Παρασκευή, 13 Φεβρουαρίου 2015

ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΥΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ - ΟΜΙΛΙΑΙ 8 ΕΩΣ 16


ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ.


ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΥΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ


 ΤΟΜΟΣ 62 ΟΜΙΛΙΑΙ  8 ΕΩΣ 16 - Συνεχίζεται

8.ΟΜΙΛΙΑ ΖʹʹἘμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστη ρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ· ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

α ʹΤοὺς εἰς ἰατρεῖον ἐρχομένους οὐχ ἁπλῶς ἐκεῖ δεῖ πορεύεσθαι, ἀλλ' ὥστε μανθάνειν θεραπεύεσθαι, καὶ φάρμακα ἐπιτιθέναι. Καὶ ἡμᾶς τοίνυν ἐνταῦθα παραγενομένους, οὐχ ἁπλῶς δεῖ τοῦτο ποιεῖν, ἀλλὰ μανθάνειν τῆς ταπεινοφροσύνης Παύλου τὴν ὑπερβολήν. Τί γάρ; Ἐπειδὴ ἔμελλε λέγειν τὸ μέγεθος τῆς χάριτος τοῦ Θεοῦ, ἄκουσον τί φησιν· Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη. Ἦν μὲν ταπεινοφροσύνης καὶ τὸ ἐπὶ τοῖς προτέροις ἁμαρτήμασι, καίτοι ἐξηλειμμένοις, θρηνεῖν, καὶ μεμνῆσθαι αὐτῶν, καὶ μετριάζειν, ὡς ὅταν λέγῃ βλάσφημον ἑαυτὸν καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' οὐδὲν ἴσον τούτου. Πρότερον γὰρ, φησὶ, τοιοῦτος ἤμην, καὶ ἔκτρωμα δὲ ἑαυτὸν καλεῖ· τὸ δὲ μετὰ τοσαῦτα κατορθώματα καὶ ἐπὶ τοῦ παρόντος μετριάζειν, καὶ πάντων ἑαυτὸν λέγειν ἐλαχιστότερον, πολλῆς καὶ ὑπερβαλλούσης ἐστὶ μετριότητος. Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων. Οὐκ εἶπε, Τῶν ἀποστόλων· ὥστε κἀκεῖνο τούτου ἔλαττον. Ἐκεῖ γὰρ εἶπεν, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος· ἐνταῦθα δὲ καὶ τῶν ἁγίων πάντων ἐλαχιστότερον εἶναί φησιν. Ἐμοὶ, φησὶ, τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη. Ποία; Εὐαγγελίσασθαι τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκαλυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ, ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Ἔστω, ἀνθρώποις οὐκ ἀπεκαλύφθη· καὶ ἀγγέλους καὶ ἀρχαγγέλους φωτίζεις, καὶ ἀρχὰς καὶ ἐξουσίας; Ναὶ, φησίν· ἐν γὰρ τῷ Θεῷ κέκρυπτο, καὶ Θεῷ τῷ πάντα κτίσαντι διὰ Ἰησοῦ. Καὶ τολμᾷς τοῦτο εἰπεῖν; Ναὶ, φησίν. Ἀλλὰ πόθεν τοῦτο δῆλον τοῖς ἀγγέλοις γέγονε; ∆ιὰ τῆς Ἐκκλησίας. Καὶ οὐδὲ ἁπλῶς εἶπεν, Ἡ ποικίλη σοφία τοῦ Θεοῦ, ἀλλ', Ἡ πολυποίκιλος. Τί οὖν ἐστι τοῦτο; οὐκ ᾔδεσαν ἄγγελοι; Οὐδαμῶς· εἰ γὰρ ἀρχαὶ οὐκ ᾔδεσαν, πολλῷ μᾶλλον ἄγγελοι οὐκ ᾔδεσαν ἄν. Τί οὖν; οὐδὲ ἀρχάγγελοι ᾔδεσαν; Οὐδὲ ἐκεῖνοι· πόθεν δὲ καὶ ἔμελλον εἴσεσθαι;τίνος ἀποκαλύπτοντος; Ὅτε ἡμεῖς ἐμάθομεν, τότε κἀκεῖνοι δι' ἡμῶν. Ἄκουε γὰρ τοῦ ἀγγέλου λέγοντος πρὸς τὸν Ἰωσήφ· Καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Αὐτὸς ἀπεστάλη εἰς τὰ ἔθνη, ἐκεῖνοι δὲ εἰς τὴν περιτομήν. Ὥστε, τὸ θαυμασιώτερον καὶ ἔκπληκτον, ἐμοὶ, φησὶν, ἐδόθη τῷ ἐλαχιστοτέρῳ, Καὶ τοῦτο δὲ χάριτος ἦν, τὸ τὸν μικρὸν τὰ μείζονα ἐγχειρισθῆναι, τὸ γενέσθαι τούτων εὐαγγελιστήν. Ὁ γὰρ τῶν μειζόνων γενόμενος εὐαγγελιστὴς, ταύτῃ μέγας ἐστίν. Εὐαγγελίσασθαι ἐν τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ. Εἰ ὁ πλοῦτος αὐτοῦ ἀνεξιχνίαστος, καὶ μετὰ τὸ φανῆναι, πολλῷ μᾶλλον ἡ οὐσία. Εἰ μυστήριον ἔτι ἐστὶ, πολλῷ μᾶλλον πρὸ τοῦ γνωρισθῆναι. Μυστήριον γὰρ αὐτὸ διὰ τοῦτο καλεῖ, ἐπειδὴ μηδὲ ἄγγελοι ᾔδεσαν, μηδὲ ἑτέρῳ τινὶ δῆλον ἦν. Καὶ φωτίσαι πάντας, φησὶ, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ. Ἄγγελοι τοῦτο μόνον ᾔδεσαν, ὅτι Ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ· καὶ πάλιν, Ὁ ἄρχων τῶν Περσῶν, φησὶν, ἀντέστῃ μοι. Ὥστε οὐδὲν θαυμαστὸν, εἰ καὶ τοῦτο ἠγνόουν. Εἰ γὰρ τὰ τῆς ἐπανόδου ἠγνόουν, πολλῷ μᾶλλον ταῦτα· καὶ γὰρ εὐαγγέλιον τοῦτό ἐστιν. Ὅστις, φησὶ, σώσει τὸν λαὸν αὐτοῦ τὸν Ἰσραήλ. Οὐδὲν περὶ τῶν ἐθνῶν· ἀλλὰ περὶ τῶν ἐθνῶν τὸ Πνεῦμα ἀποκαλύπτει. Ὅτι μὲν οὖν ἐκλήθησαν, ᾔδεσαν, ὅτι δὲ ἐπὶ τοῖς αὐτοῖς, καὶ ὥστε εἰς τὸν θρόνον καθίσαι τὸν τοῦ Θεοῦ, τοῦτο τίς ἂν προσεδόκησε; τίς ἂν ἐπίστευσε; Τοῦ ἀποκεκρυμμένου, φησὶν, ἐν τῷ Θεῷ. Ταύτην δὲ τὴν οἰκονομίαν σαφέστερον ἐν τῇ πρὸς Ῥωμαίους ἀποκαλύπτει. Ἐν τῷ Θεῷ, φησὶ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ. Καὶ καλῶς ἐμνημόνευσε κτίσεως, εἰπὼν, ∆ιὰ Ἰησοῦ Χριστοῦ. Ὁ γὰρ πάντα δι' αὐτοῦ κτίσας, καὶ τοῦτο δι' αὐτοῦ ἀποκαλύπτει· οὐδὲν γὰρ χωρὶς αὐτοῦ πεποίηκε· Χωρὶς γὰρ αὐτοῦ, φησὶν, ἐγένετο οὐδέν. Εἰπὼν ἀρχὰς καὶ ἐξουσίας, καὶ τοὺς ἄνω καὶ τοὺς κάτω εἶπε. Κατὰ πρόθεσιν τῶν αἰώνων. Νῦν μὲν, φησὶ, γέγονεν, οὐ νῦν δὲ ὥριστο, ἀλλ' ἄνωθεν προτετύπωτο. Κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· τουτέστι, κατὰ πρόγνωσιν τῶν αἰώνων, προειδὼς τὰ μέλλοντα· τοὺς μέλλοντας αἰῶνάς φησιν· ᾔδει γὰρ τὰ ἐσόμενα, καὶ οὕτως ὥρισε. Κατὰ πρόθεσιν τῶν αἰώνων· ἴσως τούτων ὧν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ, ὅτι δὴ διὰ τοῦ Χριστοῦ γέγονεν ἅπαν. Ἐν ᾧ ἔχομεν, φησὶ, τὴν παῤῥησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. Οὐχ ὡς αἰχμάλωτοι, φησὶ, προσήχθημεν, οὐδ' ὡς συγγνώμης ἀξιούμενοι, οὐδὲ ὡς ἡμαρτηκότες. Καὶ, Τὴν παῤῥησίαν γὰρ, φησὶν, ἔχομεν ἐν πεποιθήσει, τουτέστι, μετὰ τοῦ θαῤῥεῖν. Πόθεν; ∆ιὰ τῆς πίστεως αὐτοῦ. ∆ιὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν. Πῶς ἐστιν ὑπὲρ αὐτῶν; πῶς ἐστι δόξα αὐτῶν; Ὅτι οὕτως αὐτοὺς ἠγάπησεν ὁ Θεὸς, ὥστε καὶ τὸν Υἱὸν ὑπὲρ αὐτῶν δοῦναι, καὶ τοὺς δούλους κακοῦν. Ἵνα γὰρ οὗτοι τύχωσι τοσούτων ἀγαθῶν, Παῦλος ἐδεσμεῖτο. Ἄρα τοῦτο τῆς πολλῆς τοῦ Θεοῦ περὶ αὐτοὺς ἀγάπης· ὅπερ καὶ περὶ τῶν προφητῶν φησιν ὁ Θεός· Ἀπέκτεινον αὐτοὺς ἐν ῥήματι στόματός μου. Πῶς δὲ ἐξεκάκουν, ἄλλου θλιβομένου; Τουτέστιν, ἐθορυβοῦντο, ἐταράττοντο. Ταῦτα καὶ Θεσσαλονικεύσι γράφων λέγει· Ὥστε μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. Οὐ μόνον γὰρ οὐκ ἀλγεῖν, ἀλλὰ καὶ χαίρειν χρή. Εἰ γὰρ ἀπὸ τῆς προῤῥήσεως παραμυθεῖσθε, προλέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι ἐνθάδε. Τί δήποτε; Ὅτι οὕτως ὁ ∆εσπότης προσέταξε. Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς, καὶ ἐπὶ γῆς ὀνομάζεται. Τὴν διάθεσιν τῆς εὐχῆς τῆς ὑπὲρ αὐτῶν δείκνυσιν. Οὐκ εἶπεν ἁπλῶς, εὔχομαι, ἀλλὰ τὴν κατανενυγμένην δέησιν διὰ τοῦ κάμπτειν τὰ γόνατα ἐδήλωσεν. Ἐξ οὗ πᾶσα πατριά. Οὐκέτι κατὰ ἀριθμὸν ἀγγέλων, φησὶν, ἀλλὰ καὶ τὰς ἄνω καὶ τὰς κάτω ποιήσαντα φυλὰς, οὐχ οἷαι αἱ Ἰουδαϊκαί. Ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Ὅρα μεθ' ὅσης ἀπληστίας ἐπεύχεται αὐτοῖς τὰ ἀγαθὰ ὥστε μὴ περιφέρεσθαι, Πῶς δὲ τοῦτο γίνεται; ∆ιὰ Πνεύματος ἁγίου εἰς τὸν ἔσω ὑμῶν ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις. Πῶς;
Ἐν ἀγάπῃ ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. Ὅπερ ἀρχόμενος ηὔξατο, τοῦτο καὶ νῦν. Τί δὲ καὶ ἔλεγεν ἐν ἀρχῇ; Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας. Καὶ νῦν τὸ αὐτό φησιν· Ἵνα ἰσχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος· τουτέστι, τὸ μυστήριον τὸ ὑπὲρ ἡμῶν οἰκονομηθὲν μετὰ ἀκριβείας εἰδέναι· τοῦτο γὰρ πλάτος καὶ μῆκος καλεῖ, καὶ βάθος καὶ ὕψος· τουτέστι, τὸ μέγεθος τῆς ἀγάπης τοῦ Θεοῦ γνῶναι, πῶς πανταχοῦ ἐκτέταται· καὶ σωματικοῖς αὐτὴν ὑπέγραψε σχήμασι, δεικνὺς τὸν ἄνθρωπον· περιέλαβε τὰ ἄνω, τὰ κάτω, τὰ ἐκ πλαγίων. Εἴπομεν γὰρ, φησὶν, οὐκ ἔστι δὲ τῶν ἐμῶν λόγων ταῦτα διδάξαι, ἀλλὰ τοῦ Πνεύματος τοῦ ἁγίου. Τούτου τῇ δυνάμει, φησὶ, κραταιωθῆναι πρὸς τοὺς πειρασμοὺς, καὶ τὸ μὴ παραφέρεσθαι. Ὥστε οὐκ ἔστιν ἄλλως κραταιωθῆναι, ἀλλ' ἢ διὰ Πνεύματος καὶ πειρασμῶν. Πῶς δὲ ὁ Χριστὸς κατοικεῖ ἐν ταῖς καρδίαις, ἄκουε αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Κατοικεῖ δὲ οὐχ ἁπλῶς, ἀλλ' ἐν ταῖς καρδίαις ταῖς πισταῖς, ταῖς ἐῤῥιζωμέναις ἐν τῇ ἀγάπῃ αὐτοῦ, ταῖς μὴ παραφερομέναις. Ἵνα ἐξισχύσητε, φησίν. Ὥστε ἰσχύος πολλῆς δεῖ. Ποῦ δὲ ταύτης ἡμῖν χρεία δηλῶν, ἐπάγει· Καταλαβέσθαι σὺν πᾶσιν ἁγίοις, τί τὸ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. Ἵνα πληρωθῶμεν εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ καὶ ὑπέρκειται πάσης γνώσεως ἀνθρωπίνης ἡ ἀγάπη τοῦ Χριστοῦ, ὅμως ὑμεῖς γνώσεσθε, εἰ τὸν Χριστὸν σχοίητε ἐνοικοῦντα· οὐ μόνον δὲ γνώσεσθε ἐξ αὐτοῦ τοῦτο, ἀλλὰ καὶ πληρωθήσεσθε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ· πλήρωμα Θεοῦ λέγων ἢ τὸ γνῶναι, ὡς ἐν Πατρὶ καὶ Υἱῷ καὶ Πνεύματι ἁγίῳ προσκυνεῖται ὁ Θεὸς, ἢ προτρέπων οὕτω σπουδάζειν, ὥστε πληροῦσθαι πάσης ἀρετῆς, ἧς πλήρης ἐστὶν ὁ Θεός. Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν. Καλῶς, Κατὰ τὴν δύναμιν, εἶπε· δυνάμεως γὰρ τὸ λαβεῖν, ἃ μηδὲ ἠλπίσαμεν πώποτε. Ὅτι δὲ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν ἐποίησε, δῆλον ἐξ ὧν ἔγραφεν αὐτός. Ἐγὼ μὲν γὰρ, φησὶν, εὔχομαι· αὐτὸς δὲ καὶ χωρὶς τῆς ἐμῆς εὐχῆς, μείζονα ἐργάσεται τῶν ἡμετέρων αἰτήσεων, οὐχ ἁπλῶς μείζονα, ἢ ἐκπερισσοῦ, ἀλλ' Ὑπερεκπερισσοῦ, τὸ μέγεθος ἐμφαίνων τῆς δωρεᾶς. Πόθεν δὲ δῆλον τοῦτο; Ἐκ τῆς δυνάμεως τῆς ἐνεργουμένης, φησὶν, ἐν ἡμῖν. Οὔτε γὰρ ᾐτήσαμέν ποτε ταῦτα, οὔτε προσεδοκήσαμεν. Αὐτῷ ἡ δόξα, φησὶν, ἐν τῇ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν. Καλῶς εἰς εὐχὴν καὶ δοξολογίαν τὸν λόγον κατέκλεισεν. Ἔδει γὰρ τὸν τοσαῦτα παρασχόντα ἡμῖν δοξασθῆναι καὶ εὐλογηθῆναι. Ὥστε καὶ τοῦτο μέρος ἐστὶ θαυμασμοῦ, τὸ δοξάζειν ἕνεκα τῶν ὑπηργμένων ἡμῖν παρὰ τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ. Ἡ δόξα αὐτοῦ ἐν τῇ Ἐκκλησίᾳ, καλῶς οὕτως εἶπεν· αὕτη γὰρ οἶδε μόνη μένειν εἰς τὸ διηνεκές. Ἐπεὶ δὲ αὕτη διὰ παντὸς ἕστηκε, βούλεται αὐτὸν καὶ δοξάζεσθαι ὑφ' ἡμῶν μέχρι τῆς συντελείας· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. Τί ἐστιν, αἱ πατριαὶ, ἀναγκαῖον εἰπεῖν. Ἐνταῦθα μὲν γὰρ πατριαί εἰσι τὰ γένη, ἐν δὲ οὐρανῷ πῶς, ἔνθα οὐδεὶς ἐξ οὐδενὸς γέγονεν; Ἢ ἐκεῖ τὰ συστήματά φησι πατριὰς, καθάπερ καὶ ἐν τῇ Γραφῇ ἔστιν εὑρεῖν κείμενον, πατριὰ ἁματταρεὶ, ἀφ' οὗ καὶ πατέρες καλοῦνται. Οὐ παρὰ τοῦ Θεοῦ δὲ τὸ πᾶν ἀπαιτεῖ, ἀλλὰ καὶ παρ' αὐτῶν τὴν πίστιν καὶ τὴν ἀγάπην· καὶ οὐχ ἁπλῶς τὴν ἀγάπην, ἀλλ' ἐῤῥιζωμένην καὶ τεθεμελιωμένην, ὥστε μήτε πνεύματα αὐτὴν σαλεύειν, μήτε ἄλλο μηδὲν αὐτὴν καταβάλλειν. Εἶπεν ὅτι δόξα εἰσὶν αἱ θλίψεις· εἰ δὲ αἱ ἐμαὶ, πολλῷ μᾶλλον αἱ ὑμῶν. Ὥστε οὐκ ἐγκαταλιμπανομένων ἐστὶ τὸ θλίβεσθαι· οὐ γὰρ ἂν ὁ τοσαῦτα ἐργασάμενος τοῦτο ἐποίησεν. Εἰ δὲ τοῦ Θεοῦ τὴν ἀγάπην ὥστε μαθεῖν, τῆς εὐχῆς Παύλῳ δεῖ, καὶ Πνεύματος χρεία ἐνιδρύσεως, τοῦ Χριστοῦ τὴν οὐσίαν τίς εἴσεται λογισμοῖς κατακολουθῶν; Καίτοι τί δύσκολον πρᾶγμα μαθεῖν, ὅτι φιλεῖ ἡμᾶς ὁ Θεός; Σφόδρα δύσκολον, ἀγαπητέ. Οἱ μὲν γὰρ καὶ τοῦτο ἀγνοοῦσιν, ὅθεν καὶ φασὶ μυρία κακὰ εἰς τὸν κόσμον γίνεσθαι· οἱ δὲ τὸ πόσον ἀγνοοῦσι. Καὶ ὁ Παῦλος δὲ οὐ τὸ πόσον, οὐ δὲ ὥστε μετρῆσαι ζητεῖ· πῶς γάρ; ἀλλ' ὅτι ὑπερβάλλον καὶ μέγα ἐστὶ αὐτὸ τοῦτο μαθεῖν· καί φησιν, ὅτι αὐτὸ τοῦτο ἱκανός ἐστι δεῖξαι καὶ ἀπὸ τῆς γνώσεως, ἧς ἡμεῖς κατηξιώθημεν. Καίτοι τί περισσόν ἐστι τοῦ κραταιοῦσθαι; Τὸ δυνάμει, ὥσπερ τοῦ τὸν Χριστὸν ἔχειν ἁπλῶς τὸ ἔνδον ἐστὶ περισσόν. Μεγάλα τὰ αἰτηθέντα, φησὶν, ἀλλ' οἶδε καὶ ὑπὲρ αὐτὰ ποιεῖν, ὥστε μὴ μόνον ἀγαπᾷν, ἀλλὰ καὶ σφόδρα τοῦτο ποιεῖν. Μεριμνήσωμεν τοίνυν, ἀγαπητοὶ, ὥστε τοῦ Θεοῦ τὴν ἀγάπην μαθεῖν. Μέγα τοῦτό ἐστιν, οὐδὲν οὕτω ἡμᾶς ὠφελεῖ, οὐδὲν οὕτως ἡμᾶς κατανύσσει· τοῦ φόβου τῆς γεέννης ἱκανὸν τοῦτο μᾶλλον ἑλεῖν τὰς ἡμετέρας ψυχάς. Πόθεν οὖν εἰσόμεθα; Ἔκ τε τῶν εἰρημένων, ἔκ τε τῶν καθ' ἑκάστην ἡμέραν συμβαινόντων. Τίνος γὰρ ἕνεκεν ταῦτα γεγένηται; ποίας χρείας τῆς αὐτοῦ; Οὐδεμιᾶς. Ἄνω καὶ κάτω τὴν ἀγάπην τίθησιν αἰτίαν· μάλιστα δὲ ἐκείνη ἀγάπη ἐστὶν, ὅταν εὐεργετῶνται ἄνθρωποι μηδενὸς προϋπάρξαντος παρ' αὐτῶν. Τοῦτον τοίνυν καὶ ἡμεῖς μιμώμεθα, τοὺς ἐχθροὺς εὖ ποιῶμεν, τοὺς μισοῦντας ἡμᾶς, τοὺς ἀποστρεφομένους προσιώμεθα. Τοῦτο ὁμοιοῖ ἡμᾶς τῷ Θεῷ. Ἂν γὰρ τὸν φίλον, φησὶν, ἀγαπήσῃς, τί τὸ κέρδος; τοῦτο καὶ οἱ ἐθνικοὶ ποιοῦσιν. Ἀλλὰ τί τῆς ἀγάπης τεκμήριον; Τὸν μισοῦντα ἀγαπᾷν. Βούλομαί τι ὑπόδειγμα εἰπεῖν, σύγγνωτέ μοι, καὶ οὐχ εὑρίσκω ἐν τοῖς πνευματικοῖς· διὸ ἀπὸ τῶν ἔξωθεν ἐρῶ. Οὐχ ὁρᾶτε τοὺς ἐρῶντας τούτους; πόσα ὑβριζόμενοι παρὰ τῶν ἐρωμένων, πόσα ἐπιβουλευόμενοι, πόσα ζημιούμενοι, προσηλοῦνται καὶ ἐκκαίονται, καὶ τῆς ἑαυτῶν ψυχῆς μᾶλλον αὐτὰς ἀγαπῶσι, διανυκτερεύοντες ἐν τοῖς ἐκείνων προθύροις; Ἐκεῖθεν λάβωμεν τὸ ὑπόδειγμα, οὐχ ὥστε τοιαύτας φιλεῖν, πόρνας λέγω γυναῖκας, ἀλλ' ὥστε οὕτω φιλεῖν τοὺς ἐχθρούς. Εἰπὲ γάρ μοι, οὐχὶ πάντων ἐχθρῶν ὑβριστικώτερον αὐτοῖς κέχρηνται, καὶ τὴν οὐσίαν διασπαθῶσι, καὶ τὴν ὄψιν ὑβρίζουσι, καὶ τῶν διακονουμένων αὐταῖς δουλικώτερα ἐπιτάττουσιν; Ἀλλ' ὅμως οὐκ ἀφίστανται. Καίτοι οὐδεὶς οὐδένα ἔχει τοιοῦτον ἐχθρὸν, οἷον ὁ φιλῶν τὴν φιλουμένην. Καὶ γὰρ θρύπτεται καὶ αἰκίζεται, καὶ ἀποκέχρηται αὐτῷ πολλάκις ἡ φιλουμένη, καὶ ὅσῳ ἂν φιλῆται, τοσούτῳ καταφρονεῖ. Καίτοι τί τῆς οὕτω διακειμένης ψυχῆς θηριωδέστερον; Ἀλλ' ὅμως φιλοῦσιν ἐκεῖνοι. Ἀλλὰ τάχα καὶ ἀπὸ τῶν πνευματικῶν εὑρήσομεν τοιαύτην ἀγάπην, οὐ τῶν νῦν· ἐψύγη γάρ· ἀλλὰ τῶν πάλαι μεγάλων καὶ θαυμαστῶν ἐκείνων ἀνδρῶν. Ὁ Μωϋσῆς ὁ μακάριος καὶ τούτους αὐτοὺς ὑπερέβαλε τοὺς ἔρωτι φιλοῦντας. Πῶς καὶ τίνι τρόπῳ; Πρῶτον μὲν τὰ βασίλεια ἀφιεὶς καὶ τὴν ἐκεῖ τρυφὴν καὶ τὴν θεραπείαν καὶ τὸ δοξάζεσθαι, εἵλετο εἶναι μετὰ τῶν Ἰσραηλιτῶν. Καίτοι οὐ μόνον οὐκ ἄν τις ἄλλος εἰργάσατο τοῦτο, ἀλλὰ κἂν ἐπῃσχύνθη ἐλέγχοντος ἑτέρου φανῆναι συγγενὴς οὐ μόνον δούλων, ἀλλὰ καὶ μιαρῶν εἶναι νομιζομένων· ὁ δὲ οὐ μόνον τὴν συγγένειαν οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ παντὶ θυμῷ ἤμυνε, καὶ εἰς κινδύνους ἑαυτὸν ἔῤῥιψεν ὑπὲρ ἐκείνων. Πῶς; Ὁρῶν, φησὶ, τινὰ ἀδικοῦντα, ἤμυνε τῷ ἀδικουμένῳ, καὶ ἀπέκτεινε τὸν ἀδικοῦντα. Ἀλλ' οὔπω ταῦτα ὑπὲρ ἐχθρῶν· μεγάλα μὲν οὖν καὶ αὐτὰ, οὐχ οὕτω δὲ ὡς τὰ μετὰ ταῦτα. Τῇ οὖν ἐπιούσῃ ἡμέρᾳ τὸ αὐτὸ εἶδε γινόμενον, κἀκεῖνον ᾧ ἤμυνεν ὁρῶν ἀδικοῦντα, παρῄνει παύσασθαι τῆς ἀδικίας· ὁ δέ φησι, πολλῇ ἀγνωμοσύνῃ κεχρημένος, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; Τίνα οὐκ ἂν ἐνέπρησε τὰ ῥήματα ταῦτα; Εἰ τοίνυν θυμῷ τὸ πρότερον ἐγένετο καὶ μανίᾳ, καὶ τοῦτον ἂν πλήξας ἀνεῖλεν. Οὐ γὰρ δὴ ἐκεῖνος, ὑπὲρ οὗ τοῦτο ἐγένετο, κατεμήνυσεν ἂν αὐτὸν, ἀλλ' ὅτι συγγενεῖς ἦσαν, φησὶ, ταῦτα εἶπεν. Ὅτε ἠδικεῖτο, οὐδὲν τοιοῦτον ἐφθέγξατο, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; ∆ιὰ τί μὴ χθὲς εἶπες τοῦτο; Ἡ ἀδικία ἡ σὴ καὶ ἡ ὠμότης, φησὶν, αὕτη με κατέστησεν ἄρχοντα καὶ δικαστήν. Ἀλλὰ νῦν ὅρα ὅτι καὶ τῷ Θεῷ ταῦτα λέγουσί τινες. Ἐν οἷς μὲν γὰρ ἀδικοῦνται, βούλονται αὐτὸν εἶναι σφοδρὸν, καὶ τῆς μακροθυμίας αὐτοῦ κατηγοροῦσιν· ὅταν δὲ ἀδικῶσιν, οὐκέτι. Τί τούτων πικρότερον τῶν ῥημάτων; Ἀλλ' ὅμως μετὰ ταῦτα πρὸς τοὺς ἀγνώμονας, πρὸς τοὺς ἀχαρίστους πεμπόμενος, ἤρχετο, καὶ οὐκ ἀνεδύετο. Ἀλλὰ καὶ μετὰ τὰ σημεῖα ἐκεῖνα, καὶ μετὰ τὰ θαύματα τὰ δι' αὐτοῦ γενόμενα, καταλεῦσαι αὐτὸν πολλάκις ἐπεχείρησαν, καὶ ἐξέφυγε τὰς χεῖρας αὐτῶν· καὶ κατεγόγγυζον συνεχῶς, ἀλλ' ὅμως αὐτοὺς οὕτως ἐφίλει ἔρωτι, ὡς εἰπεῖν πρὸς τὸν Θεὸν, ἡνίκα τὴν ἁμαρτίαν ἐκείνην τὴν χαλεπὴν εἰργάσαντο· Εἰ μὲν ἀφῆς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Βούλομαι μετ' ἐκείνων ἀπολέσθαι, φησὶν, ἢ χωρὶς ἐκείνων σώζεσθαι. Ὄντως μανία, ὄντως ἔρως μέγας. Τί λέγεις; τοῦ οὐρανοῦ καταφρονεῖς; Ναὶ, φησί· φιλῶ γὰρ τοὺς ἠδικηκότας. Ἐξαλειφθῆναι αἰτεῖς; Καὶ τί πάθω, φησίν; ἔρως γάρ ἐστι. Τί δὲ τὰ μετὰ ταῦτα; Ἄκουσον τί φησιν ἑτέρωθι ἡ Γραφή· Καὶ ἐκακώθη Μωϋσῆς δι' αὐτούς. Ποσάκις ὕβρισαν; ποσάκις ἀπεχειροτόνησαν αὐτὸν, καὶ τὸν ἀδελφόν; εἰς Αἴγυπτον ποσάκις μεταναστῆναι ἐζήτησαν; καὶ μετὰ ταῦτα πάντα ἐξεκαίετο καὶ ἐμεμήνει, καὶ ὑπὲρ αὐτῶν πάσχειν ἕτοιμος ἦν, Οὕτω δεῖ φιλεῖν τοὺς ἐχθροὺς, κοπτόμενον καὶ ταλαιπωρούμενον καὶ πάντα ποιοῦντα καὶ χωριζόμενον, ἐφίεσθαι τῆς σωτηρίας αὐτῶν. Τί δὲ ὁ Παῦλος, εἰπέ μοι, οὐχὶ καὶ γέενναν ᾔτησεν ἀντ' αὐτῶν; Ἀλλ' ἀπὸ τοῦ ∆εσπότου τὸ παράδειγμα ἀναγκαῖον ἀγαγεῖν. Οὕτω γὰρ καὶ αὐτὸς ποιεῖ, λέγων, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς· ἀπὸ τοῦ Πατρὸς αὐτοῦ φέρων τὸ παράδειγμα, ἡμεῖς δὲ ἀπ' αὐτοῦ τοῦ Χριστοῦ. Ἦλθε πρὸς αὐτοὺς, κατὰ τὴν οἰκονομίαν λέγω, δοῦλος ἐγένετο δι' αὐτοὺς, ἐταπείνωσεν ἑαυτὸν, ἐκένωσε, μορφὴν δούλου ἔλαβε· καὶ παραγενόμενος, οὔτε αὐτὸς εἰς ὁδὸν ἐθνῶν ἀπήρχετο, καὶ τοῖς μαθηταῖς τοῦτο ἐπέταττε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ περιῆγε θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τί οὖν; Οἱ μὲν ἄλλοι πάντες ἐξεπλήσσοντο καὶ ἐθαύμαζον, καὶ ἔλεγον, Πόθεν τούτῳ ταῦτα; οὗτοι δὲ εὐεργετούμενοι ἔλεγον ∆αιμόνιον ἔχει, καὶ, βλασφημεῖ, καὶ, Μαίνεται, καὶ, Πλάνος ἐστί. Ἆρ' οὖν ἀπώσατο αὐτούς; Οὐδαμῶς, ἀλλὰ καὶ μειζόνως εὐηργέτει ταῦτα ἀκούων, καὶ ἀπῄει πρὸς τοὺς μέλλοντας αὐτὸν σταυροῦν, ἵνα μόνον αὐτοὺς διασώσῃ. Καὶ μετὰ τὸ σταυρωθῆναι, τί φησι; Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν ὃ ποιοῦσι. Καὶ πρὸ τούτου κακῶς παθὼν, καὶ μετὰ ταῦτα κακῶς παθὼν, μέχρις ἐσχάτης ἀναπνοῆς περὶ αὐτῶν πάντα ἔπραττεν, ὑπὲρ αὐτῶν ἐδεῖτο. Καὶ μετὰ τὸν σταυρὸν τί οὐκ ἐποίησε δι' αὐτούς; οὐχὶ ἀποστόλους ἀπέστειλεν; οὐχὶ σημεῖα εἰργάσατο; οὐχὶ πᾶν ὁτιοῦν ἐκίνησεν; Οὕτω δεῖ φιλεῖν τοὺς ἐχθροὺς, οὕτω μιμεῖσθαι τὸν Χριστόν. Οὕτω Παῦλος ἐποίησε λιθαζόμενος, μυρία πάσχων, ὑπὲρ αὐτῶν ἅπαντα ἔπραττεν. Ἄκουε αὐτοῦ λέγοντος· Ἡ εὐδοκία μου καὶ ἡ δέησις ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν· καὶ πάλιν,
β ʹ Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσι· καὶ πάλιν, Εἰ σὺ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης, πόσῳ μᾶλλον οὗτοι ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Ἀπὸ πόσης φιλοστοργίας οἴει ταῦτα λέγεσθαι τὰ ῥήματα; ἀπὸ πόσης εὐνοίας; Οὐκ ἔστιν εἰπεῖν, οὐκ ἔστιν. Οὕτω δεῖ φιλεῖν τοὺς ἐχθρούς· τοῦτο τὸν Θεόν ἐστι φιλεῖν, τὸν ἐπιτάξαντα, τὸν νομοθετήσαντα· τὸ μιμεῖσθαι ἐκεῖνον, τὸ φιλεῖν τὸν ἐχθρόν ἐστιν. Ἐννόησον ὅτι οὐ τὸν ἐχθρὸν εὐεργετεῖς, ἀλλὰ σαυτὸν, οὐκ ἐκεῖνον φιλεῖς, ἀλλὰ τῷ Θεῷ ὑπακούεις. Ταῦτα οὖν εἰδότες, κυρώσωμεν εἰς ἀλλήλους τὴν ἀγάπην, ἵνα μετὰ ἀκριβείας ταύτην κατορθώσαντες, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

9. ΟΜΙΛΙΑ Ηʹ.ʹΠαρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος. ∆ιδασκάλων ἐστὶν ἀρετὴν μὴ τιμὴν,μηδὲ δόξαν ζητεῖν παρὰ τῶν ἀρχομένων, ἀλλὰ τὴν σωτηρίαν αὐτῶν, καὶ πάντα ὑπὲρ τούτου ποιεῖν· ὡς ὅ γε ἐκεῖνο ζητῶν, οὐκ ἂν εἴη διδάσκαλος, ἀλλὰ τύραννος.

α ʹΟὐ γὰρ διὰ τοῦτό σε ἐπέστησεν ὁ Θεὸς αὐτοῖς, ἵνα σὺ πλείονος ἀπολαύσῃς θεραπείας, ἀλλ' ἵνα τὰ μὲν σὰ ἀμελῆται, πάντα δὲ τὰ ἐκείνων οἰκοδομῆται. Τοῦτό ἐστι διδασκάλου· τοιοῦτος ὁ μακάριος Παῦλος ἦν, ὃς τύφου μὲν ἀπήλλακτο παντὸς, οὕτω δὲ διέκειτο,ὡς εἷς τῶν πολλῶν, μᾶλλον δὲ καὶ αὐτῶν ἐλάχιστος. ∆ιὰ τοῦτο καὶ δοῦλον αὐτῶν ἑαυτὸν καλεῖ, καὶ τὰ πλείονα ἐν ἱκετηρίας τάξει φθέγγεται. Ὅρα γοῦν καὶ νῦν οὐδὲν ἐπιτακτικὸν γράφοντα, οὐδὲν αὐθεντικὸν, ἀλλὰ συνεσταλμένον, καὶ καθυφειμένον. Παρακαλῶ οὖν ἐγὼ, φησὶν, ὑμᾶς ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε. Τί παρακαλεῖς, εἰπέ μοι; ἵνα τινὸς τύχῃς αὐτός; Οὐδαμῶς, φησὶν, ἀλλ' ἵνα ἄλλους σώσω. Καίτοι γε οἱ παρακαλοῦντες, ὑπὲρ τῶν αὐτοῖςδιαφερόντων παρακαλοῦσι, Καὶ ἐμοὶ τοῦτο διαφέρει, φησὶ, καθὼς καὶ ἑτέρωθι γράφων ἔλεγε· Νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Σφόδρα γὰρ ἀεὶ τῆς σωτηρίας τῶν μαθητευομένων ἐφίετο. Ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ. Μέγα ἀξίωμα καὶ σφοδρὸν, καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων μεῖζον. Ὅπερ οὖν καὶ πρὸς Φιλήμονα γράφων φησίν· Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ. Οὐδὲν γὰρ οὕτω λαμπρὸν, ὡς δεσμὸς διὰ Χριστὸν, ὡς αἱ ἁλύσεις αἱ περικείμεναι ταῖς ὁσίαις χερσὶν ἐκείναις. Τοῦ ἀπόστολον εἶναι, τοῦ διδάσκαλον εἶναι. τοῦ εὐαγγελιστὴν εἶναι, τοῦτο λαμπρότερον, τὸ δέσμιον εἶναι διὰ τὸν Χριστόν. Εἴ τις φιλεῖ τὸν Χριστὸν, ἔγνω τὸ λεγόμενον· εἴ τις μαίνεται καὶ περικαίεται τοῦ ∆εσπότου, οἶδε τὴν δύναμιν τῶν δεσμῶν. Ὁ τοιοῦτος ἕλοιτο ἂν δέσμιος εἶναι διὰ Χριστὸν, ἢ τοὺς οὐρανοὺς οἰκεῖν. Παντὸς χρυσοῦ λαμπροτέρας αὐτοῖς ἐδείκνυ τὰς χεῖρας, παντὸς διαδήματος βασιλικοῦ. Οὐ γὰρ οὕτω ποιεῖ λαμπρὰν κεφαλὴν ταινία λιθοκόλλητος περικειμένη, ὡς ἅλυσις σιδηρᾶ διὰ Χριστόν. Τότε τῶν βασιλείων λαμπρότερον τὸ δεσμωτήριον ἦν. Τί λέγω βασιλείων; καὶ αὐτοῦ δὲ τοῦ οὐρανοῦ· δέσμιον γὰρ εἶχε Χριστοῦ. Εἴ τις φιλεῖ τὸν Χριστὸν, οἶδε τοῦτο τὸ ἀξίωμα, οἶδε ταύτην τὴν ἀρετὴν, οἶδεν ὅσον ἐχαρίσατο τῷ τῶν ἀνθρώπων γένει τὸ δεθῆναι δι' αὐτόν. Τάχα τοῦ καθίσαι ἐκ δεξιῶν αὐτοῦ τοῦτο λαμπρότερον, τοῦ καθίσαι ἐπὶ δώδεκα θρόνων τοῦτο σεμνότερον, τὸ δεθῆναι δι' αὐτόν. Καὶ τί λέγω περὶ τῶν ἀνθρωπίνων; αἰσχύνομαι συγκρίνων πλοῦτον καὶ κόσμον χρυσοῦν δεσμοῖς. Ἀλλ' ἀφεὶς εἰπεῖν περὶ τῶν μεγάλων ἐκείνων, κἂν μηδένα μισθὸν εἶχε τὸ πρᾶγμα, τοῦτο μόνον μέγας μισθὸς, τοῦτο ἀντίδοσις ἱκανὴ, τὸ διὰ τὸν φιλούμενον ταῦτα πάσχειν τὰ δεινά. Ἴσασιν οἱ φιλοῦντες, εἰ καὶ μὴ τὸν Θεὸν, ἀλλ' ἀνθρώπους, τὸ λεγόμενον, οἳ ἥδονται κακῶς πάσχοντες μᾶλλον, ἢ τιμώμενοι παρὰ τῶν ἐρωμένων. Τοῦ ἁγίου χοροῦ τὸ ταῦτα συνιδεῖν μόνον, τῶν ἀποστόλων λέγω. Ἄκουε γὰρ τοῦ μακαρίου Λουκᾶ λέγοντος· ὅτι Ὑπέστρεφον χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιμασθῆναι. Τοῖς μὲν οὖν ἄλλοις δοκεῖ γέλως εἶναι, εἰ τὸ ἀτιμασθῆναι καταξιωθῆναί ἐστιν, εἰ τὸ ἀτιμασθῆναι, χαίρειν ἐστί· τοῖς δὲ ἐπισταμένοις τοῦ Χριστοῦ τὸν πόθον τοῦτο πάντων μακαριστότερον νενόμισται. Εἴ τις ἐμοὶ τὸν οὐρανὸν ἐχαρίζετο πάντα, ἢ τὴν ἅλυσιν ἐκείνην, ἐκείνην ἂν ἐγὼ προετίμησα· εἴ τίς με μετὰ τῶν ἀγγέλων ἵστη ἄνω, ἢ μετὰ Παύλου δεδεμένου, τὸ δεσμωτήριον ἂν εἱλόμην· εἴ τις με ἐκείνων ἕνα ἐποίει τῶν δυνάμεων τῶν περὶ τὸν οὐρανὸν, τῶν περὶ τὸν θρόνον, ἢ δεσμώτην τοιοῦτον, τοιοῦτος ἂν εἱλόμην γενέσθαι δεσμώτης. Εἰκότως· οὐδὲν τῆς ἁλύσεως ἐκείνης μακαριώτερον. Ἐβουλόμην ἐν τοῖς τόποις γενέσθαι νῦν ἐκείνοις· λέγεται γὰρ ἔτι μένειν τὰ δεσμά· καὶ ἰδεῖν καὶ θαυμάσαι τοὺς ἄνδρας ἐκείνους τοῦ πόθου τοῦ Χριστοῦ· ἐβουλόμην ἰδεῖν τὰς ἁλύσεις, ἃς δεδοίκασι μὲν δαίμονες καὶ φρίττουσιν, αἰδοῦνται δὲ ἄγγελοι. Οὐδὲν βέλτιον τοῦ κακῶς παθεῖν τι διὰ Χριστόν. Οὐχ οὕτω μακαρίζω Παῦλον, ὅτι εἰς παράδεισον ἡρπάγη, ὡς ὅτι εἰς τὸ δεσμωτήριον ἐνεβλήθη. Οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι ἤκουσεν ἄῤῥητα ῥήματα, ὡς ὅτι ὑπέμεινε τὰ δεσμά· οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι ἡρπάγη εἰς τρίτον οὐρανὸν, ὡς μακαρίζω διὰ τὰ δεσμά. Ὅτι γὰρ ταῦτα ἐκείνων μείζονα, ἄκουσον καὶ αὐτὸς πῶς τοῦτο οἶδεν. Οὐδὲ γὰρ εἶπε, Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ ῥήματα ἄῤῥητα ἀκούσας, ἀλλὰ τί; Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ. Εἰ δὲ μὴ πάσαις τοῦτο προσγράφει ταῖς ἐπιστολαῖς, οὐ θαυμαστόν· οὐδὲ γὰρ πάντοτε ἐδέδετο, ἀλλ' ἐν χρόνοις τισίν. Αἱρετώτερον ἐμοὶ παθεῖν κακῶς ὑπὲρ τοῦ Χριστοῦ, ἢ τιμᾶσθαι παρὰ τοῦ Χριστοῦ. Τοῦτο μεγάλη τιμὴ, τοῦτο δόξα ἡ πάντα ὑπερβάλλουσα. Εἰ αὐτὸς δι' ἐμὲ γενόμενος δοῦλος, καὶ τὴν δόξαν κενώσας, οὐχ οὕτως ἡγεῖτο ἐν δόξῃ εἶναι, ὡς ὅτε ἐσταυροῦτο ὑπὲρ ἐμοῦ, τί ἐμὲ παθεῖν οὐ δεῖ; Ἄκουε γὰρ αὐτοῦ λέγοντος. ∆όξασόν με σὺ, Πάτερ. Τί λέγεις; ἐπὶ σταυροῦ ἄγῃ μετὰ λῃστῶν καὶ τυμβωρύχων, τὸν τῶν ἐπαράτων ὑφίστασθαι θάνατον, ἐμπτύεσθαι μέλλεις καὶ ῥαπίζεσθαι, καὶ ταῦτα δόξαν καλεῖς; Ναὶ, φησίν· ὑπὲρ γὰρ τῶν φιλουμένων ἐγὼ πάσχω ταῦτα, καὶ τανῦν δόξαν αὐτὰ ἡγοῦμαι. Εἰ ὁ τοὺς οἰκτροὺς καὶ ταλαιπώρους φιλήσας, δόξαν τὸ πρᾶγμα καλεῖ, καὶ οὐ τὸ ἐν τῷ θρόνῳ εἶναι τῷ πατρικῷ, οὐδὲ τὸ ἐν τῇ δόξῃ, ἀλλὰ τὸ ἐν ἀτιμίᾳ δόξα ἦν, καὶ τοῦτο ἐκείνου προετίθει, πολλῷ μᾶλλον ἐγὼ ταῦτα ὀφείλω δόξαν ἡγεῖσθαι. Ὢ τῶν μακαρίων δεσμῶν, ὢ τῶν μακαρίων χειρῶν, ἃς ἐκόσμησεν ἡ ἅλυσις ἐκείνη. Οὐκ ἦσαν οὕτω τίμιαι αἱ χεῖρες Παύλου τὸν χωλὸν τὸν ἐν Λύστροις ἀναστήσασαι καὶ ἐγείρασαι, ὡς τὰ δεσμὰ περικείμεναι. Εἰ κατ' ἐκείνους τοὺς χρόνους ἦν ἐγὼ, τότε ἂν μάλιστα αὐτὰς περιεπτυξάμην, καὶ ἐπὶ τὰς κόρας ἔθηκα τὰς ἐμάς· οὐκ ἐπαυσάμην καταφιλῶν χεῖρας καταξιωθείσας ὑπὲρ τοῦ ∆εσπότου δεθῆναι τοῦ ἐμοῦ. Θαυμάζεις Παῦλον, ὅτε καθῆψεν αὐτοῦ ἡ ἔχις τῆς χειρὸς, καὶ οὐδὲν ἐποίησε; Μὴ θαυμάσῃς· ᾐδέσθη γὰρ τὴν ἅλυσιν· καὶ θάλαττα δὲ ὁλόκληρος ταύτην ᾐδεῖτο· τότε γὰρ ἐδέδετο. Εἴ τίς μοι νεκροὺς ἔδωκεν ἀναστῆσαι νῦν, οὐκ ἂν τοῦτο εἱλόμην, ἀλλὰ τὴν ἅλυσιν· εἰ τῶν ἐκκλησιαστικῶν φροντίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον εἶχον, οὐκ ἂν παρῃτησάμην ἀποδημίαν τοσαύτην ποιήσασθαι ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, ὑπὲρ τοῦ τὸ δεσμωτήριον ἔνθα ἐδέδετο. Καίτοι καὶ τῶν θαυμάτων αὐτοῦ πολλὰ πανταχοῦ σημεῖα τυγχάνει, ἀλλ' οὐχ οὕτως ἐστὶ ποθεινὰ, ὡς τὰ τῶν στιγμάτων. Καὶ ἐν ταῖς Γραφαῖς δὲ οὐχ οὕτω με εὐφραίνει θαύματα ἐργαζόμενος, ὡς πάσχων κακῶς, μαστιζόμενος, συρόμενος. Ὄντως θαυμαστὰ καὶ τὰ τοῦ χρωτὸς σουδάρια καὶ τὰ σημικίνθια, παράδοξα ἐργαζόμενα· ἀλλ' οὐ τοιαῦτα οἷα ἐκεῖνα. ∆είραντες αὐτὸν, φησὶ, καὶ ἐπιθέντες πολλὰς πληγὰς, ἔβαλον εἰς φυλακήν· καὶ πάλιν, ∆εδεμένοι ὕμνουν τὸν Θεόν· καὶ πάλιν, Λιθάσαντες αὐτὸν, ἔσυρον ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνάναι. Βούλεσθε μαθεῖν ὅσον ἐστὶν ἅλυσις σιδηρᾶ διὰ Χριστὸν περικειμένη σώματι δουλικῷ; ἀκούσατε αὐτοῦ τοῦ Χριστοῦ λέγοντος, Μακάριοί ἐστε. Τί; ὅταν νεκροὺς ἀναστήσητε; Οὐχί· ἀλλὰ τί; ὅταν τυφλοὺς θεραπεύσητε; Οὐδαμῶς· ἀλλὰ τί; Ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα, ψευδόμενοι καθ' ὑμῶν ἕνεκεν ἐμοῦ. Εἰ δὲ τὸ κακῶς ἀκοῦσαι οὕτω ποιεῖ μακαρίους, τὸ κακῶς παθεῖν τί οὐκ ἂν εἰργάσατο; Ἄκουε αὐτοῦ τοῦ μακαρίου τούτου λέγοντος ἀλλαχοῦ· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Ἀλλὰ τοῦ στεφάνου τούτου λαμπρότερος ὁ δεσμός. Τούτου με καταξιώσει, φησὶ, καὶ οὐδὲν ὑπὲρ ἐκείνων ἀκριβολογοῦμαι. Ἀρκεῖ μοι πρὸς πᾶσαν ἀντίδοσιν τὸ παθεῖν κακῶς διὰ τὸν Χριστόν.∆ότω μοι φθέγξασθαι ἐκεῖνο, ὅτι Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου, καὶ οὐδενὸς δέομαι. Κατηξιώθη καὶ Πέτρος ταύτης τῆς ἁλύσεως· Ἦν γὰρ, φησὶ, δεδεμένος, καὶ παραδεδομένος στρατιώταις, καὶ ἐκάθευδεν Οὕτως ἔχαιρε, καὶ οὐκ ἤλγει, ὡς καὶ καθεύδειν· οὐκ ἂν δὲ αὐτὸν βαθὺς ὕπνος εἶχεν, εἴ γε ἐν φροντίδι ἦν πολλῇ. Ἐκάθευδε μεταξὺ στρατιωτῶν ὤν· καὶ ἄγγελος ἦλθε πρὸς αὐτὸν, καὶ πατάξας αὐτοῦ τὴν πλευρὰν, ἤγειρεν. Εἴ τις τοίνυν εἶπέ μοι, Τί ἐβούλου; ἄγγελος εἶναι ὁ Πέτρον νύξας, ἢ Πέτρος ὁ διασωθείς; Πέτρος ἂν εἱλόμην γενέσθαι, δι' ὃν καὶ ὁ ἄγγελος ἦλθεν. Ἐγὼ τῶν δεσμῶν ὀναίμην ἐκείνων. Καὶ πῶς, φησὶν, ὡς μεγάλων κακῶν ἀπαλλαγεὶς εὔχεται; Μὴ θαυμάσῃς· εὔχεται γὰρ, δεδοικὼς μὴ ἀποθάνῃ. Τὸ δὲ ἀποθανεῖν ἐδεδοίκει διὰ τὸ ἔτι βούλεσθαι αὐτὸν τὴν ζωὴν εἶναι ὑπόθεσιν τῶν παθῶν. Ἄκουσον γοῦν καὶ αὐτὸς ὁ μακάριος Παῦλος τί φησι; Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον, τὸ δὲ παραμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς. Τοῦτο καὶ χάριν ἐκάλεσε γράφων· Ἐχαρίσθη γὰρ ὑμῖν, φησὶν, ἀπὸ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ὥστε τοῦτο ἐκείνου μεῖζόν ἐστιν· ἐχαρίσατο γάρ. Ὄντως ἐστὶ χάρις μεγίστη, καὶ πασῶν τούτων μείζων, τοῦ τὸν ἥλιον στῆσαι καὶ τὴν σελήνην, τοῦ τὸν κόσμον κινῆσαι· τοῦτο μεῖζον τοῦ δαιμόνων κρατῆσαι, ἢ ἀπελάσαι δαίμονας. Οὐχ οὕτως ἀλγοῦσιν ἐκεῖνοι πίστει τῇ παρ' ἡμῶν ἐλαυνόμενοι, ὡς ὅταν ἡμᾶς ἴδωσι κακόν τι πάσχοντας διὰ τὸν Χριστὸν, καὶ δεσμουμένους· μείζονα γὰρ τοῦτο ποιεῖ τὴν παῤῥησίαν. Οὐ διὰ τοῦτο καλὸν τὸ δεδέσθαι διὰ τὸν Χριστὸν, ὅτι βασιλείαν προξενεῖ τὸ πρᾶγμα, ἀλλ' ὅτι διὰ τὸν Χριστὸν γίνεται· οὐ διὰ τοῦτο μακαρίζω τοὺς δεσμοὺς, ὅτι εἰς τὸν οὐρανὸν παραπέμπουσιν, ἀλλ' ὅτι διὰ τὸν ∆εσπότην τοῦ οὐρανοῦ γίνονται. Πόσον καύχημα εἰδέναι, ὅτι διὰ τὸν Χριστὸν ἐδέθη; πόση ἡδονὴ, πόση τιμὴ, πόση λαμπρότης; Ἐβουλόμην διαπαντὸς ταῦτα φθέγγεσθαι· ἐβουλόμην ἔχεσθαι τῆς ἁλύσεως· ἐβουλόμην, εἰ καὶ τῷ πράγματι ἀπεστέρημαι, ἀλλὰ τῷ λόγῳ περιθεῖναι τὴν ἅλυσιν τῇ ψυχῇ διὰ τῆς διαθέσεως. Ἐσείσθη, φησὶ, τὸ δεσμωτήριον δεδεμένου Παύλου, καὶ πάντων τὰ δεσμὰ ἀνείθη. Εἶδες δεσμῶν φύσιν τὰ δεσμὰ ἀναλύουσαν; Ὥσπερ γὰρ ὁ τοῦ Κυρίου θάνατος τὸν θάνατον ἐθανάτωσεν, οὕτω καὶ τὰ Παύλου δεσμὰ τοὺς δεσμώτας ἔλυσε, τὸ δεσμωτήριον ἔσεισε, τὰς θύρας ἀνέῳξε· καίτοι οὐχ αὕτη τῶν δεσμῶν ἡ φύσις ἐστὶν, ἀλλ' ἡ ἐναντία, κατέχειν ἐν ἀσφαλείᾳ τὸν δεδεμένον, οὐχὶ τοὺς τοίχους ἀνοίγειν αὐτῷ. Ἀλλὰ τῶν μὲν δεσμῶν ἁπλῶς φύσις οὐκ ἔστιν αὕτη, δεσμῶν δὲ τῶν διὰ Χριστὸν αὕτη. Προσέπεσεν ὁ δεσμοφύλαξ τῷ Παύλῳ καὶ τῷ Σίλᾳ. Ἀλλ' οὐδὲ τοῦτο ποιεῖ δεσμὰ ἁπλῶς, τοὺς δήσαντας εἰς τοὺς πόδας ἄγειν τῶν δεδεμένων, ἀλλὰ τοὐναντίον ὑποχειρίους τούτους ἐκείνοις ποιεῖν. Νῦν δὲ ὁ λελυμένος ὑπὸ τοὺς πόδας ἦν τοῦ δεδεμένου· ὁ δήσας ἠξίου τὸν δεθέντα λυθῆναι τοῦ φόβου. Οὐχὶ σὺ ἔδησας, εἰπέ μοι; οὐχὶ εἰς τὴν ἐσωτέραν ἔβαλες φυλακήν; οὐχὶ εἰς τὸ ξύλον ἠσφαλίσω τοὺς πόδας; τί τρέμεις; τί θορυβῇ; τί δακρύεις; τί τὸ ξίφος ἐσπάσω; Οὐδὲν τοιοῦτον ἔδησα, φησίν· οὐκ ᾔδειν, ὅτι τοσαύτη τῶν τοῦ Χριστοῦ δεσμίων ἡ δύναμις. Τί λέγεις; οὐρανοὺς ἔλαβον ἐξουσίαν ἀνοίγειν, καὶ δεσμωτήριον οὐκ ἔμελλον ἀνοίγειν; τοὺς ὑπὸ δαιμόνων δεδεμένους ἔλυον, καὶ σιδήριον ἔμελλεν αὐτῶν περιέσεσθαι; οὐκ οἶδας τοὺς ἄνδρας· διὰ τοῦτο καὶ συγγνώμης ἔτυχες. Παῦλος ὁ δεδεμένος ἐστὶν, ὃν ἄγγελοι πάντες ᾐδέσθησαν· Παῦλός ἐστιν, οὗ καὶ τὰ σουδάρια καὶ τὰ σημικίνθια δαίμονας ἤλαυνε, καὶ νόσους ἐφυγάδευε, καίτοι πολλῷ σιδήρου ἀδαμάντινος, καὶ ἀῤῥαγέστερος ὁ παρὰ τοῦ δαίμονος δεσμός· οὗτος μὲν γὰρ ψυχὴν, ἐκεῖνος δὲ σῶμα δεσμεῖ. Ὁ ψυχὰς τοίνυν δεδεμένας λύων, τὸ σῶμα τὸ αὐτοῦ οὐκ ἂν ἴσχυσε λῦσαι; ὁ δαιμόνων δεσμὰ διαῤῥηγνὺς, σιδήρου δέσιν οὐκ ἂν ἔλυσεν; ὁ διὰ τῶν ἱματίων αὐτοῦ τοὺς δεσμώτας ἐκείνους λύων, καὶ τῶν δαιμόνων ἀπαλλάττων, αὐτὸς δι' ἑαυτοῦ ἑαυτὸν οὐκ ἂν ἔλυσε; ∆ιὰ τοῦτο πρῶτον ἐδέθη, καὶ τότε τοὺς δεδεμένους ἔλυσεν, ἵνα μάθῃς, ὅτι οἱ τοῦ Χριστοῦ δοῦλοι δεδεμένοι, πολλῷ τῶν λελυμένων μείζονα ἔχουσι τὴν ἰσχύν. Εἰ λελυμένος τοῦτο εἰργάσατο, οὐκ ἦν οὕτω θαυμαστόν· ὥστε οὐκ ἀσθενείας ὁ δεσμὸς ἦν, ἀλλὰ μείζονος δυνάμεως. Οὕτω γὰρ λαμπροτέρα ἡ ἰσχὺς τοῦ ἁγίου δείκνυται, ὅταν καὶ δεδεμένος τῶν λελυμένων κρατῇ, ὅταν ὁ δεδεμένος μὴ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τοὺς δεδεμένους λύῃ. Τί τῶν τοίχων τὸ ὄφελος; τί τὸ πλέον ἀπὸ τοῦ εἰς τὴν ἐσωτέραν φυλακὴν βαλεῖν αὐτὸν, ὅπου γε καὶ τὴν ἐξωτέραν ἀνέῳξε; ∆ιὰ τί δὲ ἐν νυκτὶ, καὶ μετὰ σεισμοῦ γέγονεν; Ἔνδοτέ μοι μικρὸν καὶ παραχωρήσατε, τῶν ἀποστολικῶν ἀποσχομένῳ ῥημάτων, καὶ ἐντρυφήσαντι τοῖς ἀποστολικοῖς πράγμασιν, ἑστιαθῆναι ἐν τῇ ἁλύσει Παύλου· δότε μοι ἐπιπλέον ἐνδιατρίψαι. Ἐπελαβόμην τοῦ δεσμοῦ, οὐδείς με ἀφίστησιν. Ἀσφαλέστερον ἐγὼ δέδεμαι νῦν τῷ πόθῳ, ἢ ἐκεῖνος τότε τῷ ξύλῳ. Τοῦτον οὐδεὶς λύει τὸν δεσμόν· ἀπὸ γὰρ τοῦ πόθου ἐστὶ τοῦ Χριστοῦ· τοῦτον οὐδὲ οἱ ἄγγελοι, οὐδὲ βασιλεία οὐρανῶν ἰσχύει λῦσαι· αὐτοῦ Παύλου ἐστὶν ἀκοῦσαι λέγοντος, Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Τίνος οὖν ἕνεκα μέσον νυκτῶν τὸ πρᾶγμα γέγονε; τίνος ἕνεκεν καὶ μετὰ σεισμοῦ; Ἀκούσατε Θεοῦ οἰκονομίαν, καὶ θαυμάσατε. Πάντων τὰ δεσμὰ ἐλύθη, καὶ αἱ θύραι ἀνεῴγησαν. Ἀλλὰ τοῦτο μόνον διὰ τὸν δεσμοφύλακα γέγονεν, οὐ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν. Ὅτι γὰρ οὐκ ᾔδεσαν οἱ δεσμῶται ὅτι λελυμένοι εἰσὶν, δῆλον ἀπὸ τῆς φωνῆς Παύλου. Τί γάρ φησιν; Ἐφώνησε δὲ φωνῇ μεγάλῃ λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακὸν, πάντες γάρ ἐσμεν ἐνθάδε. Οὐκ ἂν δὲ πάντες ἦσαν ἔνδον, εἰ εἶδον τὰς θύρας ἀνεῳγμένας, καὶ ἑαυτοὺς λελυμένους. Οἱ γὰρ τοίχους διατέμνοντες, καὶ ὀρόφους καὶ θριγκία ὑπερβαίνοντες, καὶ πάντα τολμῶντες μετὰ δεσμῶν, οὐκ ἂν ἐκαρτέρησαν, καὶ τῶν δεσμῶν λελυμένων καὶ τῶν θυρῶν ἀνεῳγμένων, ἔνδον μένειν, καὶ τοῦ δεσμοφύλακος καθεύδοντος αὐτοῦ. Ἀλλ' ἀντὶ δεσμῶν σιδηρῶν ἦν αὐτοῖς ὁ δεσμὸς τοῦ ὕπνου. ∆ιὰ τοῦτο οὕτως ᾠκονομήθη, ὥστε καὶ τὸ πρᾶγμα γενέσθαι, καὶ μηδεμίαν ἀπὸ τοῦ θαύματος ζημίαν συμβῆναι τῷ μέλλοντι σώζεσθαι δεσμοφύλακι. Καὶ ἑτέρως δὲ μάλιστα οἱ δεδεμένοι ἐν νυκτὶ δεσμοῦνται, οὐκ ἐν ἡμέρᾳ. Μετὰ πολλῆς οὖν σπουδῆς ἦν ἰδεῖν δεδεμένους πάλιν, καὶ καθεύδοντας. Εἰ δὲ ἐν ἡμέρᾳ ἐγένετο ταῦτα, πολὺς ἂν ἐγένετο θόρυβος. Τίνος οὖν ἕνεκεν καὶ ἐσείσθη τὸ οἴκημα; Ὥστε διαναστῆναι τὸν δεσμοφύλακα ἐπὶ τὴν τοῦ πράγματος θέαν· οὗτος γὰρ ἦν ἄξιος τῆς σωτηρίας μόνος. Σὺ δέ μοι θέα τῆς τοῦ Χριστοῦ χάριτος τὴν ὑπερβολήν. Μεταξὺ γὰρ τῶν Παύλου δεσμῶν καὶ τῆς τοῦ Χριστοῦ χάριτος μεμνῆσθαι καλὸν, μᾶλλον δὲ καὶ ταῦτα τῆς τοῦ Θεοῦ χάριτός ἐστιν. Εἰσί τινες ἐγκαλοῦντες ὅτι διεσώθη ὁ δεσμοφύλαξ, καὶ ὑπὲρ ὧν θαυμάζειν τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐχρῆν, ἀπὸ τούτων ψέγοντες· καὶ οὐδὲν θαυμαστόν. Οἱ γὰρ ἀσθενεῖς τοιοῦτοί εἰσιν, οἳ καὶ τὴν τρέφουσαν τροφὴν κακίζουσιν, ἣν θαυμάζειν ἐχρῆν, καὶ τὸ μέλι πικρὸν εἶναί φασι. Καὶ οἱ τυφλώττοντες, ἀφ' οὗ ὤφειλον φωτίζεσθαι, ἀπὸ τούτου σκοτίζονται, οὐ παρὰ τὴν τῶν πραγμάτων φύσιν τούτων συμβαινόντων, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῶν εἰς δέον αὐτοῖς κεχρῆσθαι μὴ δυναμένων. Τί οὖν ἔλεγον; ∆έον θαυμάσαι, ὅτι εἰς ἐσχάτην κακίαν ἐμπεσόντα, τοῦτον εἷλε, καὶ βελτίω εἰργάσατο, λέγουσι· Πῶς γὰρ οὐκ ἐνόμισε τὸ πρᾶγμα γοητείας εἶναι καὶ μαγγανείας, καὶ μᾶλλον αὐτοὺς κατέσχε, καὶ ἀνωλόλυξε; Πολλὰ πρὸς τοῦτο συνεβάλλετο· πρῶτον μὲν, ὅτι ἤκουσεν ὑμνούντων τὸν Θεόν· οὐκ ἂν δὲ γόητες τοιούτους ὕμνους ᾖδον· Ἤκουσε γὰρ αὐτῶν, φησὶν, ὑμνούντων τὸν Θεόν.∆εύτερον, ὅτι αὐτοὶ οὐκ ἀπέφυγον, ἀλλὰ καὶ αὐτὸν ἐκώλυσαν σφάξαι ἑαυτόν· οὐκ ἂν δὲ, εἰ ἑαυτῶν ἕνεκεν ἐποίουν, ἔνδον ἔμενον, ἀλλὰ προτέρους ἂν ἑαυτοὺς ἐξεῖλον. Πολλὴ δὲ αὐτῶν καὶ ἡ φιλανθρωπία· ἐκώλυσαν αὐτὸν σφάξαι ἑαυτὸν, τὸν δήσαντα αὐτοὺς, μονονουχὶ πρὸς αὐτὸν λέγοντες· Μετὰ πολλῆς τῆς ἀσφαλείας ἠσφαλίσω εἰς τὴν ἐσωτέραν βαλὼν φυλακὴν, καὶ πικρῶς ἡμᾶς ἔδησας, ἵνα λυθῇς αὐτὸς τῶν πικροτάτων δεσμῶν. Σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Ἐκεῖνα μὲν γὰρ ἐπάρατα τὰ δεσμὰ, ταῦτα δὲ μακάρια, καὶ πολλῆς εὐχῆς ἄξια. Ὅτι γὰρ λύει τὰ δεσμὰ ἐκεῖνα ταῦτα, ἔδειξεν ἀπὸ τῶν αἰσθητῶν. Εἶδες τοὺς τῷ σιδήρῳ δεδεμένους λυθέντας; Ὄψει καὶ σαυτὸν ἐξ ἑτέρων δεσμῶν ἀνεθέντα χαλεπῶν. Ταῦτα τὰ δεσμὰ, τὰ τῶν δεσμωτῶν λέγω, οὐ τὰ Παύλου, ἐκεῖνα τὰ δεσμὰ ποιεῖ τὰ τῶν ἁμαρτιῶν. ∆ιπλῇ ἦσαν δεσμῶται οἱ ἔνδον, καὶ αὐτὸς δεσμώτης ἦν ὁ δεσμοφύλαξ. Ἐκεῖνοι μὲν γὰρ σιδήρῳ ἐδέδεντο, καὶ ἁμαρτίαις, οὗτος δὲ ἁμαρτίαις μόναις. Ἔλυσεν ἐκείνους ὁ Παῦλος εἰς πληροφορίαν τούτου· καὶ γὰρ ἦν ὁρατὰ τὰ δεσμά. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, μᾶλλον δὲ ἀντιστρόφως. Ἐκεῖ διπλῆ παράλυσις ἦν. Ποία δὲ αὕτη; Ἡ τῶν ἁμαρτιῶν, καὶ ἡ τοῦ σώματος. Τί οὖν ποιεῖ; Θάρσει, φησὶ, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. Προτέραν τὴν ὄντως παράλυσιν ἔλυσεν, εἶτα ἐπὶ ταύτην ἔρχεται. Ὅτε γὰρ Εἶπόν τινες τῶν γραμματέων ἐν ἑαυτοῖς, Οὗτος βλασφημεῖ, εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν· Ἵνα τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς, ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Ἐβεβαίου τὸ νοητὸν ἀπὸ τοῦ αἰσθητοῦ, ἀπὸ τοῦ σωματικοῦ τὸ κατὰ ψυχὴν ἐργασάμενος. ∆ιὰ τί δὲ τοῦτο ἐποίησεν; Ἵνα πληρωθῇ τὸ εἰρημένον· ∆οῦλε πονηρὲ, ἐκ τοῦ στόματός σου κρινῶ σε. Τί δὲ ἐκεῖνοι; Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός· οὐκ ἄγγελος ἄρα λοιπὸν, οὐκ ἀρχάγγελος, οὐδὲ ἄλλη κτιστὴ δύναμις. Ὑμεῖς τοῦτο ὡμολογήσατε. Τί οὖν ἐχρῆν εἰπεῖν; Ἂν δειχθῶ ἀφιεὶς ἁμαρτίας, εὔδηλον ὅτι Θεὸς ἐγώ. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ τί; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, τότε λέγει τῷ παραλυτικῷ, Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Ὅταν οὖν, φησὶ, τὸ δυσκολώτερον ἐργάσωμαι, εὔδηλον ὅτι οὐδεμία περὶ τοῦ εὐκόλου καταλείπεται πρόφασις οὐδὲ ἀντιλογία. ∆ιὰ τοῦτο τὸ νοητὸν ἐκεῖνος ἐποίησε πρότερον, ἐπειδὴ πολλοὶ ἦσαν οἱ ἀντιλέγοντες· ἐνταῦθα δὲ ἀπὸ τοῦ νοητοῦ ἐπὶ τὸ αἰσθητὸν αὐτὸ ἤγαγεν. Ἄρα οὐκ ἦν κουφότητος ἡ πίστις. Εἶδε τοὺς δεσμώτας, καὶ οὐδὲν εἶδεν οὐδὲ ἤκουσε φαῦλον· εἶδεν οὐ μαγγανείᾳ τι γεγενημένον· ὕμνουν γὰρ τὸν Θεόν· εἶδεν ἀπὸ φιλανθρωπίας πολλῆς πάντα γενόμενα· οὐ γὰρ ἠμύναντο αὐτὸν, καίτοι δυνάμενοι. Ἐνῆν γὰρ καὶ ἑαυτοὺς, καὶ τοὺς δεδεμένους ἐξελόντας ἀπελθεῖν· εἰ δὲ μὴ τοὺς δεδεμένους, ἀλλ' ἑαυτούς. Ἀλλ' οὐκ εἰργάσαντο τοῦτο. Ὥστε οὐκ ἀπὸ τοῦ θαύματος μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ τρόπου αὐτὸν κατῄδεσαν. Πῶς ἐφώνησε; Μεγάλῃ φωνῇ λέγων, Μηδὲν ποιήσῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Ὁρᾷς καὶ τὸ ἀκενόδοξον καὶ τὸ ἄτυφον καὶ τὸ φιλόστοργον. Οὐκ εἶπεν, ὅτι∆ι' ἡμᾶς ταῦτα γέγονεν· ἀλλ', ὡσανεὶ τῶν δεσμωτῶν εἷς, φησί· Πάντες γάρ ἐσμεν ἐνθάδε. Καίτοι εἰ καὶ μὴ πρὸ τούτου, μηδὲ διὰ τοῦ θαύματος ἔλυσαν ἑαυτοὺς, ἀλλ' ἐνῆν αὐτοὺς σιγῆσαι, καὶ πάντας ἀπολῦσαι καὶ δεδεμένους. Εἰ γὰρ ἐσίγησαν, καὶ μὴ διὰ τῆς μεγάλης φωνῆς κατέσχον αὐτοῦ τὰς χεῖρας, ὤθησεν ἂν διὰ τοῦ λαιμοῦ τὸ ξίφος. ∆ιὰ τοῦτο καὶ ἐβόησεν, ἐπειδὴ εἰς τὴν ἐνδοτέραν φυλακὴν ἦν βεβλημένος. Κατὰ σαυτοῦ τοῦτο πεποίηκας, φησὶν, ἐνδοτέρω βαλὼν τοὺς μέλλοντάς σε ἐλευθεροῦν τοῦ κινδύνου. Ἀλλ' οὐκ ἐμιμήσαντο τὰ παρ' ἐκείνου γενόμενα. Ἐκείνου δὲ ἀποθανόντος πάντες ἂν ἐξέφυγον. Εἶδες ὅτι εἵλοντο δεδέσθαι μᾶλλον, ἢ ἐκεῖνον περιιδεῖν ἀπολλύμενον. ∆ιὰ τοῦτο καὶ ἐνενόησε πρὸς ἑαυτὸν, Εἰ γόητες ἦσαν, πάντως ἂν ἐκείνους ἀπέλυσαν, καὶ ἑαυτοὺς ἠλευθέρωσαν τῶν δεσμῶν· εἰκὸς γὰρ πολλοὺς καὶ τοιούτους ἐμβεβλῆσθαι. Ἄλλως δὲ, πολλάκις δεξάμενος γόητας, καὶ οὐδὲν ἰδὼν τοιοῦτον γενόμενον, ἐθαύμασεν. Ὁ γόης οὐκ ἂν ἔσεισε τὰ θεμέλια ὥστε διυπνίσαι τὸν δεσμοφύλακα, καὶ δυσκολωτέραν ἑαυτῷ ποιῆσαι τὴν φυγήν. Ἀλλ' ἴδωμεν λοιπὸν τοῦ δεσμοφύλακος τὴν πίστιν. Αἰτήσας, φησὶ, φῶτα εἰσεπήδησε, καὶ ἔντρομος ὑπάρχων, προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω, φησί· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; Πῦρ ἐκράτει καὶ ξίφος, καὶ ἔλεγε· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; Οἱ δὲ εἶπον· Πίστευσον εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ, καὶ ὁ οἶκός σου. Τοῦτο οὐχὶ γοήτων ἐστὶ, φησὶ, δόγμα τοιοῦτον παραδοῦναι· οὐδαμοῦ δαίμονος ἐνταῦθα μνήμη. Ὁρᾷς πῶς ἄξιος τοῦ σωθῆναι ἐκεῖνος; Ἰδὼν γὰρ τὸ θαῦμα, καὶ τοῦ φόβου ἀπαλλαγεὶς, οὐκ ἐπελάθετο τῶν συμφερόντων, ἀλλ' ἐν τοσούτῳ κινδύνῳ περὶ τῆς σωτηρίας ἐφρόντιζε τῆς κατὰ ψυχὴν, καὶ ὡς ἐχρῆν διδασκάλοις προσελθεῖν, οὕτω προσῆλθε· καὶ πρὸς τοὺς πόδας αὐτῶν ἔπεσε. Καὶ ἐλάλησαν αὐτῷ, φησὶ, τὸν λόγον τοῦ Κυρίου, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ νυκτὶ, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς, καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα. Ὁρᾷς θερμότητα ἀνδρός; Οὐκ ἀνεβάλετο, οὐκ εἶπεν, Ἡμέρα γενέσθω, ἴδωμεν, σκεψώμεθα· ἀλλὰ μετὰ πολλῆς τῆς θερμότητος καὶ αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ πᾶσα ἐβαπτίσθη· ἀλλ' οὐχ ὡς νῦν οἱ πλείους περιορῶσι καὶ δούλους καὶ γυναῖκας καὶ παῖδας ἀμυήτους τυγχάνοντας. Γίνεσθε, παρακαλῶ, κατὰ τὸν δεσμοφύλακα· οὐ τὴν ἀξίαν λέγω, ἀλλὰ τὴν προαίρεσιν. Τί γὰρ ὄφελος ἀξιώματος, ὅταν ᾖ ἡ προαίρεσις ἀσθενής; Βαβαὶ, ὁ ὠμὸς, ὁ ἀπηνὴς, ὁ μυρίοις συζῶν κακοῖς, ὁ τοῦτο μελετῶν ἀεὶ, οὕτω φιλάνθρωπος, οὕτω κηδεμονικὸς ἀθρόως γέγονεν. Ἔλουσεν αὐτοὺς, φησὶν, ἀπὸ τῶν πληγῶν. Θέα πάλιν καὶ τοῦ Παύλου τὴν θερμότητα· δεδεμένος, μεμαστιγωμένος, οὕτως εὐηγγελίζετο. Ὢ τῆς μακαρίας ἁλύσεως, οἵας ὤδινεν ὠδῖνας κατὰ τὴν νύκτα ἐκείνην· οἷα ἀπέτεκε παιδία. Καὶ περὶ τούτων ἔστιν εἰπεῖν, Οὓς ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. Ὁρᾷς πῶς ἀγάλλεται, καὶ τὰ τεχθέντα παιδία ἀπὸ τούτου λαμπρότερα βούλεται εἶναι; ὁρᾷς πόση περιουσία δόξης τῶν δεσμῶν, ὅπου γε οὐ μόνον τὸν περικείμενον, ἀλλὰ καὶ τοὺς ἐν ἐκείνῳ τῷ καιρῷ τεχθέντας ὑπ' αὐτοῦ λαμπροὺς ποιεῖ; Ἔχουσί τι πλέον οἱ ἐν τοῖς Παύλου δεσμοῖς τεχθέντες, οὐ κατὰ τὴν χάριν λέγω, ἡ γὰρ αὐτὴ χάρις, οὐδὲ κατὰ τὴν ἄφεσιν, ἡ γὰρ αὐτὴ πάντων ἄφεσις, ἀλλ' ὅτι ἐκ προοιμίων παιδεύονται χαίρειν καὶ ἀγάλλεσθαι τοῖς τοιούτοις πράγμασιν. Αὐτῇ τῇ ὥρᾳ τῆς νυκτὸς, φησὶ, παραλαβὼν αὐτοὺς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη. Καὶ θέα λοιπὸν τὸν καρπόν· ἀντέδωκεν εὐθέως τὰ σαρκικά. Ἀναγαγὼν αὐτοὺς εἰς τὸν οἶκον, εὐθέως παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ. Τί γὰρ οὐκ ἔμελλεν, ἀνοιγέντος αὐτῷ τοῦ οὐρανοῦ διὰ τῆς ἀνοίξεως τῶν τοῦ δεσμωτηρίου θυρῶν; Ἔλουσε τὸν διδάσκαλον, τράπεζαν παρέθηκε, καὶ ἠγαλλιάσατο. Εἰσῆλθεν εἰς δεσμωτήριον ἡ Παύλου ἅλυσις, καὶ ἐκκλησίαν εἰργάσατο πάντα τὰ ἐκεῖ, καὶ σῶμα Χριστοῦ πάντας ἐποίησε, καὶ τράπεζαν ἔθηκε τὴν πνευματικὴν, καὶ ὠδῖνας ἔτεκεν, ἐφ' αἷς ἄγγελοι χαίρουσι. Μήτι εἰκῆ ἔλεγον τὸ δεσμωτήριον τοῦ οὐρανοῦ λαμπρότερον; Τῆς γὰρ ἐκεῖ χαρᾶς τοῦτο γέγονεν αἴτιον. Εἰ γὰρ ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ ἐν οὐρανοῖς, εἰ ὅπου δύο εἰσὶ συνηγμένοι εἰς τὸ ὄνομα αὐτοῦ, ἐκεῖ ἐν μέσῳ αὐτῶν ἐστιν ὁ Χριστὸς, ὅπου Σίλας καὶ Παῦλος καὶ ὁ δεσμοφύλαξ καὶ ἡ οἰκία αὐτοῦ ὅλη καὶ πίστις τοσαύτη, πόσῳ μᾶλλον; Ὅρα τὴν σφοδρότητα τῆς πίστεως. Ἀλλὰ τὸ δεσμωτήριον τοῦτο ἑτέρου με ὑπέμνησε δεσμωτηρίου. Ποίου δὴ τούτου; Ἔνθα Πέτρος ἦν. Ἀλλὰ τοιοῦτον οὐδὲν ἐγένετο ἐκεῖ· ἀλλ' ἦν παραδεδομένος τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτὸν, καὶ οὐχ ὕμνει οὐδὲ ἠγρύπνει, ἀλλ' ἐκάθευδε· καὶ οὐδὲ μεμαστιγωμένος ἦν, ἀλλὰ μείζων ὁ κίνδυνος. Ἐνταῦθα μὲν γὰρ ἤδη τὸ πᾶν εἴργαστο, καὶ δίκην ἦσαν δεδωκότες· ἐκεῖ δὲ οὐδέπω. Ὥστε εἰ μὴ πληγαὶ ὠδύνων, ἀλλ' ἡ προσδοκία τοῦ μέλλοντος ἐθορύβει. Ὅρα καὶ ἐκεῖ τὸ θαῦμα. Ἰδοὺ ἄγγελος Κυρίου, φησὶν, ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει. Καὶ εὐθέως ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Ὥστε μὴ νομίσαι τὸ πρᾶγμα τοῦ φωτὸς μόνον εἶναι, καὶ τὸν Πέτρον ἔνυξεν. Οὐδεὶς δὲ τὸ φῶς ἑώρα, ἀλλὰ μόνος αὐτὸς, καὶ ἐδόκει ὅτι ὅραμά ἐστιν· οὕτως οὐκ ἐπαισθάνονται οἱ καθεύδοντες τῶν τοῦ Θεοῦ εὐεργεσιῶν. Εἶπε δὲ, φησὶν, ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Καὶ ἐποίησεν οὕτω. Καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθησεν αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν. ∆ιελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς. Καὶ εἰσελθόντες, προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ὁ ἄγγελος ἀπ' αὐτοῦ ἀπέστη. ∆ιὰ τί μὴ τοῦτο γέγονεν ἐνταῦθα, ὅπερ ἐπὶ τοῦ Παύλου καὶ Σίλα; Ὅτι ἐκεῖ μὲν ἔμελλον ἀπολύειν αὐτούς· διὰ τοῦτο οὐκ ἠθέλησεν οὕτως ἀπολυθῆναι αὐτούς· ἐπὶ δὲ τοῦ μακαρίου Πέτρου, εἰς φόνον αὐτὸν ἔμελλον ἐξάγειν. Τί οὖν; οὐ πολλῷ θαυμασιώτερον ἦν, φησὶν, ἐξαχθέντα καὶ παραδοθέντα ταῖς τοῦ βασιλέως χερσὶ, τότε ἐκ μέσων αὐτῶν ἐξαρπασθῆναι τῶν κινδύνων, καὶ μηδὲν παθεῖν; οὕτω γὰρ ἂν οὐδὲ οἱ στρατιῶται ἀπώλοντο. Μέγα ἐνταῦθα κεκίνηται ζήτημα. Ὁ Θεὸς τὸν αὐτοῦ δοῦλον, φησὶ, μετὰ τῆς ἑτέρων ἔσωσε τιμωρίας, μετὰ τῆς ἑτέρων ἀπωλείας; Τί οὖν ἐροῦμεν; Πρῶτον μὲν οὖν, ὅτι οὐ μετὰ τῆς ἑτέρων ἀπωλείας· δεύτερον, ὅτι οὐ τῆς τοῦ πράγματος οἰκονομίας τοῦτο γέγονεν, ἀλλὰ τῆς τοῦ δικαστοῦ πικρίας. Πῶς; Ὁ μὲν Θεὸς οὕτως ᾠκονόμησεν, ὡς μὴ μόνον τούτους μὴ ἀπολέσθαι, ἀλλὰ καὶ ἐκεῖνον σωθῆναι, καθάπερ δὴ καὶ ἐνταῦθα ἐπὶ τοῦ δεσμοφύλακος· ἐκεῖνος δὲ οὐκ ἐχρήσατο τῇ δωρεᾷ εἰς δέον. Γενομένης δὲ ἡμέρας, φησὶν, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Εἶτα τί; Ἐξέτασιν τοῦ πράγματος ποιεῖται ὁ Ἡρώδης, καὶ ἀνακρίνας αὐτοὺς, ἐκέλευσεν ἀπαχθῆναι. Εἰ μὲν γὰρ μὴ ἀνέκρινεν, ἦν ἄν τις ἀπολογία· νῦν δὲ παρέστησεν, ἀνέκρινεν, ἔμαθεν ὅτι ἐδέδετο, ὅτι τὸ δεσμωτήριον ἠσφάλιστο, ὅτι οἱ φύλακες ἦσαν πρὸ τῶν θυρῶν· οὐ τοῖχος διωρώρυκτο, οὐ θύρα ἀνέῳκτο, οὐδὲν ἄλλο κακουργίας τεκμήριον. Ἐχρῆν αὐτὸν ἀπὸ τούτων θαυμάσαι τοῦ Θεοῦ τὴν δύναμιν, ἥτις καὶ ἐκ μέσων αὐτὸν ἀνήρπασε τῶν κινδύνων· καὶ προσκυνῆσαι τὸν τοσαῦτα δυνηθέντα· ὁ δὲ ἐκείνους ἀπήγαγε. Πῶς οὖν ἐνταῦθα ὁ Θεὸς αἴτιος; Εἰ μὲν γὰρ τοῖχον διαῤῥαγῆναι ἐποίησε, καὶ οὕτως ἐξέβαλεν, ἴσως ἂν ἐνομίσθη τῆς ἐκείνων ῥᾳθυμίας τὸ πρᾶγμα· εἰ δὲ οὕτως ᾠκονόμησεν, ὥστε δειχθῆναι ὅτι οὐκ ἀνθρωπίνης κακουργίας, ἀλλὰ θείας θαυματουργίας τὸ πρᾶγμα ἦν, τί δὴ τοῦτο ἐποίησεν; Εἰ γὰρ ἔμελλε φεύγειν, οὕτως ὡς εἶχε τὰς ἁλύσεις ἔφυγεν ἄν· εἰ ἔμελλε φεύγειν τεθορυβημένος, οὐκ ἂν τοσαύτην ἐποιήσατο πρόνοιαν, ὥστε καὶ τὰ σανδάλια λαβεῖν, ἀλλ' εἴασεν ἄν. Νῦν δὲ διὰ τοῦτό φησιν ὁ ἄγγελος πρὸς αὐτὸν, Ὑπόδησαι τὰ σανδάλιά σου· ἵνα μάθωσιν ὅτι οὐ φεύγων, ἀλλὰ μετὰ πολλῆς ἀνέσεως τὸ πρᾶγμα εἰργάσατο. ∆εδεμένος γὰρ, καὶ μεταξὺ τῶν δύο μένων στρατιωτῶν οὐκ ἂν τοσαύτην ἐποιήσατο σχολὴν, ὥστε καὶ τὰς ἁλύσεις λῦσαι, καὶ ταῦτα εἰς τὴν ἐσωτέραν ὢν καὶ αὐτὸς φυλακήν. Ὥστε τῆς ἀδικίας τοῦ δικαστοῦ γέγονεν ἡ κόλασις τῶν φυλάκων. ∆ιὰ τί γὰρ Ἰουδαῖοι μὴ τοῦτο ἐποίησαν; Καὶ γὰρ ἑτέρου δεσμωτηρίου μέμνημαι, ἐκείνου μὲν τοῦ προτέρου τοῦ ἐν Ῥώμῃ, τούτου δὲ τοῦ ἐν Καισαρείᾳ, νῦν δὲ τοῦ ἐν Ἱεροσολύμοις. Ἀκούσαντες γὰρ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι παρὰ τῶν ἀποσταλέντων παρ' αὐτῶν εἰς τὸ δεσμωτήριον, ὥστε ἐξαγαγεῖν τὸν Πέτρον, ὅτι Ἔσω οὐδένα εὕρομεν, ἀλλὰ καὶ κεκλεισμένας τὰς θύρας, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν· διὰ τί μὴ τοὺς φύλακας ἀνεῖλον, ἀλλὰ διηπόρουν περὶ αὐτῶν λέγοντες, Τί ἂν γένοιτο τοῦτο; Εἰ δὲ σφόδρα κατ' αὐτῶν φονῶντες οὐδὲν τοιοῦτον ἐνενόησαν, πολλῷ μᾶλλον σὺ ὁ πρὸς ἐκείνων χάριν πάντα ποιῶν. ∆ιὰ τοῦτο μετῆλθεν αὐτὸν ἡ δίκη ταχέως. Εἰ δὲ τοῦτο ἐγκαλεῖς, ἐγκάλει καὶ περὶ τῶν ἐν ταῖς ὁδοῖς σφαττομένων, καὶ περὶ τῶν ἀδίκως ἀναιρουμένων μυρίων ἑτέρων, καὶ ἔτι περὶ τῶν παίδων τῶν ἐπὶ τοῦ Χριστοῦ ἀναιρεθέντων· καὶ γὰρ καὶ ἐκείνοις, ὡς σὺ λέγεις, ὁ Χριστὸς ἐγένετο αἴτιος· μᾶλλον οὐχ ὁ Χριστὸς, ἀλλ' ἡ μανία καὶ ἡ τυραννὶς τοῦ πατρὸς τοῦ Ἡρώδου. Εἰ δὲ λέγεις, ∆ιὰ τί μὴ ἐκ τῶν χειρῶν αὐτὸν ἥρπασε τοῦ Ἡρώδου; καὶ τοῦτο ἠδύνατο ποιῆσαι, ἀλλ' οὐδὲν ἐκέρδανεν ἂν ἀπὸ τούτου. Ποσάκις γοῦν ὁ Χριστὸς ἐκ μέσου αὐτῶν ἐξῆλθε τῶν χειρῶν; τί οὖν τοῦτο ὠφέλησε τοὺς ἀγνώμονας; Ἐνταῦθα μέντοι γε καὶ πολλὴ τοῖς πιστοῖς ὠφέλεια γίνεται ἀπὸ τῶν γεγενημένων· ὑπομνημάτων γὰρ γενομένων, καὶ τῶν ἐχθρῶν αὐτῶν μαρτυρούντων τοῖς πραττομένοις, ἀνύποπτος ἦν ἡ μαρτυρία. Ὥσπερ οὖν κἀκεῖ οὐδαμόθεν ἄλλοθεν ἐπεστομίσθησαν, ἀλλ' ἢ ἐκ τοῦ τοὺς ἐλθόντας ὁμολογεῖν τὰ γεγενημένα, οὕτω δὴ καὶ ἐνταῦθα. ∆ιὰ τί γὰρ ὁ δεσμοφύλαξ οὐδὲν τοιοῦτον ἐποίησε; καίτοι γε οὐδὲν ἐλάττονα τῶν τούτου τὰ Ἡρώδου ἦν. Τοῦ γὰρ ἰδεῖν ἀνεῳγμένας τὰς θύρας, ὅσον εἰς ἐκπλήξεως λόγον, οὐδὲν ἔλαττον τὸ μαθεῖν ὅτι κεκλεισμένων αὐτῶν ἐξῆλθεν ὁ δεδεμένος· καίτοι ταῦτα καὶ φαντασία ἔδοξεν ἂν εἶναι μᾶλλον, ἐκεῖνο δὲ οὐκέτι, μετὰ ἀκριβείας ἀπαγγελλόμενον. Ὥστε εἰ καὶ οὗτος οὕτως ἦν πονηρὸς, ἔσφαξεν ἂν τὸν Παῦλον, καθάπερ ἐκεῖνος τοὺς στρατιώτας· ἀλλ' οὐκ ἦν. Εἰ δὲ πρὸς τοὺς λέγοντας, διὰ τί καὶ τὰ παιδία συνεχώρησεν ὁ Θεὸς ἀναιρεθῆναι, βουληθῶμεν ἀπολογήσασθαι, τάχα εἰς μακρότερον ἐμπεσούμεθα λόγον, ὃν ἐν προοιμίοις ἔδει λέγεσθαι πρὸς ὑμᾶς, Τέως δὲ πολλὰ τῇ Παύλου εὐχαριστήσαντες ἁλύσει, καταπαύσωμεν τὸν λόγον, ὅτι τοσούτων ἡμῖν ἀγαθῶν αἰτία γέγονε, παρακαλέσαντες ὑμᾶς μὴ μόνον μὴ δυσχεραίνειν, εἴ τι διὰ Χριστὸν πάθοιτε, ἀλλὰ καὶ χαίρειν ὡς οἱ ἀπόστολοι, καὶ καυχᾶσθαι ὡς Παῦλος ἔλεγεν· Ἥδιστα καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου. ∆ιὰ γὰρ τοῦτο καὶ ἤκουσεν, Ἀρκεῖ σοι ἡ χάρις μου. Παῦλος ἐπὶ δεσμοῖς καυχᾶται, καὶ σὺ ἐπὶ πλούτῳ μέγα φρονεῖς; οἱ ἀπόστολοι ἔχαιρον, ὅτι κατηξιώθησαν μαστιγωθῆναι, καὶ σὺ ἄνεσιν ζητεῖς καὶ τρυφήν; Πῶς οὖν θέλεις τῶν αὐτῶν ἐκείνοις τυχεῖν, ἀπεναντίας αὐτοῖς ὁδεύων ἐνταῦθα; Καὶ νῦν, φησὶ, πορεύομαι εἰς Ἱεροσόλυμα δεδεμένος τῷ πνεύματι, τὰ ἐν αὐτοῖς συναντήσοντά μοι μὴ εἰδὼς, πλὴν ὅτι τὸ Πνεῦμά μοι κατὰ πόλιν διαμαρτύρεται λέγον, ὅτι δεσμά με καὶ θλίψεις μένουσι. Τί οὖν ἀπέρχῃ, εἰ δεσμά σε καὶ θλίψεις μένουσι; ∆ιὰ τοῦτο αὐτὸ, φησὶν, ἵνα δεσμευθῶ διὰ Χριστὸν, ἵνα ἀποθάνω δι' αὐτόν. Οὐ γὰρ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐδὲν τῆς ψυχῆς ἐκείνης μακαριώτερον. Ἐν τίσι καυχᾶται; Ἐν δεσμοῖς, ἐν θλίψεσιν, ἐν ἁλύσει, ἐν στίγμασιν. Ἐγὼ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, φησὶν, ἐν τῷ σώματί μου βαστάζω, καθάπερ τρόπαιόν τι μέγα καὶ πάλιν, Ἕνεκεν τοῦ Ἰσραὴλ, φησὶ, τὴν ἅλυσιν ταύτην περίκειμαι· καὶ πάλιν, Ἐν ᾗ πρεσβεύω ἐν ἁλύσει. Τί ἐστι τοῦτο; οὐκ αἰσχύνῃ; οὐ δέδοικας τὴν οἰκουμένην δεσμώτης περιιών; οὐ φοβῇ μή τις ἀσθένειαν τοῦ Θεοῦ σου καταγνῷ; μή τις διὰ τοῦτο οὐ μὴ προσέλθῃ; Οὐ τοιαῦτά μου, φησὶ, τὰ δεσμά· οἶδε καὶ ἐν βασιλείοις λάμπειν. Ὥστε τοὺς δεσμούς μου, φησὶ, φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως λαλεῖν τὸν λόγον Ὁρᾷς δεσμῶν ἰσχὺν μᾶλλον, ἢ νεκρῶν ἀναστάσεως; ∆εδεμένον με εἶδον, καὶ μᾶλλον θαῤῥοῦσιν. Ὅπου γὰρ δεσμὰ, ἀνάγκη καὶ μέγα τι γενέσθαι ἐκεῖ· ὅπου θλῖψις, πάντως ἐκεῖ καὶ σωτηρία, πάντως ἐκεῖ ἄνεσις, πάντως ἐκεῖ μεγάλα κατορθώματα. Ὁ γὰρ διάβολος ὅταν λακτίσῃ, τότε πλήττεται· ὅταν δήσῃ τοὺς τοῦ Θεοῦ δούλους, τότε μάλιστα ὁ λόγος ἐπιδίδωσι. Καὶ θέα πανταχοῦ τοῦτο γινόμενον. Ἐδεσμεύθη, καὶ ἐν τῷ δεσμωτηρίῳ ταῦτα εἰργάσατο. Ἐν αὐτοῖς γὰρ, φησὶ, τοῖς δεσμοῖς μου. Ἐδεσμεύθη ἐν Ῥώμῃ, καὶ πλείονας ἐπηγάγετο· οὐ γὰρ αὐτὸς μόνος ἐθάῤῥει, ἀλλὰ καὶ ἄλλοι πολλοὶ δι' αὐτοῦ. Ἐδεσμεύθη ἐν Ἱεροσολύμοις, καὶ δεδεμένος δημηγορῶν τὸν βασιλέα κατέπληξε, καὶ τὸν ἄρχοντα εἰς φόβον ἤγαγεν· ἔμφοβος γὰρ γενόμενος, φησὶν, ἀπέλυσεν αὐτὸν, καὶ οὐκ ᾐσχύνετο παρὰ τοῦ δεδεμένου μανθάνων περὶ τῶν μελλόντων ὁ δήσας αὐτόν. ∆εδεμένος ἔπλει, καὶ ναυάγιον ἔλυσε, καὶ τὸν χειμῶνα ἐπέδησεν. Ἐν δεσμοῖς ὄντος αὐτοῦ τὸ θηρίον ἐκεῖνο καθήψατο, καὶ μηδὲν λυμηνάμενον ἐξέπεσεν. Ἐδέθη ἐν Ῥώμῃ, καὶ δεδεμένος δημηγορῶν μυρίους ἐπεσπάσατο, ἀντὶ πάντων τοῦτο αὐτὸ προβαλλόμενος, τὴν ἅλυσιν λέγω. Ἀλλ' οὐκ ἔστιν ἁλύσει δεθῆναι νῦν. Ἀλλ' ἔστιν ἑτέρα ἅλυσις, ἂν ἐθέλωμεν. Ποία δὴ αὕτη; Τὸ τῆς χειρὸς κρατεῖν, τὸ μὴ πρὸς πλεονεξίαν ἕτοιμον εἶναι. Ταύτῃ τῇ ἁλύσει δήσωμεν ἑαυτούς· ἀντὶ σιδηρίου γενέσθω ἡμῖν ὁ τοῦ Θεοῦ φόβος. Λύσωμεν τοὺς δεδεμένους ὑπὸ πενίας, ὑπὸ θλίψεως. Οὐκ ἔστιν ἴσον δεσμωτηρίου θύρας ἀνοῖξαι, καὶ ψυχὴν συγκεκλεισμένην ἀφεῖναι· οὐκ ἔστιν ἴσον λῦσαι δεσμὰ δεσμωτῶν δεδεμένων, καὶ τεθραυσμένους ἀπολῦσαι ἐν ἀφέσει. Τοῦτο ἐκείνου μεῖζόν ἐστιν· ἐκείνου μὲν γὰρ οὐδεὶς κεῖται μισθὸς, τούτου δὲ μυρίοι. Μακρὰ ἡ τοῦ Παύλου γέγονεν ἅλυσις, καὶ ἐπὶ πολὺ κατέσχεν ἡμᾶς· καὶ γάρ ἐστιν ὄντως μακρὰ, καὶ πάσης σειρᾶς χρυσῆς κοσμιωτέρα. Αὕτη τοὺς δεδεμένους καθάπερ διά τινος μηχανῆς ἕλκει πρὸς τὸν οὐρανὸν, καὶ ὥσπερ χρυσῆ σειρὰ ἐξαρτηθεῖσα, ἀνέλκει πρὸς αὐτὸν τὸν οὐρανόν· καὶ τὸ δὴ θαυμαστὸν, κάτω δεθεῖσα, τοὺς δεδεμένους ἄνω ἕλκει. Καίτοι οὐχ αὕτη τῶν πραγμάτων ἡ φύσις· ἀλλ' ὅταν Θεὸς οἰκονομῇ, μὴ ζήτει πραγμάτων φύσιν μηδὲ ἀκολουθίαν, ἀλλὰ τὰ ὑπὲρ φύσιν καὶ ἀκολουθίαν. Μάθωμεν μηδὲ ἐν ταῖς θλίψεσι καταπίπτειν, μηδὲ δυσχεραίνειν. Ὅρα γὰρ τὸν μακάριον τοῦτον· μεμαστίγωτο, καὶ μεμαστίγωτο ἰσχυρῶς· Πολλὰς γὰρ αὑτοῖς, φησὶν, ἐπιθέντες πληγάς· καὶ ἐδέδετο, καὶ τοῦτο πάλιν ἰσχυρῶς· εἰς γὰρ τὴν ἐσωτέραν φυλακὴν ἐνέβαλεν αὐτὸν, καὶ μετὰ πλείονος ἀσφαλείας. Καὶ ἐν τοσούτοις ὢν κατὰ τὸ μεσονύκτιον, ὅτε καὶ οἱ σφόδρα ἐγηγερμένοι καθεύδουσιν, ἑτέρου δεσμοῦ χαλεπωτέρου, τοῦ ὕπνου ἐπικειμένου, ᾖδον καὶ ὕμνουν τὸν Κύριον. Τί τούτων γένοιτ' ἂν τῶν ψυχῶν ἀδαμαντινώτερον; Ἐνενόουν ὅτι καὶ οἱ παῖδες ἐν πυρὶ ᾖδον καὶ ἐν καμίνῳ· ἴσως ἐλογίζοντο, ὅτι Ἡμεῖς οὐδὲν τοιοῦτον οὐδέπω πεπόνθαμεν. Ἀλλὰ καλῶς ποιῶν ὁ λόγος εἰς ἑτέρους ἡμᾶς πάλιν ἐξήνεγκε δεσμοὺς καὶ δεσμωτήριον ἕτερον. Τί πάθω; βούλομαι σιγῆσαι, ἀλλ' οὐ δύναμαι. Ἕτερον δεσμωτήριον εὗρον ἐκείνου πολλῷ θαυμασιώτερον καὶ ἐκπληκτικώτερον. Ἀλλά μοι διανάστητε, ὡς νῦν ἀρχομένου τοῦ λόγου, καὶ ἀκμαζούσαις προσέλθετε ταῖς διανοίαις. Βούλομαι διακόψαι τὸν λόγον, καὶ οὐκ ἀνέχεται. Καθάπερ γάρ τις μεταξὺ πίνων οὐκ ἂν ἀνάσχοιτο διακόψαι, κἂν ὁτιοῦν τις ἐπαγγέλληται· οὕτω κἀγὼ τῆς κύλικος ἐπιλαβόμενος τῆς θαυμαστῆς τοῦ δεσμωτηρίου τῶν διὰ Χριστὸν δεδεμένων, οὐ δύναμαι παύσασθαι, οὐ δύναμαι σιγῆσαι. Εἰ γὰρ αὐτὸς ἐν δεσμωτηρίῳ καὶ ἐν νυκτὶ οὐκ ἐσίγησεν, οὐδὲ ἐν μάστιξιν, ἐγὼ σιγήσομαι καθήμενος ἡμέρας οὔσης, μετὰ πολλῆς τῆς ἀνέσεως φθεγγόμενος, τῶν δεδεμένων, τῶν μεμαστιγωμένων, τῶν ἐν μέσῃ νυκτὶ τοῦτο μὴ παθόντων; Οἱ παῖδες οὐκ ἐσίγων ἐν καμίνῳ καὶ ἐν πυρί· καὶ ἡμεῖς οὐκ αἰσχυνόμεθα σιγῶντες; Ἴδωμεν οὖν καὶ τοῦτο τὸ δεσμωτήριον. Ἐδέθησαν καὶ ἐνταῦθα, ἀλλ' εὐθέως καὶ ἐκ προοιμίων ἐδείκνυτο, ὅτι οὐκ ἔμελλον καίεσθαι, ἀλλ' ὡς εἰς δεσμωτήριον εἰσιέναι. Τί γὰρ δεσμεῖς τοὺς μέλλοντας φλογίζεσθαι; Ἐδέθησαν, καθὼς Παῦλος, καὶ πόδας καὶ χεῖρας· ἐδέθησαν μετὰ τοσούτου θυμοῦ. Καὶ γὰρ ἐκεῖνος εἰς τὴν ἐσωτέραν ἔβαλε φυλακὴν, καὶ οὗτος ἐπὶ πολὺ καῆναι τὴν κάμινον ἐκέλευσεν. Ἀλλ' ἴδωμεν τὰ μετὰ ταῦτα. Ὑμνούντων ἐκείνων ἐσείετο τὸ δεσμωτήριον, καὶ ἀνεῴχθησαν αἱ θύραι· καὶ τούτων ὑμνούντων ἐλύθη τὰ δεσμὰ καὶ τῶν ποδῶν καὶ τῶν χειρῶν· ἀνεῴχθη τὸ δεσμωτήριον, καὶ ἀνεῴχθησαν αἱ θύραι τῆς καμίνου· δρόσος γὰρ πνεύματος διεσύριζεν. Ἀλλ' ὅμως πολλά με περιῤῥεῖ· οὐκ οἶδα ποῖον εἴπω πρῶτον, ποῖον δὲ δεύτερον. ∆ιὸ παρακαλῶ, μή με τάξιν τις ἀπαιτείτω· πολλὴ γὰρ ἡ συγγένεια τῶν πραγμάτων. Ἐλύθησαν οἱ συνδεδεμένοι αὐτοῖς, καὶ ὅμως ἐκάθευδον· ἐνταῦθα δὲ ἀντὶ τούτου γέγονεν ἕτερόν τι· κατεκάησαν οἱ ἐμβαλόντες αὐτούς. Ἀλλ', ὅπερ ἐβουλόμην εἰπεῖν, εἶδε λελυμένους, καὶ προσέπεσεν αὐτοῖς ὁ βασιλεύς· ἤκουσεν ὑμνούντων, καὶ τέσσαρας εἶδε περιπατοῦντας, καὶ ἐκάλεσεν αὐτούς. Καθάπερ οὖν ὁ Παῦλος οὐκ ἐξῆλθε, καίτοι δυνάμενος, ἕως ὁ ἐμβαλὼν ἐκάλεσεν αὐτὸν καὶ ἐξήγαγεν, οὕτως οὐδὲ οἱ τρεῖς παῖδες ἐξῆλθον, ἕως οὗ ὁ ἐμβαλὼν ἐξελθεῖν ἐκέλευσε. Τί ἀπὸ τούτου παιδευόμεθα; Μὴ σπεύδειν ἐν ταῖς ἐπαγωγαῖς, μηδὲ ἐπείγεσθαι ἐν ταῖς θλίψεσι, μήτε πάλιν λυόντων ἐμμένειν. Ἀλλ' οὗτος μὲν προσέπεσε· καὶ γὰρ εἰσελθεῖν ἠδύνατο, ἔνθα ἦσαν οἱ ἅγιοι· ἐκεῖνος δὲ πρὸς τὴν θύραν ἐλθὼν, ἔστη· οὐ γὰρ ἐτόλμα προσελθεῖν εἰς τὸ δεσμωτήριον τὸ ἔνδον, ὅπερ αὐτοῖς διὰ τοῦ πυρὸς κατεσκεύασε. Καὶ θέα μοι τὰ ῥήματα. Οὗτός φησι, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; ἐκεῖνος οὐ μετὰ τοσαύτης μὲν ταπεινοφροσύνης, οὐκ ἔλαττον δὲ φωνὴν ἡδίω ἀφῆκε, Σεδρὰχ, Μισὰκ, Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε, καὶ δεῦτε. Μεγάλη τιμή· Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε, καὶ δεῦτε. Πῶς ἐξέλθωσιν, ὦ βασιλεῦ; δεδεμένους ἐνέβαλες τῷ πυρὶ, τοσοῦτον ἐνεχρόνισαν τῷ πυρὶ χρόνον; Εἰ γὰρ ἀδαμάντινοι ἦσαν, εἰ γὰρ ὕλαι μεταλλικαὶ, καὶ ὕμνον λέγοντες ἐκεῖνον ἅπαντα, οὐκ ἂν ἀπώλοντο; ∆ιὰ τοῦτο μὲν οὖν ἐσώθησαν, ὅτι ὕμνουν. Ἠδέσθη τὴν προθυμίαν αὐτῶν τὸ πῦρ, ᾐδέσθη καὶ τὴν ᾠδὴν τὴν θαυμαστὴν ἐκείνην καὶ τοὺς ὕμνους. Πῶς αὐτοὺς καλεῖς; Προλαβὼν εἶπον, Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου· τοῖς γὰρ τοῦ Θεοῦ δούλοις πάντα δυνατά. Εἰ γὰρ ἀνθρώπων εἰσὶ δοῦλοί τινες, καὶ ἐν τοῖς ἐκείνων οὐχ ἧττον ἰσχύουσι καὶ κρατοῦσι καὶ διατάττονται, πολλῷ μᾶλλον οἱ τοῦ Θεοῦ δοῦλοι. Τὴν ἡδίστην φωνὴν ἐκάλεσεν· ᾔδει τούτῳ μάλιστα κολακεύων αὐτούς. Εἰ γὰρ ἵνα δοῦλοι τοῦ Θεοῦ μένωσιν, εἰς πῦρ ἐνέβησαν, οὐκ ἦν αὐτοῖς ἑτέρα φωνὴ ταύτης ἡδίων· οὐκ ἂν, εἰ βασιλεῖς αὐτοὺς ἐκάλεσεν, οὐκ ἂν, εἰ τῆς οἰκουμένης δεσπότας, οὕτως ἂν αὐτοὺς ηὔφρανεν, ὡς ὅτε εἶπεν, Οἱ δοῦλοι Θεοῦ τοῦ ὑψίστου. Καὶ τί θαυμάζεις; Τῇ γὰρ μεγάλῃ πόλει, τῇ κρατούσῃ τῆς οἰκουμένης, καὶ μέγα φρονούσῃ ἐπ' ἀξιώμασιν, ὡς ἀντίῤῥοπον πρὸς ἀξίαν, μᾶλλον δὲ πολλῷ μεῖζον καὶ ἀσυγκρίτως μεῖζον καὶ ὑπατείας καὶ βασιλείας καὶ τῆς ἀρχῆς τῆς οἰκουμένης, ὁ Παῦλος τοῦτο τέθεικε γράφων· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ. Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου. Εἰ γὰρ τοσαύτην, φησὶ, ποιοῦνται σπουδὴν, ὥστε δοῦλοι εἶναι, πάντως τούτῳ πείσομεν αὐτούς. Ὅρα τοίνυν καὶ τὴν εὐλάβειαν τῶν παίδων. Οὐκ ἠγανάκτησαν, οὐδὲ ὠργίσθησαν, οὐδὲ ἀντεῖπον, ἀλλ' ἐξῆλθον. Εἰ γὰρ τιμωρίαν τὸ πρᾶγμα ἐνόμιζον, τὸ ἐμπεσεῖν εἰς τὴν κάμινον, κἂν ἤλγησαν πρὸς τὸν ἐμβαλόντα· νῦν δὲ οὐδὲν τούτων, ἀλλ' ὡς ἐξ αὐτοῦ προϊόντες τοῦ οὐρανοῦ, οὕτω προῄεσαν. Καὶ ὃ περὶ τοῦ ἡλίου φησὶν ὁ προφήτης, ὅτι Ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, τοῦτο καὶ περὶ τούτων εἰπών τις οὐκ ἂν ἁμάρτοι. Πῶς; Ὅτι τούτου δὴ τοῦ οὕτως ἐκπορευομένου ἐκεῖνοι τότε λαμπρότερον ἐξεπορεύοντο. Οὗτος μὲν γὰρ ἐξεπορεύετο τὴν οἰκουμένην φωτίζων τῷ αἰσθητῷ φωτὶ, ἐκεῖνοι δὲ τὴν οἰκουμένην φωτίζοντες ἑτέρως, νοητῶς λέγω. ∆ιὰ γὰρ αὐτοὺς εὐθέως διάταγμα ἔπεμπεν ὁ βασιλεὺς ταῦτα ἔχον τὰ ῥήματα· Ἤρεσεν ἐναντίον ἐμοῦ τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ ἐποίησεν ὁ Θεὸς δηλῶσαι ἡμῖν, ὡς μεγάλα καὶ ἰσχυρά. Ὥστε λαμπροτέραν ἐξῄεσαν ἀφιέντες ἀκτῖνα, φαιδρὰν μὲν οὖσαν καὶ ἐν αὐτοῖς τοῖς χωρίοις, μάλιστα δὲ πανταχοῦ ἐκταθῆναι δυναμένην διὰ τῶν γραμμάτων τῶν βασιλικῶν, καὶ λῦσαι τὸ πανταχοῦ τεταμένον σκότος. Ἐξέλθετε, καὶ δεῦτε. Οὐκ ἐκέλευσε σβέσαι τὴν κάμινον, ἀλλὰ καὶ τούτῳ μάλιστα αὐτοὺς ἐτίμησε, τῷ πιστεῦσαι, ὅτι δυνήσονται μὴ μόνον ἔνδον περιπατεῖν, ἀλλὰ καὶ καιομένης ἐξελθεῖν. Ἴδωμεν δὲ, εἰ δοκεῖ, καὶ τοῦ δεσμοφύλακος τὰ ῥήματα. Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Τί ταύτης τῆς φωνῆς ἥδιον; Αὕτη σκιρτᾷν καὶ ἀγγέλους ποιεῖ· ἵνα ταύτην ἀκούσῃ τὴν φωνὴν, καὶ δοῦλος ἐγένετο ὁ τοῦ Θεοῦ Μονογενής· ταύτην πρὸς Πέτρον ἔλεγον τὴν φωνὴν οἱ παρὰ τὴν ἀρχὴν πιστεύσαντες· Τί ποιήσομεν, ἵνα σωθῶμεν; Καὶ τί φησιν αὐτός; Πιστεύσατε, καὶ βαπτίσθητε. Ἡδέως ἂν καὶ εἰς γέενναν ἐνέπεσεν ὁ Παῦλος, ὥστε ταύτην ἀκοῦσαι τὴν φωνὴν παρὰ Ἰουδαίων, δι' ἐπιθυμίαν σωτηρίας καὶ ὑπακοῆς αὐτῶν. Ὅρα δέ· τὸ πᾶν αὐτοῖς ἐπιτρέπει, οὐδὲν περιεργάζεται. Ἀλλ' ἴδωμεν τὰ μετὰ ταῦτα. Οὗτος οὐ λέγει, Ἵνα σωθῶ, ἀλλὰ τρανοτέρα πάσης φωνῆς αὐτῷ ἡ διδασκαλία γέγονε· καὶ γὰρ εὐθέως γίνεται κήρυξ. Οὐ δεῖται κατηχηθῆναι, καθάπερ ὁ δεσμοφύλαξ, ἀλλὰ τί; Ἀνακηρύττει τὸν Θεὸν, καὶ ὁμολογεῖ τὴν δύναμιν· Ἐπ' ἀληθείας οἶδα, ὅτι ὁ Θεὸς ὑμῶν αὐτός ἐστι τῶν θεῶν Θεὸς, καὶ Κύριος τῶν κυρίων· ὅτι ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐῤῥύσατο ὑμᾶς ἀπὸ τῆς καμίνου. Καὶ τί μετὰ ταῦτα; Οὐχ εἷς δεσμοφύλαξ, ἀλλὰ πολλοὶ κατηχοῦνται διὰ τῶν γραμμάτων τῶν βασιλικῶν, διὰ τῆς θέας τῶν πραγμάτων. Ὅτι γὰρ οὐκ ἂν ἐψεύσατο ὁ βασιλεὺς, παντί που δῆλον· οὐ γὰρ ἂν ἠθέλησε τοιαῦτα τοῖς αἰχμαλωτισθεῖσι μαρτυρῆσαι, οὐδὲ τὰ αὑτοῦ καταβαλεῖν· οὐκ ἂν ἠθέλησε τοσαύτης ἀνοίας δόξαν λαβεῖν. Ὥστε εἰ μὴ πολλὴ τῆς ἀληθείας ἡ περιφάνεια, οὐκ ἂν τοιαῦτα ἔγραψε, καὶ τοσούτων παρόντων. Ὁρᾶτε πόση τῶν δεσμῶν ἡ δύναμις; πόση τῆς ὑμνῳδίας τῆς ἐν θλίψει ἡ ἰσχύς; Οὐκ ἀπηγόρευσαν οὐδὲ ἀνέπεσον, ἀλλὰ τότε μᾶλλον ἦσαν σφοδροὶ, τότε πλείων ἡ προθυμία. Εἰκότως ταῦτα ἐννοοῦσιν. Ἔτι ἓν ὑπολείπεται. ∆ιὰ τί ἐν μὲν τῷ δεσμωτηρίῳ οἱ δεδεμένοι ἐλύθησαν, ἐν δὲ τῇ καμίνῳ οἱ ἐμβαλόντες κατεκάησαν; Καίτοι γε ἐχρῆν τὸν βασιλέα τοῦτο παθεῖν· οὐ γὰρ οἱ δεσμοῦντες οὐδὲ οἱ ἐμβάλλοντες τοσοῦτον ἥμαρτον, ὅσον ὁ κελεύων τοῦτο γενέσθαι. Τίνος οὖν ἕνεκεν ἐκεῖνοι ἀπώλοντο; Ἐνταῦθα οὐ πολλή τις χρεία τῆς ἀκριβολογίας. Ἀσεβεῖς γὰρ ἦσαν· διὰ τοῦτο ᾠκονόμητο, ἵνα δειχθῇ τοῦ πυρὸς ἡ ἰσχὺς, καὶ μεῖζον τὸ θαῦμα γένηται. Εἰ γὰρ τοὺς ἔξω οὕτω κατέφαγεν, οὓς ἔνδον εἶχε, πῶς ἀπαθεῖς ἐδείκνυ; Ἵνα δήλη γένηται ἡ τοῦ Θεοῦ δύναμις. Καὶ μηδεὶς θαυμαζέτω, εἰ τὸν βασιλέα ἐν τάξει τοῦ δεσμοφύλακος ἔθηκα· τὸ γὰρ αὐτὸ εἰργάσατο. Οὐδὲν γὰρ οὗτος ἐκείνου λαμπρότερος ἦν· ἀπώναντο γὰρ ἀμφότεροι. Ἀλλ', ὅπερ ἔφην, ὅτι ἐν ταῖς θλίψεσιν ὄντες οἱ δίκαιοι, τότε μάλιστά εἰσι σφοδρότεροι, ὅταν ἐν δεσμοῖς ὦσι. Τὸ γὰρ διὰ Χριστόν τι παθεῖν, πάσης παραμυθίας ἥδιον. Βούλεσθε ὑπομνήσω ὑμᾶς καὶ ἑτέρου δεσμωτηρίου; Ἀναγκαῖον ἀπὸ τῆς ἁλύσεως ταύτης ἐφ' ἕτερον ἐλθεῖν δεσμωτήριον. Τὸ ποῖον βούλεσθε; τὸ τοῦ Ἱερεμίου; ἢ τὸ τοῦ Ἰωσήφ; ἢ τὸ Ἰωάννου; Χάρις τῇ Παύλου ἁλύσει· πόσα ἀνέῳξε τῷ λόγῳ δεσμωτήρια; Τὸ Ἰωάννου βούλεσθε; Ἐδέθη καὶ οὗτος ποτὲ διὰ τὸν Χριστὸν καὶ τὸν τοῦ Θεοῦ νόμον. Τί οὖν; ἆρα ἤργει ἐν τῷ δεσμωτηρίῳ ὤν; οὐχὶ δὲ ἐκεῖθεν πέμψας ἐκ τοῦ δεσμωτηρίου ἔλεγε τοῖς μαθηταῖς αὑτοῦ, Πορευθέντες εἴπατε τῷ Χριστῷ, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Καὶ ἐκεῖ ὢν ἄρα ἐδίδασκεν· οὐ γὰρ δὴ ἠμέλει. Ἀλλ' Ἱερεμίας οὐχὶ προεφήτευσε περὶ τοῦ Βαβυλωνίου, πάντα τὰ αὑτοῦ καὶ ἐκεῖ ποιῶν; Τί δὲ ὁ Ἰωσήφ; οὐχὶ τριακαίδεκα ἔτη ἐδέδετο; Ἀλλ' ὅμως οὐδὲ ἐκεῖ τῆς ἀρετῆς ἐπελάθετο. Ἔτι ἑνὸς εἰπόντες δεσμοὺς, καταπαύσομεν τὸν λόγον. Ἐδέθη καὶ ὁ ∆εσπότης ὁ ἡμέτερος, ὁ τὴν οἰκουμένην λύσας τῶν ἁμαρτημάτων· ἐδέθησαν χεῖρες αἱ μυρία ἐργασάμεναι καλά· ∆ήσαντες γὰρ αὐτὸν, φησὶν, ἤγαγον πρὸς Καϊάφαν.Καὶ ἐδέδετο ὁ τοσαῦτα θαυματουργήματα ἐργασάμενος. Ταῦτα ἐννοοῦντες, μηδέποτε δυσχεραίνωμεν, ἀλλὰ κἂν δεθῶμεν, χαίρωμεν· κἂν μὴ ἐν τοῖς δεσμοῖς ὦμεν, ὡς συνδεδεμένοι διακεώμεθα. Ὁρᾷς ὅσον ἀγαθὸν ὁ δεσμός; Ταῦτα πάντα εἰδότες, χάριν ἀναπέμπωμεν ὑπὲρ πάντων τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

10. ΟΜΙΛΙΑ Θʹ.ʹΠαρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἀπεδείχθη τῆς ἁλύσεως τοῦ Παύλου ἡ ἰσχὺς καὶ μεγάλη καὶ σημείων λαμπροτέρα

α. ʹ Οὐ μάτην οὖν ἐνταῦθα, ὡς ἔοικε, ταύτην προβάλλεται, οὐδὲ εἰκῆ, ἀλλ' ὡς μάλιστα δι' αὐτῆς δυσωπήσων. Καὶ τί φησι; Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε. Πῶς; Μετὰ πάσης ταπεινοφροσύνης, μετὰ πραότητος καὶ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ. Οὐχ ἁπλῶς τὸ δέσμιον εἶναι καλὸν, ἀλλὰ τὸ διὰ Χριστόν. ∆ιὰ τοῦτό φησιν, Ὁ δέσμιος ἐν Κυρίῳ, τουτέστι, διὰ Χριστόν. Οὐδὲν τούτου ἴσον. Ἀλλὰ μᾶλλον ἡμᾶς ἀποσύρει τῶν προκειμένων ἡ ἅλυσις καὶ περισπᾷ, καὶ ἀντιπεσεῖν οὐχ ὑπομένομεν, ἀλλ' ἑλκόμεθα καὶ ἄκοντες, μᾶλλον δὲ καὶ βουλόμενοι καὶ εὐχόμενοι. Καὶ εἴθε ἀεὶ περὶ τῆς ἁλύσεως Παύλου διαλέγεσθαι ἦν. Ἀλλὰ μὴ ναρκήσητε· ἔτι γὰρ ἐκεῖνο εἰπεῖν βούλομαι, ὃ πολλοὶ ζητοῦντές φασι· Καὶ εἰ καλὸν αἱ θλίψεις, πῶς αὐτὸς ἀπολογούμενος πρὸς τὸν Ἀγρίππαν ἔλεγεν, Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους, ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων· Οὐχ ὡς ἀπευκτὸν τὸ πρᾶγμα νομίζων, ταῦτα ἔλεγε, μὴ γένοιτο· οὐ γὰρ ἂν, εἴ γε ἀπευκτὸν ἦν, ἐκαυχᾶτο ἐπὶ τοῖς δεσμοῖς, ἐπὶ ταῖς φυλακαῖς, ἐπὶ ταῖς ἄλλαις θλίψεσι· οὐδ' ἂν γράφων ἔλεγεν, Ἥδιστα καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου· ἀλλὰ τί; Τοῦτο αὐτὸ τεκμήριον ἦν τοῦ μεγάλα ἡγεῖσθαι τὰ δεσμά. Ὥσπερ γὰρ Κορινθίοις γράφων ἔλεγε· Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε· οὕτω δὴ καὶ ἐνταῦθα, οὐκ ἠδύναντο ἀκοῦσαι τὸ κάλλος, οὐδὲ τὸν κόσμον, οὐδὲ τὴν ὠφέλειαν τῶν δεσμῶν. ∆ιὰ τοῦτό φησιν, Ἐκτὸς τῶν δεσμῶν τούτων. Τοῖς μέντοι Ἑβραίοις οὐχ οὕτως, ἀλλὰ παρῄνει συνδεδέσθαι τοῖς δεδεμένοις. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔχαιρεν ἐπὶ τοῖς δεσμοῖς, καὶ ἐδεσμεῖτο, καὶ μετὰ τῶν δεσμωτῶν ἀπήγετο εἰς φυλακήν. Μεγάλη τῆς ἁλύσεως Παύλου ἡ ἰσχύς· ἀρκεῖ ἀντὶ πάντων τοῦτο τὸ θέαμα, δεδεμένον ἰδεῖν Παῦλον καὶ ἐξαγό μενον ἀπὸ τοῦ δεσμωτηρίου. ∆εδεμένον ἰδεῖν καὶ ἔνδον καθήμενον, ποίας ἡδονῆς τοῦτο οὐ μεῖζον; τίνος οὐκ ἂν τιμήσαιμι τὸ πρᾶγμα; Οὐχ ὁρᾶτε τοὺς βασιλέας, τοὺς ὑπάτους ἐπὶ ζεύγους φερομένους καὶ χρυσοφοροῦντας, καὶ τοὺς δορυφοροῦντας πάντα ἔχοντας χρυσᾶ, χρυσᾶ τὰ δόρατα, χρυσᾶς τὰς ἀσπίδας, χρυσᾶ τὰ ἱμάτια, ἵππους χρυσοφόρους; Πόσον τῆς θέας ἐκείνης τοῦτο τερπνότερον; Ἅπαξ ἂν ηὐξάμην Παῦλον ἰδεῖν ἐκ τοῦ δεσμωτηρίου μετὰ τῶν δεσμωτῶν ἐξιόντα, ἢ μυριάκις ἐκείνους μετὰ τῆς δορυφορίας ἐκείνης παραπεμπομένους. Πόσους οἴεσθε ἀγγέλους προηγεῖσθαι αὐτοῦ, ὅτε ἐξήγετο οὕτω; Καὶ ὅτι οὐ ψεύδομαι, ἀπό τινος παλαιᾶς ἱστορίας τὸ πρᾶγμα ὑμῖν ποιήσω φανερόν. Ἐλισσαῖος ὁ προφήτης, τάχα δὲ ἴστε τὸν ἄνδρα, τοῦ βασιλέως Συρίας ἐκπεπολεμωμένου πρὸς τὸν τοῦ Ἰσραὴλ βασιλέα, καθήμενος παρ' ἑαυτῷ, ἅπαντα, ἅπερ ἐκεῖνος ἐν τοῖς ταμείοις μετὰ τῶν κοινωνούντων αὐτῷ τῆς γνώμης ἐβουλεύετο, εἰς μέσον ἐξέφερε, καὶ ἀκύρους ἐποίει τοῦ βασιλέως τὰς βουλὰς, τὰ ἀπόῤῥητα προλέγων, καὶ οὐκ ἀφιεὶς εἰς τὰς παγίδας, ἃς ἐκεῖνος ἐτίθει, ἐμπεσεῖν. Ἐλύπει τοῦτο τὸν βασιλέα, καὶ ἀθυμῶν, ἐν ἀπορίᾳ πολλῇ καθειστήκει, οὐκ ἔχων μαθεῖν τὸν ἐκφέροντα ἅπαντα καὶ ἐπιβουλεύοντα, καὶ τὰς μηχανὰς ἀκυροῦντα τὰς τούτου. Ἀποροῦντι τοίνυν αὐτῷ καὶ τὴν αἰτίαν ζητοῦντι εἶπέ τις τῶν ὑπασπιστῶν, ὅτι δὴ προφήτης εἴη τις Ἑλισσαῖος ἐν Σαμαρείᾳ καθήμενος, οὐκ ἐῶν ἑστάναι τὴν τοῦ βασιλέως γνώμην, ἀλλὰ πάντα ἐκφέρων. Ἐκεῖνος ἐνόμισεν εὑρηκέναι τὸ πᾶν. Οὐδὲν δὲ ἄρα αὐτοῦ ἀθλιώτερον. Ὅρα γάρ· δέον τιμῆσαι τὸν ἄνδρα, θαυμάσαι, ἐκπλαγῆναι, εἰ δὴ τοσαύτην ἔχει τὴν ἰσχὺν, ὡς ἀπὸ τοσούτων σταδίων καθήμενον, πάντα τὰ ἐν τῷ ταμείῳ τοῦ βασιλέως, οὐδενὸς ἀπαγγέλλοντος, εἰδέναι· τοῦτο μὲν οὐκ ἐποίησε, παροξυνθεὶς δὲ, καὶ τῆς ὀργῆς γενόμενος μόνης, ἱππέας καὶ ὁπλίτας συντάξας, πέμπει παραστήσων τὸν προφήτην. Ἦν δὲ τῷ Ἑλισσαίῳ μαθητὴς ἐν προπυλαίοις ἔτι τῆς προφητείας, τῶν τοιούτων ἀποκαλύψεων μήπω κρινόμενος ἀξιοῦσθαι. Ἐπέστησαν οἱ στρατιῶται τοῦ βασιλέως, ὡς δήσοντες τὸν ἄνδρα, μᾶλλον δὲ τὸν προφήτην. Πάλιν εἰς δεσμοὺς ἐμπίπτομεν, καὶ τί πάθω; πάντοθεν οὗτος ὁ λόγος οὕτως ὑφαίνεται, Καὶ ἰδὼν ὁ μαθητὴς τῶν στρατιωτῶν τὸ πλῆθος, ἐξέστη, καὶ περιδεὴς καὶ ἔντρομος προσδραμὼν τῷ διδασκάλῳ, τὴν συμφορὰν, ὡς ᾤετο, ἀπήγγειλε, καὶ τὸν ἄφυκτον ἐμήνυσε κίνδυνον. Κατεγέλασεν ὁ Προφήτης, ὅτι τὰ οὐκ ἄξια δέους ἐδεδοίκει, καὶ παρῄνει θαῤῥεῖν. Ἐκεῖνος δὲ ἀτελὴς ἔτι ὢν, οὐκ ἐπείθετο, ἀλλ' ἔτι ὑπὸ τῆς ὄψεως ἐκπληττόμενος ἐνέκειτο τῷ φόβῳ. Τί οὖν ὁ Προφήτης; Κύριε, ἄνοιξον, φησὶ, τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου τούτου, καὶ ἰδέτω, ὅτι πλείους οἱ μεθ' ἡμῶν ὑπὲρ τοὺς μετ' αὐτῶν. Καὶ ἄφνω τὸ ὄρος ὅλον ὁρᾷ, ὅπερ ὁ Προφήτης ᾤκει τότε, ἵππων πυρίνων, καὶ ἁρμάτων τοιούτων ἐμπεπλησμένον. Τοῦτο δὲ οὐδὲν ἕτερον ἦν, εἰ μὴ ἀγγέλων παρατάξεις. βʹ. Εἰ δὲ Ἑλισσαίῳ ὑπὲρ τούτου μόνου τοσαύτη παρείπετο τάξις ἀγγέλων, τί Παύλῳ; Τοῦτο καὶ ὁ προφήτης ∆αυῒδ ἔλεγε· Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν· καὶ πάλιν, Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Καὶ τί λέγω ἀγγέλους; αὐτὸς ὁ ∆εσπότης τότε μετ' αὐτοῦ ἦν ἐξιόντος. Οὐ γὰρ δήπου τῷ μὲν Ἀβραὰμ ὠπτάνετο, μετὰ δὲ τούτου οὐκ ἦν· αὐτὸς γὰρ ἐπηγγείλατο λέγων· Ἐγώ εἰμι μεθ' ὑμῶν πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Καὶ πάλιν ὀφθεὶς αὐτῷ, ἔλεγε· Μὴ φοβοῦ, ἀλλὰ λάλει, ὅτι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε. Καὶ κατ' ὄναρ δὲ αὐτῷ ἐπέστη λέγων· Θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ, οὕτω σε δεῖ καὶ ἐν Ῥώμῃ μαρτυρῆσαι. Ἀεὶ μὲν οὖν οἱ ἅγιοι θαυμαστοὶ, καὶ πολλῆς γέμουσι χάριτος, μάλιστα δὲ ὅταν διὰ Χριστὸν κινδυνεύωσιν, ὅταν δέσμιοι γίνωνται. Καθάπερ γὰρ στρατιώτης γενναῖος ἀεὶ μὲν καὶ ἁπλῶς ἡδὺ θέαμα τοῖς ὁρῶσι γίνεται, μάλιστα δὲ ὅταν ἑστήκῃ καὶ παρατάττῃ παρ' αὐτὸν τὸν βασιλέα· οὕτω δὴ καὶ Παῦλον ἐννόησον, ὅσον ἦν ἰδεῖν μετὰ τῶν δεσμῶν αὐτὸν διδάσκοντα. Εἴπω τί μεταξὺ νῦν ὑπελθόν με νόημα; Ὁ μακάριος μάρτυς Βαβύλας ἐδέθη, καὶ αὐτὸς ἀπὸ τῆς αὐτῆς αἰτίας, ἀφ' ἧς καὶ Ἰωάννης, βασιλέα παρανομοῦντα ἐλέγξας. Οὗτος τελευτῶν ἐπέτρεψε τὰ δεσμὰ τεθῆναι μετὰ τοῦ σώματος, καὶ τὸ σῶμα δεδεμένον ταφῆναι· καὶ νῦν αἱ πέδαι κεῖνται μετὰ τῆς τέφρας. Τοσοῦτος ἦν αὐτῷ πόθος τῶν διὰ Χριστὸν δεσμῶν. Σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ, ὁ Προφήτης φησὶ περὶ τοῦ Ἰωσήφ. Ἤδη δὲ καὶ γυναῖκες τούτων ἔλαβον πεῖραν τῶν δεσμῶν· ἀλλ' ἡμεῖς οὐ δεσμούμεθα. Οὐδὲ τοῦτο παραινῶ, καιροῦ νῦν οὐκ ὄντος· ἀλλὰ σὺ μὴ δήσῃς τὰς χεῖρας, ἀλλὰ δῆσον τὴν διάνοιαν. Ἔστι καὶ ἄλλα δεσμά· οἱ ταῦτα μὴ φέροντες, ἐκεῖνα οἴσουσιν. Ἄκουε τοῦ Χριστοῦ λέγοντος· ∆ήσατε αὐτοῦ χεῖρας καὶ πόδας. Ἀλλὰ μὴ γένοιτο πεῖραν ἐκείνων λαβεῖν, τούτων δὲ τῶν δεσμῶν καὶ ἐμπλησθῆναι γένοιτο. ∆ιὰ ταῦτα ἔλεγεν· Ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ παρακαλῶ ὑμᾶς, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε· καὶ πάλιν, Κεφαλὴν ἔχομεν τὸν Χριστόν. Συνήγειρε γὰρ καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐχθροὺς ὄντας, καὶ μυρία ἐργασαμένους κακά. Μεγάλη ἡ κλῆσις, καὶ ἐπὶ μεγάλοις, οὐχ ὅτι ἀπ' ἐκείνων μόνον, ἀλλ' ὅτι καὶ ἐπὶ τοιαῦτα, καὶ τοιούτῳ τρόπῳ. Πῶς δὲ ἔστιν ἀξίως περιπατῆσαι; Μετὰ πάσης ταπεινοφροσύνης. Ὁ τοιοῦτος ἀξίως περιπατεῖ· τοῦτο ἀρετῆς πάσης ὑπόθεσις. Ἂν ταπεινὸς ᾖς, καὶ ἐννοήσῃς τίς ὢν πῶς ἐσώθης, ἀφορμὴν πρὸς ἀρετὴν λαμβάνεις τὴν μνήμην, οὔτε τοῖς δεσμοῖς ἐπαίρῃ, οὔτε αὐτοῖς τούτοις οἷς εἶπον, ἀλλ' εἰδὼς ὅτι τὸ πᾶν τῆς χάριτός ἐστι, συστέλλεις σαυτόν. Ὁ ταπεινόφρων καὶ εὐγνώμων δύναται εἶναι καὶ εὐχάριστος οἰκέτης. Τί γὰρ ἔχεις, φησὶν, ὃ οὐκ ἔλαβες; Ἄκουε δὲ πάλιν αὐτοῦ λέγοντος· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Μετὰ πάσης, φησὶ, ταπεινοφροσύνης, μὴ τῆς ἐν ῥήμασι, μηδὲ ἐν πράγμασι μόνοις, ἀλλὰ καὶ ἐν σχήματι καὶ ἐν φθέγματι· μὴ πρὸς τοῦτον μὲν ταπεινὸς, πρὸς δὲ ἐκεῖνον θρασύς· πρὸς πάντας ἔσο ταπεινὸς, κἂν φίλος ᾖ κἂν ἐχθρὸς, κἂν μέγας κἂν μικρός· τοῦτο ταπεινοφροσύνη. Καὶ ἐν τοῖς κατορθώμασιν ἔσο ταπεινός. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, καὶ τοῦτο πρῶτον τιθέντος. ∆ιὰ τοῦτο καὶ αὐτός φησι· Μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας. Ἔστι γὰρ ταπεινὸν μὲν εἶναι, ὀξὺν δὲ καὶ ὀργίλον· ἀλλ' οὐδὲν ὄφελος· πολλάκις γὰρ ὑπὸ τῆς ὀργῆς κατεχόμενος, πάντα ἀπώλεσεν. Ἀνεχόμενοι, φησὶν, ἀλλήλων ἐν ἀγάπῃ. Πῶς ἀνέχεσθαι δυνατὸν, ἂν ὀργίλος ᾖ, ἂν κατήγορος; Εἶπε καὶ τὸν τρόπον· Ἐν ἀγάπῃ, φησίν. Εἰ τοῦ πλησίον, φησὶν, οὐκ ἀνέχῃ, πῶς σοῦ ἀνέξεται ὁ Θεός; εἰ αὐτὸς τὸν ὁμόδουλον οὐ φέρεις, πῶς σὲ οἴσει ὁ ∆εσπότης; Ἔνθα ἂν ᾖ ἀγάπη, πάντα οἰστά ἐστι. Σπουδάζοντες, φησὶ, τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. ∆ῆσον οὖν τὰς χεῖρας τῇ ἐπιεικείᾳ. Πάλιν τὸ καλὸν ὄνομα ἤνθησεν, ὁ δεσμός· ἀφήκαμεν αὐτὸν, καὶ αὐτὸς ἡμῖν πάλιν ἐπέδραμε. Καλὸς ἐκεῖνος ὁ δεσμὸς, καλὸς καὶ οὗτος· καὶ ἐκεῖνος ἀπὸ τούτου τίκτεται. Σύνδησον σαυτὸν τῷ ἀδελφῷ· οἱ τοιοῦτοι ἅπαντα κούφως φέρουσιν οἱ συνδεδεμένοι τῇ ἀγάπῃ. Σαυτὸν ἐκείνῳ πρόσδησον, κἀκεῖνόν σοι· ἀμφοτέρων σὺ κύριος· ὃν γὰρ ἂν βουλήσωμαι ποιῆσαι φίλον, δυνήσομαι. Μετ' εὐκολίας σπουδάζοντες. ∆είκνυσιν οὐχ ἁπλῶς, οὐδὲ τοῦ τυχόντος τὸ πρᾶγμα εἶναι. Σπουδάζοντες, φησὶ, τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος. γʹ. Τί ἐστιν ἑνότης πνεύματος; Καθάπερ ἐν σώματι πνεῦμά ἐστι τὸ πάντα συνέχον, καὶ ἕν τι ποιοῦν τὸ ἐν διαφόροις ὂν μέλεσιν· οὕτω δὴ καὶ ἐνταῦθα. ∆ιὰ γὰρ τοῦτο τὸ πνεῦμα ἐδόθη, ἵνα τοὺς γένει καὶ τρόποις διαφόροις διεστηκότας ἑνώσῃ. Ὁ γὰρ γέρων καὶ ὁ νέος, ὁ πένης καὶ ὁ πλούσιος, ὁ παῖς καὶ ὁ ἔφηβος, ἡ γυνὴ καὶ ὁ ἀνὴρ, καὶ πᾶσα ψυχὴ ἕν τι γίνεται, καὶ μᾶλλον ἢ εἰ σῶμα ἓν ἦν. Ταύτης γὰρ τῆς συγγενείας πολλῷ μείζων ἐκείνη, καὶ πλείων ἡ ἀκρίβεια τῆς ἑνώσεως. Ἡ γὰρ τῆς ψυχῆς συνάφεια ἀκριβεστέρα ἐστὶν, ὅσῳ καὶ ἁπλῆ καὶ μονοειδής ἐστι. Πῶς δὲ αὕτη φυλάττεται; Ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Οὐκ ἔστιν ἐν ἔχθρᾳ καὶ διαστάσει ταύτην εἶναι. Ὅπου γὰρ ἔριδες ἐν ἡμῖν, φησὶ, καὶ ζῆλοι καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Καθάπερ γὰρ τὸ πῦρ, ὅταν μὲν ξηρὰ εὕρῃ ξύλα, μίαν τὰ πάντα ἐργάζεται πυρὰν, ὅταν δὲ ὑγρὰ, οὐδὲ ἐνεργεῖ οὐδὲ συγκολλᾶται· οὕτω καὶ ἐνταῦθα· οὐδὲν τῶν ψυχρῶν αὐτὴν συσφίγξαι δύναται, ἕκαστον δὲ ὡς ἐπὶ τὸ πολὺ τῶν θερμῶν. Ἀπὸ τούτου γοῦν καὶ ἡ θερμότης τῆς ἀγάπης τίκτεται· ἀπὸ τοῦ συνδέσμου τῆς εἰρήνης βούλεται συνδῆσαι πάντας ἡμᾶς. Καθάπερ γὰρ, φησὶν, ἐὰν θέλῃς σαυτὸν ἑτέρῳ προσδῆσαι, ἄλλως οὐ δυνήσῃ, ἀλλ' ἢ διὰ τοῦ κἀκεῖνον σαυτῷ προσδῆσαι, καὶ εἰ ἐθέλοις διπλοῦν ποιῆσαι τὸν δεσμὸν, χρὴ κἀκεῖνόν σε προσδεθῆναι· οὕτω καὶ ἐνταῦθα ἀλλήλοις προσδεδέσθαι βούλεται, οὐχ ἁπλῶς εἰρηνεύειν, οὐδὲ ἁπλῶς φιλεῖν, ἀλλ' ἐν πᾶσιν εἶναι μίαν ψυχήν. Καλὸς οὗτος ὁ δεσμός· τούτῳ τῷ δεσμῷ καὶ ἀλλήλοις καὶ πρὸς τὸν Θεὸν συνδήσωμεν ἑαυτούς. Οὐ θλίβει, οὐ πιέζει τὰς δεδεμένας χεῖρας οὗτος ὁ δεσμὸς, ἀλλ' ἀνίησι καὶ ἐν εὐρυχωρίᾳ καθίστησι πολλῇ καὶ τῶν λελυμένων μᾶλλον εὐθυμεῖσθαι ποιεῖ. Ὁ ἰσχυρὸς καὶ δεδεμένος μετὰ τοῦ ἀσθενοῦς διαβαστάζει τε ἐκεῖνον, καὶ οὐκ ἀφίησιν ἀπολέσθαι· κἂν μετὰ τοῦ ῥᾳθύμου προσδεθῇ, διεγείρει μᾶλλον αὐτόν. Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, φησὶν, ὡς πόλις ὀχυρά. Ταύτην τὴν ἅλυσιν οὐχ ὁδῶν διάστημα κωλῦσαι δύναται, οὐκ οὐρανὸς, οὐ γῆ, οὐ θάνατος, οὐκ ἄλλο οὐδὲν, ἀλλὰ πάντων ἐστὶ κρείττων καὶ ἰσχυροτέρα· αὕτη καὶ ἀπὸ μιᾶς τεχθεῖσα ψυχῆς, δύναται ὁμοῦ πολλοὺς περιλαβεῖν. Ἄκουε γὰρ Παύλου λέγοντος· Οὐ στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Πλατύνθητε καὶ ὑμεῖς. Τί δὴ οὖν τοῦτον λυμαίνεται τὸν δεσμόν; Χρημάτων ἔρως, φιλαρχίας, δόξης καὶ τῶν ἄλλων τοιούτων· χαύνους αὐτοὺς ποιεῖ καὶ διακόπτει. Πῶς οὖν, ἵνα μὴ διακοπῶσιν; Ἐὰν ταῦτα ἐκποδὼν γένηται, καὶ μηδὲν παρενοχλῇ τῶν διαφθειρόντων τὴν ἀγάπην. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Οὐδὲν οὕτως ἐναντίον ἀγάπῃ, ὡς ἁμαρτία, καὶ οὐ λέγω τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ τῇ πρὸς τὸν πλησίον. Πῶς οὖν καὶ λῃσταὶ εἰρηνεύουσι, φησί; Πότε, εἰπέ μοι; Πάντως, ὅταν οὐ λῃστρικῷ τρόπῳ χρήσωνται. Ἂν γὰρ ἐν αὐτοῖς, οἷς ἂν διανέμωνται, μὴ τοὺς νόμους φυλάξωσι τοὺς τοῦ δικαίου, καὶ ἑκάστῳ ἀπονείμωσι τὸ δίκαιον, εὑρήσεις ἂν κἀκείνους ἐν πολέμοις καὶ μάχαις. Ὥστε οὐδὲ ἐν τοῖς κακοῖς τὴν εἰρήνην ἔστιν εὑρεῖν· πανταχοῦ δὲ ταύτην ἔστιν εὑρεῖν, ὅπου ἂν μετὰ δικαιοσύνης καὶ ἀρετῆς βιῶσιν. Ἀλλὰ τί; ἀντερασταὶ εἰρηνεύουσιν; Οὐδαμῶς. Ἀλλὰ τίνα βούλει εἴπω; Πλεονέκτης μετὰ πλεονέκτου οὐκ ἂν εἰρηνεύσειέ ποτε· ὡς εἴ γε μὴ ἦσαν δίκαιοι καὶ ἐπιεικεῖς, καὶ ἀδικούμενοι μεταξὺ αὐτῶν, καὶ διεσπάσθη ἂν τὸ γένος. Καθάπερ γὰρ δύο θηρίων σφόδρα πεινώντων, ἂν μή τι γένοιτο μέσον τὸ δυνάμενον ὑπ' αὐτῶν ἀναλωθῆναι, ἑαυτὰ κατεσθίουσιν· οὕτω καὶ ἐπὶ τῶν πλεονεκτῶν καὶ τῶν κακῶν ἐγένετο ἄν. Ὥστε οὐκ ἔνι εἰρήνην εἶναι, μὴ πρότερον ἀρετῆς κατορθωθείσης. Κατασκευάσωμεν δὲ καὶ πόλιν, εἰ βούλει, πάντων πλεονεκτῶν καὶ ἰσοτίμων, καὶ μηδεὶς φερέτω ψῆφον τοῦ ἀδικεῖσθαι, ἀλλὰ πάντες ἀδικείτωσαν· μὴ δύναται συστῆναι ἡ πόλις ἐκείνη; Οὐδαμῶς. Ἀλλὰ μοιχῶν ἔστιν εἰρήνη; Ἀλλ' οὐχὶ εὑρήσεις οὐδὲ δύο ὁμονοοῦντας. Ὥστε οὐδὲν τούτου αἴτιον πάλιν, ἢ τὸ τὴν ἀγάπην ψυγῆναι· τοῦ δὲ τὴν ἀγάπην ψυγῆναι αἴτιον τὸ πληθυνθῆναι τὴν ἀνομίαν. Εἰς γὰρ φιλαυτίαν ἄγει τοῦτο, καὶ διαιρεῖ καὶ σχίζει τὸ σῶμα, καὶ χαυνοῖ καὶ διασπᾷ. Ἔνθα δὲ ἀρετὴ, τὸ ἐναντίον ποιεῖ· ὁ μὲν γὰρ ἐνάρετος καὶ χρημάτων κρείττων. Ὥστε κἂν μυρίοι ὦσιν ἐν πενίᾳ, δύναιντ' ἂν εἶναι εἰρηνικοί· οἱ δὲ πλεονέκται, κἂν δύο ὦσιν, οὐδέποτε δύνανται ἐν εἰρήνῃ εἶναι. δʹ. Ὥστε ἐὰν ἡμεῖς ὦμεν ἐνάρετοι, ἡ ἀγάπη οὐκ ἀπολεῖται· ἀπὸ γὰρ ἀγάπης ἡ ἀρετὴ, καὶ ἀπὸ ἀρετῆς ἡ ἀγάπη. Καὶ πῶς, ἐγὼ λέγω· Ὁ ἐνάρετος οὐ προτιμᾷ χρήματα φιλίας, οὐδὲ μνησίκακός ἐστιν, οὐδὲ ἀδικεῖ τὸν πλησίον· οὐχ ὑβρίζει, φέρει πάντα γενναίως. Ἀπὸ τούτων ἡ ἀγάπη συνίσταται. Πάλιν ὁ ἀγαπῶν, πάντα ταῦτα ὑφίσταται. Οὕτως ἀλλήλων ἐστὶ κατασκευαστικά. Καὶ τοῦτο μὲν ἐντεῦθεν δείκνυται, ὅτι ἀπὸ ἀρετῆς ἡ ἀγάπη· τῷ γὰρ εἰπεῖν, Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη, τοῦτο ἐδήλωσεν· ὅτι δὲ ἀπὸ ἀγάπης ἡ ἀρετὴ, Ὁ ἀγαπῶν τὸν πλησίον, νόμον ἐπλήρωσε, φησίν. Ὥστε ἓν τῶν δύο εἶναι χρὴ ἢ σφόδρα φιλικὸν καὶ ἐρώμενον, ἢ σφόδρα ἐνάρετον. Ὁ γὰρ τὸ ἓν ἔχων, ἐξ ἀνάγκης καὶ τὸ ἕτερον κέκτηται· καὶ τοὐναντίον, ὁ μὴ εἰδὼς φιλεῖν, καὶ πονηρὰ ἐργάσεται· ὁ πονηρὰ ἐργαζόμενος, οὐδὲ φιλεῖν οἶδε. Μεταδιώξωμεν τοίνυν τὴν ἀγάπην· φρούριον γάρ ἐστι πρὸς τὸ μηδὲν συγχωρῆσαι ἡμᾶς παθεῖν κακόν· συνδήσωμεν ἑαυτούς. Μηδὲν δολερὸν ἔστω παρ' ἡμῖν, μηδὲν ὕπουλον· οὐδὲν γὰρ εὑρίσκεται τοιοῦτον, ἔνθα ἂν ᾖ φιλία. Εἶπε δὲ τοῦτο καὶ ἄλλος σοφός τις ἀνήρ· Ἐπὶ φίλον ἐὰν καὶ σπάσῃς ῥομφαίαν, μὴ ἀπελπίσῃς· ἔστι γὰρ ἐπάνοδος. Ἐπὶ φίλον ἐὰν ἀνοίξῃς τὸ στόμα, μὴ ἀπογνῷς· ἔστι γὰρ διαλλαγὴ, ἄνευ ὀνειδισμοῦ, καὶ μυστηρίων ἀποκαλύψεως, καὶ πληγῆς δολίας. Ἐν τούτοις ἀποφεύγει φίλος, ἐν ἀποκαλύψει, φησὶ, μυστηρίων. Ἂν πάντες τοίνυν ὦμεν φίλοι, οὐδὲ μυστηρίων δεῖ· ὥσπερ γὰρ αὐτός τις πρὸς ἑαυτὸν οὐδὲν ἔχει μυστήριον, οὐδὲ αὐτὸς ἑαυτὸν κρύπτειν δυνήσεται· οὕτως οὐδὲ τοὺς φίλους. Οὐκ ὄντων οὖν μυστηρίων, ἀδύνατος ἡ ἐκ τούτου διακοπή. ∆ι' οὐδὲν γὰρ ἔχομεν μυστήρια, ἢ διὰ τὸ μὴ πᾶσι θαῤῥεῖν· ὥστε ὁ ψυγμὸς τῆς ἀγάπης πεποίηκε μυστήρια. Τί γὰρ ἔχεις μυστήριον; ἀδικῆσαι τὸν πλησίον βούλει; ἢ κωλύεις ἀγαθοῦ τινος μετέχειν, καὶ διὰ τοῦτο κρύπτεις; Ἀλλ' οὐδὲν τούτων· ἀλλ' αἰσχύνῃ; Οὐκοῦν τὸ μὴ θαῤῥεῖν τούτου τεκμήριον. Ἂν μὲν οὖν ἀγάπη ᾖ, οὐκ ἔσται μυστηρίων ἀποκάλυψις, ἀλλ' οὐδὲ ὀνειδισμός. Τίς γὰρ ἂν, εἰπέ μοι, καὶ πότε τῇ ἑαυτοῦ ψυχῇ ὀνειδίσειεν; Εἰ δὲ καὶ γένοιτο, ἐπὶ κέρδει. Ἐπεὶ καὶ παισὶν ὀνειδίζομεν, δακεῖν αὐτοὺς βουλόμενοι· καὶ ὁ Χριστὸς δὲ τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις, λέγων, Οὐαί σοι Χωραζὶν, οὐαί σοι Βηθσαϊδὰ, ἵνα ὀνειδισμῶν ἀπαλλάξῃ. Οὐδὲν γὰρ οὕτω δύναται καθάψασθαι διανοίας, καὶ διαναστῆσαι μᾶλλον αὐτὴν, καὶ παρειμένην ἀνορθῶσαι. Μὴ δὴ ὀνειδίζωμεν ἁπλῶς ἀλλήλους. Τί γάρ; ἐπὶ χρήμασιν αὐτὸν ὀνειδίσεις; Μηδαμῶς, εἴ γε κοινὰ τὰ ὄντα κέκτησαι. Ἀλλ' ἐπὶ ἁμαρτήμασιν; Ἀλλ' οὐδὲ τοῦτο, ἀλλὰ μᾶλλον διορθώσεις. Καὶ πληγῆς, φησὶ, δολίας. Τί ποτε; ἑαυτὸν ἀναιρήσει; τίς δὲ πλήξει; Οὐδὲ εἷς. ∆ιώκωμεν τοίνυν τὴν ἀγάπην. Οὐκ εἶπεν ἁπλῶς, Ἀγαπῶμεν, ἀλλὰ, ∆ιώκωμεν. Πολλῆς δεῖ τῆς σπουδῆς· ταχέως ἀφανίζεται, ὀξεῖα πρὸς ἀναχώρησίν ἐστι· τοσαῦτα ἐν τῷ βίῳ τῷ πράγματι τούτῳ λυμαίνεται. Ἂν διώκωμεν αὐτὴν, οὐ φθάσει ἀπελθεῖν, ἀλλὰ ταχέως αὐτὴν ἐξελκύσομεν· ἡ ἀγάπη τοῦ Θεοῦ τῷ οὐρανῷ συνῆψε τὴν γῆν· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν ἄνθρωπον ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν ἐκάθισεν· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν Θεὸν ἔδειξεν ἐπὶ τῆς γῆς· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν ∆εσπότην δοῦλον ἐποίησεν· ἡ ἀγάπη τοῦ Θεοῦ ὑπὲρ τῶν ἐχθρῶν τὸν Ἀγαπητὸν, ὑπὲρ τῶν μισούντων τὸν Υἱὸν, ὑπὲρ τῶν δούλων τὸν ∆εσπότην, ὑπὲρ τῶν ἀνθρώπων τὸν Θεὸν, ὑπὲρ οἰκετῶν τὸν ἐλεύθερον ἐκδοθῆναι ἐποίησε. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπὶ μείζονα ἡμᾶς ἐκάλεσεν. Οὐ γὰρ μόνον ἀπήλλαξεν ἡμᾶς τῶν προτέρων κακῶν, ἀλλὰ καὶ πολλῷ μείζονα δώσειν ἕτερα ἐπηγγείλατο. Ὑπὲρ δὴ τούτων εὐχαριστήσαντες τῷ Θεῷ, πᾶσαν ἀρετὴν μετέλθωμεν, καὶ πρὸ πάντων τὴν ἀγάπην μετ' ἀκριβείας κατορθώσωμεν, ἵνα καταξιωθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος. τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

11.ΟΜΙΛΙΑ Ιʹ.ʹἛν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν. αʹ. Ὅταν ἐπί τι μεῖζον παρακαλῇ ὁ μακάριος Παῦλος, συνετὸς ὢν σφόδρα καὶ πνευματικὸς, ἀπὸ τῶν ἐν τοῖς οὐρανοῖς ποιεῖται τὴν παράκλησιν, τοῦτο δὴ αὐτὸ παρὰ τοῦ Κυρίου μεμαθηκώς· καθὼς καὶ ἀλλαχοῦ φησι· Περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν· καὶ πάλιν,
α ʹΤοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Ὅταν γὰρ ᾖ τὰ ὑποδείγματα τὰ προκείμενα μεγάλα, σφοδρός ἐστι ζήλῳ καὶ τῷ πόθῳ. Τί οὖν φησιν, εἰς ἑνότητα προτρέπων ἡμᾶς; Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Τί δέ ἐστιν, Ἓν σῶμα; Οἱ πανταχοῦ τῆς οἰκουμένης πιστοὶ καὶ ὄντες καὶ γενόμενοι καὶ ἐσόμενοι. Πάλιν καὶ οἱ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας εὐηρεστηκότες, ἓν σῶμά εἰσι. Πῶς; Ὅτι κἀκεῖνοι τὸν Χριστὸν ᾔδεσαν. Πόθεν δῆλον; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν, φησὶν, ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε, καὶ ἐχάρη· καὶ πάλιν, Εἰ ἐπιστεύσατε, φησὶ, Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε, καὶ οἱ προφῆται. Οὐκ ἂν δὲ ἔγραψαν περὶ οὗ ἠγνόουν ἃ ἔλεγον· εἰδότες δὲ αὐτὸν, καὶ προσεκύνουν. Ὥστε κἀκεῖνοι ἓν σῶμα. Οὐ διέστηκε σῶμα πνεύματος, ἐπεὶ οὐκ ἂν εἴη σῶμα. Οὕτω καὶ ἡμῖν ἔθος ἐπὶ τῶν ἡνωμένων καὶ πολλὴν τὴν ἀκολουθίαν ἐχόντων λέγειν· Ἓν σῶμά ἐστιν. Οὕτω καὶ ἐπὶ τῆς ἑνώσεως τὸ σῶμα λαμβάνομεν μιᾷ κεφαλῇ. Εἰ δὲ μία κεφαλὴ καὶ ἓν σῶμα, τὸ σῶμα ἐξ ἐντίμων καὶ ἀτίμων σύγκειται μελῶν. Πλὴν ἀλλ' οὔτε τοῦ φαυλοτάτου τὸ μεῖζον κατεξανίσταται, οὔτε τοῦτο ἐκείνῳ διαφθονεῖται. Καίτοι γε οὐ τὴν αὐτὴν συντέλειαν τὰ πάντα εἰσφέρει, ἀλλὰ κατὰ τὸν τῆς ἀνάγκης λόγον. Καὶ ὅτι πάντα ἀναγκαίως γεγένηται, καὶ εἰς χρείας διαφόρους, πάντα ὁμότιμα. Ἔστι δὲ τὰ μὲν κυριώτατα, τὰ δὲ ἧττον· οἷον, ἡ κεφαλὴ παντὸς τοῦ σώματός ἐστι κυριωτέρα, τάς τε αἰσθήσεις πάσας ἐν ἑαυτῇ ἔχουσα, καὶ τὸ τῆς ψυχῆς ἡγεμονικόν· καὶ κεφαλῆς ἄνευ ζῆσαι οὐκ ἔνι· ποδῶν δὲ ἐκκοπέντων πολλοὶ πολὺν χρόνον ἐβίωσαν. Ὥστε οὐ τῇ θέσει μόνον αὕτη βελτίων ἐκείνων, ἀλλὰ καὶ αὐτῇ τῇ ἐνεργείᾳ καὶ τῇ τάξει. Τί δὴ τοῦτο λέγω; Εἰσὶν ἐν τῇ Ἐκκλησίᾳ πολλοὶ, εἰσὶν εἰς ὕψος ἀνωρθωμένοι, καθάπερ ἡ κεφαλὴ, τὰ οὐράνια περισκοποῦντες, καθάπερ οἱ ὀφθαλμοὶ οἱ ἐν τῇ κεφαλῇ, πολὺ τῆς γῆς ἀφεστηκότες, οὐδὲν ἔχοντες κοινὸν πρὸς αὐτήν· ἄλλοι δὲ ποδῶν τάξιν ἐπέχουσι, τὴν γῆν πατοῦντες, ποδῶν μέντοι ὑγιεινῶν. Οὐ γὰρ τὸ τὴν γῆν πατεῖν ἔγκλημα ποδῶν, ἀλλὰ τὸ εἰς πονηρίαν τρέχειν· Οἱ πόδες γὰρ αὐτῶν, φησὶν, εἰς πονηρίαν τρέχουσι. Μήτε δὴ οὖν οὗτοι, φησὶ, μέγα φρονείτωσαν κατὰ τῶν ποδῶν, μηδὲ ἐκεῖνοι τούτοις βασκαινέτωσαν· ἐπεὶ τὸ οἰκεῖον ἑκάστου κάλλος ἀνῄρηται, καὶ ἡ χρεία ἡ αὐτοτελὴς ἐμπεπόδισται· καὶ εἰκότως· ὁ γὰρ τῷ πλησίον ἐπιβουλεύων, ἑαυτῷ πρῶτον ἐπεβούλευσεν. Ἄν τε οὖν οἱ πόδες μὴ βουληθῶσι κομίσαι που τὴν κεφαλὴν εἰς ἔξοδον ἀναγκαίαν, καὶ ἑαυτοῖς ἐλυμήναντο διὰ τῆς ἀκινησίας καὶ τοῦ ὄκνου· ἄν τε ἡ κεφαλὴ μηδεμίαν βουληθῇ τῶν ποδῶν ποιήσασθαι τὴν πρόνοιαν, αὕτη πρώτη τὴν βλάβην ἐδέξατο. Ἀλλ' ἐκεῖνα μὲν εἰκότως ἀλλήλων οὐ κατεξανίσταται· φυσικῶς γὰρ οὕτω τέτακται· ἄνθρωπον δὲ πῶς δυνατὸν ἀνθρώπου μὴ κατεξαναστῆναι; Οὐδὲ γὰρ ἀγγέλων τις κατεξανίσταται· ἐπειδὴ οὔτε ἐκεῖνοι τῶν ἀρχαγγέλων· οὐδὲ ἐμοῦ πάλιν τὰ ἄλογα μεῖζόν τι φρονῆσαι δύναται· ἔνθα δὲ ὁμότιμος ἡ φύσις καὶ μία ἡ δωρεὰ, καὶ οὐδὲν οὗτος ἐκείνου πλέον ἔσχηκε, πῶς οὐ μὴ κατεξαναστῇ; Καὶ μὴν διὰ ταῦτα κατεξαναστῆναι οὐκ ὀφείλεις κατὰ τοῦ πλησίον. Εἰ γὰρ πάντα κοινὰ, καὶ οὐδὲν ἕτερος ἑτέρου πλέον ἔχει, πόθεν ἡ ἀπόνοια; Φύσεως μετέχομεν τῆς αὐτῆς, ψυχῆς καὶ σώματος ὁμοίως, τὸν αὐτὸν ἀναπνέομεν ἀέρα, ταῖς αὐταῖς κεχρήμεθα τροφαῖς· πόθεν ἡ ἐξανάστασις; Καὶ μὴν τὸ δύνασθαι διὰ τὴν ἀρετὴν τῶν ἀσωμάτων περιγίνεσθαι δυνάμεων ἱκανὸν εἰς ἀλαζονείαν ἀγαγεῖν· μᾶλλον δὲ οὐκ ἂν εἴη τοῦτο ἀλαζονεία. Ἐγὼ γὰρ εἰκότως κατὰ τοῦ δαίμονος μέγα φρονῶ, καὶ σφόδρα μέγα. Καὶ ὅρα καὶ Παῦλος πῶς μέγα ἐφρόνει κατὰ τοῦ δαίμονος. Ὅτε γὰρ μεγάλα περὶ αὐτοῦ ἔλεγε καὶ θαυμαστὰ ὁ δαίμων, ἐπεστόμισεν αὐτὸν, οὐδὲ κολακεύοντος ἀνασχόμενος. Λεγούσης γὰρ ἐκείνης τῆς παιδίσκης τῆς τὸ πνεῦμα τοῦ πύθωνος ἐχούσης, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας, ἐπιτιμήσας σφοδρῶς ἐπεστόμισεν αὐτοῦ τὴν ἀναίσχυντον γλῶσσαν. Καὶ πάλιν ἀλλαχοῦ γράφει λέγων· Συντρίψει ὁ Θεὸς τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Μή τι τὸ τῆς φύσεως παρηλλαγμένον ἐποίησεν; βʹ. Ὁρᾷς ὅτι οὐδὲν ποιεῖ τὸ τῶν φύσεων μέσον, ἀλλὰ τὸ τῆς προαιρέσεως;∆ιὰ τὴν προαίρεσιν τοίνυν πολὺ χείρους ἁπάντων εἰσίν. Ἀλλ' ἀγγέλου οὐ κατεξανίσταμαι, φησί· πολὺ γὰρ τὸ μέσον ἐμοῦ κἀκείνου. Καὶ μὴν ἀνθρώπου κατεξανίστασθαι οὐκ ὀφείλεις, οὐ μᾶλλον ἢ ἀγγέλου. Ὁ μὲν γὰρ ἄγγελος τῇ φύσει σοῦ διέστηκεν, ὅπερ οὔτε ἐγκώμιον ἐκείνου, οὔτε κακία γένοιτο· ἄνθρωπος δὲ ἀνθρώπου οὐκέτι φύσει, ἀλλὰ προαιρέσει διέστηκε· καὶ ἔστι καὶ ἐν ἀνθρώποις ἄγγελος. Ὥστε εἰ κατ' ἀγγέλων μὴ κατεξανίστασαι, πολλῷ μᾶλλον κατὰ ἀνθρώπων τῶν ἐν τῇ φύσει ταύτῃ γενομένων ἀγγέλων. Εἰ γὰρ γένοιτο ἐν ἀνθρώποις ἐνάρετος οὕτως ὡς ἄγγελος, πολύ σου μᾶλλον οὗτος μείζων, ἢ ἐκεῖνός ἐστι. Τί δήποτε; Ὅτι ὅπερ ἀπὸ φύσεως ἔσχεν ἐκεῖνος, τοῦτο κατώρθωσεν ἀπὸ προαιρέσεως αὐτός· καὶ ὅτι ἀπῴκισταί σου ὁ ἄγγελος καὶ τῷ τόπῳ καὶ τὸν οὐρανὸν οἰκεῖ· οὗτος δὲ ἀναστρέφεται μετὰ σοῦ, καὶ δίδωσί σοι τοῦ ζήλου ῥοπήν. Καὶ μὴν καὶ οὗτος ἀπῴκισται μᾶλλον ἢ ἐκεῖνος. Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς. Ὅτι δὲ μᾶλλον οὗτος ἀπῴκισται, ἄκουσον, ποῦ αὐτοῦ κάθηται ἡ κεφαλή· Εἰς τὸν θρόνον, φησὶ, τὸν βασιλικόν· ὅσῳ δὲ πόῤῥω ἡμῶν ὁ θρόνος, τοσούτῳ καὶ οὗτος. Ἀλλ' ὁρῶ τιμῆς ἀπολαύοντα, φησὶ, καὶ εἰς ζηλοτυπίαν ἄγομαι. Τοῦτο γάρ ἐστιν ὃ πάντα ἄνω καὶ κάτω πεποίηκε, καὶ οὐ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν Ἐκκλησίαν μυρίων ἐνέπλησε θορύβων. Καὶ καθάπερ εἰς λιμένα γαληνὸν πνεύματα ἄγρια ἐξ ἐναντίας ἐμπεσόντα, πάσης σπιλάδος καὶ παντὸς πορθμοῦ ἐπισφαλέστερον αὐτὸν καθίστησιν· οὕτω δὴ καὶ ὁ τῆς δόξης ἔρως ἐπεισελθὼν, πάντα ἀνέτρεψε καὶ συνέχεε. Παραγεγόνατε πολλάκις ἐμπρησμῷ οἰκιῶν μεγάλων· εἴδετε πῶς ἄνεισιν εἰς τὸν οὐρανὸν ὁ καπνὸς, καὶ μηδενὸς προσιόντος σβέσαι τὸ κακὸν, ἀλλὰ τὸ καθ' ἑαυτὸν ἑκάστου σκοπουμένου, μετὰ πολλῆς τῆς ἡσυχίας τὸ πῦρ ἅπαντα ἐπινέμεται· καὶ περιέστηκε μὲν πολλάκις κύκλῳ πᾶσα ἡ πόλις, περιεστήκασι δὲ θεαταὶ κακῶν, οὐ σύμμαχοι οὐδὲ βοηθοί· καὶ ἔστιν ἰδεῖν οὐδὲν ποιοῦντας ἅπαντας τοὺς περιεστῶτας, ἀλλ' ἕκαστον αὐτῶν τὴν χεῖρα ἐκτείνοντα, καὶ τῷ προσφάτως ἐλθόντι πρὸς τὸν τόπον ἐπιδεικνύντα, ἢ διὰ θυρίδος λαμπάδα ἐξαλλομένην συνεχῶς, ἢ δοκοὺς καταῤῥιπτομένας, ἢ περίβολον ὁλόκληρον τῶν ἐρεισμάτων ἀποσπασθέντα καὶ πρὸς τὴν γῆν ἐπειγόμενον. Εἰσὶ δὲ πολλοὶ τῶν τολμηρῶν καὶ ῥιψοκινδύνων, οἳ καὶ πλησίον αὐτῶν γενέσθαι τῶν καιομένων οἰκοδομημάτων κατετόλμησαν, οὐχ ὥστε χεῖρα ὀρέξαι αὐτοῖς καὶ σβέσαι τὸ κακὸν, ἀλλ' ὥστε ἡδυτέραν γενέσθαι τὴν θέαν, ἐκ τοῦ σύνεγγυς πάντα δυναμένων αὐτῶν περισκοπεῖν, ἃ τοὺς ἔξωθεν πολλάκις ἔλαθεν. Εἰ δὲ καὶ λαμπρὰ καὶ μεγάλη τύχοι οὖσα ἡ οἰκία, ἐλεεινὸν θέαμα καὶ πολλῶν αὐτοῖς δακρύων ἄξιον εἶναι δοκεῖ. Καὶ ἔστιν ἀληθῶς ἰδεῖν θέαμα ἐλεεινὸν, κιόνων κεφαλὰς κόνιν γινομένας, πολλοὺς δὲ καὶ αὐτοὺς διακεκλασμένους, τοὺς μὲν τοῦ πυρὸς κατεργαζομένου, τοὺς δὲ πολλάκις τῶν οἰκοδομησάντων αὐτοὺς χειρῶν ὠθουσῶν, ὥστε μὴ πλείονα τροφὴν γενέσθαι τῷ πυρί. Ἔστι δὲ ἰδεῖν ἀγάλματα, ἃ μετὰ πολλοῦ τοῦ κόσμου, τῆς ὀροφῆς ἐπικειμένης, εἰστήκει, ἀνακαλυφθέντα, τῆς στέγης ἀφαιρεθείσης, καὶ ἐν αἰθρίῳ μετὰ πολλῆς τῆς ἀμορφίας ἑστηκότα. Τί δέ; τὸν πλοῦτον τὸν ἔνδον ἐναποκείμενον τίς διηγήσαιτο, τὰ ἱμάτια τὰ χρυσᾶ, καὶ τὰ σκεύη τὰ ἀργυρᾶ; Καὶ γὰρ ἔνθα μόνος ὁ δεσπότης εἰσῄει μετὰ τῆς ἑαυτοῦ συζύγου, ἔνθα τῶν πολλῶν ἱματίων καὶ ἀρωμάτων τὸ ταμεῖον ἦν, τῶν λίθων τῶν πολυτελῶν τὰ δοχεῖα, μιᾶς πυρᾶς γενομένης, καὶ βαλανευταὶ καὶ κοπρῶναι καὶ δραπέται καὶ πάντες λοιπὸν ἔνδον, καὶ πάντα τὰ ἔνδον ὕδωρ καὶ πῦρ καὶ πηλὸς καὶ κόνις, καὶ ξύλα ἡμίκαυστα. Τί δὲ τὴν εἰκόνα ταύτην ἐπιπλέον ἐξέτεινα; Οὐχ ἁπλῶς οἰκίας ἐμπρησμὸν ὑπογράψαι βουλόμενος· τί γάρ μοι τούτου μέλει; ἀλλὰ παραστῆσαι βουλόμενος τοῖς ὑμετέροις ὀφθαλμοῖς, ὡς οἷόν τε, τὰ τῆς Ἐκκλησίας κακά. Καθάπερ γὰρ ἐμπρησμὸς ὄντως, ἢ σκηπτός τις ἄνωθεν φερόμενος, οὕτως εἰς αὐτὸν κατηνέχθη τῆς Ἐκκλησίας τὸν ὄροφον, καὶ οὐδένα διανίστησιν· ἀλλὰ τῆς οἰκίας τῆς πατρῴας καιομένης, καθεύδομεν ὕπνον τινὰ βαθὺν καὶ ἀναίσθητον. Τίνος γὰρ οὐχ ἥψατο τοῦτο τὸ πῦρ; ποίων ἀγαλμάτων τῶν ἐν Ἐκκλησίᾳ ἑστώτων; Ἐκκλησία γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ διὰ τῶν ἡμετέρων ψυχῶν ᾠκοδομημένη οἰκία. Ἡ δὲ οἰκία αὕτη οὐκ ἔστιν ἰσότιμος ἅπασα, ἀλλὰ τῶν εἰς αὐτὴν συντελούντων λίθων οἱ μέν εἰσι λαμπροὶ καὶ φαιδροὶ, οἱ δὲ ἐκείνων μὲν ἐλάττους καὶ ἀμαυρότεροι, πολλῷ δὲ ἄλλων βελτίους. Ἔστιν ἰδεῖν ἐνταῦθα πολλοὺς καὶ χρυσοῦ τάξιν ἐπέχοντας, χρυσοῦ τοῦ κοσμοῦντος τὸν ὄροφον· ἔστιν ἰδεῖν καὶ τὸν ἀπὸ ἀγαλμάτων κόσμον ἄλλους παρεχομένους· πολλοὺς ἔστιν ἰδεῖν ὡς στύλους ἑστῶτας. Οἶδε γὰρ καὶ ἀνθρώπους στύλους καλεῖν, οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ τῷ κάλλει πολὺν παρέχοντας κόσμον, κεφαλὰς ἔχοντας κεχρυσωμένας. Ἔστι πλῆθος ἰδεῖν, ὡς ἐπὶ πολὺ τὸ διάστημα καὶ τὴν εὐρυχωρίαν τῶν περιβόλων εἶναι· τὸ γὰρ πολὺ πλῆθος τὴν τάξιν ἐπέχει τῶν λίθων τῶν τοὺς τοίχους οἰκοδομούντων. γʹ. Μᾶλλον δὲ ἐπὶ λαμπροτέραν ἐλθεῖν εἰκόνα δεῖ. Αὕτη ἡ Ἐκκλησία οὐκ ἀπὸ τῶν λίθων τούτων ᾠκοδόμηται, ἀλλ' ἀπὸ τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τῶν λίθων τῶν τιμίων, καὶ πολὺς πανταχοῦ διέσπαρται ὁ χρυσός. Ἀλλ' ὢ τῶν πικρῶν δακρύων! πάντα γὰρ ταῦτα κατέφλεξε τῆς κενοδοξίας ἡ τυραννὶς, ἡ παμφάγος αὕτη φλὸξ, καὶ οὐδεὶς ἀνωτέρω τοῦ πράγματος γέγονεν· ἀλλ' ἑστήκαμεν τὴν μὲν φλόγα θαυμάζοντες, σβέσαι δὲ τὸ κακὸν οὐκέτι δυνάμενοι. Κἂν σβέσωμεν δὲ πρὸς βραχὺν καιρὸν, ἀλλὰ πάλιν μετὰ δύο καὶ τρεῖς ἡμέρας ὥσπερ ἀπό τινος σποδιᾶς σπινθὴρ ἐντυφόμενος ἀνέτρεψεν ἅπαντα, καὶ ὅσα τοῖς πρότερον οὐ κατειργάσατο. Οὕτω δὴ καὶ ἐνταῦθα γίνεται· καὶ γὰρ καὶ ἐπὶ τῆς πυρκαϊᾶς τοῦτο συμβαίνειν ἔθος ἐστί. Τὸ δὲ αἴτιον, τῶν στύλων αὐτῶν τῆς Ἐκκλησίας τὰ ἐρείσματα διέφυγεν ἡμᾶς, τοὺς τὸν ὄροφον ἀνέχοντας, καὶ πρότερον πᾶσαν συγκρατοῦντας τὴν οἰκοδομίαν περιέβαλε τῷ πυρί. ∆ιὰ τοῦτο καὶ εἰς τοὺς λοιποὺς τοίχους εὔκολος γέγονεν ἡ διαδρομή. Καὶ γὰρ ἐπὶ τῶν οἰκοδομημάτων, ὅταν μὲν ξύλων ἐπιλάβηται, μᾶλλον ὁπλίζεται κατὰ τῶν λίθων· ὅταν δὲ τοὺς στύλους κατενέγκῃ καὶ ῥίψῃ χαμαὶ, οὐδὲν δεῖται λοιπὸν πρὸς τὸ τὰ λοιπὰ τῇ φλογὶ κατεργάσασθαι. Τῶν γὰρ ἐρειδόντων καὶ ὑποστηριζόντων τὰ ἄνω καταπιπτόντων, αὐτόματα κἀκεῖνα μετὰ πολλῆς τῆς ἑτοιμότητος τούτοις ἕπεται. Οὕτω δὴ καὶ νῦν γέγονεν ἐπὶ τῆς Ἐκκλησίας· πάντων τὸ πῦρ ἐπελάβετο· τιμὰς τὰς παρὰ ἀνθρώπων ζητοῦμεν, καὶ περὶ τὴν δόξαν ἐκκαιόμεθα, καὶ οὐκ ἀκούομεν τοῦ Ἰὼβ λέγοντος· Εἰ καὶ ἁμαρτὼν ἀκουσίως, διετράπην πολυοχλίαν; Εἶδες ψυχὴν ἐνάρετον; Οὐκ ᾐσχύνθην, φησὶν, ἐναντίον τοῦ πλήθους παντὸς εἰπεῖν τὰ ἀκούσια ἁμαρτήματα. Εἰ δὲ ἐκεῖνος οὐκ ᾐσχύνετο, πολλῷ μᾶλλον ἡμᾶς ἐχρῆν τοῦτο ποιεῖν. Λέγε γὰρ σὺ, φησὶ, τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Πολλὴ γέγονεν ἡ σφοδρότης τούτου τοῦ κακοῦ, πάντα ἀνατέτραπται καὶ ἠφάνισται. Τιμῆς δοῦλοι γεγόναμεν, ἀφέντες τὸν Θεόν· οὐκέτι τοῖς ἀρχομένοις ἐπιπλῆξαι δυνάμεθα, τῷ αὐτῷ καὶ αὐτοὶ κατεχόμενοι πυρετῷ· καὶ αὐτοὶ δὲ δεόμεθα ἰατρείας, οἱ ταχθέντες εἰς τὸ θεραπεύειν τοὺς ἄλλους ὑπὸ τοῦ Θεοῦ. Ποία λοιπὸν ἐλπὶς σωτηρίας ὑπολείπεται, τῶν ἰατρευόντων καὶ αὐτῶν τῆς ἑτέρων δεομένων χειρός; Ταῦτα οὐχ ἁπλῶς εἶπον, οὐδὲ μάτην ὀδύρομαι, ἀλλ' ἵνα κοινῇ πάντες μετὰ γυναικῶν καὶ παίδων σποδὸν καταπασάμενοι, καὶ σάκκον περιζωσάμενοι, νηστείαν ἐπιτείνωμεν, τὸν Θεὸν παρακαλέσωμεν αὐτὸν ἡμῖν χεῖρα ὀρέξαι, καὶ σβέσαι τὸ δεινόν. Τῆς γὰρ ἐκείνου χειρὸς ὄντως χρεία, τῆς μεγάλης, τῆς θαυμαστῆς. Μείζονα τῶν Νινευϊτῶν γενέσθαι δεῖ παρ' ἡμῶν. Ἔτι τρεῖς ἡμέραι, φησὶ, καὶ Νινευῒ καταστραφήσεται. Φοβερὸν τὸ κήρυγμα, καὶ πολλῆς γέμον τῆς ἀπειλῆς· πῶς γὰρ οὔ; μετὰ τρεῖς ἡμέρας προσδοκᾷν τὴν πόλιν αὐτοῖς ἔσεσθαι τάφον, καὶ μιᾷ τιμωρίας ἰδέᾳ πάντας ἀπολέσθαι. Εἰ γὰρ ὅταν συμβῇ κατὰ τὸν καιρὸν ἐν οἰκίᾳ μιᾷ δύο παῖδας ἀπολέσθαι, ἀφόρητον γίνεται τὸ δεινὸν, καὶ εἰ τῷ Ἰὼβ τοῦτο μάλιστα πάντων ἔδοξεν εἶναι ἀφόρητον, ὅτι πᾶσιν αὐτοῦ τοῖς παισὶν ἔπεσεν ὁ ὄροφος, καὶ οὕτως ἀνηρέθησαν· τί ἦν, ἰδεῖν οὐ μίαν οἰκίαν, οὐδὲ δύο παῖδας, ἀλλ' ἔθνος δώδεκα μυριάδων ὑπὸ τῶν ὀρόφων καταχωννύμενον; Ἴστε ἡλίκον τὸ δεινόν. Καὶ γὰρ καὶ ἡμῖν πρώην αὕτη γέγονεν ἡ ἀπειλὴ, οὐ προφήτου τινὸς φωνὴν ἀφιέντος (οὐ γὰρ ἄξιοι ἡμεῖς τοιαύτης ἀκοῦσαι φωνῆς), ἀλλὰ πάσης σάλπιγγος εὐσημότερον τῆς ἄνωθεν ἀπειλῆς ἀνακραγούσης. Ἀλλ', ὅπερ ἔφην, Ἔτι τρεῖς ἡμέραι, φησὶ, καὶ Νινευῒ καταστραφήσεται. Φοβερὰ ὄντως ἡ ἀπειλή. Ἀλλ' οὐδὲν τοιοῦτόν ἐστι νῦν. Οὐ γὰρ ἔτι τρεῖς ἡμέραι, οὐδὲ Νινευῒ καταστραφήσεται, ἀλλὰ πολλαὶ ἡμέραι ἐξ οὗ τῆς οἰκουμένης ἡ Ἐκκλησία κατέστραπται, καὶ εἰς ἔδαφος κεῖται, πάντων ἐξ ἴσης τῷ κακῷ κατεχομένων, μᾶλλον δὲ τῶν ἐν ἀρχαῖς ὄντων τοῖς αὐτοῖς ὑπευθύνων· ὅθεν καὶ τὸ κακὸν χεῖρον, ὅσῳ καὶ πλείων αὐτοῖς ἡ ἀνάγκη. Μὴ τοίνυν θαυμάσητε διὰ τί μείζονα παρῄνεσα ποιεῖν τῶν Νινευϊτῶν· μᾶλλον δὲ οὐ νηστείαν κηρύττω νῦν μόνον, ἀλλὰ τὸ φάρμακον ἐκεῖνο ὑποδείκνυμι, ὃ καὶ τὴν πόλιν ἐκείνην πίπτουσαν ἀνέστησε. Ποῖον δὴ τοῦτο; Εἶδε Κύριος, φησὶν, ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῶν ὁδῶν αὐτοῦ τῶν πονηρῶν, καὶ μετενόησεν ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε ποιῆσαι αὐτοῖς. Τοῦτο πράττωμεν καὶ ἡμεῖς καὶ ὑμεῖς· ἀποστῶμεν τοῦ τῶν χρημάτων ἔρωτος, τοῦ τῆς δόξης, παρακαλοῦντες τὸν Θεὸν χεῖρα ὀρέξαι, καὶ διαναστῆσαι τὰ πεπτωκότα μέλη. Οὐδὲ γὰρ ὑπὲρ τῶν αὐτῶν ὁ φόβος. Τότε μὲν γὰρ λίθοι καὶ ξύλα καταπίπτειν ἔμελλον, καὶ σώματα ἀναιρεῖσθαι· νῦν δὲ τούτων οὐδὲν, ἀλλὰ ψυχαὶ τῷ τῆς γεέννης μέλλουσι παραδίδοσθαι πυρί. Παρακαλέσωμεν, ἐξομολογησώμεθα, ὑπὲρ τῶν προτέρων αὐτῷ χάριν ὁμολογήσωμεν, ὑπὲρ τῶν μελλόντων αἰτῶμεν ἵνα καταξιωθῶμεν, τοῦ θηρίου τούτου τοῦ χαλεποῦ καὶ δεινοτάτου ἀπαλλαγέντες, χάριν ἀναπέμψαι τῷ φιλανθρώπῳ Θεῷ καὶ Πατρὶ, μεθ' οὗ τῷ Υἱῷ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

12 .ΟΜΙΛΙΑ ΙαʹʹἛν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.

αʹ. Ἀγάπην ζητεῖ παρ' ἡμῶν ὁ Παῦλος οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν συγκολλῶσαν ἡμᾶς καὶ ἀδιασπάστως ἔχειν πρὸς ἀλλήλους ποιοῦσαν, καὶ τοσαύτην ἕνωσιν καὶ οὕτως ἀκριβῆ παρεχομένην, ὡσανεὶ μέλη πρὸς μέλη. Αὕτη γάρ ἐστιν ἡ τὰ μεγάλα ἐργαζομένη καλά. ∆ιὰ τοῦτό φησιν· Ἓν σῶμα, καὶ τῇ συμπαθείᾳ, καὶ τῷ μὴ βάλλεσθαι τοῖς ἑτέρων ἀγαθοῖς, καὶ τῷ συγχαίρειν. Καὶ πάντα ὁμοῦ διὰ τούτου δείξας, Καὶ ἓν πνεῦμα, καλῶς εἶπε, δεικνὺς ὅτι ἀπὸ τοῦ ἑνὸς σώματος ἓν πνεῦμα ἔσται, ἢ ὅτι ἔστι μὲν σῶμα εἶναι ἓν, οὐχ ἓν δὲ πνεῦμα· ὡς ἂν εἴ τις καὶ αἱρετικῶν φίλος εἴη· ἢ ἀπὸ τούτου πρὸς ὁμόνοιαν δυσωπεῖ, τοιοῦτό τι λέγων· Οἱ ἓν πνεῦμα λαβόντες, καὶ ἐκ μιᾶς ποτισθέντες πηγῆς, οὐκ ὀφείλετε διχονοεῖν· ἢ πνεῦμα ἐνταῦθα τὴν προθυμίαν φησίν. Εἶτα ἐπάγων, Καθὼς ἐκλήθητε, φησὶν, Ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν. Τουτέστιν, Ὁ Θεὸς ὑμᾶς ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν· οὐδὲν ἑτέρῳ πλέον ἀπένειμε τοῦ ἑτέρου· πᾶσιν ἀθανασίαν, πᾶσι ζωὴν αἰώνιον, πᾶσι δόξαν ἀθάνατον, πᾶσιν ἀδελφότητα, πᾶσι κληρονο μίαν ἐχαρίσατο. Κοινὴ πάντων ἐγένετο κεφαλὴ, πάντας συνήγειρε καὶ συνεκάθισεν. Οἱ τοίνυν ἐν τοῖς πνευματικοῖς τοσαύτην ἔχοντες ἰσοτιμίαν, πόθεν μέγα φρονεῖτε; ὅτι ὁ δεῖνα πλούσιος, καὶ ὁ δεῖνα ἰσχυρός; καὶ πῶς οὐκ ἂν εἴη τοῦτο γέλως; Εἰπὲ γάρ μοι, εἰ ὁ βασιλεύς ποτε λαβὼν ὀνόματα δέκα, πάντας ἁλουργίδα ἐνέδυσε, καὶ ἐπὶ τοῦ θρόνου ἐκάθισε τοῦ βασιλικοῦ, καὶ πᾶσιν ἔδωκε τὴν αὐτὴν τιμὴν, ἆρα ἂν τούτων ἐτόλμησέ τις ὀνειδίσαι τὸν ἕτερον, ὡς πλουσιώτερος ὢν, ἢ ὡς λαμπρότερος; Οὐδαμῶς. Καὶ οὔπω τὸ πᾶν εἴρηκα· οὐ γὰρ τοσοῦτον τὸ μέσον. Ἐν οὖν τοῖς οὐρανοῖς ἴσοι, καὶ κάτω διεστήκαμεν; Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Ἰδοὺ ἡ ἐλπὶς τῆς κλήσεως. Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν αὐτός. Μὴ γὰρ σοὶ μὲν ὁ μείζων, ἐκείνῳ δὲ ὁ ἐλάττων ἐπεκλήθη; μὴ γὰρ σὺ μὲν ἀπὸ πίστεως, ἐκεῖνος δὲ ἀπὸ ἔργων ἐσώθη; μὴ γὰρ σοὶ μὲν ἀφείθη διὰ τοῦ βαπτίσματος, ἐκείνῳ δὲ οὔ; Ἄπαγε· Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ὑμῖν. –Ὁ ἐπὶ πάντων, τουτέστιν, ὁ ἐπάνω πάντων· Καὶ διὰ πάντων, τουτέστι, προνοῶν, διοικῶν· Καὶ ἐν πᾶσιν ὑμῖν, τουτέστιν, ὁ ἐν πᾶσιν οἰκῶν. Καίτοι τοῦ Υἱοῦ, τοῦτο εἶναί φησιν· ὥστε εἰ ἐλαττώσεως ἦν, οὐκ ἂν περὶ τοῦ Πατρὸς ἐῤῥήθη. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις. Τί οὖν, φησὶ, καὶ πόθεν τὰ χαρίσματα διάφορα; Τοῦτο γὰρ ἀεὶ καὶ αὐτοὺς καὶ Κορινθίους καὶ πολλοὺς ἑτέρους, τοὺς μὲν εἰς ἀπόνοιαν, τοὺς δὲ εἰς ἀθυμίαν καὶ φθόνον ἀνῆγε. ∆ιὰ τοῦτο πανταχοῦ τὸ τοῦ σώματος ὑπόδειγμα παραλαμβάνει· διὰ τοῦτο καὶ νῦν τοῦτο τέθεικεν, ἐπειδὴ ἔμελλε διαφόρων χαρισμάτων μνημονεύειν. Ἀκριβέστερον μὲν οὖν αὐτὸ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ ἐπεξέρχεται, ἐπειδὴ καὶ ἐκεῖ μάλιστα τὸ νόσημα τοῦτο ἐτυράννει· νῦν δὲ ἐνταῦθα μόνον ᾐνίξατο· καὶ ὅρα τί φησιν. Οὐκ εἶπε, Κατὰ τὴν ἑκάστου πίστιν, ἵνα μὴ εἰς ἀθυμίαν ἐμβάλῃ ἐκείνους, τοὺς μεγάλων μὴ τετυχηκότας· ἀλλὰ τί; Κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Τὰ πάντων κεφαλαιωδέστερα, φησὶ, κοινὰ πάντων ἐστὶ, τὸ βάπτισμα, τὸ διὰ πίστεως σωθῆναι, τὸ τὸν Θεὸν ἔχειν Πατέρα, τὸ τοῦ αὐτοῦ Πνεύματος ἅπαντας μετέχειν. Εἰ δέ τι πλέον ὁ δεῖνα ἔχει ἐν τῷ χαρίσματι, μὴ ἄλγει, ἐπεὶ καὶ ὁ πόνος αὐτῷ πλείων ἐστί· καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν, πέντε ἀπῃτεῖτο· ὁ δὲ τὰ δύο, δύο μόνον προσήνεγκε, καὶ οὐδὲν ἔλαττον ἔσχεν ἐκείνου. ∆ιὰ τοῦτο καὶ ἐνταῦθα ἀπὸ τῆς αὐτῆς αἰτίας παραμυθεῖται τὸν ἀκούοντα. Πρὸς καταρτισμὸν τῶν ἁγίων, φησὶν, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγεν· Οὐαί μοι, ἐὰν μὴ εὐαγγελίζωμαι. Οἷον, ἀποστολῆς ἔλαβέ τις χάρισμα. Ἀλλὰ διὰ τοῦτο αὐτῷ οὐαὶ, ἐπειδὴ ἔλαβε· σὺ δὲ τοῦ κινδύνου ἀπήλλαξαι. Κατὰ τὸ μέτρον. Τί ἐστι, Κατὰ τὸ μέτρον; Τουτέστιν, οὐ πρὸς τὴν ἡμετέραν ἀξίαν· ἐπεὶ οὐδ' ἂν ἔλαβεν οὐδεὶς ἃ ἔλαβεν· ἀλλὰ πάντες ἀπὸ τῆς δωρεᾶς ἐλάβομεν. βʹ. Καὶ διὰ τί ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον; Οὐδὲν τοῦτο ποιεῖ, φησὶν, ἀλλ' ἀδιάφορον τὸ πρᾶγμά ἐστιν· ἕκαστος γὰρ πρὸς τὴν οἰκοδομὴν συντελεῖ. Καὶ διὰ τούτου δείκνυσιν, ὅτι οὐκ ἀπὸ τῆς οἰκείας ἀξίας ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον ἔλαβεν, ἀλλὰ δι' ἑτέρους, ὡς αὐτὸς ἐμέτρησεν· ἐπεὶ καὶ ἀλλαχοῦ λέγει· Τὰ δὲ μέλη ἔθετο ἓν ἕκαστον αὐτῶν, καθὼς αὐτὸς ἠθέλησε. Καὶ οὐ λέγει τὸν λόγον, ἵνα μὴ καταβάλῃ τὰ φρονήματα τῶν ἀκουόντων. ∆ιὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. Ὡσεὶ ἔλεγε· Τί μέγα φρονεῖς; τοῦ Θεοῦ τὸ πᾶν γέγονεν. Ὁ μὲν Προφήτης φησὶν ἐν τῷ ψαλμῷ· Ἔλαβες δόματα ἐν ἀνθρώποις· αὐτὸς δέ φησιν· Ἔδωκε δόματα ἐν ἀνθρώποις. Τοῦτο ταυτόν ἐστιν ἐκείνῳ. Τοιοῦτόν ἐστι καὶ, Τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Ταῦτα ἀκούων, μὴ μετάβασιν νόμιζε. Ὅπερ γὰρ ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ κατασκευάζει, τοῦτο καὶ ἐνταῦθα. Καθάπερ ἐκεῖ περὶ ταπεινοφροσύνης παραινῶν παράγει τὸν Χριστὸν, οὕτω δὴ καὶ ἐνταῦθα, λέγων· Εἰς τὰ κατώτερα μέρη κατέβη τῆς γῆς. Εἰ γὰρ μὴ τοῦτο ἦν, περιττὸς οὗτος ὁ λόγος ὅνπερ λέγει· Ὑπήκοος γενόμενος μέχρι θανάτου. Ἀπὸ δὲ τοῦ ἀναβῆναι τὴν κατάβασιν αἰνίττεται. Τὰ δὲ κάτω μέρη τῆς γῆς, τὸν θάνατόν φησιν, ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπονοίας, καθάπερ καὶ ὁ Ἰακὼβ ἔλεγε· Κατάξετε τὸ γῆράς μου μετ' ὀδύνης εἰς ᾅδου· καὶ πάλιν ἐν τῷ ψαλμῷ, Ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον· τουτέστι, τοῖς ἀποθανοῦσι. ∆ιὰ τί τοῦτο τὸ χωρίον ἐπεξεργάζεται ἐνταῦθα; καὶ ποίαν αἰχμαλωσίαν φησί; Τὴν τοῦ διαβόλου· αἰχμάλωτον γὰρ τὸν τύραννον ἔλαβε, τὸν διάβολον λέγω, καὶ τὸν θάνατον, καὶ τὴν ἀρὰν καὶ τὴν ἁμαρτίαν. Ὁρᾷς σκῦλα καὶ λάφυρα; Τὸ δὲ ἀνέβη τί ἐστι, εἰ μὴ ὅτι καὶ κατέβη; Τοῦτο πρὸς τοὺς Παύλου τοῦ Σαμοσατέως. Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Εἰς τὰ κατώτερα, φησὶ, μέρη κατέβη τῆς γῆς, μεθ' ἃ οὐκ ἔστιν ἕτερα· καὶ ἀνέβη ὑπεράνω πάντων, μεθ' ὃ οὐκ ἔστιν ἕτερόν τι. Τοῦτό ἐστι τῆς ἐνεργείας αὐτοῦ καὶ τῆς δεσποτείας· καὶ γὰρ καὶ πάλαι πάντα πεπλήρωτο. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. Ὅπερ λέγει ἀλλαχοῦ, ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, τοῦτο καὶ ἐνταῦθα λέγει· Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβάς. Οὐδὲν αὐτὸν ἔβλαψε τὸ εἰς τὰ κατώτερα μέρη τῆς γῆς κατελθεῖν, οὐδὲ ἐνεπόδισε πρὸς τὸ ἀνωτέρω γενέσθαι τῶν οὐρανῶν. Ὥστε ὅσῳ ἄν τις ταπεινωθῇ, τοσούτῳ μᾶλλον ὑψοῦται. Καθάπερ γὰρ ἐπὶ τοῦ ὕδατος ὅσῳ ἄν τις τοῦτο εἰς τὸ κάτω κατενέγκῃ, τοσούτῳ μᾶλλον αὐτὸ πρὸς ὕψος ἀνάγει, καὶ ὅσῳ ἄν τις ἐκ διαστήματος ἀκοντίσῃ, τοσούτῳ ἐπιτυγχάνει· οὕτω ἐπὶ τῆς ταπεινοφροσύνης. Ἀλλ' ὅταν περὶ Θεοῦ λέγωμεν τὰς ἀναβάσεις, ἀνάγκη πρῶτον κατάβασιν ἐννοεῖν· ὅταν δὲ περὶ ἀνθρώπου, οὐκέτι. Εἶτα καὶ τὴν πρόνοιαν αὐτοῦ δείκνυσι καὶ τὴν σοφίαν, καί φησιν· Ὁ τοιαῦτα ἐργασάμενος, καὶ τοσαῦτα ἰσχύσας, καὶ μέχρι τῶν κατωτέρων μερῶν μὴ παραιτησάμενος κατελθεῖν δι' ἡμᾶς, οὐκ ἂν ἁπλῶς τὰς διανομὰς τῶν χαρισμάτων ἐποίησεν. Ἀλλαχοῦ δέ φησιν ὅτι τὸ Πνεῦμα τοῦτο εἰργάσατο, οὕτω λέγων· Ἐν ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου. Καὶ ἐνταῦθα μέν φησιν, ὅτι ὁ Υἱὸς, ἀλλαχοῦ δὲ, ὅτι ὁ Θεός· καὶ πάλιν, Αὐτὸς ἔδωκε τῇ Ἐκκλησίᾳ τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας. Ἐν δὲ τῇ πρὸς Κορινθίους φησίν· Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν ἀλλ' ὁ Θεὸς ηὔξανε· καὶ πάλιν, Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων, ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Οὕτω καὶ ἐνταῦθα. Τί γὰρ, εἰ ἔλαττον εἰσφέρεις; τοσοῦτον ἔλαβες. Πρῶτον ἀποστόλους· πάντα γὰρ εἶχον οὗτοι. ∆εύτερον προφήτας· ἦσαν γάρ τινες, οἳ ἀπόστολοι μὲν οὐκ ἦσαν, προφῆται δὲ, ὥσπερ Ἄγαβος. Τρίτον εὐαγγελιστάς· οἱ μὴ περιιόντες πανταχοῦ, ἀλλ' εὐαγγελιζόμενοι μόνον, ὡς Πρίσκιλλα καὶ Ἀκύλας. Ποιμένας καὶ διδασκάλους, τοὺς ὁλόκληρον ἐμπεπιστευμένους ἔθνος. Τί οὖν; οἱ ποιμένες καὶ οἱ διδάσκαλοι ἐλάττους; Καὶ πάνυ, τῶν περιιόντων καὶ εὐαγγελιζομένων οἱ καθήμενοι καὶ περὶ ἕνα τόπον ἠσχολημένοι, οἷον Τιμόθεος, Τίτος. Ἄλλως δὲ, οὐ δυνατὸν ἐντεῦθεν ποιήσασθαι τὴν ὑποταγὴν καὶ τὴν προτίμησιν, ἀλλ' ἀπὸ ἑτέρας Ἐπιστολῆς. Αὐτὸς ἔδωκε, φησί· μηδὲν ἀντείπῃς. Ἢ εὐαγγελιστάς φησι, τοὺς τὸ Εὐαγγέλιον γράψαντας. Πρὸς καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. γʹ. Ὁρᾷς τὸ ἀξίωμα; Ἕκαστος οἰκοδομεῖ, ἕκαστος καταρτίζει, ἕκαστος διακονεῖ. Μέχρις οὗ καταντήσομεν, φησὶν, οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἡλικίαν ἐνταῦθά φησι τὴν τελείαν ἐπίγνωσιν. Καθάπερ γὰρ ὁ ἀνὴρ ἕστηκε βεβαίως, οἱ δὲ παῖδες τὰς φρένας περιφέρονται, οὕτω καὶ ἐπὶ τῶν πιστῶν. Εἰς τὴν ἑνότητα, φησὶ, τῆς πίστεως. Τουτέστιν, ἕως ἂν δειχθῶμεν πάντες μίαν πίστιν ἔχοντες. Τοῦτο γάρ ἐστιν ἑνότης πίστεως, ὅταν πάντες ἓν ὦμεν, ὅταν πάντες ὁμοίως τὸν σύνδεσμον ἐπιγινώσκωμεν. Μέχρι τότε ἐργάζεσθαι χρὴ, εἰ διὰ τοῦτο χάρισμα ἔλαβες, ἵνα ἄλλους οἰκοδομῇς. Βλέπε μὴ σαυτὸν καταστρέψῃς, ἑτέρῳ φθονῶν. Ἐτίμησέ σε ὁ Θεὸς, καὶ ἔταξεν, ὥστε καταρτίζειν ἕτερον. Καὶ γὰρ καὶ ὁ ἀπόστολος πρὸς τούτῳ ἦν, καὶ ὁ προφήτης πρὸς τούτῳ ἦν προφητεύων καὶ πείθων, καὶ ὁ εὐαγγελιστὴς εὐαγγελιζόμενος, καὶ ὁ ποιμὴν καὶ ὁ διδάσκαλος· πάντες ἓν ἔργον ἦσαν ἀναδεδεγμένοι. Μὴ γάρ μοι τὴν διαφορὰν τῶν χαρισμάτων εἴπῃς· πάντες ἓν ἔργον εἶχον. Ὅταν δὲ πάντες ὁμοίως πιστεύωμεν, τότε ἑνότης ἐστίν. Ὅτι γὰρ τοῦτο λέγει ἄνδρα τέλειον, δῆλον. Καὶ μὴν ἀλλαχοῦ νηπίους ἡμᾶς φησι, καὶ, ὅταν τέλειοι ὦμεν, ἀλλὰ πρὸς ἕτερον ὁρῶν. Ἐκεῖ μὲν γὰρ πρὸς τὴν μέλλουσαν γνῶσιν νηπίους ἐκάλεσεν· εἰπὼν γὰρ, Ἐκ μέρους γινώσκομεν, ἐπήγαγε καὶ τὸ, ∆ι' αἰνιγμάτων, καὶ ὅσα τοιαῦτα· ἐνταῦθα δὲ πρὸς ἕτερον εἶπε, πρὸς τὸ εὐμετάπτωτον· ὥσπερ καὶ ἀλλαχοῦ φησι· Τελείων δὲ ἡ στερεὰ τροφή. Ὁρᾷς κἀκεῖ τελείους πῶς φησιν; Ὅρα καὶ πῶς ἐκάλεσε τελείους ἐνταῦθα διὰ τῶν ἐπαγομένων, εἰπών· Ἵνα μηκέτι ὦμεν νήπιοι. Αὐτό φησι τὸ μέτρον τὸ ὀλίγον ὅπερ ἐλάβομεν, ἵνα κατέχωμεν μετὰ πάσης σπουδῆς, μετὰ στεῤῥότητος καὶ βεβαιώσεως. Ἵνα μηκέτι. Τὸ, Μηκέτι, δείκνυσι πάλαι τοῦτο παθόντας, καὶ τίθησι καὶ ἑαυτὸν ἐν τάξει διορθώσεως, καὶ διορθοῦται. ∆ιὰ τοῦτό φησι· Τέκτονες τοσοῦτοι γεγόνασιν, ἵνα ἡ οἰκοδομὴ μὴ σαλεύηται, ἵνα μὴ περιφέρηται, ἵνα πεπηγότες ὦσιν οἱ λίθοι. Ἐκείνων γὰρ τοῦτό ἐστι τὸ κλυδωνίζεσθαι, τὸ περιφέρεσθαι καὶ σαλεύεσθαι. Ἵνα μηκέτι ὦμεν, φησὶ, νήπιοι, κλυδωνιζόμενοι, καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. –Καὶ περιφερόμενοι, φησὶ, παντὶ ἀνέμῳ. Ἐπεξῆλθε τῇ τροπῇ, δεικνὺς τὰς δισταζούσας ψυχὰς ἐν οἵῳ κινδύνῳ εἰσί. Παντὶ ἀνέμῳ, φησὶν, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. Κυβευταὶ λέγονται οἱ τοῖς πεττοῖς κεχρημένοι. Τοιοῦτοί εἰσιν οἱ πανοῦργοι, ἐπειδὰν ἀφελεστέρους τινὰς λάβωσι· καὶ γὰρ ἐκεῖνοι μετατιθέασι καὶ μεταφέρουσιν ἅπαντα. Ἐνταῦθα καὶ βίου ἥψατο. Ἀληθεύοντες δὲ, φησὶν, ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα, ἀπὸ τοῦ Χριστοῦ, φησὶ, συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ' ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέλους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. Σφόδρα ἀσαφῶς ἡρμήνευσε, τῷ πάντα ὁμοῦ θελῆσαι εἰπεῖν. Ὃ δέ φησι, τοῦτό ἐστι· Καθάπερ τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου καταβαῖνον, τὸ διὰ τῶν νεύρων [τὸ] αἰσθητικὸν οὐχ ἁπλῶς δίδωσι πᾶσιν, ἀλλὰ κατὰ ἀναλογίαν ἑκάστου μέλους, τῷ μὲν δυναμένῳ πλέον δέξασθαι, πλέον, τῷ δὲ ἐλάττω, ἔλαττον (τοῦτο γάρ ἐστιν ἡ ῥίζα, τὸ πνεῦμα)· οὕτω καὶ ὁ Χριστός· καθάπερ γὰρ μελῶν τῶν ψυχῶν εἰς αὐτὸν ἀνηρτημένων, ἡ πρόνοια αὐτοῦ καὶ ἡ χορηγία τῶν χαρισμάτων κατὰ ἀναλογίαν ἐν μέτρῳ τὴν ἑνὸς ἑκάστου μέλους αὔξησιν ποιεῖται. Τί δέ ἐστι, ∆ιὰ τῆς ἁφῆς τῆς ἐπιχορηγίας; Τουτέστι, διὰ τῆς αἰσθήσεως. Τὸ γὰρ πνεῦμα ἐκεῖνο τὸ ἐπιχορηγούμενον τοῖς μέλεσιν ἀπὸ τῆς κεφαλῆς, ἑκάστου μέλους ἁπτόμενον οὕτως ἐνεργεῖ. Ὡς ἄν τις εἴποι· Τὸ σῶμα ἀντιλαμβανόμενον τῆς ἐπιχορηγίας, κατὰ ἀναλογίαν τῶν ἐν αὐτῷ μελῶν, οὕτω ποιεῖται τὴν αὔξησιν· ἢ ἑτέρως· Τὰ μέλη κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου μέτρου δεχόμενα τὴν ἐπιχορηγίαν, οὕτως αὔξεται ἢ καὶ ἑτέρως· Τὸ πνεῦμα ἄνωθεν ἐπιῤῥεόμενον ἀφθόνως, καὶ πάντων ἁπτόμενον τῶν μελῶν, καὶ χορηγούμενον, ὡς ἕκαστον δύναται δέξασθαι, οὕτως αὔξεται. Τίνος δὲ ἕνεκεν προσέθηκεν, Ἐν ἀγάπῃ; Οὐ γὰρ ἄλλως ἔνι κατελθεῖν ἐκεῖνο τὸ πνεῦμα. Καθάπερ γὰρ, εἰ τύχοι χεὶρ ἀποσπασθεῖσα τοῦ σώματος, τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου τὴν συνέχειαν ζητοῦν, καὶ μὴ εὑρὸν, οὐκ ἐξάλλεται τοῦ σώματος, καὶ διατρῆσαν πρὸς τὴν χεῖρα ἐξέρχεται, ἀλλ' ἂν μὴ εὕρῃ κείμενον, οὐχ ἅπτεται· οὕτω καὶ ἐνταῦθα, ἐὰν μὴ ὦμεν τῇ ἀγάπῃ συνδεδεμένοι. δʹ. Ταῦτα δὴ πάντα πρὸς ταπεινοφροσύνην αὐτῷ εἴρηται. Τί γὰρ, φησὶν, εἰ πλέον λαμβάνει ὁ δεῖνα; τὸ αὐτὸ πνεῦμα ἔλαβεν, ἀπὸ τῆς αὐτῆς κεφαλῆς ἐκπεμπόμενον, ὁμοίως ἐνεργοῦν, ὁμοίως ἁπτόμενον, Συναρμολογούμενον καὶ συμβιβαζόμενον, τουτέστι, πολλῆς ἀπολαῦον τῆς ἐπιμελείας. Οὐ γὰρ ἁπλῶς, ἀλλὰ σφόδρα τεχνικῶς δεῖ κεῖσθαι τὸ σῶμα· ὡς, ἐὰν τὸν τόπον ἐκβῇ, οὐκέτι κεῖται. Ὥστε οὐχ ἡνῶσθαι τῷ σώματι δεῖ μόνον, ἀλλὰ καὶ τὸν οἰκεῖον τόπον ἐπέχειν, ὡς ἐὰν ὑπερβῇς, οὐχ ἥνωσαι, οὐδὲ δέχῃ τὸ πνεῦμα. Ἢ οὐχ ὁρᾷς ἐν ταῖς τῶν ὀστῶν μεταθέσεσι ταῖς κατά τινα περίστασιν συμβαινούσαις, ὅταν τὸν οἰκεῖον τόπον ὑπερβὰν, τὸν ἑτέρου κατέχῃ, πῶς τῷ παντὶ σώματι λυμαίνεται, καὶ θάνατον πολλάκις εἰργάσατο, ἔστι δὲ ὅπου καὶ ἀνάξιον εὑρέθη λοιπὸν τοῦ κατέχεσθαι; πολλοὶ γὰρ πολλάκις αὐτὸ ἐκκόψαντες, διάκενον τὸν τόπον ἐποίησαν. Πανταχοῦ γὰρ ἡ πλεονεξία κακόν. Καὶ ἐπὶ τῶν στοιχείων δὲ, ὅταν τὴν οἰκείαν ἀφέντα συμμετρίαν πλεονάσῃ, τὸ πᾶν λυμαίνεται. Τοῦτό ἐστι τὸ Συναρμολογούμενον, καὶ συμβιβαζόμενον. Ὥστε ἕκαστον ἐπὶ τῆς οἰκείας μένειν χώρας, καὶ μὴ τῆς ἑτέρας καὶ μηδὲν αὐτῷ προσηκούσης ἐπιβαίνειν, ἐννόησον ὅσον ἐστί. Σὺ τὰ μέλη συντιθεῖς, ἐκεῖνος ἄνωθεν ἐπιχορηγεῖ. Καθάπερ γὰρ ἐπὶ τοῦ σώματός ἐστιν ὄργανα τοιαῦτα δεκτικὰ, οὕτως ἐστὶ καὶ ἐπὶ τοῦ πνεύματος, τῆς ῥίζης ἄνωθεν οὔσης πάσης· οἷον ἡ καρδία, τοῦ πνεύματος· τὸ ἧπαρ, τοῦ αἵματος· ὁ σπλὴν, τῆς χολῆς καὶ ἄλλα ἄλλου· πάντα δὲ ταῦτα ἀπὸ τοῦ ἐγκεφάλου τὴν αἰτίαν ἔχει· οὕτω καὶ ὁ Θεὸς ἐποίησε, τὸν ἄνθρωπον σφόδρα τιμῶν, καὶ οὐ βουλόμενος αὐτοῦ ἀπέχειν, τὴν μὲν αἰτίαν αὐτὸς ἀναρτησάμενος, συνεργοὺς δὲ ἑαυτῷ καταστήσας· καὶ τὸν μὲν ἔθηκεν εἰς τοῦτο, τὸν δὲ εἰς ἐκεῖνο. Οἷον ἀπόστολος ἀγγεῖον τοῦ σώματός ἐστι τὸ καιριώτερον, δεχόμενος παρ' αὐτοῦ τὰ πάντα. Ὥστε ὥσπερ διὰ φλεβῶν καὶ ἀρτηριῶν, τοῦ λόγου λέγω, εἰς πάντας διατρέχειν ποιεῖ τὴν ζωὴν τὴν αἰώνιον. Ὁ προφήτης προλέγει τὰ μέλλοντα, καὶ αὐτὸς τὰ αὐτὰ κατασκευάζει· καὶ ἐκεῖνος μὲν συντίθησι τὰ ὀστᾶ· αὐτὸς δὲ αὐτοῖς ζωὴν χορηγεῖ, Πρὸς καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας. Ἡ ἀγάπη ἀνοικοδομεῖ, καὶ τὸ συγκολλᾶσθαι ἀλλήλοις καὶ συμπήγνυσθαι καὶ ἁρμόζεσθαι, τοῦτο ποιεῖ. Εἰ τοίνυν βουλόμεθα τοῦ πνεύματος ἀπολαύειν τοῦ ἀπὸ τῆς κεφαλῆς, ἀλλήλων ἐχώμεθα. ∆ύο γάρ εἰσι διαιρέσεις ἀπὸ τοῦ σώματος τοῦ ἐκκλησιαστικοῦ· μία μὲν, ὅταν ψύξωμεν τὴν ἀγάπην, δευτέρα δὲ, ὅταν ἀνάξια τοῦ τελεῖν εἰς ἐκεῖνο τὸ σῶμα τολμήσωμεν· ἑκατέρως γὰρ χωρίζομεν ἑαυτοὺς τοῦ πληρώματος. Εἰ δὲ καὶ ἄλλους εἰς τὸ οἰκοδομεῖν τετάγμεθα, οἱ μὴ οἰκοδομοῦντες, ἀλλὰ καὶ πρότερον σχίζοντες, τί οὐκ ἂν πάθοιεν; Οὐδὲν οὕτως Ἐκκλησίαν δυνήσεται διαιρεῖν, ὡς φιλαρχία· οὐδὲν οὕτω παροξύνει τὸν Θεὸν, ὡς τὸ Ἐκκλησίαν διαιρεθῆναι. Κἂν μυρία ὦμεν ἐργασάμενοι καλὰ, τῶν τὸ σῶμα αὐτοῦ διατεμόντων οὐκ ἐλάττονα δώσομεν δίκην, οἱ τὸ πλήρωμα κατατέμνοντες τὸ ἐκκλησιαστικόν. Ἐκεῖνο μὲν γὰρ ἐπὶ κέρδει τῆς οἰκουμένης ἐγένετο, εἰ καὶ μὴ ἀπὸ διανοίας τοιαύτης· τοῦτο δὲ οὐδὲν οὐδαμοῦ τὸ χρήσιμον ἔχει, ἀλλὰ πολλὴ ἡ βλάβη. Ταῦτά μοι οὐχὶ πρὸς τοὺς ἄρχοντας εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀρχομένους. Ἀνὴρ δέ τις ἅγιος εἶπέ τι δοκοῦν εἶναι τολμηρὸν, πλὴν ἀλλ' ὅμως ἐφθέγξατο. Τί δὴ τοῦτό ἐστιν; Οὐδὲ μαρτυρίου αἷμα ταύτην δύνασθαι ἐξαλείφειν τὴν ἁμαρτίαν ἔφησεν. Εἰπὲ γάρ μοι, τίνος ἕνεκεν μαρτυρεῖς; οὐ διὰ τὴν δόξαν τοῦ Χριστοῦ; Ὁ τοίνυν τὴν ψυχὴν προέμενος ὑπὲρ τοῦ Χριστοῦ, πῶς τὴν Ἐκκλησίαν πορθεῖς, ὑπὲρ ἧς τὴν ψυχὴν προήκατο ὁ Χριστός; Ἄκουε τοῦ Παύλου λέγοντος, ὅτι Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Οὐκ ἔστιν αὕτη ἐλάττων ἡ βλάβη τῆς παρὰ ἐχθρῶν, ἀλλὰ πολὺ μείζων. Ἐκείνη μὲν γὰρ καὶ λαμπροτέραν αὐτὴν ἐργάζεται, αὕτη δὲ αὐτὴν καὶ παρὰ τοῖς ἐχθροῖς καταισχύνει, ὅταν ὑπὸ τῶν ἰδίων τέκνων πολεμῆται. Μέγα γὰρ δεῖγμα ἀπάτης εἶναι δοκεῖ παρ' αὐτοῖς τὸ τοὺς γεννηθέντας ἐν αὐτῇ καὶ τραφέντας, καὶ τὰ ἀπόῤῥητα αὐτῆς μεμαθηκότας ἀκριβῶς, τούτους μεταβαλλομένους ἐξαίφνης τὰ τῶν ἐχθρῶν αὐτὴν διατίθεσθαι. εʹ. Ταῦτά μοι εἰρήσθω πρὸς τοὺς ἀδιαφόρως διδόντας ἑαυτοὺς τοῖς σχίζουσι τὴν Ἐκκλησίαν. Εἰ μὲν γὰρ καὶ δόγματα ἔχουσιν ἐναντία, καὶ διὰ τοῦτο οὐ προσῆκεν ἐκείνοις ἀναμίγνυσθαι· εἰ δὲ τὰ αὐτὰ φρονοῦσι, πολλῷ μᾶλλον. Τί δήποτε; Ὅτι φιλαρχίας ἐστὶν ἡ νόσος. Οὐκ ἴστε τί πεπόνθασιν οἱ περὶ Κορὲ καὶ ∆αθὰν καὶ Ἀβειρών; ἆρα αὐτοὶ μόνοι, οὐχὶ δὲ καὶ οἱ μετ' αὐτῶν; Τί λέγεις; ἡ αὐτὴ πίστις ἐστὶν, ὀρθόδοξοί εἰσι κἀκεῖνοι. Τίνος οὖν ἕνεκεν οὐκ εἰσὶ μεθ' ἡμῶν· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Εἰ τὰ ἐκείνων καλῶς γίνεται, τὰ ἡμέτερα κακῶς· εἰ δὲ τὰ ἡμέτερα καλῶς, τὰ ἐκείνων κακῶς. Νήπιοι, φησὶ, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ. Ἀρκεῖν τοῦτο ἡγεῖσθε, εἰπέ μοι, τὸ λέγειν, ὅτι ὀρθόδοξοί εἰσι, τὰ τῆς χειροτονίας δὲ οἴχεται καὶ ἀπόλωλε; Καὶ τί τὸ ὄφελος τῶν ἄλλων, ταύτης οὐκ ἠκριβωμένης; Ὥσπερ γὰρ ὑπὲρ τῆς πίστεως, οὕτω καὶ ὑπὲρ ταύτης μάχεσθαι χρή. Ἐπεὶ, εἰ παντὶ ἔξεστι πληροῦν τὰς χεῖρας αὐτοῦ, κατὰ τοὺς παλαιοὺς, καὶ ἱερεῖς γίνεσθαι, παρίτωσαν πάντες, εἰκῆ τὸ θυσιαστήριον ᾠκοδόμηται τοῦτο, εἰκῆ τὸ πλήρωμα τῆς Ἐκκλησίας, εἰκῆ τῶν ἱερέων ὁ ἀριθμός· ἀνέλωμεν αὐτὰ καὶ διαφθείρωμεν. Μὴ γένοιτο, φησίν. Ὑμεῖς αὐτὰ ποιεῖτε, καί φατε, Μὴ γένοιτο; πῶς λέγεις, Μὴ γένοιτο, γενομένων αὐτῶν; Ἐγὼ λέγω καὶ μαρτύρομαι, οὐ τὸ ἐμαυτοῦ σκοπῶν, ἀλλὰ τὴν ὑμετέραν σωτηρίαν· εἰ δέ τις ἀδιαφοροίη, αὐτὸς ἂν εἰδείη· εἰ δέ τινι τούτων οὐ μέλει, ἀλλ' ἡμῖν μέλει· Ἐγὼ ἐφύτευσα, φησὶν, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανε. Πῶς οἴσομεν τὸν παρὰ τῶν Ἑλλήνων γέλωτα; Εἰ γὰρ ὑπὲρ τῶν αἱρέσεων ἐγκαλοῦσιν ἡμῖν, ὑπὲρ τούτων τί οὐκ ἐροῦσιν; Εἰ τὰ αὐτὰ δόγματα, εἰ τὰ αὐτὰ μυστήρια, τίνος ἕνεκεν ἕτερος ἄρχων ἑτέρᾳ Ἐκκλησίᾳ ἐπιπηδᾷ; Ὁρᾶτε, φησὶν, ὅτι πάντα κενοδοξίας πεπλήρωται τὰ Χριστιανῶν, καὶ φιλαρχία παρ' αὐτοῖς καὶ ἀπάτη, γύμνωσον αὐτοὺς τοῦ πλήθους, φησὶ, τὴν νόσον ἔκκοψον, τοῦ ὄχλου τὴν διαφθορὰν, καὶ οὐδέν εἰσι. Βούλεσθε εἴπω ἃ περὶ τῆς πόλεως λέγουσι τῆς ἡμετέρας; πῶς ἡμᾶς εἰς εὐκολίαν διαβάλλουσιν; Ἔξεστι, φησὶ, παντὶ τῷ βουλομένῳ εὑρεῖν τοὺς πειθομένους, καὶ οὐκ ἄν ποτε ἀπορήσειε τούτων. Ὢ τοῦ γέλωτος! ταῦτα πόσης αἰσχύνης; Ἀλλὰ καὶ ἕτερος γέλως, ἑτέρα αἰσχύνη· Ἄν τινες ἁλόντες παρ' ἡμῖν ἐπὶ τοῖς αἰσχίστοις, μέλλωσιν ἐπιτιμίου τυγχάνειν τινὸς, πολὺς ὁ τρόμος, πολὺς ὁ φόβος πάντοθεν· Μὴ ἀποπηδήσῃ, φησὶ, μὴ μετ' ἐκείνων στῇ. Ἀποπηδήσῃ μὲν γὰρ μυριάκις ὁ τοιοῦτος, καὶ ἔστω μετ' ἐκείνων, οὐχὶ τῶν ἡμαρτηκότων λέγω· ἀλλ' εἴ τις ἀναμάρτητος ὢν τυγχάνοι, καὶ βούλεται μεταθέσθαι, μεταθέσθω. Ἀλγῶ μὲν γὰρ καὶ κόπτομαι καὶ ὀδύρομαι καὶ διαπρίομαι τὰ σπλάγχνα, ὡς οἰκείου μέλους ἀποστερούμενος· πλὴν ἀλλ' οὐχ οὕτως ἀλγῶ ὡς ἀναγκάζεσθαί τι, διὰ τὸν φόβον τοῦτον, τῶν μὴ προσηκόντων ποιεῖν. Οὐ κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀγαπητοὶ, οὐδὲ δεσποτικῶς ταῦτα ἐπιτάττομεν· εἰς διδασκαλίαν λόγου προεχειρίσθημεν, οὐκ εἰς ἀρχὴν οὐδὲ εἰς αὐθεντίαν· συμβούλων τάξιν ἐπέχομεν παραινούντων. Ὁ συμβουλεύων λέγει τὰ παρ' ἑαυτοῦ, οὐκ ἀναγκάζων τὸν ἀκροατὴν, ἀλλ' αὐτὸν ἀφίησι τῆς τῶν λεγομένων αἱρέσεως κύριον· ἐν τούτοις ἐστὶν ὑπεύθυνος μόνον, ἂν τὰ παραστάντα μὴ εἴποι. ∆ιὰ τοῦτο καὶ ἡμεῖς ταῦτά φαμεν, ταῦτα λέγομεν, ἵνα ὑμῖν μὴ ἐξῇ κατ' ἐκείνην τὴν ἡμέραν λέγειν Οὐδεὶς ἡμῖν εἶπεν, οὐδεὶς διεστείλατο, ἠγνοήσαμεν, οὐδὲν ἡγούμεθα τὸ ἁμάρτημα εἶναι. ∆ιὰ τοῦτο λέγω καὶ διαμαρτύρομαι, ὅτι τοῦ εἰς αἵρεσιν ἐμπεσεῖν τὸ τὴν Ἐκκλησίαν σχίσαι οὐκ ἔλαττόν ἐστι κακόν. Εἰπέ μοι, εἴ τις ὑπὸ βασιλεῖ τινι τυγχάνων, ἑτέρῳ μὲν βασιλεῖ μὴ πρόσθοιτο, μηδὲ δῷ ἑαυτὸν ἄλλῳ, αὐτοῦ δὲ ἐκείνου τὴν ἁλουργίδα λαβὼν καὶ κατασχὼν, ἀπὸ τῆς περόνης κατήνεγκεν ἅπασαν, καὶ διέῤῥηξεν εἰς πολλὰ ῥήγματα, ἆρα ἧττον ἂν τῶν ἑτέρῳ προσθεμένων ἐκολάσθη; Τί δέ, εἰ μετὰ τούτου αὐτὸν τὸν βασιλέα ἀπὸ τοῦ λαιμοῦ κατασχὼν ἔσφαττε, κατὰ μέλος διαξαίνων αὐτοῦ τὸ σῶμα, ποίαν ἂν δίκην δοὺς, τὴν ἀξίαν ἔδωκεν; Εἰ δὲ εἰς βασιλέα τὸν ὁμόδουλον τοῦτο ἐργασάμενος, πάσης ἂν μείζονα δίκης εἰργάσατο· ὁ τὸν Χριστὸν σφάττων καὶ διαξαίνων κατὰ μέλος, ποίας γεέννης οὐκ ἔσται ἄξιος; ἆρα ταύτης [τῆς] ἀπειλουμένης; Οὐκ ἔγωγε οἶμαι, ἀλλ' ἑτέρας πολλῷ χαλεπωτέρας. Εἴπατε, ὅσαι πάρεστε (ὡς γὰρ ἐπὶ τὸ πολὺ γυναικῶν τοῦτο τὸ ἐλάττωμα), ταῖς ἀπούσαις διηγήσασθε τοῦτο τὸ ὑπόδειγμα, φοβήσατε. Εἴ τινες ἡμᾶς λυπεῖν καὶ ἀμύνασθαι τούτῳ νομίζουσιν, εὖ εἰδέτωσαν, ὅτι ταῦτα μάτην ποιοῦσιν. Εἰ γὰρ ἡμᾶς ἀμύνασθαι βούλει, ἐγώ σοι δίδωμι τρόπον, καθ' ὃν χωρὶς τῆς σῆς βλάβης ἀμύνασθαι δυνήσῃ· μᾶλλον δὲ οὐκ ἔστι χωρὶς βλάβης ἀμύνασθαι, πλὴν ἀλλὰ μετὰ ἐλάττονος βλάβης· ῥάπισον, ἔμπτυσον ἐντυχοῦσα δημοσίᾳ, καὶ πληγὰς ἔντεινον.
ς ʹ. Φρίττεις ταῦτα ἀκούουσα; Ἂν εἴπω, Ἐμὲ ῥάπισον, φρίττεις· καὶ τὸν ∆εσπότην σου σπαράττεις, καὶ οὐ φρίττεις; τὰ μέλη τὰ ∆εσποτικὰ διαξαίνεις, καὶ οὐ τρέμεις; Οἶκός ἐστιν ἡ Ἐκκλησία πατρικός· Ἓν σῶμα, καὶ ἓν πνεῦμα. Ἀλλὰ βούλει με ἀμύνασθαι; Μέχρις ἐμοῦ στῆθι. Τί ἀντ' ἐμοῦ τὸν Χριστὸν ἀμύνῃ; μᾶλλον δὲ τί κατὰ τῶν ἥλων λακτίζεις; Οὐδαμοῦ μὲν οὖν τὸ ἀμύνασθαι καλόν· τὸ δὲ ἑτέρου ἀδικοῦντος ἕτερον ὑβρίζειν, πολλῷ χαλεπώτερον. Παρ' ἡμῶν ἠδίκησαι; τί τὸν οὐκ ἠδικηκότα λυπεῖς; τοῦτο μανίας ἐσχάτης. Οὐκ εἰρωνευόμενος, ὃ μέλλω λέγειν, φημὶ, οὐδὲ ἁπλῶς, ἀλλ' ὡς ἔχω καὶ ὡς διάκειμαι· ἕκαστον τῶν σὺν ὑμῖν λυπουμένων πρὸς ἡμᾶς, καὶ διὰ ταύτην τὴν λύπην βλαπτόντων ἑαυτοὺς, καὶ ἀλλαχοῦ πορευομένων, ἐβουλόμην πληγὰς ἐντείνειν ἡμῖν εἰς τὴν ὄψιν αὐτὴν, καὶ γυμνοὺς ἀποδύσαντα αἰκίζεσθαι μάστιξιν, εἴτε δικαίως εἴτε ἀδίκως ἐγκαλοίη, καὶ μᾶλλον εἰς ἡμᾶς ἀφιέναι τὴν ὀργὴν, ἢ ταῦτα τολμᾷν, ἃ νῦν τολμῶσιν. Εἰ τοῦτο γέγονεν, οὐδὲν ἂν ἦν, οὐδαμινὸν ἄνθρωπον καὶ οὐδενὸς ἄξιον λόγου τοιαῦτα πάσχειν. Ἄλλως δὲ ἂν καὶ παρεκάλεσα ὁ ἠδικημένος καὶ ὑβρισμένος ἐγὼ τὸν Θεὸν, καὶ ἀφῆκεν ὑμῖν τὰ ἁμαρτήματα· οὐκ ἐπειδὴ παῤῥησίαν ἔχω τοσαύτην, ἀλλ' ἐπειδὴ ὁ ἠδικημένος, ὅταν ὑπὲρ τοῦ ἠδικηκότος παρακαλῇ, πολλὴν κέκτηται τὴν παῤῥησίαν. Ἂν εἰς ἄνθρωπόν τις ἁμάρτῃ, φησὶ, προσεύξονται περὶ αὐτοῦ. Εἰ δὲ μὴ ἠδυνάμην ἐγὼ, ἑτέρους ἂν ἁγίους ἐζήτησα καὶ παρεκάλεσα, καὶ τοῦτο ἂν εἰργάσαντο. Νῦν δὲ τίνα καὶ παρακαλέσομεν, τοῦ Θεοῦ παρ' ἡμῶν ὑβριζομένου; Ὅρα ἀνωμαλίαν. Τῶν γὰρ εἰς τὴν Ἐκκλησίαν ταύτην τελούντων οἱ μὲν οὐδέποτε προσίασιν, ἢ τοῦ ἐνιαυτοῦ ἅπαξ, καὶ τότε εἰκῆ καὶ ὡς ἔτυχεν· οἱ δὲ συνεχέστερον μὲν, καὶ αὐτοὶ δὲ εἰκῆ καὶ ἁπλῶς, διαλεγόμενοι καὶ ἐρεσχελοῦντες ὑπὲρ τοῦ μηδενός· οἱ δὲ δῆθεν σπουδάζειν δοκοῦντες, οὗτοί εἰσιν οἱ τὴν συμφορὰν ταύτην ἐργαζόμενοι. Εἰ γοῦν τούτων ἕνεκεν σπουδάζετε, βέλτιον καὶ ὑμᾶς μετὰ τῶν ἀμελούντων τετάχθαι· μᾶλλον δὲ τὸ βέλτιον ἦν, μήτε ἐκείνους εἶναι ἀμελεῖς, μήτε τοιούτους ὑμᾶς· οὐχ ὑμᾶς λέγω τοὺς παρόντας, ἀλλ' ἐκείνους τοὺς ἀποπηδῶντας. Μοιχεία τὸ πρᾶγμά ἐστιν. Εἰ δὲ οὐ δέχῃ περὶ ἐκείνων ταῦτα ἀκούειν, οὐκοῦν οὐδὲ περὶ ἡμῶν· τῶν γὰρ δύο τὸ ἕτερον παρανόμως γεγενῆσθαι δεῖ. Εἰ μὲν οὖν περὶ ἡμῶν ταῦτα ὑποπτεύετε, ἕτοιμοι παραχωρῆσαι τῆς ἀρχῆς ὅτῳπερ ἂν βούλησθε· μόνον Ἐκκλησία ἔστω μία· εἰ δὲ ἡμεῖς ἐννόμως γεγενήμεθα, πείσατε καταθέσθαι τοὺς παρανόμους ἐπὶ τὸν θρόνον ἀναβεβηκότας. Ταῦτα εἶπον, οὐχ ὡς ἐπιτάττων, ἀλλ' ὑμᾶς ἀσφαλιζόμενος καὶ φρουρῶν. Ἐπειδὴ ἕκαστος ἡλικίαν ἔχει, καὶ τῶν αὐτῷ πεπραγμένων δώσει τὰς δίκας, παρακαλῶ μὴ τὸ πᾶν ἐφ' ἡμᾶς ῥίψαντας, νομίζειν ἀνευθύνους εἶναι ὑμᾶς αὐτοὺς, ἵνα μὴ μάτην ἀπατῶντες ἑαυτοὺς κόπτητε. Λόγον μὲν γὰρ δώσομεν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ἀλλ' ὅταν τὰ παρ' ἡμῶν ἐλλείπῃ, ὅταν μὴ παρακαλέσωμεν, ὅταν μὴ νουθετήσωμεν, ὅταν μὴ διαμαρτυρώμεθα. Μετὰ δὲ ταῦτα, δότε καὶ ἐμοὶ εἰπεῖν· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων, καὶ, ὅτι Τὴν ψυχήν μου ῥύσεται ὁ Θεός. Εἴπατε ὃ βούλεσθε, καὶ αἰτίαν δικαίαν δι' ἣν ἄπιτε, καὶ ἀπολογήσομαι. Ἀλλ' οὐκ ἐρεῖτε. ∆ιὸ, παρακαλῶ, σπουδάσατε καὶ ὑμᾶς αὐτοὺς ἐντεῦθεν ἤδη στῆσαι βεβαίως, καὶ τοὺς μετατεθέντας ἐπαναγαγεῖν, ἵνα ὁμοθυμαδὸν ἀναπέμψωμεν εὐχαριστίαν τῷ Θεῷ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
13.ΟΜΙΛΙΑ Ιβʹ.ʹΤοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν, ἐσκο τισμένοι τῇ διανοίᾳ. αʹ. Τὸν διδάσκαλον, οὐ μόνον συμβουλεύοντα καὶ διδάσκοντα δεῖ καταρτίζειν καὶ ὀρθοῦν τὰς τῶν μαθητευομένων ψυχὰς, ἀλλὰ καὶ φοβοῦντα καὶ τῷ Θεῷ παραδιδόντα. Ἐπειδὴ γὰρ τὰ παρὰ τῶν ἀνθρώπων λεγόμενα, ὡς παρὰ ὁμοδούλων, οὐχ ἱκανὰ καθάψασθαι ψυχῆς, ἀναγκαῖον τῷ Κυρίῳ παραδιδόναι λοιπόν. Τοῦτο οὖν καὶ ὁ Παῦλος ποιεῖ.

α ʹΠερὶ ταπεινοφροσύνης γὰρ καὶ ἑνώσεως διαλεχθεὶς, καὶ τοῦ μὴ δεῖν ἕτερον κατεξανίστασθαι τοῦ ἑτέρου, ἄκουσον τί φησι· Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ. Οὐκ εἶπε, Μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς περιπατεῖτε· πληκτικώτερος γὰρ ὁ λόγος· ἀλλὰ τὸ αὐτὸ μὲν ἐδήλωσεν, ἀπὸ δὲ ἑτέρων τὸ παράδειγμα ἤγαγε. Καὶ πρὸς Θεσσαλονικέας δὲ γράφων, τὸ αὐτὸ τοῦτο ποιεῖ λέγων· Μὴ ἐν πάθει ἐπιθυμίας, καθὼς καὶ τὰ λοιπὰ ἔθνη. ∆ιεστήκατε, φησὶ, τοῖς δόγμασιν αὐτῶν, ἀλλὰ τὸ ὅλον γέγονε τοῦ Θεοῦ· ἐγὼ δὲ ζητῶ τὰ παρ' ὑμῶν, τὸν βίον καὶ τὸν περίπατον τὸν κατὰ τὸν Θεόν· τοῦτο ὑμέτερόν ἐστι. Μάρτυρα δὲ τὸν Κύριον καλῶ τῶν εἰρημένων ἐμοὶ, ὅτι οὐχ ὑπεστειλάμην, ἀλλ' εἶπον πῶς δεῖ περιπατεῖν. Ἐν ματαιότητι, φησὶ, τοῦ νοὸς αὑτῶν. Τί ἐστι νοῦ ματαιότης; Τὸ περὶ τὰ μάταια ἠσχολῆσθαι. Τίνα δέ ἐστι μάταια, ἀλλ' ἢ τὰ παρόντα ἅπαντα; περὶ ὧν φησιν ὁ Ἐκκλησιαστής· Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀλλ' ἐρεῖ τις· Εἰ μάταια καὶ ματαιότης, τίνος ἕνεκεν γέγονεν; εἰ τοῦ Θεοῦ ἔργα, πῶς μάταια; καὶ πολὺς περὶ τούτων ὁ λόγος. Ἀλλ' ἄκουε, ἀγαπητέ· Οὐ τὰ τοῦ Θεοῦ ἔργα εἶπε μάταια, μὴ γένοιτο· οὐκ οὐρανὸς μάταιος, οὐδὲ γῆ ματαία, μὴ γένοιτο· οὐχ ἥλιος, οὐδὲ σελήνη καὶ ἄστρα, οὐδὲ τὸ σῶμα τὸ ἡμέτερον· πάντα γὰρ ταῦτα καλὰ λίαν· ἀλλὰ τί μάταιον; Ἀκούσωμεν αὐτοῦ λέγοντος τοῦ Ἐκκλησιαστοῦ· Ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, ἐποίησά μοι κολυμβήθρας ὑδάτων, ἐγένετό μοι ποίμνια καὶ βουκόλια, συνήγαγον χρυσίον καὶ ἀργύριον· καὶ εἶδον ὅτι πάντα ματαιότης· καὶ πάλιν, Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἄκουε καὶ τοῦ Προφήτου λέγοντος· Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Κατὰ τοῦτο ματαιότης ματαιοτήτων, αἱ λαμπραὶ οἰκοδομαὶ, ὁ πολὺς καὶ περιῤῥέων χρυσὸς, τῶν ἀνδραπόδων αἱ ἀγέλαι κατὰ τὴν ἀγορὰν σοβοῦσαι, ὁ τῦφος καὶ ἡ κενοδοξία, τὰ φρονήματα καὶ ὁ κόμπος. Ταῦτα γὰρ πάντα μάταια· οὐ γὰρ παρὰ Θεοῦ γεγένηται, ἀλλὰ παρ' ἡμῶν δεδημιούργηται. Τί δήποτε δὲ μάταια; Ὅτι οὐδὲν ἔχει τέλος χρηστόν. Τὰ χρήματα μάταια, ὅταν εἰς τρυφὴν ἀναλίσκηται· οὐ μάταια δὲ γίνεται, ὅταν εἰς πένητας σκορπίζηται. Ὅταν δὲ εἰς τρυφὴν ἀναλώσῃς, ἴδωμεν αὐτῶν τὸ τέλος τί ποτέ ἐστι· λιπασμὸς σώματος, ἐρυγαὶ, πνεύματα, κόπρου πλῆθος, καρηβαρία, μαλακία σαρκὸς, καὶ θερμότης καὶ ἔκλυσις. Ὡς γὰρ ἂν εἴ τις τετρημένον πίθον ἐπαντλῶν ματαιοπονεῖ, οὕτω καὶ ὁ τρυφῶν εἰς πίθον τετρημένον ἀντλεῖ. Ἄλλως δὲ, μάταιον λέγεται τὸ προσδοκηθὲν μὲν ἔχειν τιμὴν, μὴ ἐσχηκὸς δέ· ὅπερ καὶ κενὸν λέγουσι, καὶ κενὰς ἐλπίδας, καὶ τὸ εἰκῆ. Καὶ ἁπλῶς δὲ μάταιον λέγεται τὸ πρὸς μηδὲν χρήσιμον. Ἴδωμεν οὖν, εἰ μὴ τοιαῦτα τὰ ἀνθρώπινα. Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Τί οὖν τὸ τέλος, εἰπέ μοι; Φθορά. Ἐνδυσώμεθα καὶ περιβαλώμεθα, καὶ τί τὸ πέρας; Οὐδέν. Τοιαῦτά τινες τῶν Ἑλλήνων ἐφιλοσόφησαν, ἀλλὰ μάτην· τὸν σκληρὸν βίον ἐπεδείξαντο, ἀλλ' ἁπλῶς, οὐ πρός τι τέλος χρήσιμον ὁρῶντες, ἀλλὰ πρὸς κενοδοξίαν καὶ τὴν παρὰ τῶν πολλῶν τιμήν. Τί δὲ ἡ παρὰ τῶν πολλῶν τιμή; Οὐδέν. Εἰ γὰρ αὐτοὶ οἱ τὴν τιμὴν παρεχόμενοι ἀπόλλυνται, πολλῷ μᾶλλον ἡ τιμή. Ὁ τιμὴν παρέχων ἑτέρῳ, ἑαυτῷ πρότερον ὀφείλει παρασχεῖν· εἰ δὲ μὴ παρέχοι ἑαυτῷ, πῶς ἂν ἑτέρῳ παρέξοι; Νῦν δὲ καὶ τὰς τιμὰς ζητοῦμεν ἐξ εὐτελῶν καὶ εὐκαταφρονήτων ἀνδρῶν, ἀτίμων ὄντων καὶ ἐπονειδίστων. Ποία οὖν αὕτη τιμή;
βʹ. Ὁρᾷς ὅτι ματαιότης ματαιοτήτων τὰ πάντα; ∆ιὰ τοῦτο ἔλεγεν· Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν. Ἀλλ' ἡ θρησκεία αὐτῶν οὐ τοιαύτη; Τί δαί; ἆρα οὐ ξύλα καὶ λίθοι τὰ προσκυνούμενα; Ἥλιον φαίνειν ἡμῖν ἐποίησεν ἀντὶ λύχνου· τίς τὸν λύχνον τὸν ἑαυτοῦ προσκυνεῖ; Ἥλιος παρέχει τὸ φῶς· ἀλλ' ὅταν ἐκεῖνος μὴ δύνηται, λύχνος δύναται· τί τοίνυν οὐ προσκυνεῖς τὸν λύχνον; Ναὶ, φησὶ, προσκυνῶ τὸ πῦρ. Ὢ τοῦ γέλωτος! τοσαύτη ἡ ὕβρις, καὶ οὐκ αἰσχύνῃ; Ὅρα δὲ καὶ ἑτέραν πάλιν· Τὸ προσκυνούμενον τί σβεννύεις; τί ἀπολλύεις; τί ἀναιρεῖς σου τὸν θεόν; διὰ τί μὴ συγχωρεῖς τὴν οἰκίαν ἐμπεπλῆσθαι αὐτοῦ; Εἰ γὰρ θεός ἐστι τὸ πῦρ, ἐπινεμέσθω σου τὸ σῶμα, μὴ τῷ πυθμένι τῆς χύτρας καὶ τοῦ λέβητος τὸν θεὸν ὑποβάλῃς· εἴσαγε εἰς τὰ ταμεῖα, εἴσαγε εἰς τὰ σηρικὰ ἱμάτια. Σὺ δὲ οὐ μόνον οὐκ εἰσάγεις, ἀλλὰ κἂν διὰ περιπέτειάν τινος ἐπεισέλθῃ, πάντοθεν ἐλαύνεις, πάντας συγκαλεῖς, καὶ ὥσπερ θηρίου τινὸς ἐπεισελθόντος, ὀδύρῃ καὶ στένεις, καὶ συμφορὰν τὸ πρᾶγμα καλεῖς ὑπερβάλλουσαν τὸ τὸν θεόν σου παρεῖναι. Ἔχω ἐγὼ Θεὸν, καὶ πάντα ποιῶ, ὥστε αὐτὸν ἐνστερνίσασθαι, καὶ μακαριότητα ἐμαυτοῦ ἡγοῦμαι, οὐχ ὅταν τὴν οἰκίαν ἐπισκέπτηται τὴν ἐμὴν, ἀλλ' ἂν εἰς τὴν καρδίαν αὐτὸν ἑλκύσω τὴν ἐμήν. Ἕλκυσον καὶ σὺ τὸ πῦρ εἰς τὴν καρδίαν τὴν σήν. Γέλως ταῦτα, καὶ ματαιότης. Καλὸν τὸ πῦρ εἰς χρῆσιν, οὐκ εἰς προσκύνησιν· εἰς διακονίαν, εἰς ὑπηρεσίαν, εἰς τὸ δουλεύειν ἐμοὶ, οὐκ εἰς τὸ κρατεῖν ἐμοῦ· ἐκεῖνο δι' ἐμὲ γέγονεν, οὐκ ἐγὼ δι' αὐτό. Εἰ προσκυνεῖς τὸ πῦρ, τί αὐτὸς μὲν ἐπὶ τῆς κλίνης κατάκεισαι, μαγείρῳ δὲ κελεύεις παρεστάναι σου τῷ θεῷ; Αὐτὸς ἀνάδεξαι τὴν μαγειρικὴν, καὶ ἀρτοκόπος γενοῦ, εἰ βούλει, καὶ χαλκεύς. Οὐδὲν γὰρ τούτων τῶν τεχνῶν τιμιώτερον, ἐπειδὴ ταῦτα ὁ σὸς ἐπισκέπτεται θεός. Τί ὕβριν ἡγῇ τὴν τέχνην, ἔνθα σου πολὺς ὁ θεός; τί τοῖς δούλοις ἐπιτάττεις, αὐτὸς δὲ οὐ καταξιοῖς; Καλὸν τὸ πῦρ, ἐπειδὴ καὶ καλοῦ δημιουργοῦ, ἀλλ' οὐ θεός· ἔργον γὰρ Θεοῦ, οὐ θεὸς ἐκλήθη. Οὐχ ὁρᾷς αὐτοῦ τὸ ἄτακτον; πῶς ὅταν ἐπιλάβηται οἰκίας, οὐδαμοῦ ἵσταται; ἀλλ' ἐὰν σχῇ συνεχῆ τινα, πάντα καθαιρεῖ, κἂν μὴ τεκτόνων χεῖρες ἢ καὶ ἄλλων τινῶν σβέσωσιν αὐτοῦ τὴν μανίαν, οὐ φίλους οἶδεν, οὐ πολεμίους, ἀλλ' ὁμοίως πᾶσι κέχρηται. Τοῦτο οὖν θεὸς, καὶ οὐκ αἰσχύνεσθε; Ὄντως καλῶς εἶπεν· Ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν. Ἀλλ' ὁ ἥλιος, φησὶ, θεός. Τοῦτο γὰρ, εἰπέ μοι, πόθεν, καὶ διὰ τί; ὅτι φῶς ἀφίησι πολύ; Ἀλλ' οὐχ ὁρᾷς αὐτὸν νικώμενον ὑπὸ τῶν νεφῶν, καὶ ἀνάγκῃ δουλεύοντα φύσεως, καὶ ἐκλείποντα καὶ ὑπὸ σελήνης καὶ νέφους κρυπτόμενον; Καίτοι γε νέφος ἀσθενέστερον ἡλίου, ἀλλ' ὅμως πολλαχοῦ κρατεῖ, καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστίν. Ὁ Θεὸς παναρκὴς εἶναι ὀφείλει, οὗτος δὲ πολλῶν ἐστιν ἐνδεής· τοῦτο δὲ οὐκ ἔστι Θεοῦ. ∆εῖται γὰρ ἀέρος πρὸς τὸ φᾶναι, καὶ ἀέρος λεπτοῦ· ὡς ὅ γε σφόδρα πυκνωθεὶς οὐκ ἀφίησι τὴν ἀκτῖνα διαδῦναι· δεῖται καὶ ὕδατος, καὶ ἑτέρου τοῦ ἐπέχοντος, ὥστε μὴ καταφλέξαι. Εἰ γὰρ μὴ πηγαὶ καὶ λίμναι καὶ ποταμοὶ καὶ θάλασσαι τινὰ ὑγρότητα διὰ τῆς τῶν ἀτμῶν συνέστησαν ἀναδόσεως, οὐδὲν ἂν ἐκώλυσεν ἐκπυρωθῆναι τὰ πάντα. Ὁρᾷς οὖν, φησὶν, ὅτι θεός; Ὢ τῆς μανίας! ὢ τοῦ γέλωτος! ἐπειδὴ, φησὶ, βλάψαι δύναται, θεός, Καὶ μὴν διὰ τοῦτο οὐ θεὸς, ὅτι ἐν οἷς μὲν βλάπτει, οὐδενὸς δεῖται, ἐν οἷς δὲ ὠφελεῖ, πολλῶν ἑτέρων χρῄζει· Θεοῦ δὲ τὸ μὲν βλάπτειν, πόῤῥω, τὸ δὲ ὠφελεῖν, οἰκεῖον. Ὅταν οὖν τὸ ἐναντίον ᾖ, πῶς θεός; Οὐχ ὁρᾷς, ὅτι τὰ δηλητήρια φάρμακα καταβλάπτει, καὶ οὐδενὸς δεῖται, ὅταν δὲ ὠφελῇ, πολλῶν; ∆ιὰ σὲ τοίνυν ἐστὶ τοιοῦτος, καὶ καλὸς καὶ ἀσθενής· καλὸς μὲν, ἵνα ἐπιγινώσκῃς τὸν ∆εσπότην· ἀσθενὴς δὲ, ἵνα μὴ ∆εσπότην αὐτὸν εἶναι λέγῃς. Ἀλλὰ τρέφει, φησὶ, τὰ φυτὰ καὶ τὰ σπέρματα. Τί οὖν μὴ παρὰ τοῦτο καὶ ἡ κόπρος θεός; καὶ γὰρ καὶ ἐκείνη τρέφει. Τί μὴ παρὰ τοῦτο καὶ τὸ δρέπανον, καὶ αἱ τοῦ γεωργοῦ χεῖρες; ∆εῖξόν μοι μόνον τρέφοντα τὸν ἥλιον, καὶ μηδενὸς δεόμενον, μήτε γῆς, μήτε ὕδατος, μήτε γεωργίας· ἀλλὰ βαλλέσθω τὰ σπέρματα, καὶ τὴν ἀκτῖνα ἀφεὶς δεικνύτω τοὺς ἀστάχυας. Εἰ δὲ οὐκ αὐτοῦ μόνου, ἀλλὰ καὶ τῶν ὑετῶν ἐστι, διὰ τί μὴ καὶ τὸ ὕδωρ θεός; Ἀλλὰ μήπω περὶ τούτου. ∆ιὰ τί μὴ καὶ ἡ γῆ θεός; διὰ τί μὴ καὶ ἡ κόπρος, καὶ ἡ δίκελλα; Πάντα οὖν, εἰπέ μοι, προσκυνήσομεν; Ὢ τῆς ληρωδίας! Καίτοι μᾶλλον ἄνευ ἡλίου γένοιτο ἄσταχυς, ἢ ἄνευ γῆς καὶ ὕδατος, καὶ φυτὰ καὶ τὰ ἄλλα ἅπαντα. Γῆς μὲν οὖν οὐκ οὔσης, οὐκ ἄν ποτε τούτων τι φανείη· εἰ δέ τις ἐν κεραμίῳ, οἷα τὰ παιδία ποιοῦσι καὶ αἱ γυναῖκες, γῆν ἐναποθέμενος, ὑπὸ τὸν ὄροφον κατάθοιτο, κέραμον ἐμπλήσας κόπρου πολλῆς, ἀσθενῆ μὲν, ἀναδίδοται δὲ ὅμως τὰ φυτά. Ὥστε πλείων ἡ παρὰ τῆς γῆς καὶ τῆς κόπρου συντέλεια, καὶ ταῦτα μᾶλλον ἐκείνου χρὴ προσκυνεῖν. Οὐρανοῦ δεῖται, ἀέρος δεῖται, ὑδάτων δεῖται τούτων, ὥστε μὴ βλάπτειν καθάπερ χαλινῶν κατεχόντων αὐτοῦ τὴν τῆς δυνάμεως ἀγριότητα, καὶ οὐκ ἐώντων ἐπαφεῖναι πανταχοῦ τὴν ἀκτῖνα, ὥσπερ τινὰ ἵππον ἄγριον. Εἰπὲ δή μοι, ποῦ ἡμῖν ἐστιν οὗτος κατὰ τὴν νύκτα; ποῦ ὁ θεὸς ἀποδεδήμηκεν; οὐ γὰρ θεοῦ τοῦτο τὸ περικλείεσθαι καὶ περατοῦσθαι· σωμάτων γὰρ ὄντως τοῦτο μόνον. Ἀλλὰ καὶ δύναμίς τίς ἐστιν ἐν αὐτῷ, φησὶ, καὶ κινεῖται. Αὕτη οὖν ἡ δύναμις, εἰπέ μοι, θεός; τί οὖν αὕτη δεῖται, καὶ μὴ κατέχει τὸ πῦρ; πάλιν γὰρ ὁ αὐτός μοι λόγος. Τί δὲ ἡ δύναμις ἐκείνη; φωτιστική τί[ς] ἐστιν, ἢ διὰ τούτου φωτίζει, αὐτὴ μετέχουσα τούτων μηδενός; Οὐκοῦν μείζων αὐτῆς ὁ ἥλιος. Μέχρι τίνος ἀνελίττομεν λαβύρινθον;
γʹ. Τί δὲ τὸ ὕδωρ; οὐχὶ καὶ αὐτὸ θεὸς, φασί; Τοῦτο ὄντως γέλωτος πάλιν φιλονείκου. Οὐχὶ θεὸς, φησὶν, ᾧ πρὸς τοσαῦτα κεχρήμεθα; Καὶ περὶ τῆς γῆς πάλιν ὁμοίως. Ὄντως, Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τὴν διάνοιαν. Ἀλλὰ περὶ βίου ταῦτά φησι νῦν· Πορνεύουσι καὶ μοιχεύουσιν Ἕλληνες. Εἰκότως· οἱ γὰρ τοιούτους ὑπογράφοντες ἑαυτοῖς θεοὺς, πάντα ἀκολούθως ἐργάζονται· κἂν τοὺς τῶν ἀνθρώπων δυνηθῶσι λαθεῖν ὀφθαλμοὺς, οὐδεὶς ὁ καθέξων αὐτούς. Τί γὰρ δυνήσεται ὁ περὶ ἀναστάσεως λόγος, μῦθος αὐτοῖς εἶναι δοκῶν; Ἀλλὰ περὶ τῶν ἐν ᾅδου; Ἀλλὰ καὶ ταῦτα μῦθοι· καὶ θέα τὴν σατανικὴν ἔννοιαν. Ὅταν μὲν λέγωσιν αὐτοῖς θεοὺς πόρνους, οὔ φασιν εἶναι μύθους, ἀλλὰ πείθονται· ὅταν δὲ περὶ κολάσεως διαλέγωνται, Ποιηταὶ, φασὶν, εἰσὶ, καὶ πάντα μυθεύουσιν, ἵνα πάντοθεν ἀνατρέπηται τῆς εὐζωΐας ἡ κατάστασις. Ἀλλ' οἱ φιλόσοφοι, φησὶν, ἐφεῦρόν τι σεμνὸν πάντως, καὶ τούτων κρεῖττον. Πῶς; οἱ τὴν εἱμαρμένην ἐπεισάγοντες, καὶ ἀπρονόητα εἶναι λέγοντες τὰ πάντα, καὶ μηδενὶ μέλειν μηδενὸς, ἀλλ' ἐξ ἀτόμων συνεστάναι; ἀλλ' ἕτεροι οἱ σῶμα τὸν Θεὸν εἰπόντες; Ἀλλὰ τίνες, εἰπέ μοι; οἱ τὰς ἀνθρωπίνας ψυχὰς κυνείας ποιοῦντες, καὶ τοὺς ἀνθρώπους πείθοντες, ὅτι καὶ κύων ἐγένετό ποτέ τις, καὶ λέων καὶ ἰχθύς; Μέχρι τίνος οὐ παύεσθε ληροῦντες, ἐσκοτισμένοι τῇ διανοίᾳ; καθάπερ γὰρ ὄντες ἐν σκότῳ πάντα καὶ λέγουσι καὶ πράττουσι, καὶ τὰ περὶ δογμάτων καὶ τὰ περὶ βίου. Οὐδὲν γὰρ ὁρᾷ τῶν ἐν μέσῳ κειμένων, ὅς ἐστιν ἐσκοτισμένος, ἀλλὰ σχοινίον πολλάκις ἰδὼν, ὄφιν ἐνόμισεν αὐτόματον· ὑπὸ φραγμοῦ πάλιν κατασχεθεὶς, ἐνόμισεν ἄνθρωπόν τινα ἢ δαίμονα κατέχειν αὐτόν· καὶ πολὺς ὁ θόρυβος, πολλὴ ἡ ταραχή. Τοιαῦτά τινα φοβοῦνται· Φοβηθήσονται, φησὶ, φόβον, οὗ οὐκ ἦν φόβος· τὰ δὲ ἄξια φόβου οὐ δεδοίκασιν. Ἀλλὰ καθάπερ τὰ παιδία τῷ μὲν πυρὶ τὰς χεῖρας ἀπρονοήτως, καὶ τῷ λύχνῳ τολμηρῶς ἐπαφιᾶσιν ὑπὸ τῶν τιτθῶν βασταζόμενα, σάκκον δὲ ἄνδρα ἐνδεδυμένον φοβοῦνται· οὕτω δὴ καὶ οὗτοι οἱ Ἕλληνες, καθάπερ ὄντως ἀεὶ παιδία (ὡς καί τις τῶν παρ' αὐτοῖς εἶπεν· Ἕλληνες ἀεὶ παῖδες), τὰ μὲν οὐκ ὄντα ἁμαρτήματα δεδοίκασιν, οἷον ῥύπον σώματος, κῆδος, λέχος, καὶ ἡμερῶν παρατηρήσεις, καὶ ὅσα τοιαῦτα· ἃ δέ ἐστιν ὄντως ἁμαρτήματα, παιδεραστία, μοιχεία, πορνεία, τούτων οὐδὲ λόγον ἔχουσιν. Ἀλλ' ἴδοις ἂν αὐτὸν ἀπὸ μὲν νεκροῦ λουόμενον, ἀπὸ δὲ νεκρῶν ἔργων, οὐκέτι· καὶ χρημάτων μὲν ἕνεκεν πολλὴν ποιούμενον σπουδὴν, ἑνὶ δὲ ἀλεκτρυόνι τὸ πᾶν διαλελύσθαι νομίζοντα· οὕτως ἐσκοτισμένοι εἰσὶ τῇ διανοίᾳ. Πολλῶν δειμάτων αὐτοῖς ἡ ψυχὴ μεστή, οἷον, Ὁ δεῖνά μοι πρῶτος ἐνέτυχε, φησὶν, ἐξιόντι τῆς οἰκίας· πάντως μυρία δεῖ κακὰ συμπεσεῖν. Νῦν ὁ οἰκέτης ὁ μιαρὸς τὰ ὑποδήματα ἐπιδιδοὺς, πρῶτον ὤρεξε τὸ ἀριστερόν· συμφοραὶ δειναὶ, καὶ ὕβρεις. Ἐγὼ αὐτὸς ἐξιὼν, τῷ ἀριστερῷ προτέρῳ προὔβην ποδί· καὶ τοῦτο συμφορῶν σημεῖον. Καὶ ταῦτα μὲν περὶ τὴν οἰκίαν τὰ κακά· ἔξω δὲ ἐξελθόντι ὁ ὀφθαλμός μοι ὁ δεξιὸς κάτωθεν ἀναπηδᾷ· δακρύων τοῦτο τεκμήριον. Καὶ αἱ γυναῖκες δὲ, ὅταν τῷ ἱστόποδι προσαρασσόμενοι κροτῶσιν οἱ κάλαμοι, ἢ ὅταν αὐταὶ τῷ κτενὶ σπαθῶσι, σημεῖον καὶ τοῦτο ποιοῦνται. Πάλιν ὅταν τὴν κρόκην τῷ κτενὶ κατακρούωσι, καὶ σφοδρότερον τοῦτο ἐργάζωνται, εἶτα οἱ ἄνωθεν κάλαμοι ὑπὸ τῆς ἐντόνου πληγῆς κροτῶσι προσαρασσόμενοι τῷ ἱστόποδι, σημεῖον καὶ τοῦτο ποιοῦνται· καὶ μυρία ἕτερα γέλωτος ἄξια. Κἂν ὄνος ἀνακράξῃ, κἂν ἀλεκτρυὼν, κἂν πτάρῃ τις, κἂν ὁτιοῦν συμβῇ, καθάπερ μυρίοις δεδεμένοι δεσμοῖς, ὅπερ ἔφην, καθάπερ ἐν σκότῳ κατεχόμενοι, πάντα ὑποπτεύουσι, καὶ μυρίων εἰσὶν ἀνδραπόδων δουλικώτεροι. Ἀλλὰ μὴ καὶ ἡμεῖς· ἀλλὰ πάντων τούτων καταγελάσαντες, ἅτε ἐν φωτὶ ζῶντες, καὶ ἐν οὐρανῷ πολιτευόμενοι, καὶ πρὸς τὴν γῆν οὐδὲν ἔχοντες κοινὸν, ἓν μόνον ἡγώμεθα εἶναι φοβερὸν τὴν ἁμαρτίαν, καὶ τὸ προσκροῦσαι Θεῷ. Τούτου δὲ οὐκ ὄντος, πάντων καταγελάσωμεν τῶν ἄλλων, καὶ τοῦ ταῦτα εἰσενεγκόντος διαβόλου. Ὑπὲρ δὴ τούτων εὐχαριστῶμεν τῷ Θεῷ· σπουδάσωμεν, μηδέποτε μήτε αὐτοὶ ταύτῃ ἁλῶναι τῇ δουλείᾳ, καὶ εἴ τις ἡμῖν τῶν φίλων ἑάλωκε, διαῤῥήξωμεν αὐτοῦ τὰ δεσμὰ, ἀποδύσωμεν αὐτὸν τῆς χαλεπωτάτης καὶ καταγελάστου ταύτης εἱρκτῆς, εὔλυτον αὐτὸν ἐργασώμεθα πρὸς τὸν δρόμον τὸν εἰς τὸν οὐρανὸν, τὰ πτερὰ βαρούμενα ἀνορθώσωμεν, καὶ βίου καὶ δόγματος ἕνεκεν διδάσκωμεν φιλοσοφεῖν. Εὐ χαριστῶμεν τῷ Θεῷ πάντων ἕνεκεν· παρακαλῶμεν αὐτὸν, μὴ ἀναξίους ἡμᾶς ἀποφανῆναι τῆς παρασχεθείσης δωρεᾶς· καὶ αὐτοὶ μετὰ τούτων σπουδάζωμεν τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν, ἵνα μὴ μόνον λέγοντες, ἀλλὰ καὶ ποιοῦντες διδάσκωμεν. Οὕτω γὰρ δυνησόμεθα τῶν μυρίων ἀγαθῶν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

14.ΟΜΙΛΙΑ ΙΓʹ ʹΤοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μη κέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριω μένοι τῆς ζωῆς τοῦ Θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρ δίας αὐτῶν, οἵτινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.
 αʹ. Οὐ πρὸς Ἐφεσίους ταῦτα εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς ὑμᾶς νῦν λέγεται, καὶ οὐ παρ' ἡμῶν, ἀλλὰ καὶ παρὰ Παύλου, μᾶλλον δὲ οὔτε παρ' ἡμῶν, οὔτε παρὰ Παύλου, ἀλλὰ παρὰ τῆς τοῦ Πνεύματος χάριτος. Ὡς οὖν αὐτῆς ταῦτα φθεγγομένης, οὕτω διακεῖσθαι χρή. Ἄκουε δὲ καὶ τί φθέγγεται· Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν. Εἰ οὖν ἄγνοιά ἐστιν, εἰ πώρωσίς ἐστι, τί ἐγκαλεῖς; τὸν γὰρ ἀγνοοῦντα οὐ κακῶς πάσχειν, οὐδὲ ἐγκαλεῖσθαι, ἀλλὰ μανθάνειν δίκαιόν ἐστιν ἅπερ ἀγνοεῖ. Ἀλλ' ὅρα πῶς αὐτοὺς εὐθέως ἀφαιρεῖται τῆς συγγνώμης. Οἵτινες,φησὶν, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, καὶ τῇ ἐργασίᾳ τῆς ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν. ∆είκνυσιν ἐνταῦθα ὅτι τῆς πωρώσεως ὁ βίος γέγονεν αὐτοῖς αἴτιος· ὁ δὲ βίος ἐξ οἰκείας γέγονε ῥᾳθυμίας καὶ ἀναλγησίας. Οἵτινες, φησὶν, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν. Ὅταν οὖν ἀκούσῃς, ὅτι Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, τούτου μέμνησο τοῦ ῥήματος, ὅτι ἑαυτοὺς παρέδωκαν. Εἰ οὖν ἑαυτοὺς παρέδωκαν, πῶς ὁ Θεὸς παρέδωκεν; εἰ δὲ ὁ Θεὸς αὐτοὺς παρέδωκε, πῶς ἑαυτοὺς παρέδωκαν; Ὁρᾷς τὴν δοκοῦσαν ἐναντίωσιν; Τὸ οὖν, Παρέδωκε, τοῦτό ἐστι, συγκεχώρηκεν. Ὁρᾷς ὅτι οὗ μὴ καθαρὸς βίος, καὶ δογμάτων τοιούτων ἐστὶν ὑπόθεσις; Πᾶς, φησὶν, ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Πῶς γὰρ ἂν δύναιτο μιαρὸς ἀνὴρ, καὶ μᾶλλον τῶν ἐγκαλινδουμένων βορβόρῳ χοίρων τοῖς πασῶν τῶν γυναικῶν σώμασιν ἐμφυρόμενος, καὶ χρημάτων ἐρῶν, καὶ οὐδὲ ὅλως σωφροσύνης ἐφιέμενος, τοῦτον ἀναδέξασθαι τὸν βίον; Ἐργασίαν, φησὶν, ἔθεντο τὸ πρᾶγμα. Ἀπὸ τούτου ἡ πώρωσις, ἀπὸ τούτου ἡ σκοτομήνη τῆς διανοίας. Ἔστι καὶ φωτὸς λάμψαντος ἐσκοτίσθαι, ὅταν οἱ ὀφθαλμοὶ ἀσθενεῖς ὦσιν· ἀσθενεῖς δὲ γίνονται, ἢ χυμῶν ἐπιῤῥοῇ πονηρῶν, ἢ ῥεύματος πλημμύρᾳ. Οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ἡ πολλὴ ῥύμη τῶν βιωτικῶν πραγμάτων τὸ διορατικὸν ἡμῶν ἐπικλύσῃ τῆς διανοίας, ἐν σκοτώσει γίνεται· καὶ καθάπερ ἐν ὕδατι κατὰ βάθους κείμενοι, τὸν ἥλιον οὐκ ἂν δυνηθείημεν ὁρᾷν, ὥσπερ τινὸς διαφράγματος τοῦ πολλοῦ ἄνωθεν ἐπικειμένου ὕδατος· οὕτω δὴ καὶ ἐν τοῖς ὀφθαλμοῖς τῆς διανοίας γίνεται πώρωσις τῆς καρδίας, ὅταν μηδεὶς τὴν ψυχὴν κατασείῃ φόβος. Οὐκ ἔστι φόβος Θεοῦ, φησὶν, ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. Καὶ πάλιν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Πώρωσις δὲ οὐδαμόθεν γίνεται, ἀλλ' ἢ ἀπὸ ἀναισθησίας· τοῦτο διαφράττει τοὺς πόρους. Ὅταν γὰρ ῥεῦμα πεπηγὸς εἰς ἕνα συνάγηται τόπον, νεκρὸν γίνεται τὸ μέλος καὶ ἀναίσθητον· κἂν καύσῃς, κἂν τέμῃς, κἂν ὁτιοῦν ποιῇς, οὐκ αἰσθάνεται. Οὕτω καὶ ἐκεῖνοι ἅπαξ ἑαυτοὺς δόντες τῇ ἀσελγείᾳ, κἂν πυρὸς δίκην, κἂν σιδήρου ἐπαγάγῃς αὑτοῖς τὸν λόγον, οὐδὲν καθάπτεται, οὐδὲν καθικνεῖται αὐτῶν· νενέκρωται γὰρ αὐτῶν ἅπαξ τὸ μέλος· κἂν μὴ τὴν ἀναισθησίαν ἀνέλῃς, ὥστε ὑγιαινόντων ἅψασθαι μελῶν, πάντα εἰκῆ ποιεῖς. Ἐν πλεονεξίᾳ, φησίν. Ἐνταῦθα μάλιστα αὐτῶν τὴν ἀπολογίαν ἀφείλετο. Ἐξῆν γὰρ αὐτοῖς, εἴ γε ἐβούλοντο, μήτε πλεονεκτεῖν, μήτε ἀσελγαίνειν, μήτε γαστρίζεσθαι, καὶ τῶν ἐπιθυμιῶν ἀπολαύειν· ἐξῆν καὶ χρημάτων, ἐξῆν καὶ ἡδονῆς καὶ τρυφῆς μετέχειν μετὰ συμμετρίας· ἀλλ' ἐπειδὴ ἀμέτρως ἐχρήσαντο τῷ πράγματι, πάντα διέφθειραν. Εἰς ἐργασίαν ἀκαθαρσίας, φησίν. Ὁρᾷς πῶς αὐτοὺς ἀποστερεῖ συγγνώμης, ἐργασίαν ἀκαθαρσίας εἰπών; Οὐ παραπεσόντες, φησὶν, ἥμαρτον, ἀλλ' εἰργάζοντο αὐτὰ τὰ δεινὰ, καὶ μελέτῃ τῷ πράγματι ἐκέχρηντο. Ἐν πάσῃ ἀκαθαρσίᾳ. Ἀκαθαρσία πᾶσα μοιχεία, πορνεία, παιδεραστία, φθόνος, πᾶσα ἀκολασία καὶ ἀσέλγεια. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, φησὶν, εἴ γε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ. Τὸ, Εἴ γε αὐτὸν ἠκούσατε, οὐκ ἀμφιβάλλοντός ἐστιν, ἀλλὰ καὶ σφόδρα διαβεβαιουμένου, καθάπερ καὶ ἀλλαχοῦ φησιν· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν. Τουτέστιν, Οὐκ ἐπὶ τούτοις ἐμάθετε τὸν Χριστόν. Εἴ γε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν Χριστῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρω πον. Ἄρα καὶ τοῦτο μαθεῖν ἐστι τὸν Χριστὸν, τὸ ὀρθῶς βιοῦν. Ὁ γὰρ πονηρῶς βιῶν, ἀγνοεῖ τὸν Θεὸν, καὶ ἀγνοεῖται παρ' αὐτοῦ. Ἄκουε γὰρ αὐτοῦ ἀλλαχοῦ λέγοντος· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον. Τουτέστιν, Οὐκ ἐπὶ τούτοις συνέθου. Οὐ ματαιότης τὰ παρ' ἡμῖν, ἀλλ' ἀλήθεια· ὥσπερ τὰ δόγματα ἀληθῆ, οὕτω καὶ ὁ βίος. Ματαιότης γὰρ ἡ ἁμαρτία ἐστὶ καὶ ψεῦδος· ὁ δὲ βίος ὁ ὀρθὸς, ἀλήθεια· ἔχει γὰρ καὶ τέλος μέγα· ἡ δὲ ἀκολασία εἰς οὐδὲν τελευτᾷ. Τὸν φθειρόμενον, φησὶν, κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης αὑτοῦ. Ὥσπερ αἱ ἐπιθυμίαι αὐτοῦ φθείρονται, οὕτω καὶ αὐτός. βʹ. Πῶς ἄρα αἱ ἐπιθυμίαι αὐτοῦ φθείρονται; Τῷ θανάτῳ πάντα λύεται· ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. Καὶ οὐ τῷ θανάτῳ μόνον, ἀλλὰ καὶ ἄλλοις πολλοῖς· οἷον τὸ κάλλος, καὶ νόσου καὶ γήρως ἐπελθόντος, ὑπεξέστη καὶ ἀπέθανε καὶ ἐφθάρη· ἡ ῥώμη τοῦ σώματος τοῖς αὐτοῖς πάλιν ἁλίσκεται· ἡ τρυφὴ οὐδὲ αὕτη τὴν αὐτὴν ἔχει ἐν γήρᾳ ἡδονήν. Καὶ δῆλον ἡμῖν τοῦτο ἀπὸ τοῦ Βερζελλῆ. Ἴστε πάντως τὴν ἱστορίαν. Ἢ ἑτέρως πάλιν τοῦτον αὐτὸν φθείρει καὶ ἀπόλλυσιν ἡ ἐπιθυμία. Καθάπερ γὰρ τὸ ἔριον, ἀφ' ὧν τίκτεται, ὑπὸ τούτων καὶ ἀπόλλυται· οὕτω καὶ ὁ παλαιὸς ἄνθρωπος. Καὶ γὰρ δόξης ἔρως ἀπόλλυσι, καὶ ἡδοναὶ πολλάκις ἀπώλεσαν, καὶ ἐπιθυμία ἐξηπάτησεν. Οὐ γάρ ἐστιν ὄντως ἡδονὴ, ἀλλὰ πικρία καὶ ἀπάτη τὸ πρᾶγμα, ὑπόκρισις καὶ σκηνή· καὶ τὸ μὲν πρόσωπον λαμπρὸν τῶν πραγμάτων, αὐτὰ δὲ τὰ πράγματα οὐδὲν ἕτερον, ἢ ταλαιπωρίας καὶ πολλῆς πτωχείας γέμοντα καὶ ἀηδίας καὶ πολλῆς τῆς πενίας· κἂν ἀφέλῃς τὸ προσωπεῖον, καὶ γυμνώσῃς τὴν ὄψιν, ὄψει τὴν ἀπάτην. Ἀπάτη γὰρ τοῦτό ἐστιν, ὅταν ὅπερ τί ἐστι, μὴ φαίνηται, ἀλλ' ὅπερ μή ἐστι, δείκνυται. Οὕτω καὶ οἱ παραλογισμοὶ γίνονται. Τέσσαρας δὲ ἡμῖν ἀνθρώπους ἐνταῦθα ὑπογράφει· καὶ, εἰ βούλεσθε, τούτων ἤδη τὴν ἀπόδειξιν παρέχω· Ἐνταῦθα μὲν δύο, οὕτω λέγων· Ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, ἀνανεοῦσθε τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον. Ἐν δὲ τῇ πρὸς Ῥωμαίους ἄλλους δύο, ὡς ὅταν λέγῃ· Βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Καὶ οὗτοι πρὸς ἐκείνους ἔχουσι τὴν συγγένειαν, πρὸς μὲν τὸν ἔσω ὁ καινὸς, πρὸς δὲ τὸν ἔξω ὁ παλαιός· ἀλλ' ὅμως οἱ τρεῖς διεφθάρησαν. Μᾶλλον δὲ τρεῖς εἰσι καὶ νῦν, καινὸς καὶ παλαιὸς, καὶ οὗτος ὁ οὐσιώδης καὶ φυσικός. Ἀνανεοῦσθε δὲ, φησὶ, τῷ πνεύματι τοῦ νοὸς ὑμῶν. Ἵνα μή τις νομίσῃ, ὅτι ἐπεισάγει ἄνθρωπον ἕτερον, εἰπὼν παλαιὸν καὶ καινὸν, ὅρα τί φησιν· Ἀνανεοῦσθε. Ἀνανεοῦσθαί ἐστιν, ὅταν αὐτὸ τὸ γεγηρακὸς ἀνανεῶται, ἄλλο ἐξ ἄλλου γινόμενον. Ὥστε τὸ μὲν ὑποκείμενον τὸ αὐτὸ, ἡ δὲ μεταβολὴ περὶ τὸ συμβεβηκός. Καθάπερ τὸ μὲν σῶμά ἐστι τὸ αὐτὸ, ἡ δὲ μεταβολὴ περὶ τὸ συμβεβηκὸς, οὕτω δὴ καὶ ἐνταῦθα. Πῶς δ' ἂν γένοιτο ἡ ἀνανέωσις; Ἐν τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, φησίν. Ὃς ἐὰν οὖν ἔχῃ πρᾶγμα παλαιὸν, οὐδὲν ἐργάσεται· οὐ γὰρ ἀνέξεται τὸ πνεῦμα παλαιῶν πράξεων. Τῷ πνεύματι, φησὶ, τοῦ νοὸς ὑμῶν· τουτέστι, τῷ πνεύματι τῷ ἐν τῷ νῷ. Καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον. Ὁρᾷς ὅτι τὸ μὲν ὑποκείμενον ἕν ἐστι, τὰ δὲ ἐνδύματα δύο, τό τε ἐκδυόμενον καὶ τὸ ἐνδυόμενον; Τὸν καινὸν ἄνθρωπον, φησὶ, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. ∆ιὰ τί δὲ ἄνθρωπον καλεῖ τὴν ἀρετὴν, καὶ διὰ τί ἄνθρωπον τὴν κακίαν; Ὅτι χωρὶς ἐνεργείας οὐκ ἂν δειχθείη ἄνθρωπος. Ὥστε οὐχ ἧττον τῆς φύσεως ταῦτα ἄνθρωπον δείκνυσιν, εἴτε καλὸν, εἴτε πονηρόν. Ὥσπερ δὲ τὸ ἀποδύσασθαι, εὔκολον, οὕτω καὶ ἐπὶ ἀρετῆς καὶ κακίας ἔστιν ἰδεῖν. Ὁ νέος ἰσχυρός ἐστιν· οὐκοῦν καὶ ἡμεῖς ἰσχυροὶ γενώμεθα πρὸς τὴν ἐνέργειαν τῶν ἀγαθῶν πράξεων. Ὁ νέος ῥυτίδα οὐκ ἔχει· οὐκοῦν μηδὲ ἡμεῖς. Ὁ νέος οὐ περιφέρεται, οὐδέ ἐστιν εὐάλωτος τοῖς νοσήμασιν· οὐκοῦν μηδὲ ἡμεῖς. Τὸν κτισθέντα. Ὅρα ἐνταῦθα πῶς κτίσιν καλεῖ τὴν οὐσίωσιν τῆς ἀρετῆς, τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραχθεῖσαν. Τί δέ; ἐκείνη οὐ κατὰ Θεὸν ἡ κτίσις; Οὐδαμῶς, ἀλλὰ κατὰ τὸν διάβολον· αὐτὸς δημιουργὸς τῆς ἁμαρτίας. Πῶς; Ὁ γὰρ ἄνθρωπος οὐκ ἀπὸ ὕδατος, οὐδὲ ἀπὸ γῆς ἐκτίσθη λοιπὸν, ἀλλ' ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Τί ἐστι τοῦτο; Υἱὸν εὐθέως, φησὶν, αὐτὸν ἔκτισε· τοῦτο γὰρ ἀπὸ τοῦ βαπτίσματος γίνεται· αὕτη ἐστὶν ἡ οὐσία. Καλῶς εἶπεν· Ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Ἦν ποτε δικαιοσύνη, ἦν καὶ ὁσιότης ἐπὶ Ἰουδαίων, ἀλλ' οὐ τῆς ἀληθείας, ἀλλὰ τοῦ τύπου ἡ δικαιοσύνη ἐκείνη. Τὸ γὰρ καθαρὸν εἶναι σώματι τύπος καθαρότητος ἦν, οὐχὶ ἀλήθεια καθαρότητος· τύπος δικαιοσύνης ἦν, οὐχὶ ἀλήθεια δικαιοσύνης. Ἐν ὁσιότητι, φησὶ, καὶ δικαιοσύνῃ τῆς ἀληθείας. Τάχα καὶ πρὸς τὸ ψευδὲς εἴρηται τοῦτο, ὅτι εἰσὶ πολλοὶ παρὰ τοῖς ἔξωθεν δοκοῦντες εἶναι δίκαιοι, ἀλλὰ ψευδεῖς. ∆ικαιοσύνη δὲ, ἡ καθολικὴ ἀρετὴ λέγεται. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ἐὰν μὴ περισσεύῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, ∆ίκαιος λέγεται ὁ μηδεμίαν ἔχων λαβήν. Ἐπεὶ καὶ ἐν τοῖς δικαστηρίοις ἐκεῖνόν φαμεν δίκαιον, τὸν ἀδικηθέντα, καὶ μὴ ἀνταδικήσαντα. Ἂν τοίνυν καὶ ἡμεῖς ἐπὶ τοῦ φρικτοῦ δικαστηρίου δυνηθῶμεν δίκαιοι πρὸς ἀλλήλους ὀφθῆναι, δυνησόμεθα φιλανθρωπίας τινὸς τυχεῖν. Πρὸς μὲν γὰρ τὸν Θεὸν ἀδύνατον, ὅσα ἂν ἐπιδειξώμεθα· πανταχοῦ γὰρ αὐτὸς τοῖς δικαίοις νικᾷ, καθὼς καὶ ὁ Προφήτης λέγει· Καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε. Ἀλλὰ τὰ πρὸς ἀλλήλους δίκαια ἂν μὴ διαφθείρωμεν, τότε ἐσόμεθα δίκαιοι· ἂν δυνηθῶμεν δεῖξαι, ὅτι ἠδικήθημεν, τότε ἐσόμεθα δίκαιοι. Πῶς ἐνδεδυμένοις αὐτοῖς πάλιν λέγει, Ἐνδύσασθε; Ἀπὸ τοῦ βίου νῦν φησι καὶ τῶν ἔργων. Τότε γέγονεν ἀπὸ τοῦ βαπτίσματος τὸ ἔνδυμα, νῦν δὲ ἀπὸ τῆς πολιτείας καὶ τῶν ἔργων, οὐκέτι κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀλλὰ κατὰ τὸν Θεόν. Τὸ δὲ ὅσιον τί ἐστι; Τὸ καθαρὸν, τὸ ὀφειλόμενον. ∆ιὰ τοῦτο καὶ τὴν ὁσίαν ἐπὶ ἀπελθόντων φαμέν· τουτέστιν, Οὐδὲν ὀφείλω αὐτοῖς λοιπὸν, οὐκ εἰμὶ ὑπεύθυνος. Οὕτως ἔθος ἡμῖν λέγειν καὶ τὸ, Ἀφωσιωσάμην, καὶ ὅσα τοιαῦτα, τουτέστι τὸ, Μηδὲν ὀφείλω.
γʹ. Ἡμῶν τοίνυν ἐστὶ μὴ ἀποδύσασθαι τὸ τῆς δικαιοσύνης ἱμάτιον, ὃ καὶ ὁ Προφήτης ἱμάτιον σωτηρίου καλεῖ, ἵνα τῷ Θεῷ ὁμοιωθῶμεν· καὶ γὰρ αὐτὸς δικαιοσύνην ἐνδέδυται. Τοῦτο ἐνδυσώμεθα τὸ ἱμάτιον. Τὸ δὲ, ἐνδύσασθαι, οὐδὲν ἄλλο δηλοῖ, ἢ τὸ μηδέποτε ἀποθέσθαι. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ ἥξει αὐτῷ. Καὶ πάλιν, Ὁ περιβαλλόμενος φῶς ὡς ἱμάτιον. Καὶ πάλιν ἡμῖν ἔθος λέγειν ἐπὶ τῶν ἀνθρώπων· Ὁ δεῖνα τὸν δεῖνα ἐνεδύσατο. Ὥστε οὐ μίαν ἡμέραν οὐδὲ δευτέραν οὐδὲ τρίτην, ἀλλὰ διαπαντὸς ἡμᾶς βούλεται εἶναι ἐν ἀρετῇ, καὶ μηδέποτε γυμνοὺς εἶναι τοῦ ἱματίου τούτου. Οὐ γὰρ οὕτως ἄνθρωπος ἀσχημονεῖ γυμνὸς ὢν τὸ σῶμα, ὡς γυμνὸς ὢν τὴν ἀρετήν. Ἐνταῦθα αὐτὸν οἱ ὁμόδουλοι βλέπουσιν ἀσχημονοῦντα, ἐκεῖ δὲ ὁ ∆εσπότης καὶ οἱ ἄγγελοι. Ἂν οὖν τινα ἴδῃς, εἰπέ μοι, γυμνὸν διὰ τῆς ἀγορᾶς προϊόντα, οὐχὶ ἀλγεῖς; Ὅταν οὖν σὺ γυμνὸς τοῦ ἱματίου τούτου τρέχῃς, τί ἐροῦμεν; Οὐχ ὁρᾷς τούτους τοὺς προσαιτοῦντας, οὓς λώταγας ἡμῖν ἔθος καλεῖν, πῶς περιίασι, πῶς καὶ αὐτοὺς ἐλεοῦμεν; Ἀλλ' ὅμως τούτοις οὐδὲ συγγνώμη τίς ἐστιν· οὐδὲ γὰρ συγγινώσκομεν αὐτοῖς, ὅταν κυβεύοντες ἑαυτῶν τὰ ἱμάτια ἀπολλύωσι. Πῶς οὖν ἡμῖν ὁ Θεὸς συγγνώσεται τὸ ἱμάτιον τοῦτο ἀπολέσασιν; Ὅταν γὰρ ὁ διάβολος ἴδῃ γυμνὸν ἀρετῆς τινα, εὐθέως καὶ ἀσβολοῖ καὶ ἀμαυροῖ τὸ πρόσωπον, καὶ τιτρώσκει, καὶ ἀναγκάζει μεγάλα. Γυμνοὶ γενώμεθα χρημάτων, ἵνα μὴ γυμνωθῶμεν ἀπὸ δικαιοσύνης· ἡ τῶν χρημάτων περιβολὴ τοῦτο λυμαίνεται τὸ ἱμάτιον· ἀκανθῶν ἐστι περιβολή. Τοιαῦταί εἰσιν αἱ ἄκανθαι, καὶ ὅσῳ ἂν πλείονας περιβαλώμεθα, τοσούτῳ μᾶλλον γυμνούμεθα. Ἡ ἀσέλγεια γυμνοῖ τοῦ ἱματίου τούτου· πῦρ γάρ ἐστι, τὸ δὲ πῦρ ἀναλωτικὸν τοῦ ἱματίου τούτου. Σής ἐστιν ὁ πλοῦτος· καθάπερ ὁ σὴς πάντα διατρώγει καὶ οὐδὲ τῶν σηρικῶν φείδεται, οὕτω καὶ οὗτος. Πάντα τοίνυν ταῦτα ἀποθώμεθα, ἵνα γενώμεθα δίκαιοι, ἵνα ἐνδυσώμεθα τὸν καινὸν ἄνθρωπον. Μηδὲν παλαιὸν, μηδὲν φαινόμενον, μηδὲν φθειρόμενον κατέχωμεν. Οὐκ ἔστιν ἡ ἀρετὴ ἐπίπονος, οὐκ ἔστι δυσκατόρθωτος. Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς ὄρεσιν; ἐκεῖνοι καὶ οἰκίας ἀφιᾶσι καὶ γυναῖκας καὶ παῖδας καὶ προστασίαν ἅπασαν, καὶ ἐκτὸς ἑαυτοὺς τοῦ κόσμου ποιησάμενοι, σάκκον περιθέμενοι, σποδὸν ὑποστρωσάμενοι, κλοιὰ τῶν τραχήλων ἐξαρτήσαντες, ἐν οἰκίσκῳ μικρῷ κατακλείσαντες ἑαυτοὺς, οὐδὲ μέχρι τούτων ἵστανται, ἀλλὰ καὶ νηστείαις καὶ λιμῷ διηνεκεῖ κατατείνουσιν ἑαυτούς. Εἰ τοιαῦτα ἐπέταττον νῦν ἐγὼ, οὐκ ἂν ἅπαντες ἀπεπηδήσατε; οὐκ ἂν εἴπατε τὸ πρᾶγμα φορτικόν; Οὐδὲ τοιοῦτόν φημι δεῖν ποιεῖν· βούλομαι μὲν γὰρ, πλὴν οὐ νομοθετῶ. Ἀλλὰ τί; Καὶ λουτροῖς κέχρησο, καὶ τὸ σῶμα θεράπευε, καὶ εἰς ἀγορὰν ἔμβαλλε, καὶ οἰκίαν ἔχε, καὶ διακόνοις διακονοῦ, καὶ χρῶ σιτίοις καὶ ποτοῖς· πανταχοῦ τὴν πλεονεξίαν ἔκβαλλε. Ἐκείνη γάρ ἐστιν ἡ τὴν ἁμαρτίαν ποιοῦσα, καὶ τὸ αὐτὸ πρᾶγμα πλεονάζον ἁμαρτία γέγονεν. Ὥστε οὐδὲν ἕτερόν ἐστιν ἡ πλεονεξία, ἢ ἁμαρτία. Καὶ ὅρα· Ὁ θυμὸς ὅταν πλέον τοῦ δέοντος κινηθῇ, τότε ἐκπηδῶν λοιδορεῖται, τότε ἀδίκως πάντα ποιεῖ· ὁ τῶν σωμάτων ἔρως, ὁ τῶν χρημάτων, ὁ τῆς δόξης, ὁ τῶν ἄλλων ἁπάντων. Καὶ μή μοι εἴπῃς, ὅτι ἐκεῖνοι ἠδυνήθησαν· πολλοὶ γὰρ πολλῷ ἀσθενέστεροί σου καὶ πλουσιώτεροι καὶ τρυφερώτεροι τὸν σκληρὸν ἐκεῖνον καὶ τραχὺν ἀνεδέξαντο βίον. Καὶ τί λέγω ἄνδρας; κόραι εἰκοστὸν ἔτος οὔπω γενόμεναι, ἐν θαλάμοις καὶ ἐν σκιατροφίᾳ τὸν ἅπαντα διατελέσασαι χρόνον, [ἐν] θαλάμοις μύρων γέμουσαι καὶ θυμιαμάτων, ἐπὶ στρωμνῆς ἁπαλῆς κατακείμεναι, ἁπαλαὶ καὶ αὐταὶ τὴν φύσιν, καὶ τῇ πολλῇ θεραπείᾳ μαλακώτεραι γινόμεναι, διὰ τῆς ἡμέρας πάσης οὐδὲν ἕτερον ἔργον ἔχουσαι, ἢ τὸ καλλωπίζεσθαι καὶ χρυσοφορεῖν καὶ τρυφῆς ἀπολαύειν πολλῆς, οὐδὲ ἑαυταῖς διακονούμεναι, ἀλλὰ πολλὰς ἔχουσαι τὰς θεραπαινίδας τὰς παρεστηκυίας, ἱμάτια ἔχουσαι μαλακὰ τοῦ σώματος μαλακώτερα, λεπτὰς ὀθόνας καὶ τρυφερὰς, ἐν ῥόδοις καὶ ταῖς τοιαύταις εὐωδίαις διηνεκῶς ἀσχολούμεναι· αὗται δὴ ἐξαίφνης τῷ πυρὶ ληφθεῖσαι τοῦ Χριστοῦ, πᾶσαν ἐκείνην ἀποδυσάμεναι τὴν βλακείαν καὶ τὸν τῦφον, καὶ τρυφῆς καὶ ἡλικίας ἐπιλαθόμεναι, καθάπερ τινὲς ἀθληταὶ γενναῖοι τὰ μαλακὰ ἐκεῖνα ἀποδυσάμεναι, εἰς μέσους ἐνέβησαν τοὺς ἀγῶνας. Καὶ ἴσως μὲν ἄπιστα δόξω ἐρεῖν, πλὴν ἀλλ' ἀληθῆ. Ταύτας δὴ τὰς οὕτως ἁπαλὰς κόρας ἤκουσα ἐγὼ, ὅτι εἰς τοσαύτην σκληραγωγίαν ἑαυτὰς ἤγαγον, ὡς τὰ τραχύτερα τῶν τριχίνων περιθέσθαι ἑαυτῶν τοῖς σώμασι γεγυμνωμένοις, καὶ ἀνυποδήτους εἶναι τὰς ἁπαλὰς πτέρνας ἐκείνας, καὶ ἐπὶ στιβάδος κατακεῖσθαι· μᾶλλον δὲ τὸ πλέον ἐγρηγορέναι τῆς νυκτὸς, καὶ οὔτε μύρου, οὔτε ἄλλου τινὸς τῶν παλαιῶν πρόνοιαν ποιεῖσθαι, ἀλλὰ καὶ τὴν οὕτω θεραπευομένην κεφαλὴν ἀτημέλητον ἔχειν, ἁπλῶς καὶ εἰκῆ τὰς τρίχας ἐνδεδεμένην, ὥστε μὴ εἰς ἀσχημοσύνην ἐμπεσεῖν. Τράπεζα δὲ αὐταῖς ἐστιν ἑσπερινὴ μόνη, τράπεζα οὐδὲ λαχάνου οὐδὲ ἄρτου, ἀλλὰ σεμίδαλις καὶ κύαμος καὶ ἐρέβινθος, καὶ ἐλαία καὶ σῦκα· καὶ ταλασιουργία διηνεκὴς καὶ τῶν οἴκοι θεραπαινίδων ἔργα πολλῷ χαλεπώτερα. Τί γάρ; τὰς καμνούσας τὸ σῶμα θεραπεύειν ἀνεδέξαντο, τὰς κλίνας βαστάζουσαι, τοὺς πόδας νίπτουσαι· πολλαὶ δὲ αὐτῶν καὶ μαγειρεύουσι. Τοσαῦτα δύναται τοῦ Χριστοῦ τὸ πῦρ· οὕτω καὶ φύσεως ἀνώτερον ἡ προθυμία. Πλὴν ἀλλ' οὐδὲν τοιοῦτον ἐγὼ ὑμᾶς ἀπαιτῶ, ἐπειδὴ βούλεσθε παρελαύνεσθαι παρὰ γυναικῶν. δʹ. Κἂν γοῦν ὅσα μὴ φορτικὰ, ταῦτα πράττετε, χειρὸς κρατεῖτε καὶ ἀκολάστων ὀφθαλμῶν. Τί δύσκολον, εἰπέ μοι, τί δυσχερές; ∆ίκαια πράττετε, μηδένα ἀδικεῖτε, μήτε ὁ πένης, μήτε ὁ πλούσιος, μήτε ὁ ἀγοραῖος, μήτε ὁ μισθωτός· ἔστι γὰρ καὶ μέχρι πενήτων ἀδικίαν διελθεῖν. Ἢ οὐχ ὁρᾶτε πόσας οὗτοι μάχας ποιοῦσι, καὶ πάντα ἀνατρέπουσι; Κέχρησο γάμῳ, ἔχε παῖδας· καὶ Παῦλος τοιούτοις ἐπέταττε, τοιούτοις ἔγραφε. Μέγας ἐκεῖνος ὁ ἀγὼν, καὶ ὑψηλὸς ὁ σκόπελος, καὶ ἐγγὺς τοῦ οὐρανοῦ ἡ κορυφὴ, καὶ οὐ δύνασαι φθάσαι πρὸς τὸ μέγα; Οὐκοῦν κἂν τῶν ἐλαττόνων ἔχου, καὶ τῶν κατωτέρων ἐφίεσο. Οὐ δύνασαι κενῶσαι τὰ χρήματα; κἂν τὰ τῶν ἄλλων μὴ ἅρπαζε, μηδὲ ἀδίκει. Οὐ δύνασαι νηστεῦσαι; κἂν μὴ εἰς τρυφὴν σεαυτὸν ἐξαγάγῃς. Οὐ δύνασαι ἐπὶ στιβάδος κατακλιθῆναι; μή μοι κλίνας ἀργυρενδέτους κατασκεύαζε, ἀλλὰ κέχρησο κλίνῃ καὶ στρώμασι μὴ πρὸς ἐπίδειξιν πεποιημένοις, ἀλλὰ πρὸς ἀνάπαυσιν, μηδὲ ἐλεφαντίνας κλίνας· σύστειλον σαυτόν. Τί μυρίων ἀγωγίμων πληροῖς τὴν ὁλκάδα; Ἂν ᾖς εὐσταλὴς, οὐδὲν δείσεις, οὐ φθόνον, οὐ λῃστὰς, οὐκ ἐπιβούλους. Οὐδὲ γὰρ οὕτω τοῖς χρήμασιν, ὡς ταῖς φροντίσι πλουτεῖς· οὐχ οὕτως εὐπορεῖς ἐν τοῖς κτήμασιν, ὡς ταῖς ἀγωνίαις καὶ τοῖς κινδύνοις. Οἵτινες βούλονται πλουτεῖν, φησὶ, πειρασμοὺς καὶ ἐπιθυμίας βλαβερὰς ἑαυτοῖς ἐπεισάγουσι. Ταῦτα ὑπομένουσιν οἱ πολλὰ κεκτῆσθαι βουλόμενοι. Οὐ λέγω·∆ιακόνησον τῷ κάμνοντι· κἂν τῷ παιδὶ κέλευσον τοῦτο ποιεῖν. Ὁρᾷς πῶς φορτικὸν οὐκ ἔστι; πῶς γὰρ, ἔνθα κόραι ἁπαλαὶ ἐκ πολλοῦ τοῦ διαστήματος ἡμᾶς παρελαύνουσιν; Αἰσχυνθῶμεν, παρακαλῶ, ὅτι ἐν μὲν τοῖς κοσμικοῖς οὐδαμοῦ παραχωροῦμεν αὐταῖς, οὐκ ἐν πολέμοις, οὐκ ἐν ἄθλοις· ἐν δὲ τοῖς πνευματικοῖς ἀγῶσι πλέον ἡμῶν φέρονται, καὶ πρῶται τὸ βραβεῖον ἁρπάζουσι, καὶ ὑψηλότεραπέτανται, καθάπερ ἀετοί τινες· ἡμεῖς δὲ, καθάπερ κολοιοὶ, κάτω περὶ τὴν κνίσσαν καὶ τὸν καπνὸν ἀεὶ στρεφόμεθα. Κολοιῶν γὰρ ὄντως, τραπεζοποιοὺς καὶ μαγείρους ἐπινοεῖν, καὶ κυνῶν λίχνων. Ἄκουσον τῶν παλαιῶν γυναικῶν· μεγάλαι γὰρ ἐγένοντο, μεγάλαι γυναῖκες καὶ θαυμασταὶ, οἷον, ἡ Σάῤῥα, ἡ Ῥεβέκκα, ἡ Ῥαχὴλ, ἡ ∆εβώρα, ἡ Ἄννα· καὶ ἐπὶ τοῦ Χριστοῦ δὲ ἦσαν τοιαῦται, ἀλλ' οὐδαμοῦ ἄνδρας παρήλασαν, ἀλλὰ τὴν ὑστέραν τάξιν ἐπεῖχον. Νῦν δὲ τοὐναντίον, γυναῖκες ἡμᾶς παρελαύνουσι καὶ ἀποκρύπτουσι. Ποῖος ὁ γέλως; τίς ἡ αἰσχύνη; Ἡμεῖς τῆς κεφαλῆς τὴν τάξιν ἐπέχομεν, καὶ ὑπὸ τοῦ σώματος νικώμεθα; Ἄρχειν αὐτῶν ἐτάχθημεν, οὐχ ἵνα μόνον ἄρχωμεν, ἀλλ' ἵνα καὶ ἐν ἀρετῇ ἄρχωμεν. Ὁ γὰρ ἄρχων, τούτῳ μάλιστα ἄρχειν ὀφείλει, τῷ τῇ ἀρετῇ νικᾷν· εἰ δὲ νικᾶται, οὐκέτι ἄρχων ἐστίν. Εἴδετε πόση τῆς τοῦ Χριστοῦ παρουσίας ἡ δύναμις; πῶς ἔλυσε τὴν κατάραν; Καὶ γὰρ πλείους αἱ παρθένοι παρὰ γυναιξὶ, πλείων ἡ σωφροσύνη παρ' ἐκείναις, αἱ χηρεῖαι πλείους·οὐδὲν ἂν αἰσχρὸν ταχέως γυνὴ πρόοιτο ῥῆμα. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι,αἰσχρολογεῖς σύ; Μὴ γάρ μοι τὰς ἀπεγνωσμένας εἴπῃς, φιλόκοσμόν πως τὸ γένος ἐστὶ, καὶ τοῦτο ἔχει τὸ ἐλάττωμα. Ἀλλὰ κἀν τούτῳ νικᾶτε ὑμεῖς οἱ ἄνδρες, οἱ καὶ ἐπ' ἐκείναις, ὡς ἐπ' οἰκείῳ κόσμῳ, ἐναβρυνόμενοι. Οὐ γὰρ οὕτως οἶμαι τοῖς ἑαυτῆς χρυσίοις τὴν γυναῖκα καλλωπίζεσθαι, ὡς τὸν ἄνδρα τοῖς τῆς γυναικός· οὐχ οὕτως ἐπὶ τῇ ζώνῃ φρονεῖ τῇ χρυσῇ, ὡς ἐπὶ τῷ τὴν γυναῖκα χρυσοφορεῖν. Ὥστε καὶ τούτου ὑμεῖς αἴτιοι οἱ τὸν σπινθῆρα ἐκκαίοντες, καὶ τὴν φλόγα ἀνάπτοντες. Ἄλλως δὲ, οὐ τοσοῦτον ἁμάρτημά ἐστιν ἐπὶ γυναικὸς, ὅσον ἐπὶ ἀνδρός. Σὺ ἐτάχθης ἐκείνην ῥυθμίζειν· πανταχοῦ τῶν πρωτείων ἀξιοῖς τυγχάνειν· οὐκοῦν καὶ ἐν τούτῳ δεῖξον, ὅτι σοι τῆς πολυτελείας οὐδεὶς λόγος ἐκείνης, ἀπὸ τῶν σαυτοῦ. Γυναικὶ μᾶλλον ἐπιτήδειον τὸ κοσμεῖσθαι, ἢ ἀνδρί. Ὅταν οὖν σὺ αὐτὸς μὴ διαφεύγῃς, πῶς ἐκείνη διαφεύξεται; Ἔχουσιν ἐκεῖναί τι κενόδοξον, ἀλλὰ τοῦτο κοινὸν καὶ ἀνδρῶν· ὀργίλαι πῶς εἰσι, καὶ τοῦτο κοινόν. Ἐν οἷς δὲ πλεονεκτοῦσιν, οὐκέτι κοινά· τὴν σεμνότητα λέγω, τὴν θερμότητα, τὴν εὐλάβειαν, τὴν περὶ τὸν Χριστὸν ἀγάπην. ∆ιὰ τί οὖν ἀπεῖρξεν αὐτὰς τοῦ θρόνου τοῦ διδασκαλικοῦ, φησί; Καὶ τοῦτο σημεῖον τοῦ πολὺ τὸ μέσον εἶναι τῶν ἀνδρῶν, καὶ μεγάλας εἶναι τὰς τότε. Παύλου γὰρ διδάσκοντος, εἰπέ μοι, καὶ Πέτρου καὶ τῶν ἁγίων ἐκείνων, γυναῖκα τῷ πράγματι ἐπιπηδᾷν ἐχρῆν; Νυνὶ δὲ εἰς τοῦτο κακίας ἠλάσαμεν, ὡς καὶ ζητήματος ἄξιον εἶναι, διὰ τί γυναῖκες οὐ διδάσκουσιν· οὕτως εἰς τὴν αὐτὴν αὐταῖς ἀσθένειαν ἤλθομεν.Ταῦτα οὐκ ἐκείνας ἐπᾶραι βουλόμενος εἶπον, ἀλλ' ἡμᾶς αὐτοὺς ἐντρέψαι καὶ παιδεῦσαι καὶ νουθετῆσαι, ὥστε τὴν προσήκουσαν ἡμῖν ἀρχὴν ἀναλαβεῖν, μὴ κατὰ τὸ μεῖζον, ἀλλὰ κατὰ τὴν πρόνοιαν καὶ τὴν προστασίαν καὶ τὴν ἀρετήν. Οὕτω γὰρ καὶ τὸ σῶμα ἐν τάξει ἔσται τῇ προσηκούσῃ, ὅταν ἀρίστου τοῦ ἄρχοντος ἐπιτύχῃ. Γένοιτο δὲ καὶ τὰς γυναῖκας καὶ τοὺς ἄνδρας κατὰ τὸ τῷ Θεῷ δοκοῦν ἅπαντας βιοῦν, ἵνα καταξιωθῶμεν ἅπαντες ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς φιλανθρωπίας ἀπολαῦσαι τοῦ ∆εσπότου, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

15. ΟΜΙΛΙΑ Ι∆ʹ∆ιὸ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὑτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· μὴ δίδοτε τόπον τῷ διαβόλῳ.

 αʹ. Εἰπὼν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς, λοιπὸν αὐτὸν καὶ ὑπογράφει κατὰ μέρος. Αὕτη γὰρ εὐμαθεστέρα ἡ διδασκαλία, ὅταν καὶ κατὰ μέρος μανθάνωμεν. Καὶ τί φησι; ∆ιὸ ἀποθέμενοι τὸ ψεῦδος. Ποῖον ψεῦδος; Τὰ εἴδωλα ἆρά φησιν; Οὐδαμῶς· ψεῦδος μὲν γὰρ καὶ ταῦτα· ἀλλὰ νῦν οὐ περὶ τούτων· οὐδὲν γὰρ αὐτοῖς κοινὸν πρὸς αὐτά· ἀλλὰ τὸ πρὸς ἀλλήλους φησὶ, τουτέστι, τὸ δολερὸν καὶ ὕπουλον. Λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὑτοῦ. Εἶτα καὶ τὸ ἐντρεπτικώτερον, Ὅτι ἐσμὲν ἀλλήλων μέλη, μηδεὶς ἀπατάτω τὸν πλησίον· ὅ φησιν ὁ Ψαλμῳδὸς ἄνω καὶ κάτω· Χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν οὕτως ἔχθραν ποιοῦν, ὡς τὸ ἀπατᾷν καὶ παραλογίζεσθαι. Ὅρα πῶς πανταχοῦ αὐτοὺς δυσωπεῖ διὰ τοῦ σώματος. Μὴ ψευδέσθω, φησὶν, ὁ ὀφθαλμὸς τὸν πόδα, μηδὲ ὁ ποῦς τὸν ὀφθαλμόν. Οἷον, ἐὰν βαθὺ ὄρυγμα ᾖ, εἶτα ἄνωθεν ἐπὶ τῆς γῆς καλάμων διακειμένων, καὶ ὑπὸ τῆς γῆς κεκαλυμμένων, ἐν τῇ ἐπιφανείᾳ στερεᾶς γῆς παρέχῃ δόξαν τοῖς ὀφθαλμοῖς, οὐχὶ τῷ ποδὶ χρήσεται, καὶ εἴσεται πότερον εἰκῆ καὶ διάκενόν ἐστι κάτω, ἢ ἀντερείδει καὶ ἀντιτυπεῖ; μὴ ψεύδεται ὁ ποῦς, ἀλλ' οὐχ ὅπερ ἐστὶνἀπαγγέλλει; Τὶ δέ; εἰ ὄφιν ἴδοι ὁ ὀφθαλμὸς, ἢ θηρίον, μὴ ψεύδεται τὸν πόδα; οὐκ εὐθέως ἀπαγγέλλει, κἀκεῖνος παρ' αὐτοῦ μαθὼν, οὐκέτι ἐπέρχεται. Τί δέ; ὅταν μήτε ὁ ὀφθαλμὸς, μήτε ὁ ποῦς εὕρῃ διαγνῶναι, ἀλλὰ τὸ πᾶν τῆς ὀσφρήσεως ᾖ, οἷον πότερον δηλητήριον φάρμακον, ἢ οὒ, μὴ ψεύδεται ἡ ὄσφρησις τὸ στόμα; Οὐδαμῶς.∆ιὰ τί; Καὶ γὰρ καὶ ἑαυτὴν προσαπόλλυσιν· ἀλλ' ὅπερ αὐτῇ παρίσταται, λέγει. Τί δέ; ἡ γλῶσσα μὴ ψεύδεται τὸν στόμαχον; οὐκ ἔνθα μὲν πικρὸν ᾖ, τοῦτο ῥίπτει, ἂν δὲ γλυκὺ, παραπέμπει; Ὅρα διακονίαν καὶ δουλείας ἀντίδοσιν· ὅρα πρόνοιαν ἐξ ἀληθείας γεγενημένην, καὶ ἐκθύμως, ὡς ἄν τις εἴποι. Οὕτω δὴ καὶ ἡμεῖς μὴ ψευδώμεθα, εἰ ἀλλήλων μέλη ἐσμέν. Τοῦτο φιλίας τεκμήριον, τὸ δὲ ἐναντίον ἔχθρας. Τί οὖν, ἂν ἐπιβουλεύῃ, φησί; Τὸ ἀληθὲς μάθε· ἂν γὰρ ἐπιβουλεύῃ, οὐκ ἔστι μέλος. Εἶπε δὲ, Μὴ ψεύδεσθε πρὸς τὰ μέλη. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Ὅρα σύνεσιν· καὶ λέγει ὅπως μὴ ἁμαρτήσωμεν, καὶ παρακούσαντας πάλιν οὐκ ἐγκαταλιμπάνει· οὐ γὰρ ἀφίησιν αὐτοῦ τὰ σπλάγχνα τὰ πνευματικά. Καθάπερ γὰρ ὁ ἰατρὸς διαγορεύει μὲν τὰ πρακτέα τῷ κάμνοντι, καὶ μὴ ἀνασχομένου δὲ ὅμως οὐ καταφρονεῖ, ἀλλὰ τὴν ἐκ τῆς πειθοῦς εἰσάγων συμβουλὴν, θεραπεύει πάλιν, οὕτω καὶ ὁ Παῦλος. Ὁ μὲν γὰρ ἐκεῖνο ποιῶν, τὴν δόξαν μόνον ζητεῖ, καὶ ὅτι κατεφρονήθη δάκνεται· ὁ δὲ πανταχοῦ τὴν ὑγείαν τοῦ κάμνοντος ἐπιζητῶν, πρὸς ἓν τοῦτο μόνον ὁρᾷ, ὅπως ἀναστήσῃ τὸν κείμενον. Τοῦτο καὶ ὁ Παῦλος ποιεῖ. Εἶπε, Μὴ ψεύδεσθε· εἰ δέ ποτε γένοιτο ἀπὸ ψεύδους ὀργὴ, καὶ τοῦτο θεραπεύει πάλιν. Τί γάρ φησιν; Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Καλὸν μὲν γὰρ τὸ μὴ ὀργίζεσθαι· εἰ δέ τις ἐμπέσοι ποτὲ εἰς τὸ πάθος, ἀλλὰ μὴ εἰς τοσοῦτον. Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Βούλει τῆς ὀργῆς ἐμπλησθῆναι; ἀρκεῖ σοι μία ὥρα καὶ δευτέρα καὶ τρίτη· μὴ καταλιπὼν ἐχθροὺς ὑμᾶς ὁ ἥλιος ἀπέλθοι. Ἀπὸ ἀγαθότητος ἀνέτειλε, μὴ ἀπερχέσθω εἰς ἀναξίους λάμψας. Εἰ γὰρ ὁ ∆εσπότης αὐτὸν ἀπὸ πολλῆς ἀγαθότητος ἔπεμψε, καὶ αὐτὸς μὲν ἀφῆκέ σοι τὰ ἁμαρτήματα, σὺ δὲ τῷ πλησίον οὐκ ἀφίης, ὅρα πόσον τὸ κακόν. Καὶ ἄλλο δὲ μετὰ τούτου· δέδοικε τὴν νύκτα ὁ μακάριος Παῦλος, μὴ λαβοῦσα ἐπ' ἐρημίας τὸν ἠδικημένον ἔτι φλεγμαίνοντα, ἀνακαύσῃ τὸ πῦρ. Ἕως μὲν γὰρ ἂν πολλὰ ἐκκρούῃ, τῆς ἡμέρας οὔσης, ἔξεστί σοι ἐμφορεῖσθαι· ὅταν δὲ μέλλοι ἑσπέρα γίνεσθαι, καταλλάττου καὶ πρόσφατον σβέσον τὸ κακόν. Ἂν γὰρ νὺξ ἐπιλάβηται, οὐκ ἀρκέσει ἡ μετὰ ταῦτα ἡμέρα τὸ συναχθὲν καὶ ἐν τῇ νυκτὶ σβέσαι κακόν· ἀλλὰ κἂν τὸ πλέον ὑποτέμῃς, τὸ δὲ ὅλον μὴ δυνηθῇς, πάλιν δίδωσιν ἀπὸ τοῦ ὑπολειφθέντος τῇ ἐπιούσῃ νυκτὶ σφοδροτέραν ἐργάσασθαι τὴν πυράν. Καὶ καθάπερ ὁ ἥλιος, ἂν τὸ νεφωθὲν καὶ πυκνωθὲν τοῦ ἀέρος διὰ τῆς νυκτὸς μὴ ἀρκέσῃ τῇ καθημερινῇ μαλάξαι καὶ διασκεδάσαι θέρμῃ, ὑπόθεσιν χειμῶνος παρέχεται, τῆς νυκτὸς ἐπιλαβομένης τοῦ λειψάνου, καὶ πάλιν αὐτὸ τρεφούσης ἑτέροις ἀτμοῖς· οὕτω καὶ ἐπὶ τῆς ὀργῆς. Μήτε δίδοτε τόπον τῷ διαβόλῳ. Ὥστε τὸ ἀλλήλους πολεμεῖν, τόπον ἐστὶ δοῦναι τῷ διαβόλῳ. ∆έον γὰρ πάντας συμπεφράχθαι, καὶ κατ' ἐκείνου ἵστασθαι, ἐκλύσαντες ἡμεῖς τὴν πρὸς ἐκεῖνον ἔχθραν, ἐπ' ἀλλήλους κελεύομεν τρέπεσθαι. Οὐδέποτε γὰρ οὕτως ἔχει τόπον ὁ διάβολος, ὡς ἐν ταῖς ἔχθραις.
βʹ. Τὰ μυρία ἐντεῦθεν κακὰ τίκτεται. Καὶ καθάπερ ἕως μὲν ἂν ὦσιν ἡρμοσμένοι λίθοι, καὶ μηδὲν διάκενον ἔχοντες, ἑστήκασιν ἀῤῥαγεῖς· ἂν δὲ βελόνης μόνης διάτρησιν διαμπὰξ γεγενημένην, ἢ ῥαγάδα τριχὸς ἐπέχουσαν τόπον συμβῇ γενέσθαι, τοῦτο πάντα καταλύει καὶ ἀπόλλυσιν· οὕτω καὶ ἐπὶ τοῦ διαβόλου· ἕως μὲν ἂν ὦμεν πεπυκνωμένοι καὶ συνηρμοσμένοι, οὐδὲν ὅλως ἐπεισάγει τῶν αὑτοῦ· ἐπειδὰν δὲ μικρὸν ἡμᾶς διαχαυνώσῃ, καθάπερ τις χειμάῤῥους ἐπιχέεται. Πανταχοῦ γὰρ ἀρχῆς αὐτῷ χρεία μόνης, καὶ τοῦτό ἐστι τὸ δυσκατόρθωτον· τούτου δὲ γενομένου, αὐτὸς ἑαυτῷ τὰ πάντα εὐρύνει· λοιπὸν γὰρ διαβολαῖς τὰ ὦτα ἀνέῳγε, καὶ οἱ τὰ ψευδῆ λέγοντες, πιστότεροι· τὴν γὰρ ἔχθραν ἔχουσι δικάζουσαν, οὐ τὴν ἀλήθειαν κρίνουσαν. Καὶ ὥσπερ φιλίας οὔσης, καὶ τὰ ἀληθῆ ψευδῆ φαίνεται τῶν κακῶν· οὕτως ἔχθρας οὔσης, καὶ τὰ ψευδῆ ἀληθῆ· ἕτερος νοῦς, ἕτερον δικαστήριον, οὐκ ἐξ ἴσης ἀκοῦον, ἀλλὰ μετὰ πολλῆς τῆς προσκλίσεως καὶ ἐπιῤῥεπείας. Καθάπερ γὰρ ἐν ζυγῷ μόλυβδος προστεθεὶς τὸ πᾶν εἵλκυσεν· οὕτω καὶ ἐνταῦθα, τὸ τῆς ἔχθρας βάρος, μολύβδου χαλεπώτερον ὄν. ∆ιὸ, παρακαλῶ, πάντα πράττωμεν, ὥστε πρὸ τοῦ ἡλίου σβεννύναι τὰς ἔχθρας. Ἂν γὰρ τῇ ἡμέρᾳ τῇ πρώτῃ μὴ κρατήσῃς καὶ τῇ ἑξῆς, πολλάκις καὶ εἰς ἐνιαυτὸν αὐτὴν ἐξέτεινας, καὶ αὐτὴ ἑαυτὴν ηὔξησε λοιπὸν ἡ ἔχθρα, καὶ οὐ δεῖταί τινος. Καὶ ῥήματα γὰρ ἑτέρως λεγόμενα ἑτέρως ὑποπτεύειν ποιοῦσα, καὶ σχήματα καὶ πᾶν ὁτιοῦν ἐκθηριοῖ καὶ ἐξαγριοῖ, καὶ τῶν μαινομένων χείρω διατίθησιν, οὔτε τὸ ὄνομα εἰπεῖν, οὔτε ἀκοῦσαι ἀνεχομένη, ἀλλ' ἀπὸ τῶν λοιδοριῶν ἅπαντα φθεγγομένη. Πῶς οὖν μαλάξομεν τὸν θυμόν; πῶς σβέσομεν τὴν φλόγα; Ἂν τὰ ἑαυτῶν ἁμαρτήματα ἐννοήσωμεν, καὶ ὅσον ἐσμὲν ὑπεύθυνοι τῷ Θεῷ· ἂν ἐννοήσωμεν, ὅτι οὐ τὸν ἐχθρὸν ἀμυνόμεθα, ἀλλ' ἡμᾶς αὐτούς· ἂν ἐννοήσωμεν, ὅτι τὸν διάβολον εὐφραίνομεν, ὅτι τὸν ἐχθρὸν τὸν ἡμέτερον, τὸν ὄντως ἐχθρὸν, δι' ὃν τὸ μέλος τὸ ἡμέτερον ἀδικοῦμεν. Βούλει εἶναι μνησίκακος καὶ ἐχθρός; Ἐχθρὸς ἔσο, ἀλλὰ τοῦ διαβόλου, μὴ τοῦ μέλους τοῦ σοῦ. ∆ιὰ τοῦτο ἡμᾶς ὥπλισε τῷ θυμῷ ὁ Θεὸς, οὐχ ἵνα τὸ ξίφος κατὰ τῶν ἡμετέρων σωμάτων, ἀλλ' ἵνα ὁλόκληρον τὴν μάχαιραν εἰς τὸ τοῦ διαβόλου στῆθος βαπτίζωμεν. Ἐκεῖ τὸ ξίφος ἔγκλεισον μέχρι τῆς λαβῆς, εἰ βούλει, καὶ τὴν λαβὴν αὐτὴν, καὶ μηδέποτε ἐκσπάσῃς, ἀλλὰ καὶ ἕτερον πρόσθες. Τοῦτο δὲ ἔσται, ὅταν ἡμῶν φειδώμεθα, ὅταν εἰρηνικῶς πρὸς ἀλλήλους διακεώμεθα. Ἐῤῥέτω χρήματα, ἐῤῥέτω δόξα καὶ εὐδοκίμησις· πάντων τὸ μέλος τὸ ἐμὸν ἐμοὶ τιμιώτερον. Ταῦτα λέγωμεν πρὸς ἑαυτούς· μὴ τὴν φύσιν ἀδικῶμεν τὴν ἡμετέραν, ἵνα χρήματα κτησώμεθα, ἵνα δόξης ἐπιτύχωμεν. Ὁ κλέπτων, μηκέτι κλεπτέτω, φησίν. Ὁρᾷς τίνα τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου; ψεῦδος, μνησικακία, κλοπή. ∆ιὰ τί μὴ εἶπεν, Ὁ κλέπτων κολαζέσθω, βασανιζέσθω, στρεβλούσθω, ἀλλὰ, Μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι; Ποῦ οἱ Καθαροὶ λεγόμενοι, οἱ παντὸς ῥύπου γέμοντες, καὶ τοῦτο ἑαυτοὺς ὀνομάζειν τολμῶντες; Ἔστι γὰρ, ἔστιν ἀποδύσασθαι τὸ ἔγκλημα, οὐ τῷ στῆναι μόνον τοῦ ἁμαρτήματος, ἀλλὰ καὶ τῷ ἀγαθόν τι ἐργάσασθαι. Ὁρᾶτε πῶς ἀπολύεσθαι τὰ ἁμαρτήματα δεῖ; Ἔκλεψαν, τοῦτό ἐστι τὸ ἁμάρτημα πρᾶξαι· οὐκ ἔκλεψαν, τοῦτο οὐκ ἔστι τὸ ἁμάρ τημα λῦσαι· ἀλλὰ πῶς; Εἰ ἐκοπίασαν, καὶ ἑτέροις μετέδωκαν· οὕτως ἔλυσαν τὸ ἁμάρτημα. Οὐχ ἁπλῶς ἡμᾶς ἐργάζεσθαι βούλεται, ἀλλ' ὥστε κοπιᾷν, ὥστε ἑτέροις μεταδιδόναι· καὶ γὰρ ὁ κλέπτων ἐργάζεται, ἀλλὰ κακόν. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. Τίς ἐστι σαπρός; Ὅν φησιν ἀλλαχοῦ καὶ ἀργὸν, καταλαλιὰ, αἰσχρολογία, εὐτραπελία, μωρολογία. Ὁρᾷς πῶς τὰς ῥίζας ἐκκόπτει τῆς ὀργῆς, τὸ ψεῦδος, τὴν κλοπὴν, τὴν ἄκαιρον διάλεξιν; Τὸ δὲ, Μηκέτι κλεπτέτω, οὐκ ἐκείνοις συγγινώσκων τοσοῦτόν φησιν, ὅσον τοὺς ἠδικημένους πράους καθιστῶν, καὶ τῷ μηκέτι τὰ αὐτὰ παθεῖν ἀρκεῖσθαι παραινῶν. Καλῶς δὲ καὶ περὶ λόγων διδάσκει. Οὐ γὰρ πραγμάτων μόνον, ἀλλὰ καὶ ῥημάτων τίνομεν δίκας. Ἀλλ' εἴ τις ἀγαθὸς, φησὶ, πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Τουτέστιν, Ὅπερ οἰκοδομεῖ τὸν πλησίον, τοῦτο φθέγγου μόνον, περιττὸν δὲ μηδέν.
 γʹ. ∆ιὰ τοῦτο γάρ σοι στόμα καὶ γλῶσσαν ἔδωκεν ὁ Θεὸς, ἵνα εὐχαριστῇς αὐτῷ, ἵνα οἰκοδομῇς τὸν πλησίον· ὡς ἐὰν καθαιρῇς τὴν οἰκοδομὴν, βέλτιον σιγᾷν, καὶ μηδέποτε φθέγγεσθαι. Καὶ γὰρ χεῖρες τεχνίτου, ἀντὶ τοῦ τοὺς τοίχους ἐξυφαίνειν μαθοῦσαι καθαιρεῖν, ἐκκόπτεσθαι δίκαιαι ἂν εἶεν. Καὶ γὰρ ὁ Ψαλμῳδὸς τοῦτό φησιν· Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια. Τοῦτο πάντων αἴτιον τῶν κακῶν, τὸ στόμα· μᾶλλον δὲ οὐ τὸ στόμα, ἀλλ' οἱ κακῶς αὐτῷ χρώμενοι. Ἐντεῦθεν ὕβρεις, λοιδορίαι, βλασφημίαι, ἐκκαύματα τῶν ἡδονῶν, φόνοι, μοιχεῖαι, κλοπαὶ, πάντα ἀπὸ τούτου τίκτεται. Καὶ πῶς, φησὶ, φόνοι; Ἀπὸ ὕβρεως εἰς ὀργὴν, ἀπὸ ὀργῆς εἰς πληγὰς, ἀπὸ πληγῶν εἰς φόνον ἐξέβης. Πῶς μοιχεῖαι; Ἡ δεῖνά σε φιλεῖ, φησὶν, ἐφθέγξατό τι περὶ σοῦ χρηστὸν, ἐχάλασέ σου τὸν τόνον, εἶτα καὶ σοὶ οὕτως ἀνάπτεται τὰ τῆς ἐπιθυμίας. ∆ιὰ τοῦτο ὁ Παῦλος ἔλεγεν, Εἴ τις ἀγαθός. Ἐπεὶ οὖν πολὺ τὸ χύμα τῶν λόγων, εἰκότως ἀδιορίστως εἶπεν, ἐκεῖνα φθέγγεσθαι κελεύσας, καὶ τύπον δοὺς ὁμιλίας. Ποῖον δὴ τοῦτον; Εἴ τις οἰκοδομεῖ, εἰπών. Ἢ τοῦτό φησιν, ἵνα χάριν σοι εἰδῇ ὁ ἀκούων. Οἷον, ἐπόρνευσεν ὁ ἀδελφός· μὴ ἐκπόμπευε τὴν ὕβριν. Μηδὲ ἐντρύφα· οὐδὲν ὠφέλησας τὸν ἀκούοντα, ἀλλὰ καὶ ἔβλαψας, εἰκότως, ἧλον αὐτῷ δούς. Ἂν μέντοι τὰ πρακτέα παραινῇ, πολλὴν αὐτῷ δίδως τὴν χάριν· ἂν παιδεύσῃς εὔφημον ἔχειν στόμα, ἂν διδάξῃς μηδένα κακηγορεῖν, μάλιστα αὐτὸν ἐπαίδευσας, καὶ χάριν αὐτῷ δέδωκας· ἂν περὶ κατανύξεως, ἂν περὶ εὐλαβείας, ἂν περὶ ἐλεημοσύνης διαλεχθῇς, πάντα ταῦτα μαλάττει αὐτοῦ τὴν ψυχήν. Ὑπὲρ τούτων πάντων χάριν ὁμολογήσει. Ἂν μέντοι γέλωτα κινήσῃς, ἂν αἰσχρὸν φθέγξῃ, μᾶλλον ἐξῆψας· ἂν ἐπαινέσῃς τὴν πονηρίαν, κατέβαλες καὶ ἀπώλεσας. Τοῦτο οὖν ἔστιν εἰπεῖν· ἢ ἵνα κεχαριτωμένους αὐτοὺς ἐργάσηται, οὕτως εἶπε. Καθάπερ γὰρ τὸ μύρον χάριν δίδωσι τοῖς μεταλαμβάνουσιν, οὕτω καὶ λόγος ἀγαθός· διὰ τοῦτο καί τις ἔλεγε, Μύρον ἐκκενωθὲν ὄνομά σου· ἀποπνεῖν αὐτοὺς ἐποίει ἀπὸ τῆς εὐωδίας ἐκείνης. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ παραινεῖ, τοῦτο καὶ νῦν λέγει, ἑκάστῳ οἰκοδομεῖν τὸν πλησίον ἐπιτρέπων κατὰ δύναμιν τὴν ἑαυτοῦ; Ὁ ἑτέροις οὖν τοιαῦτα παραινῶν, πολλῷ μᾶλλον σαυτῷ. Καὶ μὴ λυπεῖτε, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον. Φρικωδέστερον καὶ φοβερώτερον τοῦτο, ὅπερ καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας Ἐπιστολῇ φησι· καὶ γὰρ ἐκεῖ τοιοῦτόν τι λέγει· Ὁ γὰρ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν. Οὕτω καὶ ἐνταῦθα. Ἂν εἴπῃς ὑβριστικὸν ῥῆμα, ἂν πλήξῃς τὸν ἀδελφὸν, οὐκ ἐκεῖνον ἔπληξας, ἀλλὰ τὸ Πνεῦμα ἐλύπησας. Εἶτα καὶ ἡ προσθήκη τῆς εὐεργεσίας, ἵνα μείζων γένηται ἡ κατηγορία. Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, φησὶν, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Τοῦτο ἡμᾶς ἔδειξεν ἀγέλην βασιλικὴν, τοῦτο ἡμᾶς πάντων τῶν πρώτων ἀπέστησε, τοῦτο οὐκ ἀφῆκε κεῖσθαι μετὰ τῶν ὑπευθύνων τῆς ὀργῆς τοῦ Θεοῦ, καὶ σὺ αὐτὸ λυπεῖς; Ὅρα πῶς ἐκεῖ μὲν φοβερῶς, Ὁ γὰρ ἀθετῶν, φησὶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν· ἐνταῦθα δὲ ἐντρεπτικῶς, Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, φησὶν, ἐν ᾧ ἐσφραγίσθητε. Ἡ σφραγὶς αὕτη ἐπὶ τοῦ στόματος κείσθω· μὴ ἀνέλῃς τὰ σήμαντρα. Στόμα πνευματικὸν οὐδὲν τοιοῦτον φθέγγεται. Μὴ εἴπῃς, Οὐδέν ἐστιν, ἂν αἰσχρὸν εἴπω, ἂν τὸν δεῖνα ὑβρίσω. ∆ιὰ τοῦτο μέγα ἐστὶ κακὸν, ἐπειδὴ οὐδὲν εἶναι δοκεῖ. Τὰ γὰρ μηδὲν εἶναι δοκοῦντα, εὐκόλως καὶ καταφρονεῖται, τὰ δὲ καταφρονούμενα καὶ αὔξεται, τὰ δὲ αὐξόμενα καὶ ἀνίατα γίνεται. Στόμα ἔχεις πνευματικόν; Ἐννόησον τί ἐφθέγξω εὐθέως ῥῆμα τεχθεὶς, ποία ἀξία τοῦ στόματός σου. Πατέρα καλεῖς τὸν Θεὸν, καὶ τὸν ἀδελφὸν εὐθέως ὑβρίζεις; Ἐννόησον πόθεν Πατέρα καλεῖς τὸν Θεόν. Ἀπὸ φύσεως; ἀλλ' οὐκ ἂν ἔχοις. Ἀπὸ ἀρετῆς; ἀλλ' οὐδὲ τοῦτο. Ἀλλὰ πόθεν; Ἀπὸφιλανθρωπίας μόνης, ἀπὸ εὐσπλαγχνίας, ἀπὸ ἐλέου πολλοῦ. Ὅταν οὖν Πατέρα καλῇς τὸν Θεὸν, μὴ τοῦτο μόνον ἐννόει, ὅτι ἀνάξια τῆς εὐγενείας ἐκείνης πράττεις ὑβρίζων, ἀλλ' ὅτι καὶ ἀπὸ φιλανθρωπίας ἔχεις τὴν εὐγένειαν. Μὴ τοίνυν αὐτὴν καταισχύνῃς, ἀπὸ μὲν φιλανθρωπίας λαβὼν, ὠμότητι δὲ κεχρημένος πρὸς τοὺς ἀδελφούς. Πατέρα καλεῖς τὸν Θεὸν, καὶ ὑβρίζεις; Ἀλλ' οὐ ταῦτα τοῦ υἱοῦ τοῦ Θεοῦ. Τὸ ἔργον τοῦ υἱοῦ τοῦ Θεοῦ, τοῖς ἐχθροῖς ἀφιέναι, ὑπὲρ τῶν σταυρούντων εὔχεσθαι, ὑπὲρ τῶν μισούντων τὸ αἷμα ἐκχέειν. Ταῦτά ἐστιν ἄξια τοῦ υἱοῦ τοῦ Θεοῦ, τοὺς ἐχθροὺς, τοὺς ἀγνώμονας, τοὺς κλέπτας, τοὺς ἰταμοὺς, τοὺς ἐπιβουλεύοντας, τούτους ἀδελφοὺς ποιεῖσθαι καὶ κληρονόμους, οὐχὶ τοὺς ἀδελφοὺς γινομένους, τούτους ὡς ἀνδράποδα ὑβρίζειν. δʹ. Ἐννόησον τίνα ἐφθέγξατο ῥήματα τὸ στόμα τὸ σὸν, ποίας ἄξια τραπέζης· ἐννόησον τίνων ἅπτεται, τίνων γεύεται, ποίας ἀπολαύει τροφῆς. Οὐδὲν ἡγῇ ποιεῖν δεινὸν τὸν ἀδελφὸν κατηγορῶν; Πῶς οὖν καλεῖς ἀδελφόν; Εἰ δὲ οὐκ ἔστιν ἀδελφὸς, πῶς λέγεις, Πάτερ ἡμῶν; τὸ γὰρ, Ἡμῶν, πολλῶν ἐστι προσώπων σημαντικόν. Ἐννόησον μετὰ τίνων ἕστηκας κατὰ τὸν καιρὸν τῶν μυστηρίων, μετὰ τῶν Χερουβὶμ, μετὰ τῶν Σεραφίμ. Τὰ Σεραφὶμ οὐχ ὑβρίζει, ἀλλὰ μίαν αὐτοῖς χρείαν μόνον τὸ στόμα πληροῖ, τὸ δοξολογεῖν, τὸ δοξάζειν τὸν Θεόν. Πῶς οὖν δυνήσῃ σὺ μετ' ἐκείνων λέγειν, Ἅγιος, ἅγιος, ἅγιος, εἰς ὕβριν τῷ στόματι κεχρημένος; Εἰπὲ δή μοι, εἰ σκεῦος εἴη βασιλικὸν, καὶ ἀεὶ ἐδεσμάτων ἔμπλεων βασιλικῶν, καὶ εἰς τοῦτο ἀποτεταγμένον, εἶτά τις αὐτῷ τῶν οἰκετῶν χρήσαιτο εἰς κόπρον ἆρα τολμήσει πάλιν μετ' ἐκείνων τῶν σκευῶν τῶν εἰς ἐκεῖνα ἀποτεταγμένων αὐτὸ ἀποτίθεσθαι τῆς κόπρου ἐμπεπλησμένον; Οὐδαμῶς. Τοιοῦτόν τί ἐστιν ἡ κακηγορία, τοιοῦτόν ἐστιν ἡ ὕβρις. Πάτερ ἡμῶν. Καὶ τί; τοῦτο μόνον; Ἄκουε καὶ τῶν ἑξῆς· Ὁ ἐν τοῖς οὐρανοῖς. Εὐθέως εἶπες, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ ἀνέστησέ σε τὸ ῥῆμα, ἐπτέρωσέ σου τὴν διάνοιαν, ἔδειξεν ὅτι Πατέρα ἔχεις ἐν τοῖς οὐρανοῖς. Μηδὲν πρᾶττε, μηδὲν λέγε τῶν ἐπὶ γῆς. Εἰς ἐκείνην σε τὴν τάξιν ἔστησε τὴν ἄνω, ἐκείνῳ σε ἐνέκρινε τῷ χορῷ· τί σαυτὸν κάτω καθέλκεις; παρὰ τὸν θρόνον ἕστηκας τὸν Βασιλικὸν, καὶ ὑβρίζεις; Οὐ δέδοικας μὴ ὕβριν τὸ πρᾶγμα ἡγήσηται ὁ βασιλεύς; ἀλλ' ἂν μὲν οἰκέτης ἐφ' ἡμῶν τὸν ὁμόδουλον τύπτῃ, ἢ ὑβρίζῃ, κἂν δικαίως τοῦτο ποιῇ, εὐθέως ἐπιτιμῶμεν, ὕβριν τὸ πρᾶγμα ἡγούμενοι· σὺ δὲ μετὰ τῶν Χερουβὶμ ἑστὼς παρὰ τὸν θρόνον τοῦ Βασιλέως, ὑβρίζεις τὸν ἀδελφόν; Οὐχ ὁρᾷς τὰ ἅγια ταῦτα σκεύη; οὐχὶ πρὸς ἕν ἐστιν αὐτῶν διαπαντὸς ἡ χρεία; μή τις τολμᾷ πρὸς ἄλλο τι χρήσασθαι αὐτοῖς; Σὺ τῶν σκευῶν ἁγιώτερος εἶ τούτων, καὶ πολλῷ ἁγιώτερος· τί τοίνυν ῥυπαίνεις σαυτὸν καὶ μολύνεις; Ἐν τοῖς οὐρανοῖς ἕστηκας, καὶ ὑβρίζεις; μετὰ ἀγγέλων πολιτεύῃ, καὶ ὑβρίζεις; φιλήματος ἠξίωσαι ∆εσποτικοῦ, καὶ ὑβρίζεις; τοσούτοις σου τὸ στόμα ἐκόσμησεν ὁ Θεὸς ὕμνοις ἀγγελικοῖς, τροφῇ οὐκέτι ἀγγελικῇ, ἀλλ' ὑπὲρ ἀγγελικὴν, φιλήματι τῷ αὐτοῦ, περιπλοκαῖς ταῖς πρὸς αὐτὸν, καὶ ὑβρίζεις; Μὴ, παρακαλῶ. Μεγάλων τὸ πρᾶγμα αἴτιον κακῶν, πόῤῥω ψυχῆς Χριστιανῆς. Οὐ πείθομέν σε λέγοντες, οὐδὲ ἐντρέπομεν; Οὐκοῦν ἄξιον φοβῆσαι λοιπόν· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ὁ εἰπὼν τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, ἔνοχος ἔσται τῇ γεέννῃ τοῦ πυρός. Εἰ δὲ τὸ κουφότερον πάντων γέενναν προξενεῖ, ὁ τὰ τολμηρὰ λέγων, τίνος οὐκ ἔσται ἄξιος; Παιδεύσωμεν ἡμῶν πρὸς εὐφημίαν τὸ στόμα· μέγα ἀπὸ τούτου κέρδος, μεγάλη ἀπὸ τῆς ὕβρεως ἡ βλάβη· οὐκ ἔστιν ἐνταῦθα χρήματα δαπανῆσαι. Ἐπιθῶμεν θύραν καὶ μοχλὸν, κατεσθίωμεν ἑαυτοὺς, ἐὰν ῥῆμά ποτε φορτικὸν ἐκπηδήσῃ τῶν ὀδόντων· παρακαλῶμεν τὸν Θεὸν, παρακαλῶμεν τὸν ὑβρισμένον, μὴ ἀναξιοπαθῶμεν· ἑαυτοὺς ἐπλήξαμεν, οὐκ ἐκεῖνον· ἐπιθῶμεν τὸ φάρμακον τὴν εὐχὴν καὶ τὴν πρὸς τὸν ὑβρισμένον καταλλαγήν. Ἂν ἐν τοῖς ῥήμασι τοσαύτην ποιώμεθα πρόνοιαν, πολλῷ μᾶλλον ἐν τοῖς πράγμασι νόμους τιθῶμεν ἑαυτοῖς. Κἂν φίλους ἔχωμεν, κἂν οὑστινασοῦν, καὶ εἴποιεν κακῶς τινα, ἢ ὑβρίσαιεν, ἀπαίτησον αὐτοὺς καὶ εἴσπραξαι δίκην. Μανθάνωμεν ὅλως, ὅτι κἂν ἁμάρτημα τὸ τοιοῦτόν ἐστιν· ἂν γὰρ μάθωμεν, ταχέως ἀποστησόμεθα. Ὁ δὲ Θεὸς τῆς εἰρήνης φυλάξοι ὑμῶν καὶ τὸν νοῦν, καὶ τὴν γλῶσσαν, καὶ τειχίσοι ἀσφαλεῖ τειχίῳ τῷ αὐτοῦ φόβῳ, ἐν Χριστῷ Ἰησοῦ καὶ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι.

16. ΟΜΙΛΙΑ ΙΕʹʹΠᾶσα πικρία καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ.

αʹ. Ὥσπερ εἰς σκεῦος ἀκάθαρτον οὐκ ἄν ποτε ἑαυτὰς καθεῖεν αἱ μέλισσαι· διὰ γὰρ τοῦτο καὶ θυμιάμασι καὶ μύροις καὶ εὐωδίαις τὸν τόπον καταῤῥαίνουσιν οἱ περὶ ταῦτα δεινοὶ, οἴνοις τε εὐώδεσι καὶ τοῖς ἄλλοις ἅπασι τοὺς καλαθίσκους, ἐν οἷς ἂν μέλλουσιν ἄρτι τῶν σμηνῶν ἐξιοῦσαι ἐνιζάνειν, ὥστε μὴ τὴν ἀηδῆ ὀσμὴν λυπήσασαν αὐτὰς ἀποστῆσαι πάλιν· οὕτω δὴ καὶ ἐπὶ τοῦ Πνεύματός ἐστι τοῦ ἁγίου. Ἀγγεῖόν τί ἐστιν ἡ ἡμετέρα ψυχὴ καὶ καλαθίσκος, τὰ σμήνη τῶν χαρισμάτων τῶν πνευματικῶν ὑποδέξασθαι δυναμένη· ἀλλ' ἐὰν ᾖ ἔνδον χολὴ καὶ πικρία καὶ θυμὸς, τὰ σμήνη ἀφίπταται. ∆ιὰ τοῦτο ὁ μακάριος οὗτος καὶ σοφὸς γεωργὸς διακαθαίρει καλῶς ἡμῶν τὰ σκεύη, οὐ δρέπανον, οὐδέ τι ἄλλο σκεῦος σιδηροῦν κατέχων· καὶ καλεῖ ἡμᾶς ἐπὶ τὸ πνευματικὸν τοῦτο σμῆνος, καὶ συνάγων αὐτὸ διακαθαίρει εὐχαῖς καὶ πόνοις καὶ τοῖς ἄλλοις ἅπασιν. Ὅρα οὖν πῶς ἡμῶν ἐκκαθαίρει τὴν καρδίαν· ἀπήλασε τὸ ψεῦδος, ἀπήλασε τὴν ὀργήν. ∆είκνυσι πάλιν πῶς ἂν μᾶλλον πρόῤῥιζον ἀνασπασθείη τὸ κακόν· ἂν μὴ ὦμεν, φησὶ, πικροὶ τὴν διάνοιαν. Καθάπερ γὰρ ἐπὶ τῆς χολῆς συμβαίνειν εἴωθε τῆς ἡμετέρας, ἂν μὲν ὀλίγη τύχῃ τις οὖσα, ὀλίγη καὶ ἡ κίνησις γίνεται ἐκραγέντος τοῦ ταμιείου· ὅταν δὲ πλεονάσῃ τὸ σφοδρὸν τῆς τοιαύτης ποιότητος καὶ δηκτικὸν, οὐκέτι στέγει τὸ φέρον αὐτὴν πρότερον ἀγγεῖον, ἀλλὰ καθάπερ πυρὸς σφοδροῦ διαβρωθὲν οὐκέτι οἷόν τέ ἐστι στέγειν αὐτὴν καὶ κατέχειν ἐν τοῖς ὡρισμένοις ὅροις, ἀλλὰ διασπασθὲν ὑπὸ τῆς ἀμέτρου δριμύτητος ἀφίησιν ἐξελθοῦσαν παντὶ τῷ σώματι λυμαίνεσθαι· καὶ καθάπερ εἰς πόλιν ἐνεχθὲν θηρίον χαλεπώτατον καὶ ἀφόρητον, ἕως μὲν ἂν ἔνδον ἐν ταῖς πεποιημέναις εἱρκταῖς κατέχηται, οὐδὲν, κἂν ἀγριαίνῃ, κἂν κράζῃ, οὐδένα βλάψαι δυνήσεται· ὅταν δὲ τῷ θυμῷ κρατηθῇ, καὶ διακλάσας τοὺς διὰ μέσου βεβλημένους κανόνας ἐκπηδῆσαι δυνηθῇ, παντὸς θορύβου τὴν πόλιν ἐμπίπλησι καὶ ταραχῆς, καὶ πάντας ἀπελαύνει· οὕτω δὴ καὶ τῆς χολῆς ἡ φύσις· ἕως μὲν ἂν ἐν τοῖς οἰκείοις ὅροις κατέχηται, οὐδὲν μέγα ἡμᾶς ἐργάζεται κακόν· ἐπειδὰν δὲ ἐκραγέντος τοῦ περιέχοντος αὐτὴν ὑμένος, οὐδὲν ᾖ τὸ κωλύον λοιπὸν εἰς πᾶσαν διαχυθῆναι τὴν φύσιν, τότε δὴ, τότε, καίτοι οὕτω σφόδρα μικρὸν ὂν τῇ ποσότητι, διὰ τὴν ὑπερβάλλουσαν ἐν τῇ ποιότητι δύναμιν πάντα τὰ ἄλλα στοιχεῖα τῆς οἰκείας ἀναχρώννυσι κακίας. Τότε γὰρ δὴ αἷμα εὑροῦσα πλησίον τῷ τε τόπῳ καὶ τῇ ποιότητι, καὶ τὴν ἐν ἐκείνῳ θερμότητα δριμυτέραν ἐργαζομένη, καὶ τὸ ἐγγύθεν πᾶν ὅπερ ἐστὶν, ἀπὸ τῆς κατὰ τὴν ὑγρότητα συμμετρίας ὑπερβαῖνον τοὺς ὅρους καὶ χολὰς ἐργαζόμενον, μετὰ τούτου λοιπὸν καὶ τοῖς ἄλλοις ἐπιστρατεύεται μέλεσι, καὶ οὕτω πάντα εἰς τὴν οἰκείαν ἐνθεῖσα πονηρίαν, ἄφωνον ἐργάζεται τὸν ἄνθρωπον, καὶ ἀποπνεῖν ποιεῖ, τὴν ψυχὴν ἀπελαύνουσα. Τί δὴ ταῦτα ἡμῖν ἅπαντα οὕτω. μετὰ ἀκριβείας εἴρηται; Ἵνα ἀπὸ τῆς πικρίας τῆς αἰσθητῆς, τῆς πικρίας τῆς νοητῆς τὴν ἀφόρητον αἰσθόμενοι κακίαν, καὶ ὡς ὁλόκληρον τὴν τίκτουσαν ψυχὴν πρῶτον λυμαίνεται, πάντα ἄνω καὶ κάτω ποιοῦσα, φύγωμεν αὐτῆς τὴν πεῖραν. Καθάπερ γὰρ αὕτη τὸ στοιχεῖον ὅλον, οὕτως ἐκείνη τοὺς λογισμοὺς ἐμπρήσασα, εἰς τὸ τῆς γεέννης ἀπάγει βάραθρον τὸν ἁλόντα. Ἵν' οὖν ταῦτα ἀκριβῶς διερευνώμενοι, τοῦτο φύγωμεν τὸ κακὸν, καὶ χαλινώσωμεν τὸ θηρίον, μᾶλλον δὲ πρόῤῥιζον ἀνασπάσωμεν, τῷ Παύλῳ πειθώμεθα λέγοντι· Πᾶσα πικρία, οὐχὶ καθαιρέσθω, ἀλλὰ ἀρθήτω ἀφ' ὑμῶν. Τί γάρ μοι δεῖ πραγμάτων καὶ κατοχῆς; τί δὲ χρὴ φυλάττειν θηρίον, ἐξὸν ἀποικίσαι τῆς ψυχῆς καὶ μεταστῆσαι, καὶ εἰς ὑπερορίαν τινὰ ἀπαγαγεῖν; Πειθώμεθα τοίνυν τῷ Παύλῳ λέγοντι· Πᾶσα πικρία ἀρθήτω ἀφ' ὑμῶν. Ἀλλ' οἴμοι τῆς κατεχούσης ἡμᾶς διαστροφῆς· δέον ἅπαντα ἐπὶ τούτῳ ποιεῖν, οὕτω τινές εἰσιν ὄντως ἀνόητοι, ὥστε καὶ ἑαυτοὺς ἐν τούτῳ μακαρίζειν, καὶ ἐναβρύνεσθαι τῷ κακῷ, καὶ ἐγκαλλωπίζεσθαι, καὶ παρ' ἑτέρων ζηλοῦσθαι. Πικρὸς, φησὶν, ἄνθρωπος ὁ δεῖνα, σκορπίος ἐστὶν, ὄφις ἐστὶν, ἔχις· φοβερὸν νομίζουσιν αὐτόν. Τί δέδοικας τὸν πικρὸν, ἄνθρωπε; Μὴ βλάψῃ, φησὶ, μὴ λυμήνηται· ἄπειρος ἐγὼ τῆς ἐκείνου κακίας εἰμί· δέδοικα μή με λαβὼν ἁπλοῦν ἄνθρωπον, καὶ οὐδὲν τῶν αὐτοῦ προορώμενον, εἰς τὰς πάγας ἐμβάλῃ τὰς αὑτοῦ, καὶ τοῖς δικτύοις ἡμᾶς συμποδίσῃ τοῖς ἡτοιμασμένοις αὐτῷ πρὸς ἡμετέραν ἀπάτην. Γελῶ νῦν. Τί δήποτε; Ὅτι παίδων ἐστὶ ταῦτα τὰ ῥήματα, τὰ μὴ φοβερὰ φοβουμένων. Οὐδενὸς μὲν οὖν οὕτω δεῖ καταφρονεῖν, οὐδενὸς οὕτω καταγελᾷν, ὡς ἀνθρώπου πικροῦ καὶ πονηροῦ. Οὐδὲν γὰρ οὕτως ἀσθενὲς, ὡς πικρία· μωροὺς ποιεῖ καὶ ἀνοήτους.
βʹ. Ἢ οὐχ ὁρᾶτε ὅτι τυφλὸν ἡ κακία; ἢ οὐκ ἠκούσατε, ὅτι ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἑαυτῷ ὀρύσσει; πῶς οὖν οὐ χρὴ φοβεῖσθαι ψυχὴν ταραχῆς ἐμπεπλησμένην; Εἰ μὲν οὖν, ὡς δαίμονας καὶ μαινομένους, χρὴ καὶ τοὺς πικροὺς φοβεῖσθαι, καὶ ὡς τοὺς μωροὺς (καὶ γὰρ ἐκεῖνοι ἁπλῶς ἅπαντα ποιοῦσι), φημὶ κἀγώ· εἰ δὲ ὡς δεινοὺς πράγμασι χρῆσθαι, τοῦτο οὐκέτι. Οὐδὲν γὰρ οὕτω πρὸς πραγμάτων οἰκονομίαν ἐπιτήδειον, ὡς σύνεσις· οὐδὲν οὕτω συνέσεως ἐμπόδιον, ὡς πονηρία καὶ κακία, καὶ τὸ ὕπουλον. Οὐχ ὁρᾶτε τὰ σώματα τὰ χολερικὰ, πῶς ἐστιν ἀειδῆ, παντὸς ἄνθους μαρανθέντος ἐν αὐτοῖς; πῶς ἐστιν ἀσθενῆ καὶ λεπτὰ, καὶ πρὸς πάντα ἀνεπιτήδεια; Τοιαῦταί εἰσι καὶ αἱ ψυχαὶ αἱ τοιαῦται. Ἴκτερος γὰρ ψυχῆς οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ πονηρία. Οὐκ ἔστιν οὖν ἰσχυρὸν ἡ πονηρία, οὐκ ἔστι. Βούλεσθε πάλιν καὶ ἐπὶ ὑποδείγματος, ὃ λέγω, ποιήσω φανερὸν, κακούργου καὶ ἀπλάστου παραγαγὼν ὑμῖν εἰκόνας; Κακοῦργος ἦν ὁ Ἀβεσσαλὼμ, καὶ πάντας ἰδιοποιεῖτο· ὅρα οὖν ὅση ἦν ἡ κακουργία. Περιιὼν, φησὶν, ἔλεγε, Μὴ ἔστι σοι κρίσις; οἰκειώσασθαι ἕκαστον βουλόμενος. Ὁ δὲ ∆αυῒδ ἄπλαστος. Τί οὖν; Ὅρα ἀμφοτέρων τὸ τέλος, ὅρα πόσης ἔγεμεν ἐκεῖνος ἀνοίας. Ἐπειδὴ γὰρ πρὸς τὴν βλάβην ἑώρα μόνην τοῦ πατρὸς, ἐν τοῖς ἄλλοις τετύφλωτο πᾶσιν. Ἀλλ' οὐχ ὁ ∆αυΐδ. Ὁ πορευόμενος γὰρ ἁπλῶς, πορεύεται πεποιθώς. Τουτέστιν, ὁ μηδὲν περιεργαζόμενος, ὁ μηδὲν κατασκευάζων κακόν. Πειθώμεθα τοίνυν τῷ μακαρίῳ Παύλῳ, καὶ ἐλεῶμεν καὶ δακρύωμεν τοὺς πικροὺς, καὶ πάντα πράττωμεν καὶ ποιῶμεν, ὥστε αὐτῶν ἀπὸ τῆς ψυχῆς ἐξαντλῆσαι τὴν πονηρίαν. Πῶς γὰρ οὐκ ἄτοπον, χολῆς μὲν ἡμῖν ἐνούσης (καίτοι γε χρήσιμον τοῦτο τὸ στοιχεῖον· χωρὶς γὰρ χολῆς ἄνθρωπον εἶναι οὐ δυνατὸν, ταύτης δὴ λέγω τῆς στοιχειώδους)· πῶς οὐκ ἄτοπον ταύτην μὲν κενοῦν κατὰ δύναμιν, καίτοι μεγάλα παρ' αὐτῆς ὠφελουμένους· τὴν δὲ ἐν τῇ ψυχῇ μηδὲν ποιεῖν μηδὲ σπουδάζειν ὥστε κενοῦν, οὐδαμοῦ χρήσιμον οὖσαν, ἀλλὰ καὶ τὰ μέγιστα ἀδικοῦσαν; Ὁ βουλόμενος, φησὶν, εἶναι σοφὸς ἐν ὑμῖν, γενέσθω μωρὸς, ἵνα γένηται σοφός. Ἄκουε πάλιν καὶ τοῦ Λουκᾶ λέγοντος· Μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες τὸν Θεὸν, καὶ εἶχον χάριν πρὸς ὅλον τὸν λαόν. Ἢ οὐχ ὁρῶμεν καὶ νῦν τοὺς ἀφελεῖς καὶ ἀπλάστους κοινῆς τιμῆς παρὰ πάντων ἀπολαύοντας; Οὐδεὶς τῷ τοιούτῳ φθονεῖ εὐπραγοῦντι, οὐδεὶς ἐπεμβαίνει δυσπραγοῦντι· ἀλλὰ πάντες καὶ καλῶς πράττοντι συγχαίρουσι, καὶ πταίσαντι συναλγοῦσιν. Ἂν δὲ πικρὸς ἅνθρωπος εὐημερήσῃ ποτὲ, ὡς κακοῦ τινος συμβάντος, ἅπαντες στένουσι· κἂν δυσπραγήσῃ πάλιν, ἅπαντες χαίρουσιν. Ἐλεῶμεν οὖν αὐτούς· ἔχουσι γὰρ κοινοὺς ἐχθροὺς πανταχοῦ περιιόντας. Ὁ Ἰακὼβ ἄπλαστος ἦν, ἀλλὰ τὸν κακοῦργον Ἡσαῦ ἐνίκησεν· Εἰς κακότεχνον γὰρ ψυχὴν οὐκ εἰσελεύσεται σοφία. Πᾶσα πικρία ἀρθήτω ἀφ' ὑμῶν· μηδὲ λείψανον μενέτω. Οἶδε γὰρ τοῦτο κινηθὲν, καθάπερ ἀπὸ σπινθῆρός τινος, ὁλόκληρον ἔνδον ποιῆσαι πυράν. Τί τοίνυν ἐστὶν ἡ πικρία κατανοήσωμεν ἀκριβῶς· οἷον ὁ ὕπουλος ἀνὴρ, ὁ δολερὸς, ὁ πρὸς τὸ κακοποιεῖν παρεσκευασμένος, ὁ καχύποπτος· ἀπὸ δὴ τούτου ἀεὶ θυμὸς καὶ ὀργὴ τίκτεται. Οὐ γὰρ ἔστιν ἐν γαλήνῃ τὴν τοιαύτην εἶναι ψυχήν· ῥίζα γὰρ θυμοῦ καὶ ὀργῆς πικρία. Ὁ τοιοῦτος καὶ βαρύθυμός ἐστιν, καὶ οὐδέποτε ἀνίησι τὴν ψυχὴν, ἀεὶ σύννους ὢν, ἀεὶ σκυθρωπός. Ὅπερ γὰρ ἔφην, αὐτοὶ πρῶτοι καρποῦνται τὰ ἑαυτῶν κακά. Καὶ κραυγὴ, φησί. Τί δήποτε; καὶ κραυγὴν ἀναιρεῖς; Τὸν γὰρ ἤπιον τοιοῦτον εἶναι χρή. Ἵππος γάρ ἐστιν ἀναβάτην φέρων, ἡ κραυγὴ τὴν ὀργήν· συμπόδισον τὸν ἵππον, καὶ κατέστρεψας τὸν ἐπιβάτην. Ἀκουέτωσαν ταῦτα μάλιστα γυναῖκες, αἱ ἐν παντὶ πράγματι κράζουσαι καὶ βοῶσαι. Ἐν ἑνὶ χρήσιμον τὸ κράζειν μόνον, ἐν τῷ κηρύττειν καὶ διδάσκειν, ἀλλαχοῦ δὲ οὐδαμοῦ, ἀλλ' οὔτε ἐν εὐχῇ. Καὶ εἰ βούλει μαθεῖν διὰ τῶν πραγμάτων, μηδέποτε κράζῃς, καὶ οὐδέποτε ὀργισθήσῃ· ἰδοὺ τρόπος ἀοργησίας. Ὥσπερ γὰρ οὐκ ἔνι τὸν μὴ κράζοντα ὀργισθῆναι, οὕτως οὐκ ἔνι τὸν κράζοντα μὴ ὀργισθῆναι. Μὴ γάρ μοι τὸν βαρύμηνιν εἴπῃς καὶ μνησίκακον καὶ αὐτοπικρίαν καὶ αὐτοχολήν· ἡμεῖς περὶ τῆς τοῦ πάθους συναρπαγῆς διαλεγόμεθα νῦν.
γʹ. Ὥστε οὐ μικρὸν πρὸς τοῦτο συμβάλλεται τὸ παιδεῦσαι τὴν ψυχὴν μηδέποτε κράζειν καὶ βοᾷν. Τὰ πτερὰ περικόπτεις τῆς ὀργῆς, τὴν κραυγὴν περιαιρῶν, τὸ οἴδημα καταστέλλεις τῆς καρδίας. Ὥσπερ γὰρ οὐκ ἔστι τὰς χεῖρας μὴ ἀντάραντα παλαίειν, οὕτως οὐκ ἔνι μὴ κράζοντα συμποδίζεσθαι. ∆ῆσον τοῦ πυκτεύοντος τὰς χεῖρας, καὶ κέλευσον πυκτεύειν, ἀλλ' οὐ δυνήσεται· οὕτως οὐδὲ ὁ θυμός. Ἡ δὲ κραυγὴ καὶ τὸν οὐκ ὄντα ἐξαίρει· καὶ μάλιστα ἐντεῦθεν ταχέως ἁλίσκεται τὸ τῶν γυναικῶν γένος, αἳ, ὅταν ὀργίζωνται ταῖς θεραπαινίσι, τὴν οἰκίαν ἅπασαν τῆς κραυγῆς πληροῦσι τῆς ἑαυτῶν· πολλάκις δὲ καὶ εἰ παρὰ στενωπὸν τυγχάνοι ᾠκοδομημένη ἡ οἰκία, καὶ οἱ παριόντες· ἅπαντες ἀκούουσιν αὐτῆς βοώσης, καὶ τῆς θεραπαινίδος ὀλολυζούσης. Τί τούτου γένοιτ' ἂν ἀσχημονέστερόν ποτε τοῦ κωκυτοὺς ἀκούειν; Πᾶσαι γὰρ εὐθέως διακύψασαι, Τί δὴ γέγονεν, ἐρωτῶσιν, ἐκεῖ; Ἡ δεῖνα, φησὶ, τὴν δούλην τύπτει τὴν αὑτῆς. Τί τούτου γένοιτ' ἂν ἀναισχυντότερον; Τί οὖν, οὐ χρὴ τύπτειν; Οὐ τοῦτο λέγω· δεῖ μὲν γὰρ, ἀλλὰ μήτε συνεχῶς, μήτε ἀμέτρως, μήτε ὑπὲρ τῶν οἰκείων ἀδικημάτων, ὅπερ ἀεί φημι, μήτε τῆς ὑπηρεσίας ἄν τι ἐλλείπῃ, ἀλλ' εἰ τὴν ἑαυτῆς βλάπτει ψυχήν· ἂν ὑπὲρ τοιαύτης τύπτῃς αἰτίας, ἐπαινέσονται πάντες, καὶ ὁ ἐγκαλέσων οὐδείς· ἂν δὲ ὑπὲρ τῶν σῶν, ὠμότητα πάντες καταγνώσονται καὶ ἀπήνειαν. Καὶ τὸ δὴ πάντων αἰσχρότερον, εἰσὶν οὕτως ἄγριαι καὶ ἀπηνεῖς, ὡς ἐπὶ τοσοῦτον μαστίζειν, ὡς μηδὲ αὐθημερὸν τοὺς μώλωπας σβέννυσθαι. Γυμνώσασαι γὰρ τὰς κόρας, καὶ τὸν ἄνδρα ἐπὶ τοῦτο καλέσασαι, δεσμοῦσι πολλάκις πρὸς τοῖς σκίμποσιν. Οἴμοι, οὐκ ἐπεισέρχεταί σοι ἐν ἐκείνῳ τῷ καιρῷ τῆς γεέννης, εἰπέ μοι, μνήμη; ἀλλὰ γυμνοῖς τὴν παιδίσκην, καὶ δεικνύεις τῷ ἀνδρί; καὶ οὐκ αἰσχύνῃ μή σου καταγνῷ; καὶ ἐπιπλέον αὐτὸν παροξύνεις, καὶ ἀπειλεῖς δήσειν, μυρία πρότερον λοιδορησαμένη τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ, Θεσσαλίδα, δραπέτριαν, προεστῶσαν καλοῦσα. Ὁ γὰρ θυμὸς οὐδὲ τοῦ οἰκείου ἀφίησι στόματος φείδεσθαι, ἀλλ' εἰς ἓν μόνον ὁρᾷ, πῶς ἐκείνην ἀμύνηται, κἂν ἑαυτὴν καταισχύνῃ. Καὶ μετὰ ταῦτα δὴ πάντα προκάθηται καθάπερ τις τύραννος, καὶ καλεῖ παῖδας, καὶ παραστησαμένη τὸν ἀνόητον ἄνδρα, καθάπερ δημίῳ αὐτῷ κέχρηται. Ταῦτα ἐν Χριστιανῶν οἰκίαις γίνεσθαι ἔδει; Ἀλλὰ πονηρὸν τὸ γένος, φησὶ, καὶ ἰταμὸν καὶ ἀναίσχυντον καὶ ἀδιόρθωτον. Οἶδα κἀγώ· ἀλλ' ἔστιν ἑτέρως ῥυθμίσαι, φόβοις, ἀπειλαῖς, ῥήμασι, κἀκείνην μειζόνως δυναμένοις δάκνειν, καὶ σὲ τῆς αἰσχύνης ἀπαλλάξαι. Αἰσχρὰ ἐφθέγξω ῥήματα ἐλευθέρα οὖσα, καὶ οὐ μᾶλλον ἐκείνην ἢ σαυτὴν καταισχύνεις; Εἶτα ἐν βαλανείῳ ἐὰν δέῃ προελθεῖν, μώλωπες κατὰ τῶν νώτων γυμνουμένης αὐτῆς, καὶ τεκμήρια περιφέρει τῆς ὠμότητος. Ἀλλ' ἀφόρητον, φησὶν, ἀνέσεως τυχὸν τὸ δουλικὸν γένος. Οἶδα κἀγώ· ἀλλ' ἑτέρως, ὅπερ ἔφην, ἐπίστρεφε, μὴ μάστιξι μόνον μηδὲ φόβῳ, ἀλλὰ καὶ κολακείᾳ καὶ τῷ εὖ ποιεῖν. Ἀδελφή σου γέγονεν, ἂν ᾖ πιστή. Ἐννόησον ὅτι σὺ δέσποινα, κἀκείνη σοι διακονεῖται. Ἂν ᾖ μέθυσος, περίελε τῆς μέθης τὰς ὑποθέσεις, τὸν ἄνδρα κάλεσον, καὶ παραίνεσον. Ἢ οὐχ ὁρᾷς πῶς αἰσχρὸν πρᾶγμα γυναῖκα τύπτεσθαι; Οἱ γοῦν μυρία κατὰ ἀνδρῶν νομοθετήσαντες, καὶ καύσεις καὶ βασάνους, σπανιάκις γυναῖκα ἀνήρτησαν, ἀλλὰ μέχρι τοῦ ῥαπίσαι τὸν θυμὸν ἱστῶσι Τοσαύτῃ δὲ κέχρηνται πρὸς τὴν φύσιν ταύτην αἰδοῖ, ὅτι οὐδὲ ἀναγκαίας χρείας οὔσης ἀνήρτησαν, καὶ μάλιστα ὅταν κύουσα τύχῃ. Αἰσχύνη γὰρ ἀνδρὶ γυναῖκα τύπτειν· εἰ δὲ ἀνδρὶ, πολλῷ μᾶλλον τῇ ὁμοφύλῳ. Ἀπὸ τούτων καὶ τοῖς ἀνδράσι γίνονται μισηταὶ αἱ γυναῖκες. Τί οὖν, φησὶν, ὅταν πορνεύῃ; Ζεῦξον ἀνδρὶ, περίελε τῆς πορνείας τὰς ὑποθέσεις, μὴ συγχώρει ὑπερμαζᾷν. Τί οὖν, ἂν κλέπτῃ; Φύλαττε καὶ παρατήρει; Ὢ τῆς ὑπερβολῆς! ἐγὼ ἔσομαι φύλαξ, φησίν. Ὢ τῆς ἀνοίας! διὰ τί, παρακαλῶ, οὐκ ἔσῃ φύλαξ; οὐχὶ τῆς αὐτῆς σοι μετέχει ψυχῆς; οὐχὶ τῶν αὐτῶν ἠξίωται παρὰ τοῦ Θεοῦ; οὐ τῆς αὐτῆς ἀπολαύει τραπέζης; οὐ τῆς αὐτῆς σοι κοινωνεῖ εὐγενείας; Τί οὖν, ἂν ᾖ, φησὶ, λοίδορος καὶ λάλος καὶ μέθυσος; Πόσαι δέ εἰσιν ἐλεύθεραι τοιαῦται; Πάντα δὲ τὰ ἐλαττώματα τῶν γυναικῶν φέρειν τοὺς ἄνδρας προσέταξεν ὁ Θεός. Μόνον μὴ ἔστω, φησὶ, πόρνη ἡ γυνὴ, καὶ πάντα τὰ λοιπὰ φέρε ἐλαττώματα. Κἂν μέθυσος ᾖ, κἂν λοίδορος, κἂν λάλος, κἂν βάσκανος, κἂν πολυτελὴς, κἂν σπαθῶσα τὴν οὐσίαν, κοινωνὸν ἔχεις βίου· ῥυθμίζειν ἀνάγκην ἔχεις· διὰ τοῦτο κεφαλὴ εἶ σύ. Οὐκοῦν ῥύθμιζε, τὸ σαυτοῦ ποίει. Κἂν ἀδιόρθωτος μένῃ, κἂν κλέπτῃ, φύλαττε τὰ σά· μὴ ἐκείνην τοσοῦτον τιμωροῦ· ἂν λάλος ᾖ, ἐπιστόμιζε. Τοῦτο φιλοσοφίας ἐστὶ τῆς ἀνωτάτω. Νυνὶ δὲ εἰς τοσοῦτό τινες ἀτοπίας ἥκουσιν, ὡς ἀποκαλύπτειν τὴν κεφαλὴν, καὶ ἀπὸ τριχῶν σύρειν τὰς θεραπαινίδας. δʹ. Τί ἠρυθριάσατε πᾶσαι; Οὐ πρὸς πάσας ἡμῖν ὁ λόγος· ἀλλὰ πρὸς τὰς εἰς τὴν θηριωδίαν ἐξελκομένας ταύτην. Γυνὴ ἀκατακάλυπτος μὴ ἔστω, φησὶν ὁ Παῦλος· σὺ δὲ ὅλως τὸ κρήδεμνον περιαιρεῖς; Ὁρᾷς πῶς σαυτὴν ὑβρίζεις; Ἂν μὲν οὖν γυμνῇ φανῇ σοι τῇ κεφαλῇ ἐκείνη, ὕβριν τὸ πρᾶγμα λέγεις· σὺ δὲ αὐτὴν γυμνοῦσα, οὐδὲν δεινὸν εἶναι φής; Εἶτά φησι· Τί, ἂν μὴ διορθῶται; Ῥάβδῳ καὶ πληγαῖς σωφρόνισον. Πόσα δὲ καὶ σὺ ἔχεις ἐλαττώματα, καὶ οὐ διορθοῦσαι; Ταῦτα ἡμῖν νῦν οὐχ ὑπὲρ ἐκείνων εἴρηται, ἀλλ' ὑπὲρ ὑμῶν τῶν ἐλευθέρων, ὥστε μηδὲν ἄσεμνον, μηδὲν αἰσχρὸν ποιεῖν, ὥστε μὴ βλάπτειν ἑαυτάς. Ἐὰν ἐν οἰκίᾳ ταῦτα παιδευθῇς ἐπὶ τῆς θεραπαινίδος, καὶ προσηνὴς ᾖς καὶ μὴ χαλεπὴ, πολλῷ μᾶλλον ἐπὶ τοῦ ἀνδρὸς ἔσῃ τοιαύτη. Εἰ γὰρ ἐξουσίας οὔσης μηδὲν τοιοῦτον ἐργαζομένη δειχθῇς, πολλῷ μᾶλλον, ἔνθα τὸ κωλύον ἐστὶν, οὐδὲν ἐργάσῃ τοιοῦτον. Ὥστε ἡ περὶ τὰς θεραπαινίδας φιλοσοφία μέγιστα ὑμᾶς εἰς τὴν τῶν ἀνδρῶν εὔνοιαν ὠφελεῖ. Ὧ γὰρ μέτρῳ μετρεῖτε, φησὶν, ἀντιμετρηθήσεται ὑμῖν. Θὲς τῷ στόματι χαλινόν· κἂν ἐγγυμνασθῇς θεραπαινίδα χαλεπαίνουσαν φέρειν γενναίως, πρὸς τὴν ὁμότιμον οὐδὲ ὑβρίζουσαν δυσχερανεῖς· μὴ δυσχεραίνουσα δὲ, τὴν ἄκραν φιλοσοφίαν κατώρθωσας. Εἰσὶ δέ τινες, αἳ καὶ ὅρκους προστιθέασιν· οὐδὲν δὲ αἰσχρότερον τῆς οὕτω θυμουμένης. Τί οὖν, ἂν καλλωπίζηται, φησί; Τοῦτο κώλυσον, καὶ ἐγὼ σύμφημι· κώλυσον δὲ, ἀπὸ σαυτῆς ἀρχομένη, μὴ φόβῳ τοσοῦτον, ὅσον ὑποδείγματι· ἔσο ἐν πᾶσιν ἀρχέτυπος εἰκών. Καὶ βλασφημία, φησὶν, ἀρθήτω ἀφ' ὑμῶν. Ὅρα πῶς πρόεισι τὸ κακόν. Ἡ πικρία τὸν θυμὸν ἔτεκεν, ὁ θυμὸς τὴν ὀργὴν, ἡ ὀργὴ τὴν κραυγὴν, ἡ κραυγὴ τὴν βλασφημίαν, τουτέστι, τὰς λοιδορίας· ἡ βλασφημία λοιπὸν πληγὰς, αἱ πληγαὶ τραύματα, τὰ τραύματα θάνατον. Ἀλλ' οὐδὲν τούτων ἠθέλησε φθέγξασθαι Παῦλος, ἀλλ' ἢ τοῦτο μόνον, Ἀρθήτω σὺν πάσῃ κακίᾳ. Τί ἐστι, Σὺν πάσῃ κακίᾳ; Πᾶσα γὰρ κακία εἰς τοῦτο τελευτᾷ. Εἰσὶ γάρ τινες καθάπερ οἱ λαθροδῆκται τῶν κυνῶν, οἳ τοὺς μὲν προσιόντας οὐδὲν ὑλακτοῦσιν, οὐδὲ δυσχεραίνουσι· σαίνοντες δὲ καὶ προσηνὲς ἐπιδεικνύμενοι σχῆμα, ἀφυλάκτους λαβόντες, τοὺς ὀδόντας ἐνέπηξαν· οὗτοι χαλεπώτεροι τῶν ἐκ φανεροῦ τὴν ἔχθραν ἀναδεχομένων. Ἐπεὶ οὖν καὶ ἄνθρωποί εἰσι κύνες, καὶ οὔτε κράζοντες, οὔτε ὀργιζόμενοι, οὔτε δυσχεραίνοντες ἀπειλοῦσι, λάθρα δὲ ῥάπτοντες δόλους, καὶ κατασκευάζοντες μυρία κακὰ, καὶ δι' ἔργων ἀμυνόμενοι, καὶ τούτους ᾐνίξατο. Ἀρθήτω ἀφ' ὑμῶν, φησὶ, σὺν πάσῃ κακίᾳ. Μὴ ῥημάτων μὲν φείδου, διὰ δὲ τῶν ἔργων ἀμύνου. Ἐγὼ διὰ τοῦτο τὴν γλῶσσαν ἐκόλασα, καὶ τὴν κραυγὴν αὐτῆς περιέκοψα, ἵνα μὴ τὸν πυρσὸν ἀνάψῃ σφοδρότερον· εἰ δὲ καὶ χωρὶς κραυγῆς τὰ αὐτὰ ποιεῖς, καὶ ἔνδον τρέφεις τὴν πυρὰν καὶ τοὺς ἄνθρακας, τί τὸ ὄφελος τῆς σιγῆς; Ἢ οὐκ οἶδας, ὅτι αἱ πυρκαϊαὶ μάλιστά εἰσι χαλεπώταται, αἵπερ ἂν ἔνδον τρεφόμεναι μὴ φαίνωνται τοῖς περιεστηκόσιν ἐκτός; καὶ τραύματα, ἅπερ ἂν μὴ εἰς τὴν ἐπιφάνειαν ἐξανθήσῃ; καὶ πυρετοὶ ὅσοι τὰ ἐντόσθια καίουσιν; Οὕτω καὶ ὀργὴ αὕτη χαλεπωτέρα ἡ τὴν ψυχὴν ἐπινεμομένη. Ἀλλὰ καὶ αὕτη ἀρθήτω, φησὶ, σὺν πάσῃ κακίᾳ, καὶ μικρᾷ καὶ μεγάλῃ. Πειθώμεθα τοίνυν αὐτῷ, καὶ πᾶσαν πικρίαν καὶ πᾶσαν κακίαν ἐξαίρωμεν, ἵνα μὴ λυπῶμεν τὸ Πνεῦμα τὸ ἅγιον. Ἀνέλωμεν πρόῤῥιζον τὴν πικρίαν, ἐκτέμωμεν αὐτήν· Οὐδὲν ἀγαθὸν ἀπὸ πικρᾶς γένοιτο ἂν ψυχῆς, οὐδὲν ὑγιὲς, πάντα συμφοραὶ, πάντα δάκρυα, πάντα θρῆνοι καὶ οἰμωγαί. Οὐχ ὁρᾶτε καὶ τῶν θηρίων ὅσα ἂν κράζῃ, πῶς ἀποστρεφόμεθα· οἷον τὸν λέοντα, τὴν ἄρκτον, ἀλλ' οὐχὶ τὸ πρόβατον; οὐ γάρ ἐστιν ἐκεῖ κραυγὴ, ἀλλὰ προσηνής τις φωνή. Καὶ τῶν ὀργάνων δὲ τῶν μουσικῶν, ὅσα μὲν ἂν κράζῃ, ἀηδέστερά ἐστι πρὸς τὸν φθόγγον, οἷον τύμπανα, σάλπιγγες· τὰ δὲ μὴ οὕτως, ἀλλὰ μαλάττοντα, ταῦτα ἡδέα, οἷον αὐλὸς καὶ κιθάρα καὶ σύριγγες. Οὕτως οὖν ἡμῶν τὴν ψυχὴν καταστήσωμεν, ὥστε μὴ κράζειν· καὶ οὕτω δυνησόμεθα καὶ τῆς ὀργῆς περιγενέσθαι· ταύτην δὲ ἐκκόψαντες, αὐτοὶ πρῶτοι τῆς γαλήνης ἀπολαύσομεν, καὶ εἰς τὸν εὔδιον πλευσόμεθα λιμένα· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.