώς οντας οι ποιηται προς άπατην των άκουόντων. πλαττόντων δε των ποιητων τά μή οντα, πως ώς οντας αύτούς θρησκευουσιν; ή ισως γάρ αν παλιν φησουσι, τά μεν ονόματα ού πλαττονται, τάς δε πραξεις ψευδονται κατ' αύτων; άλλά και τουτο ούδεν ήττον προς άπολογίαν αύτων ούκ άσφαλές. ει γάρ τάς πραξεις εψευσαντο, εψευσαντο παντως και τά ονόματα, ών και τάς πραξεις ειναι διηγησαντο. η εί άληθεύουσι περί τα ονόματα, άλη θεύουσι καί περί τας πράξεις έξ ανάγκης. άλλως τε οί είναι τούτους θεούς μυθολογησαντες ΐσασιν άληθως καί ά δεϊ θεούς πράττειν, καί ούκ άν ποτε τάς άνθρώπων θεοϊς προσάψοιεν έννοιας· ώσπερ ούδε το του πυρος εργον τω υδατι τις αναθησει· το μεν γαρ καιει, το δε εμπαλιν την ούσιαν εχει ψυχράν. εί μεν ουν αί πράξεις είσί θεων άξιαι, θεοί αν είεν καί οί τούτων έργάται· εί δε άνθρώπων έστί καί άνθρώπων ού καλων το μοιχεύειν καί τά προειρημένα εργα, άνθρω ποι αν είεν οί ταυτα πράξαντες, καί ού θεοι. κατ' άλληλους γαρ ταις ούσιαις καί τας πράξεις είναι χρη, ινα καί έκ της ένεργειας ο πράξας μαρτυρηθη, καί έκ της ούσιας ή πράξις γνωσθηναι δυνηθη. ώσπερ ουν ει τις, διαλεγόμενος περί υδατος καί πυρός, καί τας τούτων ένεργειας άπαγγέλλων, ούκ αν είπε το μεν υδωρ καιειν, το δε πυρ ψύχειν· ούδ' ει τις περί ήλιου καί γης διηγείτο, ελεγεν αν την μεν γην φωτιζειν, τον δε ήλιον βοτάνας καί καρπούς σπειρεσθαι, άλλα καί λέγων, πάσαν παραπληξιαν ύπερέβαλεν· ουτως ούκ αν οί παρ' αύτοις συγγραφείς, καί μάλιστα ο πάντων έξοχώτατος ποιητης, ειπερ ηδεισαν θεούς είναι τον Δια καί τούς άλλους, τοιαύτας αύτοις περιέθηκαν πράξεις, αΐ μη είναι θεούς αύτούς έλέγχουσιν, άλλα μάλλον άνθρώπους είναι, καί άνθρώπους ού σώφρονας. η εί έψεύ σαντο ως ποιηται, καί σύ τούτων καταψεύδη, δια τι μη καί έπί της άνδρειας των ήρώων έψεύσαντο, καί άντί μεν άνδρειας άσθένειαν, άντί δε άσθενειας άνδρειαν έπλάσαντο; εδει γαρ ώσπερ έπί του Διος καί της Ήρας, ουτω καί του μεν Άχιλλέως άνανδριαν καταψεύσα-σθαι, του δε Θερσίτου δύναμιν θαυμάσαι· καί του μεν Όδυσσέως άσυνεσιαν διαβαλειν, του δε Νέστορος παραφροσύνην πλάσασθαι· καί του μεν Διομηδους καί 'Έκτορος γυναικειας πράξεις, της δε Εκάβης άνδρειαν μυθολογησαι. έπί πάντων γάρ, ως αύτοί λέγουσιν, εδει τούς ποιητας πλάττεσθαι καί ψεύδεσθαι. νυν δε τοις μεν άνθρώποις την άληθειαν έφύλαξαν, των δε λεγομένων θεων ούκ έφοβηθησαν καταψεύδεσθαι. καί τουτο γαρ άν τις αύτων ειποι, έν μεν ταις περί άσελγειας αύτων πράξεσι ψεύδονται· έν δε τοις έπαινοις, όταν πατέρα θεων καί υπατον καί Όλύμπιον καί έν ούρανω βασιλεύοντα λέγωσι τον Δια, ού πλάττονται, άλλ' άληθεύον τες λέγουσι. τουτον δε ού μόνος έγώ, άλλα καί πάς όστις έλέγξειε κατ' αύτων είναι τον λόγον. πάλιν γαρ ταις πρώταις άποδειξεσιν ή άληθεια κατ' αύτων φανησεται. αί μεν γαρ πράξεις άνθρώπους αύτούς είναι έλέγχουσι, τα δε έγκώμια ύπερ την άνθρώπων έστί φύσιν· εκάτερον δε τούτων άκατάλληλόν έστι προς εαυτό· ούτε γαρ των έν ούρανοις ιδιόν έστι τοιαυτα πράττειν, ούτε τούς τα τοιαυτα πράττοντας ύπονοειν τις δύναται θεούς.
17        Τι ουν ύπολειπεται νοειν, η ότι τα μεν έγκώμια ψευδη καί κεχαρισμένα τυγχάνει, αί δε πράξεις άληθεύονται κατ' αύτων; καί τουτο άληθες έκ της συνηθειας άν τις έπιγνώσεται. ούδείς γαρ έγκωμιάζων τινά, καί κατηγορει της τούτου πολιτειας· άλλα μάλλον οις είσιν αί πράξεις αίσχραι, τούτους δια τον έκ τούτων ψόγον έπαιρουσι τοις έγκωμιοις, ινα τη τούτων ύπερβολη τούς άκούοντας άπατησαντες έπικρύψωσι την έκεινων παρανομιαν. ώσπερ ουν ει τις, έγκωμιάσαι τινα προθέμενος, μη εύρισκοι μεν έκ πολιτειας μηδε έξ άρετης της ψυχης την πρόφασιν των έγκωμιων δια την έν τούτοις αίσχύνην, άλλως δε αύτούς έπαιροι, τα ύπερ αύτούς αύτοις χαριζό μενος· ουτω καί οί παρ' αύτοις θαυμαστοί ποιηται, δυσωπούμενοι έπί ταις αίσχραις πράξεσι των λεγομένων παρ' αύτοις θεων, το ύπερ άνθρωπον αύτοις προσηψαν όνομα, ούκ είδότες ότι ού ταις ύπερ άνθρωπον ύπονοιαις έπισκιάσουσιν αύτων τα άνθρώπινα, άλλα μάλ λον τοις άνθρωπινοις αύτων έλαττώμασι τας Θεου έννοιας μη αρμό ζειν αύτοις διελέγξουσι. καί εγωγε νομιζω καί παρα γνώμην αύτοις είρησθαι τα τούτων πάθη καί τας τούτων πράξεις. έπειδη γαρ την του Θεου άκοινώνητον, ως είπεν ή γραφη, προσηγοριαν καί τιμην τοϊς ούκ ούσι θεοϊς, άλλ' άνθρώποις θνητοϊς έσπούδαζον άναθεϊναι, καί μέγα καί δυσσεβές ήν το ύπ' αύτων τολμώμενον, τούτου ενεκεν καί ακοντες ύπο της άληθείας ήναγκάσθησαν τά τούτων έκθέσθαι πάθη, ινα τοϊς μετά ταΰτα τά τούτων πάθη προς ελεγχον του μη είναι τούτους θεούς έν ταϊς περί αύτων γραφαϊς κείμενα πασι φαίνηται.
18 Τίς ούν άπολογία, τίς άπόδειξις περί του είναι τούτους θεούς γένοιτ' άν τοϊς έν τούτοις δεισιδαιμονουσιν; έκ μέν γάρ των λεχθέν των μικρω πρότερον, άνθρώπους αύτούς, καί άνθρώπους ού σεμνούς όντας, ό λόγος άπέδειξεν· είς έκεινο δέ τάχα τραπήσονται, καί μέγα φρονήσουσιν έπί τοϊς ύπ' αύτων εύρεθεϊσι τω βίω χρησίμοις, λέγοντες διά ταυτα αύτούς καί θεούς ήγεϊσθαι, οτι τοϊς άνθρώποις χρήσιμοι γεγόνασι. Ζεύς μέν γάρ λέγεται πλαστικήν τέχνην έσχη κέναι, Ποσειδων δέ την του κυβερνήτου- καί Ήφαιστος μέν χαλ κευτικήν, Άθηνα δέ την ύφαντικήν· καί Απόλλων μέν την μουσικήν, ’Άρτεμις δέ την κυνηγετικήν, καί Ήρα στολισμόν, Δήμητρα γεωρ-γίαν, καί οι αλλοι αλλας, ως οι ιστορουντες περί αύτων έξηγήσαντο. άλλά ταύτας καί τάς τοιαύτας έπιστήμας ούκ αύτοϊς μόνοις εδει τούς άνθρώπους άναθεϊναι, άλλά τη κοινή των άνθρώπων φύσει, είς ην άτενίζοντες ανθρωποι τάς τέχνας έφευρίσκουσι. τήν γάρ τέχνην καί οι πολλοί λέγουσι φύσεως αύτήν είναι μίμημα. εί τοίνυν έπιστή μονες περί ας έσπούδασαν τέχνας γεγόνασιν, ού διά τουτο καί θεούς αύτούς νομίζειν άνάγκη, άλλά μαλλον άνθρώπους. ού γάρ έξ αύτων αΐ τέχναι, άλλ' έν ταύταις καί αύτοί την φύσιν έμιμήσαντο. οντες γάρ ανθρωποι κατά φύσιν δεκτικοί έπιστήμης κατά τον περί αύτων τεθέντα ορον, ούδέν θαυμαστόν εί τή άνθρωπίνη διανοία καί αύτοί είς την έαυτων φύσιν άποβλέποντες, καί ταύτης έπιστήμην λαβόντες, τάς τέχνας έπενόησαν. η εί διά τάς των τεχνων εύρέσεις θεούς αύτούς αξιον άναγορεύεσθαι λέγουσιν, ωρα καί τούς των αλλων τεχνων εύρετάς θεούς άναγορεύειν, καθ' δν λόγον κάκεϊνοι της τοιαύτης ονομασίας ήξιώθησαν. γράμματα μέν γάρ έφευρον Φοίνι κες, ποίησιν δέ ήρωϊκην Όμηρος· καί διαλεκτικην μέν Ζήνων ό Έλεάτης, ρητορικην δέ τέχνην Κόραξ ό Συρακούσιος· καί καρπον μέν μελισσων Άρισταϊος, σίτου δέ σποράν Τριπτόλεμος· καί νόμους μέν Λυκουργος ό Σπαρτιάτης καί Σόλων ό Αθηναίος· των δέ γραμμάτων την σύνταξιν καί άριθμούς καί μέτρα καί στάθμια Παλαμήδης έφευρε· καί αλλοι αλλα καί διάφορα τω βίω των άνθρώπων άπήγ γειλαν χρήσιμα, κατά την των ιστορησάντων μαρτυρίαν. ειπερ ουν αΐ έπιστημαι θεοποιουσι, καί διά ταύτας είσί θεοί γλυπτοί, άνάγκη καί τούς ύστερον έκείνων έφευρετάς των αλλων γενομένους είναι κατ' αύτούς θεούς· η εί μη τούτους άξιουσι της του Θεου τιμης, άλλ' άνθρώπους έπιγινώσκουσιν· άκολουθεϊ καί τον Δία καί την Ήραν καί τούς αλλους μηδέ ονομάζεσθαι θεούς, άλλά καί αύτούς άνθρώ πους γεγενησθαι πιστεύειν, καί κατά περιττον οτι μηδέ σεμνοί γεγόνασιν, ως καί άπ' αύτης της των άγαλμάτων γλυφης ούδέν ετερον η άνθρώπους αύτούς έλέγχουσι.
19        Τίνα γάρ αλλην αύτοϊς γλύφοντες έπιβάλλουσι μορφην η την άρρένων καί γυναικων, καί των ετι κατωτέρω τούτων καί άλόγων οντων την φύσιν πετεινων παντοίων, τετραπόδων ήμέρων τε καί άγρίων, καί έρπετων, οσα γη καί θάλαττα καί πασα των ύδάτων ή φύσις φέρει; είς γάρ την των παθων καί ήδονων άλογίαν πεσόντες οι ανθρωποι, καί πλέον ούδέν όρωντες η ήδονάς καί σαρκος έπιθυμίας, ως έν τούτοις τοϊς άλόγοις την διάνοιαν εχοντες, έν άλόγοις καί το Θεϊον άνεπλάσαντο κατά την ποικιλίαν των παθων έαυτων, καί θεούς τοσούτους γλύψαντες. τετραπόδων τε γάρ είκόνες καί έρ πετων, καί πετεινων είσι παρ' αύτοϊς, καθώς καί ό της θείας καί άληθους εύσεβείας έρμηνεύς φησιν· Έματαιώθησαν έν τοϊς διαλογισμοϊς αύτων, καί έσκοτίσθη ή άσύνετος αύτων καρδία· φάσκοντες είναι σοφοί, έμωράνθησαν, καί ήλλα ξαν την δόξαν του άφθάρτου Θεου έν όμοιώματι είκόνος φθαρτού ανθρώπου, καί πετεινών καί τετραπόδων καί έρπετών· διο καί παρεδωκεν αύτούς ό Θεος εις πάθη ατι μίας. προπαθόντες γαρ την ψυχήν ταις τών ηδονών αλογίαις, ώς προειπον, έπί τήν τοιαύτην θεοπλαστίαν κατεπεσον· καί πεσόντες, λοιπον ώς παραδοθεντες έν τω άποστραφήναι τον Θεον αύτούς ούτως έν αύτοις κυλίονται, καί έν άλόγοις τον τοΰ Λόγου Πατερα Θεον άπεικάζουσι. Περί ών οι παρ' 'Έλλησι λεγόμενοι φιλόσοφοι καί έπιστήμονες, έλεγχόμενοι μέν ούκ αρνουνται ανθρώπων είναι καί αλόγων μορφας καί τύπους τούς φαινομενους αύτών θεούς· απολογούμενοι δέ λεγουσι δια τουτο αύτούς εχειν, ινα δια τούτων το Θειον αύτοις αποκρίνηται καί φαίνηται· ούκ άλλως γαρ αύτον τον αόρατον δύνασθαι γνώναι ή δια τών τοιούτων αγαλμάτων καί τελετών. οι δέ ετι τούτων φιλο σοφώτεροι καί βαθύτερα λεγειν νομίζοντες φασι δια τουτο ταυτα κατεσκευάσθαι καί τετυπώσθαι προς έπίκλησιν καί έπιφάνειαν θείων αγγελων καί δυνάμεων, ινα δια τούτων έπιφαινόμενοι γνωρί ζωσιν αύτοις περί τής του Θεου γνώσεως· καί είναι τούτους ώσπερ γράμματα τοις ανθρώποις, οις έντυγχάνοντες δύνανται γινώσκειν περί τής του Θεου καταλήψεως, απο τής δι' αύτών γινομενης τών θείων αγγελων έπιφανείας. ταυτα μέν ούτως έκεινοι μυθολογουσιν· ού γαρ θεολογουσι· μή γενοιτο. έαν δε τις έξετάση τον λόγον μετ' έπιμελείας, εύρήσει τούτων ούκ ελαττον τών πρότερον δειχθεντων τήν δόξαν είναι ψευδή.
20        Εϊποι γαρ αν τις προς αύτούς παρελθών έπ' αληθεία κρινούση· πώς αποκρίνεται ή γνωρίζεται Θεος δια τούτων; πότερον δια τήν περικειμενην αύτοις ύλην, ή δια τήν έν αύτοις μορφήν; ει μέν γαρ δια τήν ύλην, τίς ή χρεία τής μορφής, καί μή, πρίν πλασθήναι ταυτα, δια πάσης απλώς ύλης έπιφαίνεσθαι τον Θεόν; μάτην δέ καί τούς ναούς ουτοι περιετείχισαν, συγκλείοντες ενα λίθον ή ξύλον ή χρυσου μερος, πάσης τής γής πεπληρωμενης τής τούτων ούσίας. ει δέ ή έπικειμενη μορφή αιτία γίνεται τής θείας έπιφανείας, τίς ή χρεία τής ύλης του χρυσου καί τών αλλων, καί μή μάλλον δι' αύτών τών φύσει ζώων, ών εισι μορφαί τα γλύμματα, τον Θεον έπιφαίνεσθαι; καλ λίων γαρ αν ή περί του Θεου δόξα κατα τον αύτον λόγον έγεγόνει, ει δια ζώων έμψύχων λογικών τε καί αλόγων έπεφαίνετο, καί μή έν αψύχοις καί ακινήτοις προσεδοκάτο· έφ' οίς μάλιστα καθ' έαυτών ασεβειαν έργάζονται. τα γαρ φύσει ζώα τετράποδά τε καί πετεινα καί έρπετα βδελυττόμενοι καί αποστρεφόμενοι ή δια τήν αγριότητα ή δια τήν ρυπαρίαν, όμως τούς τούτων τύπους έν λίθοις καί ξύλοις καί χρυσω γλύψαντες θεοποιουσιν. εδει δέ αύτα μάλλον τα ζώντα θρησκεύειν αύτούς ή τούς τούτων τύπους έν τούτοις προσκυνεισθαι. ή τάχα τούτων μέν ούδεν, ούτε ή μορφή ούτε ή υλη αιτία τής Θεου παρουσίας έστί· μόνη δέ ή μετ' έπιστήμης τεχνη το Θειον έκκαλει ται, ατε δή μίμημα τής φύσεως αύτή τυγχάνουσα. αλλ' ει δια τήν έπιστήμην έπιφοιτα το Θειον τοις γλύμμασι, τίς πάλιν ή χρεία τής υλης, ουσης τής έπιστήμης έν τοις ανθρώποις; ει γαρ ολως δια τήν τεχνην έπιφαίνεται ό Θεός, καί δια τουτο θρησκεύονται ώς θεοί τα γλύμματα, εδει τούς ανθρώπους τής τεχνης όντας αρχηγούς προσκυνεισθαι καί θρησκεύεσθαι, οσω καί λογικοί καί τήν έπι στήμην εχουσιν έν έαυτοις.
21        Περί δέ τής δευτερας αύτών καί βαθυτερας δήθεν απολογίας, καί ταυτα αν τις ακολούθως εϊποι· ει ού δια τήν αύτου του Θεου έπι φάνειαν ταυτα ύμιν πεποίηται, ώ Έλληνες, αλλα δια τήν αγγελων έκει παρουσίαν, δια τί τα αγάλματα, δι' ών έπικαλεισθε τας δυνά μεις, κρείττονα καί ύπέρ αύτας τας έπικληθείσας δυνάμεις ποιειτε; χάριν γαρ τής περί Θεου καταλήψεως γλύφοντες τας μορφάς, ώς φατε, αύτου του Θεου τήν τιμήν καί προσηγορίαν αύτοις τοις γλύμμασι περιτίθετε, πράγμα πάσχοντες ούκ εύαγες. όμολογουντες γαρ ύπεραίρειν τήν του Θεου δύναμιν τής τών αγαλμάτων σμικρό τητος, καί δια τουτο μή τολμώντες τον Θεον δι' αύτών, τάς δέ έλάττω δυνάμεις έπικαλεϊσθαι, αύτοί ταύτας ύπερβάντες, ού την παρουσίαν έφοβηθητε, τούτου την προσηγορίαν τοϊς λίθοις καί ξύλοις άνεθηκατε, καί θεούς αντί λίθων καί τέχνης άνθρώπων όνομά ζετε καί προσκυνεϊτε. εί γάρ καί ώς γράμματά είσιν ύμϊν ταΰτα, ώς ψεύδεσθε, της έπί Θεόν θεωρίας, ού δίκαιον τά σημαίνοντα του σημαινομένου προτιμάν. ούδέ γάρ εί γράφοι τις το βασιλέως ονομα, άκινδύνως εχοι το γράμμα προτιμων του βασιλέως· άλλ' ό τοιουτος θάνατον μέν εχει την ζημίαν, το δέ γράμμα τη του γράψαντος έπιστημη τετύπωται. ουτω καί ύμεις, ειπερ έρρωμένον ειχετε τον λογισμόν, ούκ αν το τηλικουτον της θεοτητος γνώρισμα είς υλην κατεφέρετε· αλλά καί το γλύμμα ούκ αν προετιμησατε του γλύψαντος άνθρώπου. εί γάρ καί ολως ώς γράμματα σημαίνουσι την του Θεου έπιφάνειαν, καί διά τουτο ώς Θεον σημαίνοντα, θεοποιίας είσίν άξια· άλλά γουν τον ταυτα γλύψαντα καί χαράξαντα, φημί δη πάλιν τον τεχνίτην, πολλω πλέον εδει θεοποιηθηναι, ώς μάλλον έκείνων δυνα τώτερον καί θειοτερον ύπάρχοντα, οσω κάκεϊνα κατά την αύτου βούλησιν έξέσθη καί τετύπωται. εί τοίνυν τά γράμματα θαύματος είσιν άξια, πολλω πλέον ό γράψας ύπεραίρει τω θαύματι διά την τέχνην καί την της ψυχης έπιστημην. ούκουν εί μη διά τουτο θεούς αύτούς άξιον νομίζειν, πάλιν αύτούς άν τις εροιτο περί της των είδώλων μανίας, την αίτίαν της τοιαύτης αύτων μορφης παρ' αύτων άξιων μαθεϊν.
22        Εί μέν γάρ οτι άνθρωπομορφον έστι το Θεϊον, διά τουτο ουτω τετύπωται, διά τί καί άλογων αύτω τύπους περιτιθέασιν; εί δέ ζώων άλογων έστίν ό τούτου τύπος, διά τί καί λογικών αύτω περι τιθέασι γλυφάς; εί δέ το συναμφοτερον έστι, καί έξ άμφοτέρων κατειληφασι τον Θεον, οτι τε άλογων καί λογικών εχει τούς τύπους, τί διαιρουσι τά συνημμένα, καί χωρίζουσι την άλογων καί άνθρώπων γλυφην, καί ού πάντοτε έξ άμφοτέρων αύτον γλύφουσιν, όποϊα τά παρά τοϊς μύθοις έστί πλάσματα, ή Σκύλλα καί ή Χάρυβδις καί ό Ίπποκένταυρος καί ό παρ' Αίγυπτίοις κυνοκέφαλος ’Άνουβις; εδει γάρ η μόνους αύτούς ουτω γράφεσθαι διφυεϊς, η μίαν αύτων έχοντων μορφην, μη καί την άλλην άναπλάττεσθαι κατ' αύτων. καί πάλιν εί άρρενικαί τούτων είσίν αί μορφαί, διά τί καί θηλειων αύτοϊς περι τιθέασι τύπους; εί δέ θηλυκων είσι, διά τί καί άρρενικων κατ' αύτων ψεύδονται τάς μορφάς; εί δέ πάλιν το συναμφοτερον είσιν, εδει μη διαιρεϊσθαι, άλλά άμφοτερα συνάπτεσθαι, καί γίνεσθαι κατά τούς λεγομένους έρμαφροδίτους, ινα μη μονον άσέβειαν καί συκοφαντίαν, άλλά καί γέλωτας αύτων ή δεισιδαιμονία τοϊς όρωσι παράσχη· καί ολως εί σωματοειδές το Θεϊον ύπολαμβάνουσιν, ώστε καί γαστέρα καί χεϊρας καί ποδας, καί πάλιν αύχένα καί στηθη καί τά άλλα τά προς γένεσιν άνθρώπων μέλη έπινοειν αύτω καί άναπλάττειν, ορα είς οσην άσέβειαν καί άθεοτητα καταπέπτωκε τούτων ό νους, ώστε τοιαυτα ύπονοεϊν περί του Θείου. άκολουθεϊ γάρ αύτω καί τά άλλα του σώματος πάντως πάσχειν, ώστε καί τέμνεσθαι, καί διαιρεϊσθαι, καί πάλιν έξ ολου φθείρεσθαι· ταυτα δέ καί τά τοιαυτα ούκ ιδια Θεου, άλλά μάλλον των έπί γης σωμάτων έστίν. ό μέν γάρ Θεος άσώματος έστι καί άφθαρτος καί άθάνατος, ούδενος είς ότιουν δεομενος· ταυτα δέ καί φθαρτά καί σωμάτων είσί τύποι, καί της παρ' αύτων έπιδεομενα χρείας, ώσπερ καί προτερον ειρηται· πολ λάκις γουν όρωμεν άνακαινουμένους τούς παλαιωθέντας, καί ους ό χρονος η ύετος η άλλο τι των έπί γης ζώων ηφάνισε, τούτους άναπλαττομένους. έφ' ω άν τις αύτων καταγνώσεται της παρα φροσύνης· οτι ων αύτοί ποιηταί τυγχάνουσι, τούτους θεούς άναγο ρεύουσι· καί ους αύτοί ταϊς τέχναις περικοσμουσιν ενεκα του μη φθαρηναι παρά τούτων, αύτοί σωτηρίαν αίτουσι· καί ους ούκ άγνο ουσι δεομένους της αύτων έπιμελείας, παρά τούτων αύτοί τάς έαυτων χρείας άξιουσιν άναπληρουσθαι· καί ους έν μικροϊς οικισκοις κατακλειουσι, τουτους ουρανου και γης απασης δέσποτας ουκ αισχυνονται καλοΰντες.
23        Ου μονον δέ έκ τουτων αν τις αυτών την άθεότητα καταμαθοι, άλλα και άφ' ών έν αυτοϊς τοϊς ειδώλοις αυτών έστιν άσυμφωνος ή δόξα. ει γαρ αυτοι θεοι εισιν, ώς λέγουσι και περι αυτών φιλο σοφουσι, τινι τις πρόσθηται τουτων, και ποιους αν αυτών κρινη κυριωτέρους, ινα η τον Θεόν θαρρηση προσκυνών, η, ως φασιν, έν αυτοϊς μη δισταζη γινώσκων το Θειον; ου γαρ οί αυτοι παρα πασιν ονομάζονται θεοι· άλλ' οσα κατα το πλεϊστόν έστιν έθνη, τοσουτοι και θεοι άναπλαττονται. εστι δέ οπου και μια χώρα, και μια πολις προς εαυτας στασιαζουσι περι της τών ειδώλων δεισιδαιμονίας. Φοίνικες γουν ουκ ϊσασι τούς παρ' Αιγυπτιοις λεγομένους θεους, ουδέ Αιγύπτιοι τα αυτα τοϊς παρα Φοινιξι προσκυνουσιν είδωλα. και Σκυθαι μέν τούς Περσών, Πέρσαι δέ τούς Συρων ου παραδέχονται θεους. άλλα και Πελασγοι μέν τούς έν Θράκη θεούς διαβαλλουσι· Θράκες δέ τούς παρα Θηβαιοις ου γινώσκουσιν. Ινδοί δέ κατα Άραβων, και άραβες κατ' Αιθιόπων, και Αιθιοπες κατ' αυτών έν τοϊς ειδώλοις διαφέρονται. και Συροι μέν τα Κιλικων ου σέβουσι· Καππαδοκών δέ το γένος αλλους παρα τουτους ονομαζουσι θεους. και Βιθυνοι μέν ετέρους, Αρμένιοι δέ αλλους εαυτοϊς άνεπλασαντο. και τι μοι πολλών; ήπειρώται παρα τούς έν ταις νησοις αλλους θεούς προσκυνουσι· και νησιώται παρα τούς έν ταις ήπειροις θρησκευουσι. και ολως εκαστη πόλις και κώμη, τούς έκ γειτόνων ουκ ειδυια θεους, τούς εαυτης προκρινει, και μόνους είναι τουτους νομιζει θεους. περι γαρ τών έν Ατπτω μυσαρών ουδέ λέγειν έστη πασιν έπ' οφθαλμών οντων οτι έναντιας και μαχομένας άλληλαις έχουσι τας θρησκειας αί πόλεις, και οί έκ γειτόνων άει σπουδαζουσι κατα τών πλησιων τα έναντια σέβειν. ό γουν παρ' ετέροις προσκυνουμενος ώς θεος κροκόδειλος, ούτος παρα τοϊς πλησιον βδέλυγμα νομιζεται· και ό παρ' ετέροις λέων ώς θεος θρησκευόμενος, τουτον οί άστυ γειτονες ου μόνον ου θρησκευουσιν, άλλα και εύρόντες άποκτεινουσιν ώς θηριον· και ό παρ' αλλοις άνατεθεις ιχθυς, ούτος αλλων άληθεται τροφη. οθεν δη πόλεμοι και στασεις και πασα φόνων πρόφασις και πασα τών παθών ήδονη παρ' αυτοϊς έστι. και τό γε θαυμαστόν, οτι ώς οί ίστορησαντες έξηγουνται, παρ' Αιγυπτιων οί Πελασγοι μαθόν τες τα ονόματα τών θεών, ουκ ’ίσασιν ούτοι τούς παρ' Αιγυπτιοις θεους, άλλα αλλους παρ' εκείνους θρησκευουσι. και ολως παντων τών έν ειδώλοις μανέντων έθνών διαφορός έστιν ή δόξα και ή θρησκεια, και ου τα αυτα παρα τοϊς αυτοϊς εύρισκεται. και εικότως γε τουτο πασχουσιν. έκπεσόντες γαρ άπο της προς τον ενα Θεον κατανοησεως, εις πολλα και διαφορα καταπεπτώκασι· και άπο στραφέντες τον άληθώς του Πατρος Λόγον, τον παντων Σωτηρα Χριστόν, εικότως εις πολλα την διανοιαν εχουσι ρεμβομένην. και ωσπερ οί τον ήλιον άποστραφέντες και έν σκοτεινοϊς γενόμενοι τόποις, πολλας άνόδους κυκλευουσιν όδους, και τούς μέν παρόντας ουχ όρώσι, τούς δέ μη οντας φανταζονται ώς παρόντας, και βλέποντες ου βλέπουσι· τον αυτον τρόπον οί τον Θεον άπο στραφέντες και σκοτισθέντες την ψυχην ρεμβόμενον εχουσι τον νουν, και τα ουκ οντα ώς μεθυοντες και μη όρώντες φανταζονται.
24        Ταυτα δέ ου μικρος έλεγχός έστι της άληθώς άθεότητος αυτών. διαφόρων γαρ οντων και πολλών κατα πόλιν και χώραν θεών, και του ετέρου τον του ετέρου άναιρουντος θεόν, οί παντες παρα παντων άναιρουνται. και γαρ οί παρ' αλλοις νομιζόμενοι θεοι τών παρ' αλ λοις λεγομένων θεών γιγνονται θυσιαι και σπονδαν και αλλων αί θυσιαι, αλλων έμπαλτν εισι θεοι. Αιγυπτιοι δέ τον βουν και τον ’Άπιν μόσχον οντα σέβουσι· και τουτους αλλοι τω Διι θυουσι. καν γαρ μη αυτούς έκεινους οΰς άνατεθεικασι θυσωσιν, άλλα τα ομοια θυοντες, τα αυτα προσαγειν δοκουσι.
Λίβυες πρόβατον, ο καλοΰσιν ’Άμμωνα, θεόν εχουσι· καί τοΰτο πολλοις παρ' έτερων είς θυσίαν σφάζεται. Ινδοί τον Διόνυσον θρησκεύουσι, συμβολικως οίνον αύτον ονομάζοντες· καί τούτον τοις αλλοις σπενδουσιν ετεροι. άλλοι ποταμούς καί κρήνας, καί πάντων μάλιστα Αίγύπτιοι το ύδωρ προτετιμήκασι, καί θεούς αναγορεύουσι· καί όμως αλλοι, καί αύτοί δε οι ταυτα θρησκεύοντες Αίγύπτιοι, τους των αλλων ρύπους, καί τους έαυτων απονίπτονται τοις υδασι, καί το λείψανον μετά ατιμίας εκρίπτουσι. σχεδον δε πάσα ή των Αίγυπτίων είδωλοποιία των παρ' αλλοις θεων εστι θυσία· ωστ' άν αύτους καί παρ' αύτων εκείνων χλευάζεσθαι, οτι μη θεούς, αλλά τά των αλλων ετι τε καί παρ' αύτοις αποτροπιάσματα καί θυσίας οντα θεοποιουσιν.
25        ’Ήδη δε τινες είς τοσαύτην ασεβειαν καί παραφροσύνην εξηνε χθησαν, ώς καί αύτους τους ανθρώπους, ών είσι τύποι καί μορφαί, τοις παρ' αύτοις ψευδοθεοις κατασφάττειν καί θυσίας προσάγειν. καί ούχ ορωσιν οι κακοδαίμονες οτι τά σφαγιαζόμενα θύματα αρχετυπά είσι των ύπ' αύτων πλασθεντων καί προσκυνουμενων θεων, καί οις προσάγουσι τους ανθρώπους. σχεδον γάρ τά ομοια τοις ομοίοις η μάλλον τά κρείττονα τοις ελάττοσι προσάγουσιν. εμψυχα γάρ αψύχοις θύουσι, καί λογικά τοις ακινήτοις προσάγουσι. Σκύθαι γάρ οι καλούμενοι Ταύρειοι τη παρ' αύτοις Παρθενω καλου μενη τους απο ναυαγίων καί οσους άν λάβωσι των Ελλήνων είς θυσίας αναφερουσι, τοσουτον ασεβουντες κατά των ομογενων ανθρώ πων, καί ουτως ελεγχοντες των θεων αύτων τήν ωμότητα· οτι ους ή Πρόνοια απο θαλάσσης εκ κινδύνων διεσωσε, τούτους αύτοί κατα σφάττουσι, μονονουχί κατά της Προνοίας γινόμενοι· οτι τήν εκείνης εύεργεσίαν τη έαυτων θηριώδει ψυχη κατακρύπτουσιν. αλλοι δε τω ’Άρει, επειδάν εκ πολεμων επανελθωσι καί νίκας φερωσι, το τηνι καυτα είς έκατοντάδας διελόντες τους ληφθεντας, καί αφ' έκάστης ενα λαμβάνοντες, τοσούτους κατασφάζουσιν, οσους άν κατά μίαν έκατοντάδα εκλεξωνται. ού μόνοι δε Σκύθαι διά τήν εν βαρβάροις έμφυτον αύτοις αγριότητα τά τοιαυτα μυσαρά δρωσιν, αλλ' ίδιον εστι της των είδώλων καί δαιμόνων κακίας τουτο το δράμα. καί γάρ καί Αίγύπτιοι εθυον μεν πάλαι τη Ήρα τοιαυτα σφάγια· Φοίνικες δε καί Κρητες τον Κρόνον εν ταις τεκνοθυσίαις έαυτων ιλάσκοντο. καί οι πάλαι δε Ρωμαίοι τον καλούμενον Λατιάριον Δία ανθρωποθυσίαις εθρήσκευον· καί αλλοι αλλως, καί πάντες απλως εμίαινον καί εμιαίνοντο. εμιαίνοντο μεν αύτοί δρωντες τά φονικά· εμίαινον δε τους έαυτων ναους τοιαύταις καπνίζοντες θυσίαις. απο δή τούτων τά κακά τοις ανθρώποις είς πληθος εφθασεν· ορωντες γάρ εν τούτοις τους παρ' αύτοις ήδομενους δαίμονας, εύθεως καί αύτοί τοις τοιούτοις πλημμελήμασι τους έαυτων θεους εμιμήσαντο, ίδιον ήγού μενοι κατόρθωμα τήν προς τά κρείττονα, ώς αύτοί νομίζουσι, μίμησιν. ενθεν ανδροφονίαις καί τεκνοκτονίαις καί πάσαις ασελγεί αις ήττήθησαν οι ανθρωποι. καί γάρ σχεδον πάσα πόλις πάσης ασελγείας εστί μεστή δι' ομοιότητα τρόπων των παρ' αύτοις θεων γινομενη· καί ούκ εστι σώφρων εν τοις είδώλοις, εί μή μόνος ο παρ' αύτοις επ' ασελγεία μαρτυρούμενος.
26        Γυναίκες γουν εν είδώλοις της Φοινίκης πάλαι προεκαθεζοντο, απαρχόμεναι τοις εκει θεοις έαυτων τήν του σώματος έαυτων μισθαρνίαν, νομίζουσαι τη πορνεία τήν θεον έαυτων ιλάσκεσθαι, καί είς εύμενειαν αγειν αύτήν διά τούτων. ανδρες δε, τήν φύσιν αρνού μενοι καί μηκετι είναι θελοντες αρρενες, τήν γυναικων πλάττονται φύσιν, ώς εκ τούτων καταθύμια καί τιμήν τη μητρί των παρ' αύτοις λεγομενων θεων ποιουντες. πάντες δε ομου τοις αίσχίστοις βιουσι, καί τοις χείροσιν έαυτοις αμιλλωνται· καί ώς είπεν ο άγιος του Χριστου διάκονος Παυλος· Αι τε γάρ θήλειαι αύτων μετήλ λαξαν τήν φυσικήν χρησιν είς τήν παρά φύσιν. ομοίως δε καί οι αρρενες, αφεντες τήν φυσικήν χρησιν της θηλείας,έξεκαύθησαν έν τη όρεξει αύτων εις άλλήλους, αρρενες έν αρσεσι την άσχημοσύνην ζομενοι. ταυτα δε και τα τοιαυτα πρασσοντες, ομολογουσι και έλεγχουσι και τούς λεγομένους αύτων θεούς τοιουτον έσχηκεναι τον βίον. έκ μεν γαρ Διος την παιδοφθορίαν καί την μοιχείαν, έκ δε Αφροδίτης την πορνείαν, καί έκ μεν 'Ρεας την άσελγειαν, έκ δε ’Άρεος τούς φόνους, καί έξ αλλων αλλα τοιαυτα μεμαθήκασιν, α οι νομοι μεν κολαζουσι, πας δε σωφρων άνηρ άποστρεφεται. αρ' ουν αξιον ετι τούτους νομίζειν είναι θεούς, τούς τα τοιαυτα ποιουντας, καί μη μαλλον των άλογων άλογωτερους ήγεισθαι τούτους δια την άσελγειαν των τρόπων; αρα αξιον τούς θρησκεύοντας αύτούς νομίζειν άνθρωπους, καί μη μαλλον ώς άλογων άλογωτερους, καί των άψύχων άψυχοτερους, οικτείρειν; ει γαρ έλογίζοντο της έαυτων ψυχής τον νουν, ούκ αν έν τούτοις κατε πεπτωκεισαν ολοι πρηνείς, και τον άληθινον ήρνουντο του Χριστου Πατερα Θεόν.
27        ’Αλλ' ίσως οι έπαναβεβηκότες τούτων καί περί την κτίσιν έπτοημενοι, δυσωπούμενοι τοις περί των βδελυγματων έλεγχοις, εύκαταγνωστα μεν καί εύελεγκτα παρα πασιν οντα ταυτα ούκ άρνήσονται και αύτοί· έκείνην δε αύτοις άσφαλη την δόξαν και άναντίρρητον είναι οιήσονται την προς τον κοσμον και τα του κόσμου μερη θρησκείαν· καυχήσονται γαρ ούχ ώς λίθους και ξύλα και μορφές άνθρωπων και άλογων πτηνών τε και έρπετων και τετραπόδων απλώς, άλλ' ήλιον και σελήνην και παντα τον κατ' ούρανον κοσμον, και γην αυ παλιν και σύμπασαν του ύγρου την φύσιν σεβοντες και θρησκεύοντες· και φήσουσι μη δύνασθαί τινας άποδειξαι και τούτους μη είναι φύσει θεούς, πασιν οντος φανερου οτι ούτε αψυχα ούτε αλογα τυγχανει, άλλα και την άνθρωπων ύπεραίρει φύσιν, τω τα μεν έν ούρανοις, τα δε έπι της γης κατοικειν. αξιον ουν και περι τούτων ιδειν και διερευνήσαι. παντως γαρ και έν τούτοις εύρήσει ο λόγος τον ελεγχον άληθη κατ' αύτων. Πριν δε ήμας ιδειν και της άποδείξεως αρξασθαι, άρκει την κτίσιν αύτην κατ' αύτων μονονουχι βοησαι, και δειξαι τον αύτης ποιητην και δημιουργον θεόν, τον και ταύτης και του παντος βασιλεύοντα τον Πατερα του Κυρίου ήμων Ίησου Χριστου· δν άποστρεφονται μεν οι δοκησίσοφοι, την δε παρ' αύτου γενομενην κτίσιν προσκυνουσι και θεοποιουσι, καίτοι προσκυνουσαν και αύτην και ομολογουσαν δν έκεινοι δι' αύτην άρνουνται Κύριον. ουτω γαρ τούς άνθρωπους εις τα ταύτης μερη κεχηνότας και θεούς νομίζοντας ταυτα, δυσωπήση αν καλως αύτούς ή των μερων προς αλληλα χρεία· γνωρίζει δε και σημαίνει τον και αύτων οντα Κύριον και ποιητην τον του Λόγου Πατερα, τη άναντιρρήτω προσταξει της εις αύτον ύπακοης, ή φησι και ή θεία νομοθεσία· Οι ούρανοι διηγουνται δόξαν Θεου· ποίησιν δε χειρων αύτου άναγγελλει το στερεωμα. πίστις δε τούτων ούκ άφανής, άλλα και λίαν έναργής έστι τοις τον όφθαλμον της διανοίας μη παντη πεπηρωμενον εχουσιν. ει γαρ τις καθ' έαυτα τα μερη της κτίσεως λαβοι και έκαστον ιδία νοήσει, οίον ήλιον καθ' έαυτον μονον, και σελήνην χωρίς, και γην αυ και άερα, και την θερμην και ψυχραν και ξηραν και ύγραν ούσίαν διελων άπο της προς αλληλα συναφης, έκαστον έκλαβοι καθ' έαυτο και ιδία θεωρήσειεν· εύρήσει παντως μηδεν ικανούμενον έαυτω, άλλα παντα της άλλήλων χρείας δεόμενα, και ταις παρ' άλλήλων έπικουρίαις συνισταμενα. ήλιος μεν γαρ τω σύμπαντι ούρανω συμπεριφερεται και έμπεριεχεται, και έκτος της έκείνου κυκλοφορίας ούκ αν ποτε γενοιτο· σελήνη δε και τα αλλα αστρα μαρτυρουσι την παρα ήλίου γιγνομενην αύτοις έπικουρίαν· γη δε παλιν ούκ ανευ ύετων τούς καρπούς άποδιδουσα φαίνεται· οι δε ύετοι χωρις της των νεφελων χρείας ούκ αν καταβαιεν έπι γης· άλλ' ούδε νεφη χωρις του άερος καθ' έαυτα αν φανείη και συσταίη ποτε. ο τε άηρ ούχ ύφ' έαυτου, άλλ' ύπο μεν του αιθερος διακαίεται, ύπο δε του ήλίου καταλαμπο μενος λαμπρύνεται. και πηγαι μεν και ποταμοί ούκ ανευ της γης συστησονταί ποτε· γη δέ ούκ άφ' έαυτης έρηρεισται, άλλ' έπι μέν την των υδατων ούσίαν συνεστηκεν, έμπεριέχεται δέ καί αυτη κατα το μέσον συνδεθεϊσα τοΰ παντός. η τε θαλασσα καί ό εξωθεν περιρρέων την σύμπασαν γην μέγας ώκεανος υπο άνέμων κινεϊται καί φέρεται οποι δ' αν αύτον ή των άνέμων προσρησση βία. και αύτοι δέ οι ανεμοι ούκ έν έαυτοις, άλλα, κατα τους περί τούτων είπόντας, έκ της προς τον άέρα τοΰ αίθέρος διακαύσεως καί θερμό τητος έν αύτω τω άέρι συνίστανται, καί δι' αύτοΰ πανταχοΰ πνέουσι. περί γαρ των τεσσάρων στοιχείων, έξ ων καί συνέστηκεν ή των σωμάτων φύσις, την θερμην λέγω καί την ψυχραν, ξηραν τε καί υγραν ούσίαν, τίς τοσοΰτον άπέστραπται την διανοιαν, ώστε μη ειδέναι οτι όμοΰ μέν συνημμένα ταΰτα συνίσταται, διαιρούμενα δέ καί καθ' έαυτα γινόμενα, λοιπον καί άλληλων εισίν άναιρετικα ταΰτα κατα την τοΰ πλεοναζοντος έν αύτοϊς έπικρατείαν; θερμόν τε γαρ υπο ψυχροΰ πλεονασαντος άναιρεϊται· καί ψυχρον παλιν υπο της θερμης άφανίζεται δυναμεως· ξηρόν τε αύ υπο τοΰ υγροΰ διυγραίνε ται, καί τοΰτο υπο τοΰ έτέρου ξηραίνεται.
28        Πως ούν ταΰτα αν είεν θεοί δεόμενα της παρ' έτέρων έπι κουρίας; η πως παρα τούτων αιτεϊσθαί τι προσηκεν, καί αύτων άπαιτούντων παρ' άλληλων την εις έαυτα χρείαν; ει γαρ περί Θεοΰ λόγος έστί μηδενος αύτον έπιδεα είναι, άλλ' αύταρκη καί πληρη έαυτοΰ, καί έν αύτω τα παντα συστηκειν, καί μαλλον αύτον τοις πασιν έπιδιδόναι· πως ηλιον καί σεληνην, καί τα αλλα μέρη της κτίσεως ούκ οντα τοιαΰτα, άλλα καί λειπόμενα της άλληλων χρείας, άναγορεύειν αξιον θεούς; άλλ' ίσως διαιρούμενα μέν καί καθ' έαυτα λαμβανόμενα, έπιδεη είναι αύτα καί αύτοί συνομολογοΰσι, της άπο δείξεως έπ' οφθαλμων ουσης· όμοΰ δέ παντα συναπτοντες, καί ως εν άποτελοΰντες μέγα σωμα, το ολον Θεον είναι φησουσι. συσταντος γαρ τοΰ ολου, ούκ ετι μέν εξωθεν αύτοις χρεία γενησεται· έαυτω δέ το ολον ικανον καί αυταρκες γενησεται προς παντα, λέξουσιν οι δοκησίσοφοι, ινα καί έντεΰθεν έλεγχθωσιν· ούτος δέ ό λόγος καί μαλλον αύτων την άσέβειαν μετα μεγαλης άπαιδευσίας ούκ ελαττον των πρόσθεν άποδείξει. ει γαρ το καθ' έκαστον συναφθέν το ολον άναπληροι, καί το ολον έκ των καθ' εν συνίσταται· το ολον αρα έκ μερων συνέστη, καί έκαστον τοΰ ολου μέρος τυγχανει. τοΰτο δέ των περί Θεοΰ έννοιων πολυ πόρρωθεν καθέστηκεν. ό γαρ Θεος ολον έστί καί ού μέρη, καί ούκ έκ διαφόρων συνέστηκεν, άλλ' αύτος της παντων συστασεώς έστι ποιητης. θέα γαρ οσην άσέβειαν κατα τοΰ Θείου ταΰτα λέγοντες έξηγοΰνται. ει γαρ έκ μερων συνέστηκε, παντως αύτος έαυτοΰ άνόμοιος φανησεται, καί έξ άνομοίων εχων την συμπληρωσιν. ει γαρ ηλιός έστιν, ούκ εστι σεληνη· καί ει σεληνη έστίν, ούκ εστι γη· καί ει γη τυγχανει, ούκ αν ειη θαλασσα· καί ουτως έφ' έκαστου λαμβανων αν τις ευρησει την άτοπίαν τοΰ τοιούτου αύτων λόγου. Τοΰτο δ' αν τις καί έκ τοΰ καθ' ήμας άνθρωπείου σώματος ιδων καταγνοίη τούτων. ως γαρ ό οφθαλμος ούκ εστιν άκοη, ούδέ ή άκοη χείρ, ούδέ ή γαστηρ έστι στέρνα, ούδ' αύ παλιν ό αύχην έστι ποΰς· άλλ' έκαστον τούτων ιδίαν εχει την ένέργειαν, καί έκ τούτων διαφόρων οντων εν συνίσταται σωμα, συνημμένα μέν εχον τα μέρη κατα την χρείαν, διαιρούμενα δέ κατα την τοΰ χρόνου παρουσίαν, οταν ή φύσις ή συναξασα ταΰτα διέλη, ως ό προσταξας Θεος βούλεται· ουτω (συγγνώμην δέ ό λόγος έχέτω παρ' αύτοΰ τοΰ κρείττονος), ει τα μέρη της κτίσεως συναπτοντες εις εν σωμα θεον άναγορεύουσιν, άναγκη αύτον μέν καθ' έαυτον άνόμοιον έαυτω είναι, ώσπερ έδείχθη, διαιρεισθαι δέ παλιν κατα την των μερων εις το μερίζεσθαι γενομένην φύσιν.
29        Καί αλλως δ' αν τις αύτων έλέγξειε την άθεότητα κατα την της άληθείας θεωρίαν. ει γαρ ό Θεος άσώματός έστι, καί άόρατος, καί αψαυστος τη φύσει, πως σωμα τον Θεον έπινοοΰσι, καί τα φαινόμενα τοϊς οφθαλμοϊς καί ων ψαύομεν τη χειρ! θρησκεύουσι τη Θεοΰ τιμή; καί πάλιν, εί ό περί Θεοΰ κρατεί λόγος, δυνατόν αυτόν είναι κατα πάντα, καί μηδέν μεν αυτου κρατειν, αυτόν δε των πάντων κρατείν καί δεσπόζειν· πως οί την κτίσιν θεοποιουντες ουχ όρωσιν αυτήν έκτος ουσαν του τοιούτου περί Θεου ορου; ήλίου μεν γαρ υπο γην γενομενου, το φως ή γη σκιάζει μή όρασθαι· σελήνην δέ μεθ' ήμεραν ό ήλιος έπικρύπτει τη του φωτος λαμπηδόνι. καί γης μέν τούς καρπούς πολλάκις χάλαζα βλάπτει· το πυρ δε, εί γενοιτό τις υδάτων πλημμύρα, σβεννυται. καί χειμώνα μεν εαρ παραγκωνίζεται, θερος δε το εαρ υπερβηναι τούς ορους ουκ έπιτρεπει, καί αυτο πάλιν υπο του μετοπώρου κωλυόμενον τας ίδίας ώρας έξερχεσθαι. εΐπερ ουν ήσαν θεοί, εδει τούτους μή υπ' άλλήλων ήττασθαι καί έπικρύπτε σθαι, άλλα πάντοτε άλλήλοις συνειναι, καί κοινας αμα τας ένεργείας έπιτελειν· εδει μεθ' ήμεραν καί μετα νύκτα ήλιον όμου καί σελήνην καί τον άλλον των άστερων χορον ίσον εχειν το φως, καί τουτο πασι λάμπειν, καί πάντα παρ' αυτων καταυγάζεσθαι· εδει θερος όμου καί χειμωνα καί εαρ καί μετόπωρον άπαραλλάκτως καί κατα το αυτο συνίστασθαι· εδει τήν θάλασσαν ταίς πηγαίς έπιμίγνυσθαι καί κοινον άνθρώποις το πόμα παρεχειν· εδει νηνεμίας καί των άνεμων τας πνοας εν ταυτω γίνεσθαι· εδει το πυρ όμου καί το ύδωρ κοινήν καί μίαν άνθρώποις τήν χρείαν παρεχειν. ουδε γαρ ουδε βλάβην αν τις έξ αυτων υπεμεινε, θεων οντων κατ' αυτούς, καί μηδεν έπί βλάβη, έπ' ώφελεία δε μαλλον πάντα ποιούντων. εί δε ταυτα γίνεσθαι άδύνατον δια τήν προς αλληλα έναντιότητα, πως οΐόν τε ταυτα άλλήλοις έναντία καί μαχόμενα, καί μή δυνάμενα άλλήλοις συστηναι, ετι θεούς ονομάζειν ή Θεου θρησκεύεσθαι τιμαίς; τα δε προς εαυτα άσύμφωνον τήν φύσιν εχοντα πως αν αλλοις ευχομενοις είρήνην παρεχοιεν, καί όμονοίας αυτοις γενοιντο πρυτάνεις; ούτε ουν ήλιος είκότως, ούτε σελήνην, ούτε αλλο τι μερος της κτίσεως, πολλω δε πλεον ουδε τα έν λίθοις καί χρυσω καί ταίς αλλαις ύλαις άγάλματα, ουδε οί παρα ποιηταίς μυθολογούμενοι Ζεύς καί Άπόλ λων καί οί αλλοι είεν άληθως θεοί, ώς ό λόγος άπεδειξεν· άλλα τα μεν αυτων μερη της κτίσεώς έστι, τα δε αυτων αψυχα τυγχάνει, τα δε μόνον ανθρωποι θνητοί γεγόνασι. διο καί ή περί ταυτα θρησκεία καί θεοποιία ουκ ευσεβείας, άλλα άθεότητος καί πάσης άσεβείας έστίν είσήγησις, καί μεγάλης πλάνης ελεγχος άπο της προς τον ένα καί μόνον άληθινον Θεον γνώσεως, λεγω δή τον του Χριστου Πατερα. Ότε τοίνυν ταυθ' ούτως έλεγχεται καί δεδεικται ή παρα τοίς 'Έλλησιν είδωλολατρεία πάσης άθεότητος ουσα μεστή, καί ουκ έπ' ώφελεία, άλλ' έπ' άπωλεία τω βίω των άνθρώπων είσαχθείσα· φερε λοιπόν, ώς έξ άρχης ό λόγος έπηγγείλατο, της πλάνης διελεγχθείσης, τήν της άληθείας όδον όδεύσωμεν, καί θεωρήσωμεν τον ήγεμόνα καί δημιουργον του παντος τον του Πατρος Λόγον, ινα δι' αυτου καί τον τούτου Πατερα Θεον κατανοήσωμεν, καί γνωσιν "Ελληνες οσον της άληθείας εαυτούς άπεσχοίνισαν.
30        Τα μεν προειρημενα ουδεν έτερον ή πλάνη τω βίω διηλεγχθη· ή δε της άληθείας όδος προς τον οντως οντα Θεον έξει τον σκοπόν. προς δε τήν ταύτης γνωσιν καί άπλανη κατάληψιν ουκ αλλων έστίν ήμίν χρεία, άλλ' ήμων αυτων· ουδ', ώσπερ έστίν αυτος ό Θεος υπεράνω πάντων, ούτω καί ή προς τουτον όδος πόρρωθεν ή έξωθεν ήμων έστιν· άλλ' έν ήμίν έστι, καί άφ' ήμων ευρείν τήν άρχήν δυνατόν, καθώς καί Μωϋσης έδίδασκε λεγων· Το ρημα της πίστεως έντος της καρδίας σου έστιν. οπερ καί ό Σωτήρ σημαίνων καί βεβαιων ελεγεν· Ή βασιλεία του Θεου έντος υμων έστιν. ενδον γαρ έν εαυτοίς εχοντες τήν πίστιν καί τήν βασιλείαν του Θεου, δυνάμεθα ταχεως θεωρησαι καί νοησαι τον του παντος βασιλεα, του Πατρος σωτήριον Λόγον. καί μή προφασι ζεσθωσαν Ελληνες οί τοίς είδώλοις θρησκεύοντες· μηδε αλλος τις απλως εαυτον άπατάτω, ώς τήν τοιαύτην όδον ουκ εχων, καί δια
τούτο της αθεοτητος εαυτου προφασιν ευρισκων. παντες γαρ εις αυτήν έπιβεβήκαμεν καί εχομεν, ει καί μή παντες αυτήν όδεύειν, αλλα παροδεύειν έκβαινοντες θελουσι δια τας εξωθεν αυτούς ελκούσας ήδονας του βιου. καί εΐ τις αν εροιτο, τις αν ειη αυτη· φημι δή τήν έκαστου ψυχήν είναι, καί τον έν αυτή νουν. δι' αυτου γαρ μονου δύναται Θεος θεωρεϊσθαι καί νοεϊσθαι· έκτος ει μη, ώσπερ τον Θεον ήρνήσαντο, ουτω καί ψυχήν εχειν παραιτήσονται οι ασεβείς, εικότως τουτο προ των άλλων λεγοντες. ου γαρ έχοντων εστι νουν αρνεισθαι τον τούτου ποιητήν καί δημιουργον Θεον. οτι μεν ουν ψυχήν έκαστος ανθρώπων εχει καί ταύτην λογικήν, καί τουτο αναγκαίον έστι δείξαι δι' ολίγων δια τούς ακεραίους, έπεί μαλιστα τινες απο των αιρεσεων αρνουνται καί τουτο, οιομενοι μηδεν πλεον είναι τον άνθρωπον, ή το φαινομενον είδος του σώματος· ινα ταύτης δειχθει σης, φανερώτερον δι' εαυτων τον κατα των ειδώλων ελεγχον εχειν δυνηθωσι.
31        Πρωτον μεν ουν ου μικρον γνώρισμα του λογικήν είναι τήν των ανθρώπων ψυχήν έκ του προς τα αλογα διαλλαττειν αυτήν· δια τουτο γαρ έκείνα μεν αλογα καλείν ή φύσις εΐωθεν, έπειδή των ανθρώπων το γενος έστί λογικόν· επειτα δε καί τουτο προς αποδειξιν ου το τυχον αν ειη, έκ του μονον τον άνθρωπον τα εξωθεν έαυτου λογιζε σθαι, καί ένθυμείσθαι τα μή παροντα, καί παλιν έπιλογιζεσθαι καί κρισει το κρείττον των λογισμων αιρείσθαι· τα μεν γαρ αλογα μονα τα παροντα βλεπει, καί προς μονα τα έν οφθαλμοίς όρμα, καν μετα ταυτα τήν βλαβην εχη. ό δε άνθρωπος ου προς τα βλεπομενα όρμα, αλλα τω λογισμω τα δια των οφθαλμων όρώμενα κρινει· πολλακις γουν όρμήσας κεκρατηται τω λογισμω· καί λογισαμενος, παλιν έπελογισατο, καί αισθανεται έκαστος, ει της αληθειας γενοιτο φιλος, οτι αλλος παρα τας σωματικας αισθήσεις έστίν ό των ανθρώπων νους. δια τουτο γουν ως αλλος ων, αυτων των αισθήσεων γινεται κριτής· καί ων έκείναι αντιλαμβάνονται, ταυτα ούτος διακρινει, καί αναμιμνήσκει, καί δεικνυσιν αυταίς το κρείττον. οφθαλμου μεν γαρ έστι μονον το όραν, καί ωτων το ακούειν, καί στοματος γεύεσθαι, καί ρινος οδμων Οντιλαμβανεσθαι, καί χειρων το απτεσθαι· αλλ' α δεί όραν καί ακούειν, καί ων απτεσθαι δεί καί γεύεσθαι καί οδμασθαι, ουκετι των αισθήσεών έστιν, αλλα της ψυχης καί του ταύτης νου διακρίναι. αμελει καί ξιφους λαβεσθαι δύναται ή χειρ, καί δηλητηριου γεύσασθαι το στομα· αλλ' ουκ οίδεν, οτι βλαπτει ταυτα, ει μή ό νους διακρινη. Καί εοικε γε το τοιουτον, ινα έπί εικονος αυτο θεωρήσωμεν, λύρα καλως κατεσκευασμενη, καί τω ταύτην κρατουντι μουσικω μετ' έπιστήμης. ως γαρ αι έν τη λύρα νευραί έκαστη μεν εχει τον ιδιον φθογγον, ή μεν αρύν, ή δε οξύν, ή δε μεσον, ή δε οξύτονον, ή δε αλλον· αδιακριτος δε έστιν αυτων ή αρμονια καί αδιαγνωστος ή σύνθεσις χωρίς του έπιστήμονος· τοτε γαρ καί ή αρμονια αυτων δεικνυται καί ή σύνταξις ορθή, οταν ό κατεχων τήν λύραν πλήξη τας νευρας, καί αρμοδιως εκαστης αψηται· τουτον τον τροπον καί των αισθήσεων έν τω σώματι ως λύρας ήρμοσμενων, οταν ό έπι στήμων νους αυτων ήγεμονεύη· τοτε καί διακρινει ή ψυχή, καί οίδεν ο ποιεί καί πραττει. τουτο δε μονον ιδιον ανθρώπων έστι, καί τουτο έστι το λογικον της ψυχης των ανθρώπων, ώ χρωμενη διαλλαττει των αλογων, καί δεικνυσιν οτι αληθως αλλη παρα τα φαινομενα έν σώματι έστιν. πολλακις γουν κειμενου του σώματος έπί γης, τα έν ουρανοίς φανταζεται καί θεωρεί ό ανθρωπος· καί πολλακις του σώματος ήρεμουντος καί ήσυχαζοντος καί καθεύδοντος, κινείται ενδον ό ανθρωπος, καί τα εξωθεν εαυτου θεωρεί, χώρας αποδημων καί περιπατων, καί απαντων τοίς γνωριμοις, καί πολλακις δια τούτων τας μεθ' ήμεραν πραξεις εαυτου μαντευομενος καί προγινώ σκων. τουτο δε τι αν ειη έτερον ή ψυχή λογική, έν ή λογιζεται καί νοεί τα υπερ εαυτον ό ανθρωπος;
32        Καί τοΰτο δ' αν ειη προς άποδειξιν ακριβή τοϊς ετι προς αναίδειαν τής άλογίας τετραμμενοις· πως, του σώματος θνητού κατα φυσιν οντος, Λογίζεται άνθρωπος τα περί άθανασίας, καί πολλάκις έαυτω τον θάνατον ύπέρ άρετής προκαλειται; ή πως, προσκαίρου του σώματος οντος, τα αιώνια φαντάζεται άνθρωπος, ώστε των μέν εμποδων καταφρονειν, εις εκεινα δέ τον ποθον εχειν; το μέν ουν σωμα ουκ αν έαυτο περί έαυτου τοιαυτα λογίσηται, καί ουκ αν τα εξωθεν έαυτου λογίζοιτο· θνητον γαρ καί προσκαιρον εστιν· ανάγκη δέ ετερον είναι το τα εναντία καί παρα τήν φυσιν του σώματος λογιζομενον. τί ουν αν ειη τουτο πάλιν, ή ψυχή λογική καί άθάνατος; καί γαρ ουκ εξωθεν, άλλ' ενδοθεν αυτη τω σώματι, ώς ό μουσικος τη λυρα, ενηχει τα κρείττονα. πως δέ πάλιν κατα φυσιν ων ό οφθαλμος εις το όραν, καί ή άκοή εις το άκουειν, τα μέν άποστρεφονται, τα δέ αιρουνται; τίς γαρ ό τον οφθαλμον του όραν άποστρεφων; ή τίς τήν άκοήν κατα φυσιν ουσαν άκουστικήν άπο κλείει του άκουειν; ή τίς τήν γευσιν, κατα φυσιν ουσαν γευστικήν, κωλυει πολλάκις τής φυσικής όρμής; τίς δέ τήν χειρα, κατα φυσιν ουσαν εις το ενεργειν, επεχει του ψαυειν τινος; τίς δέ τήν οσφρησιν, καί αυτήν εις το οδμασθαι γενομενην, άποστρεφει του μή άντιλαμβάνεσθαι; τίς ό ταυτα κατα των φυσικων του σώματος ενεργων; ή πως το σωμα, τήν φυσιν άποστραφεν, επιστρεφεται προς τας έτερου συμβουλίας, καί προς το εκείνου νευμα ήνιοχειται; ταυτα γαρ ουδέν ετερον ή ψυχήν λογικήν άποδείκνυσιν ήγεμονευουσαν του σώματος. ουδέ γαρ έαυτο το σωμα πεφυκεν ελαυνειν, άλλ' ύφ' έτερου αγεται καί φερεται, ώσπερ ουδέ ίππος έαυτον ύποζευγνυσιν, άλλ' ύπο του κρατουντος ελαυνεται. δια τουτο γουν καί νόμοι μέν άνθρώποις τα καλα μέν πράττειν, τήν δέ κακίαν άποστρεφεσθαι· τοις δέ άλογοις άλογιστα τα κακα καί ακριτα μενει, ατε δή τής λογικοτητος καί τής κατα λογον διανοίας εκτος τυγχάνουσιν. είναι μέν ουν ψυχήν λογικήν εν άνθρώποις εκ των προειρημενων, νομίζω δεδειχθαι.
33        Ότι δέ καί άθάνατος γεγονεν ή ψυχή, καί τουτο άναγκαιον ειδεναι εν τη εκκλησιαστική διδασκαλία προς ελεγχον τής των ειδώλων άναιρεσεως. γενοιτο δ' αν ουν ή περί τουτων γνωσις εγγυτερω μαλλον εκ τής περί του σώματος γνώσεως, καί εκ του προς το σωμα διαλλάττειν αυτήν. ει γαρ αλλην αυτήν ό λογος άπεδειξε παρα το σωμα, εστι δέ το σωμα φυσει θνητον· άνάγκη τήν ψυχήν άθάνατον είναι, τω μή είναι κατα το σωμα. καί πάλιν ει ή ψυχή το σωμα κινει, ώς δεδεικται, καί ουχί ύπο αλλων αυτή κινείται, άκολουθον εστιν ύφ' έαυτής κινουμενην τήν ψυχήν, καί μετα τήν εις γήν άποθεσιν του σώματος κινεισθαι πάλιν αυτήν άφ' έαυτής. ου γαρ ή ψυχή εστιν ή άποθνήσκουσα· άλλα δια τήν ταυτης άναχώρησιν άποθνήσκει το σωμα. ει μέν ουν καί αυτη ύπο του σώματος εκινειτο, άκολουθον ήν, άναχωρουντος του κινουντος, άποθνήσκειν αυτήν· ει δέ ή ψυχή κινει καί το σωμα, άνάγκη μαλλον αυτήν έαυτήν κινειν. έαυτη δέ κινουμενη, εξ άνάγκης καί μετα τον του σώματος θάνατον ζη. ή γαρ κίνησις τής ψυχής ουδέν ετερον εστιν ή ή ζωή αυτής· ώσπερ άμελει καί το σωμα τοτε ζην λεγομεν οτε κινειται, καί τοτε θάνατον αυτου είναι οτε τής κινήσεως παυεται. τουτο δέ καί άπο τής εν σώματι καθάπαξ ενεργείας αυτής φανερώτερον αν τις ιδοι. ει γαρ καί οτε τω σώματι επιβεβηκε καί συνδεδεται τουτω, ου κατα τήν του σώματος σμικροτητα συστελλεται καί συμμετρειται, άλλα πολλάκις, επί κλίνης τουτου κειμενου καί μή κινουμενου, άλλ' ώς εν θανάτω κοιμωμενου, αυτη κατα τήν έαυτής δυναμιν γρηγορει, καί ύπερεκβαίνει τήν του σώματος φυσιν· καί ώσπερ άποδημουσα τουτου, μενουσα εν τω σώματι, τα ύπέρ γήν φαντάζεται καί θεωρεί, πολλάκις δέ καί τοις εξω των γηί'νων σωμάτων άγίοις καί άγγελοις συναντα, καί προς αυτούς άφικνειται τή του νου θαρρουσα καθαρο τητι· πως ουχί μαλλον καί πολλω πλεον, άπολυθεισα του σώματος οτε ό συνδήσας αυτήν βουλεταιΘεός, φανερωτεραν εξει την της αθανασίας γνώσιν; εί γαρ καί συνδεθεισα σώματι την έκτος του σώματος ζωην εζη, πολλω πλεον καί μετα θανατον του σώματος ζησεται, καί ού παύσεται του ζην δια τον ούτως αύτην ποιησαντα Θεον δια του έαυτου Λόγου, του Κυρίου ημών Ίησου Χριστού. δια τουτο γαρ καί αθανατα καί αίώνια λογίζεται καί φρονεί, επεί καί αθανατός εστι. καί ώσπερ, του σώματος θνητου τυγχανοντος, θνητα καί αί τούτου θεωρουσιν αίσθησεις, ούτως αθανατα θεωρουσαν καί λογιζομενην την ψυχην, αναγκη καί αύτην αθανατον είναι καί αεί ζην. αί γαρ περί της αθανασίας εννοιαι καί θεωρίαι ούδεποτε αύτην αφιασι μενουσαι εν αύτη, καί ώσπερ έκκαυμα εν αύτη γινό μεναι προς ασφαλειαν της αθανασίας. δια τουτο γουν καί της περί Θεου θεωρίας εχει την έννοιαν, καί αύτη έαυτης γίνεται οδός, ούκ έξωθεν, αλλ' έξ έαυτης λαμβανουσα την του Θεου Λόγου γνώσιν καί καταληψιν.
34        Λεγομεν ούν, καθαπερ ειρηται πρότερον, ώσπερ τον Θεον ήρνησαντο καί αψυχα θρησκεύουσιν, ουτω καί ψυχην ούκ έχειν λογικην νομίζοντες, αύτόθεν εχουσι της παραφροσύνης την επι τιμίαν εν αλόγοις καταριθμούμενοι· καί δια τουτο ως αψυχοι εν αψύχοις εχοντες την δεισιδαιμονίαν, ελεους καί χειραγωγίας είσίν αξιοι. εί δε ψυχην αξιουσιν εχειν, καί επί τω λογικω μεγα φρονουσιν, είκότως τουτο ποιουντες· δια τί ως μη εχοντες ψυχην παρα λόγον τολμωσι, καί ούχ α δει φρονειν φρονουσιν, αλλα κρείττονας έαυ τούς καί του Θείου ποιουσι; ψυχην γαρ αθανατον εχοντες καί μη βλεπομενην αύτοϊς, τον Θεον εν τοϊς βλεπομενοις καί θνητοϊς απεικαζουσιν. η δια τί, ώσπερ απεστησαν απο του Θεου, ουτως ού κατα φεύγουσι παλιν προς αύτόν; δύνανται γαρ, ώσπερ απεστραφησαν τη διανοία τον Θεον καί τα ούκ όντα ανεπλασαντο είς θεούς, ουτως αναβηναι τω νω της ψυχης, καί παλιν επιστρεψαι προς τον Θεόν. επιστρεψαι δε δύνανται, εαν ον ενεδύσαντο ρύπον πασης επιθυμίας απόθωνται, καί τοσουτον απονίψωνται, ε'ως αν απόθωνται παν το συμβεβηκος αλλότριον τη ψυχη, καί μόνην αύτην ώσπερ γεγονεν αποδείξωσιν, ιν' ουτως εν αύτη θεωρησαι τον του Πατρος Λόγον, καθ' ον καί γεγόνασιν εξ αρχης, δυνηθώσι. κατ' είκόνα γαρ Θεου πεποίηται καί καθ' ομοίωσιν γεγονεν, ως καί η θεία σημαίνει γραφη εκ προσώπου του Θεου λεγουσα· Ποιησωμεν άνθρωπον κατ' είκόνα καί καθ' ομοίωσιν ημετεραν. οθεν καί οτε παντα τον επιχυθεντα ρύπον της αμαρτίας αφ' έαυτης αποτίθεται, καί μόνον το κατ' είκόνα καθαρον φυλαττει, είκότως, διαλαμπρυνθεντος τούτου, ως εν κατόπτρω θεωρεί την είκόνα του Πατρος τον Λόγον, καί εν αύτω τον Πατερα, ού καί εστιν είκών 0 Σωτηρ, λογίζεται. ’Ή εί μη αύταρκης εστίν η παρα της ψυχης διδασκαλία δια τα επιθολουντα ταύτης εξωθεν τον νουν, καί μη οραν αύτην το κρειττον· αλλ' εστι παλιν καί απο των φαινομενων την περί του Θεου γνώσιν καταλαβειν, της κτίσεως ώσπερ γραμμασι δια της ταξεως καί αρμονίας τον έαυτης δεσπότην καί ποιητην σημαινούσης καί βοώσης. 35 Άγαθος γαρ ων καί φιλανθρωπος ο Θεός, καί κηδόμενος τών
35        ύπ' αύτου γενομενων ψυχών, επειδη αόρατος καί ακαταληπτός εστι την φύσιν, επεκεινα πασης γενητης ούσίας ύπαρχων, καί δια τουτο εμελλε το ανθρώπινον γενος ατυχειν της περί αύτου γνώσεως, τω τα μεν εξ ούκ όντων είναι, τον δε αγενητον· τούτου ενεκεν την κτίσιν ουτω διεκόσμησε τω έαυτου Λόγω ο Θεός, ιν', επειδη την φύσιν εστίν αόρατος, καν εκ τών εργων γινώσκεσθαι δυνηθη τοις ανθρώ ποις. εκ γαρ τών εργων πολλακις ο τεχνίτης καί μη ορώμενος γινώσκεται· καί οΐόν τι λεγουσι περί του αγαλματοποιου Φειδίου, ως τα τούτου δημιουργήματα εκ της συμμετρίας καί της προς αλληλα τών μερών αναλογίας εμφαίνειν καί μη παρόντα Φειδίαν τοις ορώσιν· ουτω δει νοειν εκ της του κόσμου ταξεως τον τούτου ποιητην καί δημιουργον Θεόν, καν τοις του σώματος οφθαλμοις μη θεωρηται. ού γάρ κατεχρησατο τη άοράτω φύσει αύτοΰ ό Θεός· μη τις τούτο προφασιζεσθω· καί παντελώς έαυτον άγνωστον τοις άνθρώποις άφηκεν· άλλ' ώς προειπον, ουτω διεκόσμησε την κτισιν, ώστε καί μη όρώμενον αύτον τη φύσει, όμως έκ τών έργων γινώ σκεσθαι. καί τούτο ού παρ' έμαυτού φημι, άλλ' άφ' ών παρά τών θεολόγων άνδρών έμαθον, ών εις έστιν ό Παύλος, 'Ρωμαίοις μέν γράφων ουτω· Τά γάρ άόρατα αύτού άπο κτίσεως κόσμου τοις ποιημασι νοούμενα καθοραται. Λυκάοσι δέ παρρησιαζό μενος καί λεγων· Καί ημείς όμοιοπαθεις έσμεν ύμιν ανθρω ποι, εύαγγελιζόμενοι ύμας άπο τών ματαιων έπιστρεφειν έπί Θεον ζώντα, ος έποιησε τον ούρανον καί την γην καί την θάλασσαν καί πάντα τά έν αύτοις, ος έν ταις παρωχη μεναις γενεαις ειασε πάντα τά έθνη πορεύεσθαι ταις όδοις αύτών. καίτοι γε ούκ άμάρτυρον έαυτον άφηκεν άγαθουρ γών, ούρανόθεν ημιν ύετούς διδούς καί καιρούς καρπο φόρους, έμπιπλών τροφης καί εύφροσύνης τάς καρδιας ημών. τις γάρ, όρών τον ούρανού κύκλον καί τον δρόμον ηλιου καί σεληνης, καί τών αλλων άστερων τάς θεσεις καί τάς περιπολη σεις, έναντιας μέν καί διαφόρους γιγνομενας, έν δέ τη διαφορα όμοιαν την τάξιν παρά πάντων όμού σωζομενην, ούκ ένθυμειται ότι ούκ αύτά έαυτά, άλλ' ετερός έστιν ό διακοσμών αύτά ποιητης; τις δε, όρών ήλιον μέν άνατελλοντα μεθ' ημεραν, σεληνην δέ φαινουσαν κατά νύκτα, καί φθινουσαν, καί πληρουμενην άπαραλλάκτως κατά τον τών ημερών ίσον πάντως άριθμόν, καί τών αστρων τά μέν διατρεχοντα καί ποικιλως έναλλάττοντα τούς δρόμους, τά δέ άπλανώς κινούμενα, ούκ αν έννοιαν λάβοι ότι πάντως έστίν ό κυβερνών αύτά δημιουργός;
36        Τις, όρών τά έναντια τη φύσει συνημμενα, καί σύμφωνον εχοντα την αρμονιαν, οιον, τις, ιδων πύρ ψυχρω, καί ξηρον ύγρω κεκραμμενον, καί ταύτα μη άντιστατούντα προς αλληλα, άλλ' εν άποτελούντα ώς έξ ένος το σώμα, ούκ αν ένθυμηθειη έξωθεν είναι τούτων τον ταύτα συνάψαντα; τις, Ιδων χειμώνα παραχωρούντα έαρι, καί έαρ θερει, καί θερος μετοπώρω, καί ότι έναντια οντα ταύτα τη φύσει· τον μέν γάρ ψύχει, το δέ καιει, το δέ τρεφει, το δέ φθινει· όμως τά πάντα ισην καί άβλαβη τοις άνθρώποις άποτελούντα την χρησιν· ούκ αν έννοησειεν ότι έστι τις κρειττων τούτων, ό την Ισότητα παρεχων πασι καί κυβερνών τά πάντα, καν μη βλεπη τού τον; τις, όρών έν άερι τάς νεφελας ύποβασταζομενας, καί έν νεφελαις την τών ύδάτων δεθεισαν βαρύτητα, ούκ έννοιαν λαμβάνει τού ταύτα δησαντος καί προστάξαντος γενεσθαι; η τις, όρών αύτην την γην βαρυτάτην ουσαν τη φύσει, έπί το υδωρ έδρασθεισαν καί άκινητον μενουσαν έπί το φύσει κινούμενον, ού διανοηθησεται είναι τινα τον ταύτα διαταξάμενον καί ποιησαντα Θεόν; τις, Ιδων την κατά καιρον της γης καρποφοριαν, καί ούρανόθεν ύετούς, καί ποταμών έπιρροιας, καί πηγών άναβλύσεις, καί ζώων έξ άνομοιων γονάς, καί ταύτα ούκ άεί άλλά κατά καιρούς ώρισμενους γινόμενα· καί όλως τις, κατανοη σας έν άνομοιοις καί έναντιοις την ισην καί όμοιαν παρ' αύτών άποτελουμενην τάξιν, ούκ αν ένθυμηθειη ότι έστί μια δύναμις η ταύτα διακοσμησαμενη καί διεπουσα, ώς αν αύτη δοκη, μενουσα καλώς; αύτά μέν γάρ καθ' έαυτά ούκ αν συσταιη καί φανηναι ποτε δυνηθειη διά την προς αλληλα της φύσεως έναντιότητα. το μέν γάρ υδωρ φύσει βαρύ καί κάτω ρεον έστιν, αι δέ νεφελαι κούφαι καί τών έλαφρών καί τών άνωφερών τυγχάνουσι· καί όμως το βαρύ τερον υδωρ όρώμεν έν ταις νεφελαις βασταζόμενον. καί πάλιν η μέν γη βαρυτάτη έστι, το δ' αυ πάλιν υδωρ κουφότερόν έστι ταύτης· καί όμως ύπο τών έλαφροτερων το βαρύτερον βαστάζεται, καί ού καταφερεται, άλλ' έστηκεν άκινητος η γη. καί το μέν αρρεν ού ταύτόν έστι τω θηλει, καί όμως εις εν συνάγεται, καί μια παρ' άμφο τερων άποτελειται γενεσις τού όμοιου ζώου. καί συνελόντι φάναι, το ψυχρον τω θερμω έναντιον έστι, καί το ύγρον τω ξηρω μάχεται· καί όμως συνελθόντα ού στασιάζει προς έαυτά, άλλ' έξ όμονοίας εν σώμα καί την πάντων γενεσιν άποτελοΰσιν.
37        Ούκ αν ουν μαχόμενα καί έναντία οντα τη φύσει έαυτα συνη γαγον, ει μη κρείττων ην καί κύριος ό συνδησας αύτά, ω καί αύτα τα στοιχεία, ώσπερ δούλα δεσπότη υπακουοντα, εικει καί πείθεται· καί ούκ, εις την έαυτου φυσιν έκαστον σκοπουν, άντιμάχεται προς το έτερον· άλλα τον συνδησαντα Κυριον γινωσκοντα, όμόνοιαν εχουσι προς έαυτά, φυσει μεν οντα έναντία, τη δε του κυβερνώντος βουλησει φιλιάζοντα. έπεί εΐ μη κρείττονι προστάζει έγεγόνει τουτων μία κράσις, πώς αν το βαρύ τω έλαφρω, η το ξηρον τω υγρω, η το περιφερες τω ορθω, η το πυρ τω ψυχρω, η ολως η θάλαττα τη γη, η ό ήλιος τη σεληνη, η τα αστρα τω ούρανω, καί ό άηρ ταις νεφελαις έμίγη καί συνηλθεν, άνομοίου ουσης της έκάστου προς το έτερον φυσεως; εμελλε γαρ καί μεγάλη στάσις γίγνεσθαι προς αύτά, του μεν καίοντος, του δε ψυχοντος, καί του μεν βαρεος κάτω, του δε κουφου έκ τών έναντίων ανω ελκοντος, καί του μεν ηλίου φωτίζοντος, του δε άερος σκοτίζοντος· καί γαρ καί τα αστρα έστασίασαν αν προς έαυτά, οτι τα μεν άνωτερω, τα δε κατωτερω την θεσιν εχει· καί η νυξ δε ούκ αν παρεχωρησε τη ημερα, άλλα εμενεν πάντως μαχο μενη προς αύτην καί στασιάζουσα. τουτων δε γιγνομενων, λοιπον ην ΐδείν ούκετι κόσμον άλλ' άκοσμίαν, ούκετι τάξιν άλλ' άταξίαν, ούκετι συστασιν άλλ' άσυστατον το ολον, ούκετι μετρα άλλ' άμε τρίαν. τη γαρ έκάστου στάσει καί μάχη η πάντα άνηρουντο, η το κρατουν μόνον έφαίνετο. καί τουτο πάλιν την του παντος άκοσμίαν έδείκνυε. μόνον γαρ γενόμενον καί λειπόμενον τη τών αλλων χρεία, άνάρμοστον το ολον έποίει· ώσπερ ει καί μόνος πους, καί μόνη χείρ άπομείνασα, ούκ αν εσωσεν όλόκληρον το σώμα. ποιος γαρ κόσμος ην, ει μόνος ήλιος εφαινεν, η σεληνη μόνη περιεπόλει, η νυξ μόνη ην, η ημερα άεί έτυγχανε; ποία δε πάλιν ην αρμονία, εΐ μόνος ην ό ούρανος χωρίς τών αστρων, η τα αστρα χωρίς του ούρανου; τί δε καί χρησιμον, ει μόνη θάλαττα ην, καί ει μόνη γη χωρίς υδάτων καί τών αλλων της κτίσεως μερών εκειτο; πώς δ' αν καί ανθρωπος έφάνη η ολως ζώον έπί γης, τών στοιχείων προς έαυτα στασιαζόντων, καί ένος οντος του κρατουντος καί μη δυναμενου προς την τών σωμάτων συστασιν άρκειν; ούκ αν γαρ έκ μόνου θερμου, η μόνου ψυχρου, η μόνου υγρου, η ξηρου συνεστη τι τών ολων· άλλ' ην ατακτα πάντα καί άσυνθετα καθόλου. άλλ' ούδ' αν αύτο το δοκουν κρατείν ήδυνηθη αν συστηναι χωρίς της τών αλλων έπικουρίας· ουτω γαρ καί νυν συνεστηκεν.
38        Έπεί ουν ούκ άταξία άλλα τάξις έστίν έν τω παντί, καί ούκ άμετρία άλλα συμμετρία, καί ούκ άκοσμία άλλα κόσμος καί κόσμου παναρμόνιος συνταξις, άνάγκη λογίζεσθαι καί λαμβάνειν εννοιαν του ταυτα συναγαγόντος καί συσφίγξαντος, καί συμφωνίαν έργαζο μενου προς αύτα Δεσπότου. καν γαρ μη τοίς οφθαλμοίς όράται, άλλ' άπο της τάξεως καί συμφωνίας τών έναντίων, έννοειν έστι τον τουτων αρχοντα καί κοσμητορα καί βασιλεα. ώσπερ γαρ πόλιν έκ πολλών καί διαφόρων άνθρωπων συνεστώσαν, μικρών καί μεγάλων, καί πλουσίων αυ καί πενητων, καί πάλιν γερόντων καί νεωτερων, καί άρρενων καί θηλεων, ει θεωρησαιμεν εύτάκτως οικουμενην, καί τους έν αύτη διαφόρους μεν οντας, όμονοουντας δε προς έαυτους, καί μητε τους πλουσίους κατα τών πενητων, μητε τους μεγάλους κατα τών μικρών, μητε τους νεους κατα τών γερόντων γιγνομενους, άλλα πάντας κατα την ισομοιρίαν ειρηνευοντας· ει ταυτα βλεποιμεν, πάντως έννοουμεν, οτι αρχοντος παρουσία την όμόνοιαν πρυτανευει, καν μη όρώμεν αύτόν. η μεν γαρ άταξία άναρχίας έστί γνώρισμα· η δε τάξις τον ηγεμονευοντα δείκνυσι. καί γαρ καί την έν τω σωματι τών μελών προς έαυτα συμφωνίαν όρώντες, οτι ού μάχεται ό οφθαλμος τη άκοη, ούδε η χείρ τω ποδί στασιάζει, άλλ' έκαστον την ιδίαν άποτελεί χρείαν άστασιάστως,εννοουμεν εκ τουτου παν τως είναι ψυχήν εν τω σωματι τήν τούτων ήγεμονεύουσαν, καν μή βλεπωμεν αύτήν. ούτως εν τή του παντός ταξει καί αρμονία τον του παντός ήγεμονα νοειν αναγκη Θεόν, καί τουτον ενα καί ού πολλούς. καί ή ταξις δέ αυτη τής διακοσμήσεως, καί ή των παντων μεθ' όμονοίας αρμονία, ού πολλούς αλλ' ενα τον αύτής αρχοντα καί ήγεμονα δείκνυσι Λογον. ούκ αν γαρ, ειπερ ήσαν πολλοί τής κτίσεως άρχοντες, εσωζετο τοιαύτη ταξις των παντων· αλλ' ήν παλιν ατακτα παντα δια τους πολλούς, ελκοντος έκαστου προς τήν εαυτου βουλησιν τα παντα, καί μαχομενου προς τον ετερον. ώσπερ γαρ ελεγομεν τήν πολυθεοτητα αθεοτητα είναι, ουτως αναγκη τήν πολυαρχίαν αναρχίαν είναι. έκαστου γαρ τήν του ετερου αρχήν αναιρουντος, ούδείς εφαίνετο λοιπον ό αρχων, αλλ' ήν αναρχία παρα πασιν. ένθα δέ μή εστιν αρχων, εκει παντως αταξία γίνεται. καί εμπαλιν ή των πολλων καί διαφορων μία ταξις καί όμονοια ενα καί τον αρχοντα δείκνυσι. καθαπερ γαρ ει τις πορρωθεν ακούει λύρας εκ πολλων καί διαφόρων νευρων συγκειμενης, καί θαυμαζοι τούτων τήν αρμονίαν τής συμφωνίας, οτι μή μονη ή βαρεια τον ήχον αποτελεί, μηδέ μονη ή οξεια, μηδέ μονη ή μεση, αλλα πασαι κατα τήν ισην αντίστασιν αλλήλαις συνηχουσι· καί παντως εκ τούτων εννοει ούχ εαυτήν κινειν τήν λύραν, αλλ' ούδέ ύπο πολλων αύτήν τύπτεσθαι· ενα δέ είναι μουσικον τον έκαστης νευρας ήχον προς τήν εναρμονιον συμφωνίαν κερασαντα τή επιστήμη, καν μή τουτον βλεπη· ουτω παναρμονίου ουσης τής ταξεως εν τω κοσμώ παντί, καί μήτε των ανω προς τα κατω, μήτε των κατω προς τα ανω στασιαζοντων, αλλα μιας των παντων αποτελουμενης ταξεως, ενα καί μή πολλούς νοειν ακολουθον εστι τον αρχοντα καί βασιλεα τής πασης κτίσεως, τον τω εαυτου φωτί τα παντα καταλαμποντα καί κινουντα.
39        Ούδέ γαρ πολλούς είναι δει νομίζειν τους τής κτίσεως αρχοντας καί ποιητας, αλλα προς εύσεβειαν ακριβή καί αλήθειαν ενα τον ταύτης δημιουργον πιστεύειν προσήκει· καί τουτο τής κτίσεως αύτής εμφανως δεικνυούσης. γνώρισμα γαρ ασφαλές του ενα τον ποιητήν είναι του παντος εστι τουτο, το μή πολλούς αλλ' ενα είναι τον κοσμον. εδει γαρ, ειπερ ήσαν πολλοί θεοί, πολλούς είναι καί δια φορους τους κοσμους. ουτε γαρ επρεπε τους πολλούς ενα κοσμον κατασκευαζειν, ουτε τον ενα ύπο πολλων ποιεισθαι δια τα εκ τούτων δεικνύμενα ατοπα. πρωτον μέν οτι, ει ύπο πολλων ό εις εγεγονει κοσμος, ασθενεια των ποιησαντων ήν· οτι εκ πολλων εν εργον απετελεσθη· καί εκ τούτου γνώρισμα ού το τυχον ήν τής ατελους έκαστου προς το ποιειν επιστήμης. ει γαρ ήρκει εις, ούκ αν οι πολλοί τήν αλλήλων ανεπλήρουν ελλειψιν. εν Θεω δέ λεγειν είναί τι ελλιπές, ασεβές ού μονον, αλλα καί περα των αθεμίτων εστί. καί γαρ καί τεχνίτην εν ανθρωποις ούκ αν τις ειποι τελειον, αλλα ασθενή, ει μή μονος, αλλα μετα πολλων εν αποτελοίη το εργον. ει δέ εκαστος μέν ήδύνατο το ολον αποτελεσαι, οι παντες δέ ειργασαντο δια τήν του γιγνομενου κοινωνίαν· γελοιον μέν αν ειη το τοιουτον, ει δια δοξαν εκαστος εφγασατο, ινα μή ώς αδύνατος ύπονοηθή. κενοδοξίαν δέ παλιν λεγειν εν θεοις των ατοπωτατων εστίν. επειτα, ει εκαστος ικανος ήν προς τήν του ολου δημιουργίαν, τίς ή χρεία των πολλων, ενος αύταρκους γιγνομενου προς το παν; αλλως τε ασεβές καί ατοπον αν φανείη, ει το μέν ποίημα εν τυγχανει, οι δέ ποιήσαντες διαφοροι καί πολλοί, λογου οντος φυσικου το εν καί τελειον των διαφορων κρειττον είναι. Καί τουτο δέ ιστεον, οτι ει ύπο πολλων ό κοσμος εγεγονει, διαφορους είχε καί τας κινήσεις καί ανομοίους εαυτω. προς εκαστον γαρ των ποιησαντων αποβλεπων, διαφορους είχε καί τας κινήσεις. εν δέ τή διαφορα, καθαπερ ειρηται προτερον, παλιν ήν ακοσμία καί του παντος αταξία· επειδή ούδέ ναυς ύπο πολλων κυβερνωμενη κατ' ορθον πλευσειται, ει μή εις ταύτης τους οιακας κρατοίη κυβερνήτης· ούδέ λύρα ύπο πολλών κρουομενη σύμφωνον αποτελέσει τον ήχον, ει μή εις ο ταυτην πλήττων ειη τεχνίτης. ούκοΰν μιας ουσης τής κτίσεως, καί ένος οντος κόσμου, καί μιας τής τουτου τάξεως, ενα δει νοεϊν είναι καί τον ταυτης βασιλέα καί δημιουργόν Κυριον. δια τούτο γαρ καί αύτος ο δημιουργός ενα τον συμπαντα κόσμον πεποίηκεν, ινα μή τή τών πολλών συστάσει πολλοί καί οί δημιουργοί νομίζοιντο, αλλ' ένος οντος τοΰ ποιήματος, εις καί ο τουτου ποιητής πιστευηται. καί ούχ οτι εις εστιν ο δημιουργός, δια τοΰτο καί εις εστιν ο κόσμος· ήδυνατο γαρ καί άλλους κόσμους ποιήσαι ο Θεός. αλλ' οτι εις εστιν ο κόσμος ο γενόμενος, ανάγκη καί τον τουτου δημιουργον ενα πιστευειν είναι.
40        Τίς αν εΐη ούτος; καί τοΰτο γαρ αναγκαϊον μάλιστα δηλώσαι καί λέγειν, ινα μή, τή περί τοΰτον αγνοία πλανηθείς τις, ετερον υπολάβη, καί εις τήν αύτήν πάλιν τοις πρότερον αθεότητα εμπέση. νομίζω δε μηδενα περί τουτου τήν διάνοιαν αμφίβολον εχειν. ει γαρ δή τούς παρα ποιηταις λεγομένους θεούς ούκ είναι θεούς ο λόγος εδειξε, καί τούς τήν κτίσιν θεοποιοΰντας ήλεγξε πλανωμένους, καί καθόλου τήν τών εθνών ειδωλολατρείαν αθεότητα καί ασέβειαν ούσαν απέδειξεν· ανάγκη πασα τουτων αναιρουμένων, λοιπον παρ' ήμϊν είναι τήν εύσεβή θρησκείαν, καί τον παρ' ήμών προσκυνου μενον, καί κηρυττόμενον τοΰτον μόνον είναι Θεον αληθή, τον καί τής κτίσεως Κυριον καί πάσης υποστάσεως δημιουργόν. τίς δή ούν εστιν ούτος, αλλ' η ο πανάγιος καί υπερέκεινα πάσης γενητής ούσίας, ο τοΰ Χριστοΰ Πατήρ, οστις, καθάπερ αριστος κυβερνήτης, τή ιδία σοφία καί τω ιδίω Λόγω τω Κυρίω ήμών καί Σωτήρι Χριστω, τα πανταχοΰ διακυβερνα σωτηρίως καί διακοσμεί, καί ποιεί ως αν αύτω καλώς εχειν δοκή; εχει δε καλώς, ως γέγονε καί ορώμεν γιγνόμενα, επειδή καί τοΰτο βουλεται· καί τοΰτο ούκ αν τις απιστή σειεν. ει μεν γαρ αλογος ήν ή τής κτίσεως κίνησις, καί απλώς εφέρετο το παν· καλώς αν τις καί τοις λεγομένοις ήπίστησεν· ει δε λόγω καί σοφία καί επιστήμη συνέστηκε, καί παντί κόσμω δια κεκόσμηται, ανάγκη τον επικείμενον καί διακοσμήσαντα τοΰτον ούκ αλλον τινα η Λόγον είναι τοΰ Θεοΰ. Λόγον δέ φημι ού τον εν έκάστω τών γενομένων συμπεπλεγμένον καί συμπεφυκότα, ον δή καί σπερματικόν τινες ειωθασι καλειν, αψυχον οντα καί μηδεν λογιζόμενον μήτε νοοΰντα, αλλα τή εξωθεν τέχνη μόνον ενεργοΰντα κατα τήν τοΰ επιβάλλοντος αύτον επιστή μην· ούδε οιον εχει το λογικον γένος λόγον τον εκ συλλαβών συγκεί μενον, καί εν αέρι σημαινόμενον· αλλα τον τοΰ αγαθοΰ καί Θεοΰ τών ολων ζώντα καί ενεργή Θεον αύτολόγον λέγω, ος αλλος μεν εστι τών γενητών καί πάσης τής κτίσεως, ίδιος δε καί μόνος τοΰ αγαθοΰ Πατρος υπάρχει Λόγος, ος τόδε το παν διεκόσμησε καί φωτίζει τή έαυτοΰ προνοία. αγαθοΰ γαρ πατρος αγαθος Λόγος υπάρχων, αύτος τήν τών πάντων διεκόσμησε διάταξιν, τα μεν εναντία τοις εναντίοις συνάπτων, εκ τουτων δε μίαν διακοσμών αρμονίαν. ούτος, Θεοΰ δυναμις καί Θεοΰ σοφία ων, ούρανον μεν περιστρέφει, γήν δε αν αρτήσας, καί επί μηδενος κειμένην τω ιδίω νευματι ήδρασε. τουτω φωτιζόμενος ήλιος τήν οικουμένην καταυγάζει, καί σελήνη μεμετρη μένον εχει το φώς. δια τοΰτον καί το ύδωρ επί νεφελών κρεμαται, καί υετοί τήν γήν επικλυζουσι, καί ή μεν θάλαττα περιορίζεται, ή δε γή παντοίοις φυτοις κομα καί χλοηφορει. καί ει τις απιστος ζητοίη περί τών λεγομένων, ει ολως εστί Λόγος Θεοΰ, μαίνοιτο μεν ο τοιοΰτος αμφιβάλλων περί Λόγου Θεοΰ· εχει δε ομως εκ τών ορωμένων τήν απόδειξιν, οτι πάντα Λόγω Θεοΰ καί Σοφία συνέστηκε, καί ούκ αν ήδράσθη τι τών γενομένων, ει μή Λόγω εγεγόνει καί Λόγω τω θείω, καθάπερ ελέχθη.
41 Λόγος δε ων, ού κατα τήν τών ανθρώπων ομοιότητα, ώσπερ είπον, εστί συγκείμενος εκ συλλαβών· αλλα τοΰ έαυτοΰ Πατρός εστιν εικών απαράλλακτος. άνθρωποι μεν γαρ εκ μερών συγκείμενοι, και εκ του μη οντος γενομενοι, συγκείμενον εχουσι και διαλυομενον τον εαυτών λογον· ο δε Θεός ων εστι, και ου σύνθετος· διο καί ο τούτου Λόγος ων εστι, καί ου σύνθετος· άλλ' εις καί μονογενής Θεος, ο εκ Πατρος οια πηγής άγαθής άγαθος προελθών, τα πάντα διακοσμεί καί συνέχει. ή δε αιτία, δι' ην ολως ο του Θεου Λόγος τοίς γενο μένοις επιβέβηκεν, εστίν άληθώς θαυμαστή καί γνωρίζουσα οτι ουκ άλλως επρεπεν η ουτω γενέσθαι, ώσπερ και εστι. των μεν γαρ γενητων εστιν ή φύσις, ατε δή εξ ουκ οντων υποστασα, ρευστή τις καί άσθενής καί θνητή καθ' εαυτήν συγκρινομένη τυγχάνει· ο δε τών ολων Θεος άγαθος καί υπέρκαλος την φύσιν εστί. διο καί φιλάνθρωπος εστιν. άγαθω γαρ περί ουδενος άν γένοιτο φθονος· οθεν ουδε το είναί τινι φθονεί, άλλα πάντας είναι βούλεται, ινα καί φιλανθρω πεύεσθαι δύνηται. ορών ούν την γενητήν πασαν φύσιν, οσον κατα τους ιδίους αυτής λογους, ρευστήν ούσαν και διαλυομένην· ινα μή τουτο πάθη, και πάλιν εις το μή είναι άναλυθη το ολον, τούτου ενεκεν τω εαυτου και άΐδίω Λογω ποιήσας τα πάντα, και ουσιώσας τήν κτίσιν, ουκ άφήκεν αυτήν τη εαυτής φύσει φέρεσθαι και χειμάζεσθαι, ινα μή και κινδυνεύση πάλιν εις το μή είναι· άλλ' ώς άγαθος τω εαυτου Λογω και αυτω οντι Θεω τήν σύμπασαν δια κυβερνά και καθίστησιν, ινα τη του Λογου ήγεμονία και προνοία και διακοσμήσει φωτιζομένη ή κτίσις βεβαίως διαμένειν δυνηθη, ατε δή του Οντως οντος εκ Πατρος Λογου μεταλαμβάνουσα και βοηθου μένη δι' αυτου εις το είναι· μή άρα πάθη οπερ άν επαθεν, ει μή ο Λογος αυτήν ετήρει, λέγω δή το μή είναι, ος εστι γαρ εικων του Θεου του άοράτου, πρωτοτοκος πάσης κτίσεως· οτι δι' αυτου και εν αυτω συνέστηκε τα πάντα τά τε ορατα και τα άορατα, και αυτος εστιν ή κεφαλή τής Εκκλησίας, ώς οι τής άληθείας διάκονοι διδάσκουσιν εν άγίοις γράμμασιν.
42        Αυτος γουν ο παντοδύναμος και παντέλειος αγιος ο του Πατρος Λογος, επιβας τοις πασι και πανταχου τας εαυτου δυνάμεις εφα πλώσας, και φωτίσας τά τε φαινομενα και τα άορατα πάντα, εις εαυτον συνέχει και συσφίγγει, μηδεν ερημον τής εαυτου δυνάμεως άπολελοιπώς, άλλα πάντα και δια πάντων, και έκαστον ιδία, και άθροως ομου τα ολα ζωοποιών και διαφυλάττων· τάς τε άρχας πάσης αισθητής ουσίας, αιπερ εισι θερμή και ψυχρα και υγρα και ξηρα εις εν συγκεραννύων, ποιει μή άντιστατειν, άλλα μίαν και σύμφωνον άποτελειν αρμονίαν. δι' αυτον και τήν αυτου δύναμιν ούτε το πυρ τω ψυχρω μάχεται, ούτε το υγρον τω ξηρω· άλλ' ώς φίλα και άδελφα τα καθ' εαυτα Οντα εναντία, συνελθοντα ομου, τά τε φαινομενα ζωογονουσι, και του είναι τοίς σώμασιν άρχαι γίνονται. τούτω τω Θεω Λογω πειθομενα τα μεν επι γής ζωογονείται, τα δε εν ουρανοις συνίσταται. και δια τουτον θάλαττα μεν πασα και ο μέγας ωκεανος οροις ιδίοις εχουσι τήν εαυτών κίνησιν· ή δε ξηρα πασα χλοηφορει και κομά παντοίοις και διαφοροις φυτοις, ώς προ ειπον. και ινα μή το καθέκαστον επι φανεροις ονομάζων ενδιατρίβω, ουδέν εστι τών οντων και γινομένων ο μή εν αυτω και δι' αυτου γέγονε και εστηκεν, ή φησι και ο θεολογος άνήρ· Εν άρχη ήν ο Λογος, και ο Λογος ήν προς τον Θεον, και Θεος ήν ο Λογος. πάντα δι' αυτου εγένετο, και χωρις αυτου εγένετο ουδε εν. Οιον γαρ ει τις, λύραν μουσικος αρμοσάμενος και τα βαρέα τοις οξέσι, και τα μέσα τοις άλλοις τη τέχνη συναγαγών, εν το σημαινο μενον μέλος άποτελοίη· ουτω και ή του Θεου σοφία, το ολον ώς λύραν επέχων, και τα εν άέρι τοις επι γής συναγαγών, και τα εν ουρανω τοις εν άέρι, και τα ολα τοις κατα μέρος συνάπτων και περιάγων τω εαυτου νεύματι και θελήματι, ενα τον κοσμον και μίαν τήν τούτου τάξιν άποτελει καλώς και ήρμοσμένως, αυτος μεν άκίνητος μένων παρα τω Πατρί, πάντα δε κινών τη εαυτου συστάσει, ώς άν έκαστον τω εαυτου Πατρι δοκη. το γαρ παράδοξον αυτου τής θεοτητος τουτο εστιν, οτι ενι και τω αυτω νεύματι πάντα ομου και ουκ εκ διαστημάτων, άλλ' άθρόως ολα τά τε ορθά καί τά περιφερή, τά άνω, τά μέσα, τα κάτω, τα υγρά, τα ψυχρά, τα θερμά, τα φαινόμενα καί τα άορατα περιάγει καί διακοσμεί κατα τήν εκάστου φυσιν. ομου γαρ τω αυτω νευματι αυτου, το μεν ορθον ως ορθον, το δε περιφερες περιάγεται· το δε μέσον, ως εστι, κινείται· το θερμον θερμαίνεται, καί το ξηρον ξηραίνεται· καί τα ολα ως εχει φυσεως ζωοποιείται καί συνίσταται παρ' αυτου· καί θαυμαστή τις καί θεία άληθώς αρμονία άποτελειται δι' αυτου.
43        Καί ινα έκ παραδείγματος το τηλικουτον νοηθείη, εστω το λεγόμενον ως έν εικονι χορου μεγάλου. ως τοίνυν του χορου συνεστώ τος έκ διαφόρων άνδρων, παίδων, γυναικών αυ καί γερόντων, καί τών ετι νέων· καί ενος του καθηγεμονος σημαίνοντος, έκαστος μεν κατα τήν φυσιν εαυτου καί δυναμιν φωνει, ο μεν άνήρ ως άνήρ, ο δε παις ως παις, ο δε γέρων ως γέρων, καί ο νέος ως νέος, πάντες δε μίαν άποτελουσιν αρμονίαν· ή ως ή καθ' ήμας ψυχή έν ταυτω τας έν ήμιν αίσθήσεις κατα τήν εκάστης ένέργειαν κινεί, ώστε παρόντος πράγματος ενος τας πάσας ομου κινεισθαι, καί τον μεν οφθαλμον οραν, τήν δε άκοήν άκουειν, τήν δε χειρα άπτεσθαι, καί τήν οσφρησιν άντιλαμβάνεσθαι, καί τήν γευσιν γευεσθαι· πολλάκις δε καί τα άλλα μέλη του σώματος, ώστε καί τους ποδας περιπατειν. ή ινα καί τρίτω παραδείγματι το λεγομενον σημανθή, εοικεν οίκοδομηθείση μάλιστα μεγάλη πολει, καί οικονομουμένη έπί παρουσία του καί ταυτην οικοδομήσαντος άρχοντος καί βασιλέως. έκείνου γαρ παρον τος καί προστάττοντος, καί προς πάντα τον οφθαλμον τείνοντος, επομενοι πάντες, οι μεν έπί τήν γεωργίαν, οι δε έπί τους υδραγωγούς υδρευσομενοι σπευδουσιν· άλλος δε έπισιτισομενος προέρχεται· καί ο μεν έπί τήν βουλήν βαδίζει, ο δε έπί τήν έκκλησίαν εΙσέρχεται· καί ο μεν δικαστής έπί το δικάζειν, ο δε άρχων έπί το θεσμοθετειν· καθίσταται δε ευθέως ο μεν τεχνίτης έπί τήν έργασίαν, ο δε ναυτης έπί τήν θάλατταν κατέρχεται, ο τέκτων έπί το τεκτονευειν, ο ιατρος έπί τήν θεραπείαν, ο οικοδομος έπί τήν οικοδομήν· καί ο μεν εις τον άγρον βαδίζει, ο δε άπο του άγρου άνέρχεται· καί οι μεν περί τήν πολιν άναστρέφονται, οι δε άπο τής πολεως έξέρχονται, καί πάλιν εις αυτήν έπανέρχονται. πάντα δε ταυτα τή παρουσία του ενος άρχοντος, καί τή τουτου διατάξει γίγνονται, καί συνίστανται. κατα ταυτα δή καί έπί τής συμπάσης κτίσεως, καν μικρον ή το παρά δειγμα, ομως μείζονι διανοία χρή νοειν· υπο γαρ μιας ριπής νευ ματος τινος του Θεου Λογου ομου τα πάντα διακοσμείται, καί τα οικεία παρ' εκάστου γίνεται, καί παρα πάντων ομου μία τάξις άποτελειται.
44        Νευματι γαρ καί ταις δυνάμεσι του έπιστατουντος καί ήγεμο νευοντος τών πάντων θείου καί πατρικου Λογου, ουρανος μεν περιστρέφεται, τα δε άστρα κινειται, καί ο μεν ήλιος φαίνει, ή δε σελήνη περιπολει, καί άήρ μεν υπ' αυτου φωτίζεται, αιθήρ δε θερμαίνεται καί άνεμοι πνέουσι· τα ορη εις ύψος άνατεταμένα ιστα ται, ή θάλαττα κυμαίνει, καί τα έν αυτή ζώα τρέφεται, ή γή άκίνητος μένουσα καρποφορεί, καί ο άνθρωπος πλάττεται, καί ζή πάλιν καί θνήσκει· καί απλώς πάντα ψυχουται καί κινείται· το πυρ καίει, το ύδωρ ψυχει, πηγαί άναβλυζουσι, ποταμοί πλημμυρουσι, καιροί καί ωραι παραγίγνονται, υετοί κατέρχονται, τα νέφη πληρουται, χάλαζα γίνεται, χιών καί κρυσταλλος πήγνυται, πετεινα ιπταται, ερπετα πορευεται, ενυδρα νήχεται, θάλαττα πλέεται, γή σπείρεται καί κατα τους ιδίους καιρούς χλοηφορει, φυτα αυξει, καί τα μεν νεάζει, τα δε πεπαίνεται, τα δε αυξάνοντα γηράσκει καί φθίνει, καί τα μεν άφανίζεται, τα δε γενναται καί φαίνεται. πάντα δε ταυτα, καί ετι πλείω τουτων, α δια το πλήθος ουκ ισχυομεν ήμεις λέγειν, ο παρα δοξοποιος καί θαυματοποιος του Θεου Λογος φωτίζων καί ζωο ποιών, τω εαυτου νευματι κινει καί διακοσμεί, ένα τον κοσμον άποτελών, ουκ εξωθεν εαυτου καί τας άοράτους δυνάμεις αφεις· και γαρ και ταυτας, οια δη και αυτών ποιητής υπάρχων, συμπερι λαβών έν τοις ολοις, συνέχει καί ζωοποιεί πάλιν τω έαυτοΰ νευματι καί τη έαυτοΰ προνοια· και τουτου ουκ αν τι γένοιτο προς απιστίαν έφοδιον. ως γαρ τη αυτου προνοια και σώματα μεν αυξει, ψυχή δε ή λογική κινείται και το λογιζεσθαι και το ζην εχει, και τουτο ου πολ λης αποδειξεως δειται· ορωμεν γαρ τα γινόμενα· ουτω δή πάλιν αυτος ο του Θεου Λογος ένι και άπλω νευματι, τη έαυτου δυνάμει τον τε ορατον κοσμον και τας αοράτους δυνάμεις κινεί και συνέχει, έκάστω τήν ίδιαν ένέργειαν αποδιδους· ώστε τας μεν θείας θειοτέρως κινείσθαι, τα δε ορατα ώσπερ και οραται. αυτος δε έπι πάντων, ήγεμων τε και βασιλεύς και συστασις γινόμενος τών πάντων, τα πάντα προς δοξαν και γνώσιν του έαυτου Πατρος έργάζε ται, μονονουχι δια τών γιγνομένων εργων αυτου διδάσκων και λέγων. Έκ μεγέθους και καλλονής κτισμάτων αναλογως ο γενεσιουργος θεωρείται.
45        Ώσπερ γάρ, αναβλέψαντας είς τον ουρανον και ίδοντας τον κοσμον αυτου και το τών αστρων φώς, εστιν ένθυμείσθαι τον ταυτα διακοσμουντα Λόγον· ουτω νοουντας Λογον Θεου, νοείν έστιν ανάγκη και τον τουτου Πατέρα Θεον, έξ ού προΐών εικοτως του έαυτου Πατρος έρμηνευς και άγγελος λέγεται· και τουτο έκ τών καθ' ήμας τις αν ιδοι. εί γαρ δή λογου προϊοντος παρα ανθρώπων ένθυμουμεθα τήν τουτου πηγήν είναι τον νουν, και τω λογω έπιβάλ λοντες, τον νουν σημαινομενον ορώμεν τω λογισμω· πολλω πλέον μειζονι φαντασια και ασυγκριτω υπεροχη του Λογου τήν δυναμιν ορώντες, έννοιαν λαμβάνομεν και του αγαθου Πατρος αυτου, ως αυτος ο Σωτήρ φησιν· Ο έμε έωρακώς έώρακε τον Πατέρα. ταυτα δε και πασα θεοπνευστος γραφή φανερώτερον και κατα μείζον κηρυττει, αφ' ών δή και ήμείς τεθαρρηκοτες ταυτά σοι γράφομεν, και συ, ταυταις έντυγχάνων, δυνήση τών λεγομένων έχειν τήν πιστιν. λογος γαρ έκ μειζονων βεβαιουμενος, αναντιρρητον έχει τήν αποδειξιν. άνωθεν τοινυν περι της τών ειδώλων αναιρέσεως προησφαλιζετο τον 4ουδαιων λαον ο θείος Λογος λέγων· Ου ποιήσεις σεαυτω ειδωλον, ουδε παντος ομοιωμα, οσα έν τω ουρανω ανω, και έπι της γης κάτω. τήν δε αίτιαν της τουτων καθαιρέσεως, έτέρως σημαίνει λέγων· τα ειδωλα τών έθνών αργυριον και χρυσιον, έργα χειρών ανθρώπων. στομα εχουσι, και ου λαλήσουσιν· οφθαλμούς εχουσι, και ουκ οψονται· ωτα ε χουσι, και ουκ ακουσονται· ρίνας εχουσι, και ουκ οσφραν θήσονται. χείρας εχουσι, και ου ψηλαφήσουσι· ποδας εχουσι, και ου περιπατήσουσιν. ου σεσιώπηκε δε τήν περι της κτισεως διδασκαλιαν· αλλα και μάλα είδώς αυτών το κάλλος, ινα μή τινες, τω κάλλει τουτων αποβλέψαντες, ουχ ως εργα Θεου αλλ' ως θεους θρησκευσωσι, προασφαλιζεται τους ανθρώπους λέγων· Και μή αναβλέψας τοίς οφθαλμοίς και ίδών τον ήλιον και τήν σελήνην, και πάντα τον κοσμον του ουρανου πλανηθεις, προσκυνήσης αυτοίς, ά απένειμε Κυριος ο Θεος σου πασι τοίς εθνεσι τοίς υποκάτω του ουρανου. απένειμε δε ουκ είς το είναι θεους αυτοίς αυτά, αλλ' ινα τη τουτων ενεργεί γινώσκωσιν οι απο τών έθνών τον τών πάντων δημιουργον Θεον, ώσπερ ειρηται. ο γαρ Ίουδαιων πάλαι λαος κατα πλείον είχε τήν διδασκαλιαν, οτι μή μονον έκ τών της κτισεως εργων, αλλα και έκ τών θειων γραφών είχον τήν περι Θεου γνώσιν. και καθολου δε τους ανθρώ πους απο της περι τα ειδωλα πλάνης και αλογου φαντασιας αφέλ κων, φησιν· Ουκ εσονται σοι θεοι ετεροι πλήν έμου. ουχ ως οντων δε θεών αλλων κωλυει τουτους αυτους εχειν, αλλ' ινα μή τις, τον αληθινον αποστραφεις Θεον, έαυτω τα μή οντα θεοποιείν αρξηται, οποίοι είσιν οι παρα ποιηταίς και συγγραφευσιν ονομα σθέντες και δειχθέντες ουκ οντες θεοι. και αυτή δε ή λέξις το μή είναι αυτους θεους δεικνυσι, δι' ής φησιν· Ουκ έσονται σοι θεοι ετεροι, οπερ έπι μέλλοντος σημαινεται. το δε έπι μέλλουσι γινομενον ουκ εστι τοτε οτε ταυτα λέγεται.
46        Λρ' ούν, άνελών την των έθνών η ειδώλων άθεότητα, σεσιώ-πηκεν ή ενθεος διδασκαλία καί απλώς άφηκε το τών άνθρώπων γένος αμοιρον της τοΰ Θείου γνώσεως φέρεσθαι; ούχί γε, άλλα καί προαπαντά τη διανοία λέγουσα· ’Άκουε, Ισραήλ, Κύριος ό Θεός σου, Κύριος είς έστι· καί πάλιν· Αγαπήσεις Κύριον τον Θεόν σου έν δλη τη καρδία σου, καί έν δλη τη ίσχύϊ σου· καί πάλιν· Κύριον τον Θεόν σου προσκυνήσεις, καί αύτω μόνω λατρεύσεις, καί προς αύτον κολληθήση. δτι δε καί ή δια πάντων καί ή εις πάντα του Λόγου πρόνοια καί διακόσμησις άπο πάσης θεοπνεύστου γραφης μαρτυρεΐται, άρκεϊ τα νυν λεγόμενα δειξαι του λόγου την πίστιν, ή φασιν οί θεολόγοι ανδρες· Έθε-μελίωσας την γην, καί διαμένει· τη διατάξει σου διαμένει ή ήμέρα· καί πάλιν· Ψάλατε τω Θεω ήμών έν κιθάρα, τω περιβάλλοντι τον ούρανον έν νεφέλαις, τω ετοιμάζοντι τη γη υετόν, τω έξαγαγόντι έν ορεσι χόρτον καί χλόην τη δουλεία τών άνθρώπων, καί διδόντι τοϊς κτήνεσι τροφήν. δια τίνος δε δίδωσιν η δι' ου καί τα πάντα γέγονε; δι' ου γαρ γέγονε, δι' αύτου καί ή των πάντων άκολούθως έστί πρόνοια. τίς ουν αν ειη ουτος η ό του Θεου Λόγος, περί ου καί έν ετέρω λέγει· Τω λόγω Κυρίου οί ούρανοί έστερεώθησαν, καί τω πνεύματι του στόματος αύτου πασα ή δύναμις αύτων; καί γαρ τα πάντα έν αύτω καί δι' αύτου γενόμενα διαλέγεται, άφ' ών καί ήμας πείθει λέγουσα· Αύτος είπε, καί έγενήθησαν· αύτος ένετείλατο, καί έκτίσθησαν· καθώς καί ό πάντα μέγας Μωϋσης έν άρχη της κοσμοποιίας βεβαιοϊ το λεγόμενον έξηγούμενος καί λέγων· Καί είπεν ό Θεός· ποιήσωμεν άνθρωπον κατ' εικόνα ήμετέραν καί καθ' όμοίωσιν. έπειδη καί την ούρανου καί γης καί πάντων υφιστας γένεσιν, αύτω είπεν ό Πατήρ· Γενηθήτω ούρανός, καί συναχθήτω τα υδατα, καί οφθήτω ή ξηρά· καί έξαγαγέτω ή γη βοτάνην καί παν ζώον. ’Αφ' ών καί Ιουδαίους αν τις έλέγξειεν ού γνησίως έφιστάνοντας ταϊς γραφαις. τίνι γάρ, αν τις ειποι προς αύτούς, ωμίλει ό Θεός, ινα καί προστάττων λαλη; ει μεν ουν τοις γιγνομενοις προσέταττε καί ωμίλει, περιττος ήν ό λόγος· ουπω γαρ ήν, άλλ' εμελλε γίγνεσθαι· ούδείς δε τω μη οντι λαλει, ούδε είς το γενέσθαι τω μηδέπω γενομένω προστάττει καί λαλει. εί γαρ τοϊς έσομένοις προσέταττεν ό Θεός, εδει λέγειν αύτόν· Γενου, ούρανέ, καί γενου, γη, καί εξελθε, βοτάνη, καί ποιήθητι, άνθρωπε· νυν δε τουτο μεν ούκ έποίησε, προστάττει δε λέγων· Ποιήσωμεν άνθρωπον, καί έξελθέτω βοτάνη· άφ' ών δείκνυται ό Θεος ως πλησίον τινί διαλεγόμενος περί τούτων. ούκουν άνάγκη συνειναί τινα τούτω, ω καί όμιλών έποίει τα δλα. τίς ουν αν ειη ει μή ό τούτου Λόγος; τίνι γαρ αν τις φαίη Θεον όμιλειν η τω εαυτου Λόγω; η τίς τούτω συνην ποιουντι την γενητην πασαν ούσίαν η ή τούτου σοφία, ή λέγουσα· Ηνίκα έποίει τον ούρανον καί την γην, συμπαρήμην αύτω; έν δε τη ούρανου καί γης ονομασία, πάντα τα έν ούρανω καί γη γενητα συμπεριλαμβάνει. συνών δε ως σοφία, καί ως Λόγος τον Πατέρα βλέπων, έδημιούργει το παν καί συνίστη καί διεκόσμει· καί δύναμις δε ων του Πατρός, τα δλα εις το είναι ισχυροποίει, ή φησι καί ό Σωτήρ· Πάντα δσα βλέπω τον Πατέρα ποιουντα, κάγώ όμοίως ποιώ· καί δι' αύτου δε καί εις αύτον τα πάντα γεγονέναι οί ίεροί τούτου διδάσκουσι μαθηταί, καί δτι άγαθον έξ άγαθου γέννημα καί άληθινος Υίος υπάρχων, δύναμίς έστι του Πατρος καί σοφία καί Λόγος, ού κατα μετοχην ταυτα ων, ούδε εξωθεν έπιγενο-μένων τούτων αύτω κατα τους αύτου μετέχοντας καί σοφιζομένους δι' αύτου, καί δυνατούς καί λογικούς έν αύτω γινομένους, άλλ' αύτο-σοφία, αύτολόγος, αύτοδύναμις ιδία του Πατρός έστιν, αύτοφώς, αύτοαλήθεια, αύτοδικαιοσύνη, αύτοαρετή, καί μην καί χαρακτηρ καί άπαύγασμα καί εικών. καί συνελόντι φράσαι, καρπος παντέλειος του Πατρος υπάρχει, καί μόνος έστίν Υίός, εικών         άπαράλλακτος του       Πατρός.
47        Τίς ούν αν, τίς έξαριθμησειε τον Πατέρα, ινα καί τοΰ Λόγου τούτου τας δυνάμεις έξεύροι; εστι γαρ ώσπερ του Πατρος Λόγος καί σοφία, ουτω καί τοις γενητοις συγκαταβαίνων, γίνεται προς την του γεννητορος γνωσιν καί έννοιαν αυτοαγιασμος καί αυτοζωη καί θύρα καί ποιμην καί οδός, καί βασιλεύς καί ήγεμων καί έπί πασι σωτηρ, καί ζωοποιος καί φως, καί πρόνοια των πάντων. τοιουτον αρα άγαθον καί δημιουργον Υίον εχων έξ έαυτου ο Πατηρ, ουκ αφανή αυτον τοις γενητοις άπέκρυψεν· άλλα καί οσημέραι τουτον άποκαλύπτει τοις πασι δια τής των πάντων δι' αυτου συστάσεως καί ζωής. έν αυτω δε καί δι' αυτου, καί έαυτον έμφαίνει, καθως ο Σωτηρ φησιν· Έγω έν τω Πατρί καί ο Πατηρ έν έμοί· ώστε έξ άνάγκης είναι τον Λόγον έν τω γεννησαντι, καί τον γεννηθέντα συν τω Πατρί διαιωνίζειν. Τούτων δε ουτως έχόντων, καί ουδενος έξωθεν αυτου τυγχάνοντος, άλλα καί ουρανου καί γής, καί πάντων των έν αυτοις έξηρτημένων αυτου, όμως ανθρωποι παράφρονες, παραγκωνισάμενοι την προς τουτον γνωσιν καί ευσέβειαν, τα ουκ οντα προ των οντων έτίμησαν· καί άντί του όντως οντος Θεου τα μή οντα έθεοποίησαν, τη κτίσει παρα τον κτίσαντα λατρεύοντες, πραγμα πάσχοντες άνόητον καί δυσσεβές. ομοιον γαρ ως ει τις τα έργα προ του τεχνίτου θαυμάσειε, καί τα έν τη πόλει δημιουργήματα καταπλαγείς, τον τούτων δημιουργον καταπατοίη· ή ως ει τις το μεν μουσικον οργανον έπαινοίη, τον δε συνθέντα καί αρμοσάμενον εκβάλλοι. άφρονες καί πολυ τον οφθαλμον πεπηρωμένοι. πως γαρ αν εγνωσαν ολως οικοδομην ή ναυν ή λύραν, μη ουχί του ναυπηγου έργασαμένου, καί του άρχιτέκτονος οίκοδομησαντος, καί του μουσικου συνθέντος; ώσπερ ούν ο ταυτα λογιζόμενος μαίνεται καί υπερέκεινα πάσης μανίας έστίν, ουτως ου μοι δοκουσιν υγιαίνειν την διάνοιαν οί τον Θεον μη έπιγινωσκοντες, καί τον τούτου Λόγον μη θρησκεύοντες, τον Σωτήρα των πάντων τον Κύριον ήμων Ίησουν Χριστόν, δι' ού τα πάντα ο Πατηρ διακοσμει καί συνέχει, καί προνοειται των ολων· εις ον συ την πίστιν εχων καί το θεοσεβές, ω φιλόχριστε, χαιρε καί ευελπις γίνου, οτι τής εις αυτον πίστεως καί ευσεβείας άθανασία καί βασιλεία ουρανων έστιν ο καρπός, μόνον έαν κατα τους αυτου νόμους ή ψυχη κεκοσμημένη γενηται. ώσπερ γαρ τοις κατ' αυτον πολιτευομένοις έστί το επαθλον ζωη αιώνιος, ουτω τοις την έναντίαν καί μη την τής άρετής άτραπον οδεύουσιν αισχύνη μεγάλη καί κίνδυνος άσύγγνωστος έν ήμέρα κρίσεως, οτι καίτοι γνόντες την τής άληθείας οδόν, έναντία ων έγνωσαν επραξαν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.