Κυριακή, 8 Φεβρουαρίου 2015

Εἰς τὴν παραβολὴν περὶ τοῦ ἀσώτου.




Εἰς τὴν παραβολὴν περὶ τοῦ ἀσώτου.
Ιωάννης Χρυσόστομος

αʹ. Ἀεὶ μὲν, ἀδελφοὶ, τὴν τοῦ Θεοῦ φιλανθρωπίαν  κηρύττειν ὀφείλομεν (δι' αὐτῆς γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν)· μάλιστα δὲ ἐν τούτῳ τῷ καιρῷ χρεωστοῦμεν τοῦτο ποιεῖν, διὰ τὴν κοινὴν ὠφέλειαν, καὶ τὴν εὐεργεσίαν τῶν μελλόντων  ἐκ τῆς κολυμβήθρας  ἀνατέλλειν  ἀστέρων. Καὶ γὰρ οὗτοι διὰ ταύτης ἐκλάμψουσι,   καὶ   ἡμεῖς   δι'  αὐτῆς   ἐσώθημεν   καὶ   σωζόμεθα·  ἥτις   ἡμῖν   ἀντὶ κληρονομίας ἐδόθη ἐκ τοῦ δημιουργοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν. Εἴπωμεν τοίνυν περὶ αὐτῆς,  ἅπερ  εἶπεν    ∆εσπότης Χριστὸς, ὁ  φιλάνθρωπος  Υἱὸς τοῦ  φιλανθρώπου Πατρὸς, ὁ μόνος ἀξιόχρεως τῆς πατρῴας οὐσίας ἐξηγητής· ἀναπτύξωμεν πᾶσαν  τὴν   περὶ  τοῦ   ἀσώτου  παραβολὴν,   ἵνα   μάθωμεν   ἐξ  αὐτῆς,   πῶς   δεῖ προσπελάζειν   τῷ   ἀπροσπελάστῳ,   καὶ   συγγνώμην    τῶν    πταισμάτων    αἰτεῖν. Ἄνθρωπός τις, φησὶν, εἶχε δύο υἱούς.

Παραβολικῶς ὁ Σωτὴρ, οὐ δογματικῶς διαλέγεται. ∆ιὰ τοῦτο περὶ τοῦ ἰδίου Πατρὸς ὡς περὶ ἀνθρώπου τινὸς ὁμιλεῖ, καὶ περὶ τῶν δούλων ὡς περὶ τέκνων λαλεῖ, ἵνα δείξῃ τοῦ Θεοῦ τὴν περὶ τοὺς ἀνθρώπους στοργήν. Ἄνθρωπός τις, φησὶν, εἶχε δύο υἱούς. Τίς ἐστιν οὗτος ὁ ἄνθρωπος; Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως. Τίνας δὲ εἶχε τούτους τοὺς δύο υἱούς; Τοὺς δικαίους, καὶ τοὺς ἁμαρτωλούς· τοὺς ἐμμένοντας  τοῖς θείοις αὐτοῦ προστάγμασι, καὶ τοὺς παραβαίνοντας τὰς ∆εσποτικὰς ἐντολάς. Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ Πατρί. Καὶ τίς ἐστιν οὗτος ὁ νεώτερος υἱός; Ὁ τὴν γνώμην ἄστατον κεκτημένος, καὶ ταῖς αὔραις τῆς  νεότητος  ῥιπιζόμενος.  Πατέρα ἐγνώρισεν    φύσις  τὸν  πλάσαντα,  εἰ  καὶ  μὴ ἐτίμησε προαίρεσις τὸν ποιήσαντα. Πάτερ, δός μοι τὸ ἐπιβάλλον  μέρος τῆς οὐσίας. Καλῶς ᾔτησε τὰ τοῦ Θεοῦ παρὰ τοῦ Θεοῦ· ἀλλὰ κακῶς, ἅπερ ἔλαβε, κατηνάλωσε. Καὶ διεῖλεν αὐτοῖς τὸν βίον ὁ πατήρ. Ἔδωκεν αὐτοῖς, ὡς οἶκον ἴδιον, ὅλον τὸν κόσμον· ἔδωκεν αὐτοῖς, ὡς κτίστης, ὅλην τὴν κτίσιν· παρέσχεν αὐτοῖς σώματα καὶ ψυχὰς λογικὰς,   ἵνα   τῷ   λόγῳ   εὐλόγως   χειραγωγούμενοι   μηδὲν   ἄλογον   πράξωσιν· ἐπέστησεν αὐτοῖς τὸν ἑαυτοῦ νόμον, τὸν φυσικὸν καὶ τὸν γραπτὸν, ὡς θεῖον παιδαγωγὸν,  ἵνα τούτῳ παιδαγωγούμενοι  πληρώσωσι τοῦ νομοθέτου τὸ βούλημα. Καὶ μετ'  οὐ  πολλὰς  ἡμέρας  συναγαγὼν  πάντα    νεώτερος  υἱὸς  (ὡς  νεώτερος ἔπραξεν), ἀπεδήμησεν εἰς χώραν  μακράν. Ἀπέστη ἀπὸ τοῦ Θεοῦ, καὶ ἀπέστη ἀπ' αὐτοῦ ὁ Θεός· οὐ γὰρ βιάζεται τὸν μὴ βουλόμενον δουλεύειν αὐτῷ. Γνώμης γὰρ, οὐκ ἀνάγκης, αἱ ἀρεταὶ ἅπασαι. Ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. Ἐκεῖ τῆς ψυχῆς ὅλον τὸν πλοῦτον ἀπώλεσεν· ἐκεῖ τέρπων καὶ τερπόμενος ἐναυάγησεν· ἐκεῖ παίζων καὶ ἐμπαιζόμενος πένης ἐγένετο· ἐκεῖ ψυχοφθόρους ἡδονὰς ἀγοράζων, καὶ γέλωτας  ὠνούμενος,  πατέρας δακρύων  ἔλαβε· καὶ τὰς μὲν  ἀρετὰς, ἃς εἶχεν, ἀπέβαλε· τὰς δὲ κακίας, ἃς οὐκ εἶχε, προσέλαβε. ∆απανήσαντος δὲ αὐτοῦ πάντα (οὐ πέφυκε γὰρ τοῖς αἰσχρῶς βιοῦσι παραμένειν  ὁ πλοῦτος τῆς χάριτος), ἐγένετο οὖν λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην.

Ὅπου γὰρ τῆς σωφροσύνης ὁ σῖτος οὐ γεωργεῖται, ἐκεῖ λιμὸς ἰσχυρός· ὅπου τῆς ἐγκρατείας ἡ ἄμπελος οὐ πεφύτευται,  ἐκεῖ λιμὸς ἰσχυρός· ὅπου τῆς ἁγνείας ὁ βότρυς οὐ ληνοπατεῖται,  ἐκεῖ λιμὸς ἰσχυρός· ὅπου τὸ οὐράνιον γλεῦκος οὐ βρύει, ἐκεῖ λιμὸς ἰσχυρός· ὅπου εὐφορία κακῶν, ἐκεῖ πάντως  ἀφορία τῶν ἀγαθῶν· ὅπου εὐθηνία    πράξεων   πονηρῶν,    ἐκεῖ   πάντως    σπάνις   τῶν    ἀρετῶν·   ὅπου   τῆς φιλανθρωπίας  τὸ ἔλαιον οὐ πηγάζει, ἐκεῖ λιμὸς ἰσχυρός. Τότε οὖν καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Οὐδὲν γὰρ αὐτῷ λοιπὸν  ἔμεινεν, εἰ μὴ μόνον τὰ τῆς ἀκρασίας κακὰ, ἐπειδὴ ἔπραξε τὰ τῆς ἀκοσμίας κακά. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας  ἐκείνης.  Πολῖται δὲ τῆς  χώρας  ἐκείνης  ἦσαν οἱ δαίμονες,  ἐν  ᾗ ἐτύγχανε μετανάστιος. Καὶ ἔπεμψεν  αὐτὸν  ὁ πολίτης  ἐκεῖνος  εἰς τὸν ἀγρὸν αὐτοῦ βόσκειν χοίρους. Οὕτω γὰρ τιμῶσιν οἱ δαίμονες τοὺς τιμῶντας  αὐτούς· οὕτω φιλοῦσι τοὺς φιλοῦντας   αὐτούς·  τοιαύτας   δωρεὰς  χαρίζονται   τοῖς  πειθομένοις   αὐτοῖς.  Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων, ὧν ἤσθιον οἱ χοῖροι. Τί δέ ἐστιν, Ἀπὸ τῶν  κερατίων;  Τῶν κερατίων  ἡ γεῦσις γλυκεῖά  ἐστιν, ἀλλ' ὅμως καὶ σκληρὰ κατ' αὐτό τε καὶ τραχεῖα.


Τοιαύτη γὰρ καὶ τῆς ἁμαρτίας ἡ φύσις·  εὐφραίνει  μὲν μικρὰ, καὶ κολάζει μεγάλα·  τέρπει  πρόσκαιρα,  καὶ  μαστίζει  αἰώνια.   Εἰς  ἑαυτὸν  οὖν  ἐλθὼν,   καὶ λογισάμενος  τὴν προτέραν μακαριότητα καὶ τὴν δευτέραν ἀθλιότητα,  καὶ βαλὼν κατὰ νοῦν, τίς μὲν ἦν, ὅτε ἦν μετὰ τοῦ Θεοῦ καὶ πατρὸς τεταγμένος, τίς δὲ γέγονενὑποτεταγμένος τοῖς δαίμοσιν. Εἰς ἑαυτὸν οὖν ἐλθὼν, εἶπε· Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ ὧδε λιμῷ ἀπόλλυμαι; Πόσοι νῦν κατηχούμενοι κατατρυφῶσι τῶν ἁγίων Γραφῶν, τῷ λιμῷ δὲ τῶν θείων λογίων ἐγὼ συνέχομαι; ὢ πόσων ἀγαθῶν  ἐμαυτὸν  ἐστέρησα! ὢ πόσοις κακοῖς ἐμαυτὸν  περιέβαλον! Τί γὰρ ἀφιστάμην τῆς μακαρίας ἐκείνης διαγωγῆς; τί δὲ ταύτης ἐντὸς ἐγενόμην τῆς θανατηφόρου  ζωῆς; Ἔμαθον ἀφ'  ὧν  ἔπαθον,  μὴ ἐγκαταλιμπάνειν  Θεόν· ἔμαθον κρατεῖν  τὸν  ἀεὶ φυλάσσοντα  τοὺς  κρατοῦντας  αὐτόν·  ἔμαθον  μὴ πιστεύειν  τοῖς ἀκαθάρτοις δαίμοσι, τοῖς διδάσκουσι πᾶσαν ἀκαθαρσίαν τε καὶ φθο ράν. Τί οὖν φησιν; Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου. Ὑποστρέψω καλῶς,  ὅθεν ἐξῆλθον  κακῶς· ἀπέλθω  πρὸς τὸν  ἐμὸν πατέρα, καὶ Ποιητὴν, καὶ ∆εσπότην, καὶ κηδεμόνα, καὶ προνοητήν· καταλάβω τὸν πάλαι περιμένοντα  καὶ προλαμβάνοντα τοὺς πρὸς αὐτὸν ἐπιστρέφοντας. Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ·  Πάτερ, ἥμαρτον  εἰς  τὸν  οὐρανὸν  καὶ ἐνώπιόν  σου, καὶ  οὐκέτι  εἰμὶ  ἄξιος κληθῆναι υἱός σου· ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου. Ἀρκεῖ μοι πρὸς σωτηρίαν ταῦτα  τὰ  ῥήματα· ἀρκεῖ μοι  πρὸς τὴν  πρεσβείαν τοῦ  πατρός  μου τὸ  ὄνομα· οὐ δύναται  γὰρ ὁ πατὴρ ὁ ἐμὸς, πατὴρ προσαγορευθεὶς παρ' ἐμοῦ, μὴ φανῆναι  τοῖς ἔργοις πατήρ· οὐ δύναται μὴ κινῆσαι τὰ σπλάγχνα, εὔσπλαγχνος ὤν· οὐ δύναται τὸ, Ἥμαρτον, ἀκούσας, μὴ δοῦναι συγγνώμην  τοῖς ἐμοῖς ὀλισθήμασιν· οὐ δύναται τῆς ἐμῆς ἀκούσας φωνῆς,  μὴ ἐπιλαθέσθαι τῆς δικαίας ὀργῆς. Οἶδα πόσα δύναται  παρ' αὐτῷ    μετάνοια·  οἶδα  πῶς  ἰσχύει  παρ'  αὐτῷ  τὰ  δάκρυα·  οἶδα  πῶς  ἕκαστος ἁμαρτωλὸς πρὸς αὐτὸν ἀνανεύων, καὶ δακρύων θερμῶς, ὡς ὁ Πέτρος λαμβάνει τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· οἶδα τοῦ Θεοῦ μου τὴν ἀγαθότητα· οἶδα τοῦ πατρός μου τὴν ἡμερότητα. Ἐλεήσει με μετανοοῦντα,  ὃν οὐκ ἐκόλασεν ἁμαρτήσαντα. βʹ. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. Προσέθηκε τῇ καλῇ βουλῇ τὴν πρᾶξιν τὴν ἀγαθήν. ∆εῖ γὰρ ἡμᾶς οὐ μόνον βουλεύεσθαι τὰ συμφέροντα, ἀλλὰ καὶ τὰς ἀγαθὰς ὁρμὰς δεικνύειν ταῖς πράξεσιν. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος τοῦ τόπου, πλησίον δὲ ὄντος τῷ τρόπῳ, καὶ τὰς χεῖρας συνεχῶς ἐπιῤῥηγνύντος, καὶ τύπτοντος τὸ ἴδιον στῆθος, ὡς τῶν πονηρῶν λογισμῶν ὑπάρχον ἐργαστήριον, καὶ τὸ πρόσωπον προσηλοῦντος τῇ γῇ, καὶ τοὺς ὀφθαλμοὺς ἀπαιτοῦντος  δοῦναι συμπρεσβευτὰς τὰς τῶν δακρύων σταγόνας, καὶ προμελετῶντος τὴν ἀπολογίαν, φθάσας ἀνεβόησε φωνῇ μεγάλῃ, μετὰ δακρύων λέγων· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν  σου. Ἥμαρτον,  οἶδα,  Χριστὲ ∆έσποτα  καὶ  Θεέ· ἐμὰς  ἁμαρτίας  σὺ  μόνος  ἐπίστασαι· ἥμαρτον, ἐλέησον ὡς Θεὸς καὶ ∆εσπότης. Οὐκ εἰμὶ ἄξιος εἰς τὸν οὐρανὸν βλέπειν, καὶ παρακαλεῖν σε τὸν ἀγαθόν μου ∆εσπότην, γέμων μεγίστων καὶ χαλεπῶν ἐγκλημάτων· οὐκ ἔστιν ἀριθμὸς τῶν ἐμῶν ἁμαρτημάτων. Ἐλέησον ὡς ἀγαθὸς Θεὸς ὢν ἀεὶ, Ὅτι οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου, ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.  Οὕτως ἱκετεύοντα ἐκ βάθους τῆς καρδίας εἶδεν αὐτὸν ὁ βλέπων πλημμελοῦντας, καὶ παραβλέπων  ἁμαρτάνοντας,  καὶ περιμένων  αὐτῶν  τὴν  μετάνοιαν·  εἶδεν  αὐτὸν  ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη. Πατὴρ γὰρ ἦν τῇ χρηστότητι, εἰ καὶ Θεὸς ὑπῆρχε τῇ φύσει. Καὶ δραμὼν ἔπεσεν ἐπὶ τὸν τράχηλον  αὐτοῦ, καὶ κατεφίλησεν  αὐτόν. Οὐκ ἀνέμεινε τὸν προσκρούσαντα πλησίον ἐλθεῖν, ἀλλ' αὐτὸς αὐτῷ προαπήντησε προθύμως. Καὶ οὐκ ἐβδελύξατο τὸν τράχηλον  αὐτοῦ, ὡς ταῖς κηλῖσι τῆς ἀσωτίας κατάστικτον καὶ μεμιαμμένον· ἀλλὰ ταῖς ἀχράντοις αὐτοῦ χερσὶ περιλαβὼν κατεφίλησεν ἀπλήστως τὸν πάλαι ποτὲ ποθούμενον. Ὢ τῆς ἀφάτου τε καὶ φοβερᾶς εὐσπλαγχνίας! ὢ παραδόξου φιλανθρωπίας! ὢ ξένων καταλλαγῶν! Ἔπεισεν εὐθὺς τὸν Θεὸν εἰς ῥοπὴν μίαν μόνην καὶ συγκαταβῆναι τοῖς δάκρυσι, καὶ παραδραμεῖν πλῆθος  τοσοῦτον.  Ἐθαύμασας  ἐνορῶν  Θεὸν  κολακεύοντα  ἁμαρτωλόν;    τῆς στοργῆς τῶν σπλάγχνων  τῶν πατρικῶν! ἁμαρτωλὸς ἐπὶ γῆς ἐδάκρυσε, καὶ ὁ μόνος ἀναμάρτητος οὐρανόθεν ἑαυτὸν πρὸς τὴν φιλανθρωπίαν ἐπέκλινε.Τίς  εἶδέ  ποτε  ἁμαρτωλὸν  ὑπὸ  Θεοῦ κολακευόμενον·  τίς  εἶδέ  ποτε  τὸν δικαστὴν κατάδικον θεραπεύοντα; τίς εἶδέ ποτε κατάκριτον κολακευόμενον; Ἀλλ' ὅμως ὁ Θεὸς παρακαλεῖ, ὥς ποτε τὸν Ἰσραήλ. Λαός μου, φησὶ, τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; Καὶ νῦν τὰ αὐτὰ γίνεται, καὶ ἐγένετο, ἐπειδὴ οὕτως εἴωθεν ὑφ' ἑαυτοῦ νικᾶσθαι  ὁ Πατὴρ τῶν  οἰκτιρμῶν  καὶ Θεὸς πάσης παρακλήσεως. Οὐ μὴν ἠρκέσθη τούτοις  ὁ ἄσωτος οὗτος υἱός· ἀλλὰ  καὶ ἐν  τοῖς  τῆς  μετανοίας  ἀγαθοῖς ἄσωτος ὢν, οὐδὲ ἐνόμισεν αὐτῷ πρὸς τὸ πλῆθος τῶν ἁμαρτηθέντων τὴν τοσαύτην φιλανθρωπίαν  πρὸς τὴν τελείαν σωτηρίαν ἀρκεῖν· ἀλλ' ἅπερ ἐμελέτησεν εἰπεῖν τῷ πατρὶ, ταῦτα καὶ πα ρὼν διελέγετο μετὰ τοῦ πρέποντος σχήματος· πάτερ, εἴ γε ὅλως ἔξεστί μοι πατέρα σε εἰπεῖν· εἰ μὴ καὶ τοῦτο μετὰ τῶν ἄλλων μου πταισμάτων, καλῶν σε πατέρα, ἐξαμαρτάνω· εἰ μὴ ὑβρίζω τῇ κλήσει τὸ ἀνύβριστον ὄνομα· εἰ μὴ κλείει  μου τὰ  χείλη  τὸ  συνειδός· εἰ  μὴ  δεσμεῖ μου τὴν  γλῶτταν  ὁ τρόπος  τῆς πράξεως· εἰ μὴ κωλύει μου τὸν λόγον ὁ βίος· δέξαι, πάτερ ἅγιε, δέησιν ῥυπαρὰν ἐκ στόματος ῥυπαροῦ. Πάτερ κατὰ χάριν, καὶ δημιουργὲ κατὰ φύσιν, «Ἥμαρτον εἰς τὸν οὐρανὸν  καὶ  ἐνώπιόν  σου, καὶ  οὐκ  εἰμὶ  ἄξιος  κληθῆναι  υἱός  σου». Ἥμαρτον, ὁμολογῶ τὰ παραπτώματά μου, οὐ κρύπτω ἅπερ βλέπεις, οὐκ ἀρνοῦμαι ἅπερ ἐπίστασαι·  ὡς  ὑπεύθυνος   πρόκειμαι,  ὡς  παράνομος  κατακρίνομαι·  ὡς  κριτὴς ἐλέησόν με. Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. ∆έδοικα εἰς τὸν οὐρανὸν τὰ ὄμματά μου ἀνατεῖναι· φοβοῦμαι γὰρ τοῦ στερεώματος τὴν μορφὴν, ὡς κατηγόρου φωνήν· εὐλαβοῦμαι ἐνατενίσαι τῷ φωτὶ θεότητος, ῥυπαροὺς ἔχων τοὺς τῆς διανοίας ὀφθαλμούς. Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός   σου.   Ἰδοὺ   ἐμαυτὸν   ἀνακηρύττω,    ἐμαυτὸν   κατακρίνω,   κατ'   ἐμαυτοῦ ἀποφαίνομαι.

Οὐ δέομαι δικαστοῦ πρὸς ἀπόφασιν, οὐ δέομαι κατηγόρων πρὸς ἔλεγχον, οὐ δέομαι μαρτύρων πρὸς ἔγγραφα· ἔνδον ἔχω προκαθήμενον τὸ συνειδὸς, τὸν ἀπαραίτητον  δικαστὴν  ἐν  τῇ  ψυχῇ  βαστάζω,  τὸ  φοβερὸν  δικαστήριον·  ἐν  τῷ συνειδότι  περιφέρω  τοὺς  μάρτυρας,  ἐν  τοῖς  ἐμοῖς  ὀφθαλμοῖς  τοὺς  κατηγόρους ἐπάγων· τὰ θέατρά μου κατηγορεῖ, αἱ ἱπποδρομίαι μου κατακράζουσιν, αἱ θεωρίαι τῶν θηριομαχούντων  καταβοωσί μοι· ἡ ἀσωτία θριαμβεύει με, αἱ πράξεις μου στηλιτεύουσί με, ἡ παροῦσα γυμνότης  φανεροῖ  με, αὐτὰ τὰ ῥάκη τῆς αἰσχύνης, ἃ περιβέβλημαι, καταισχύνει με, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Μήτε τῆς αὐλῆς σου ἀποπέμψῃς με, ∆έσποτα, ἵνα μὴ πάλιν ὁ πολέμιος εὑρών με πεπλανημένον, ὡς αἰχμάλωτον  ἀπαγάγῃ· μήτε πλησίον ἑλκύσῃς με τῆς φοβερᾶς σου καὶ μυστικὴς τραπέζης· οὐ γὰρ τολμῶ ὀφθαλμοῖς ἐναγέσιν ὁρᾷν τῶν  ἁγίων  τὰ ἅγια. Ἔασόν με στῆναι μετὰ τῶν  κατηχουμένων,  τῶν  θυρῶν  τῆς ἐκκλησίας ἔνδον, ἵνα θεωρῶν τὰ ἐν αὐτῇ τελούμενα μυστήρια, ποθήσω κατὰ μικρὸν αῦτα  πάλιν  ἀναλαβεῖν·  ἵνα  τοῖς  θείοις  νάμασιν  ἐπαντλούμενος,  ἀποσμήξω τὴν αἰσχύνην τῶν αἰσχρῶν ᾀσμάτων, τὸν ῥύπον τὸν ἐγκείμενον  ταῖς ἐμαῖς ἀκοαῖς ἵνα θεωρῶν   τοὺς   σοὺς  μαργαρίτας   ἁρπαζομένους   παρὰ   τῶν   εὐσεβῶν   ἀνδρῶν, ἐπιθυμήσω κἀγὼ κτήσασθαι χεῖρας ἀξίας τῆς τούτων ὑποδοχῆς. Ταῦτα τοῦ ἀσώτου προσκρούσαντος, καὶ μετὰ δακρύων  βοῶντος,  Εἶπεν ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ. Πρὸς ποίους δούλους; Ἄκουε· πρὸς τοὺς ἱερεῖς καὶ λειτουργοὺς τῶν αὐτοῦ προσταγμάτων.   Ἐξενέγκατε   τὴν   στολὴν   τὴν   πρώτην,   καὶ   ἐνδύσατε   αὐτόν· ἐξενέγκατε τὴν στολὴν τὴν ἄνωθεν ὑφαντὴν, τὴν ἐκ τοῦ πνευματικοῦ πυρὸς καταρτιζομένην· ἐξενέγκατε τὴν στολὴν τὴν ἐν τοῖς ὕδασι τῆς κολυμβήθρας ὑφαινομένην. Ἐξενέγκατε τὴν στολὴν τὴν ἐκ τοῦ πνευματικοῦ πυρὸς κατασκευαζομένην,   καὶ   ἐνδύσατε   αὐτόν.   Ἐνδύσατε  τὸν   ἑαυτὸν   ἀποδύσαντα, ἐνδύσατε  τὸν  νέον  Ἀδὰμ, ὃν  ἐγύμνωσεν  ὁ διάβολος· ἐνδύσατε  τὸν  βασιλέα τῆς κτίσεως· κοσμήσατε τοῦτον, δι' ὃν τὸν κόσμον ἐκόσμησα· καλλωπίσατε τοῦ υἱοῦ μου τὰ φίλτατα  μέλη· οὐ φέρω γὰρ αὐτὸν ἀκαλλώπιστον  καθορᾷν· οὐ φέρω τὴν ἐμὴν εἰκόνα  γεγυμνωμένην   καταλιπεῖν·  ἐμὸν  ὄνειδος  ἡγοῦμαι  τὸ  ὄνειδος  τοῦ  ἐμοῦ παιδὸς, ἐμὴν δόξαν ἡγοῦμαι τούτου τὴν εὔκλειαν.

 γʹ. ∆ότε καὶ δακτύλιον  εἰς τὴν  χεῖρα αὐτοῦ· ἵνα  φορῇ τὸν  ἀῤῥαβῶνα τοῦ Πνεύματος, καὶ φορῶν  αὐτὸν φρουρηθῇ ὑπ' αὐτοῦ τοῦ Πνεύματος· ἵνα τὴν ἐμὴν σφραγῖδα περιφέρων, φοβερὸς ᾖ πᾶσι τοῖς πολεμίοις τε καὶ ἐναντίοις· ἵνα πόῤῥωθεν φαίνηται, ποίου πατρός ἐστιν οὗτος υἱός. ∆ότε καὶ ὑποδήματα εἰς τοὺς πόδας αὐτοῦ· ἵνα μὴ πάλιν  εὕρῃ ὁ ὄφις γυμνὴν  τὴν πτέρναν  αὐτοῦ, καὶ πατάξῃ αὐτὸν διὰ τοῦ κέντρου·  ἀλλ'  ἵνα  μᾶλλον  αὐτὸς  καταπατῇ  τὴν  τοῦ  δράκοντος  κεφαλὴν,  ἵνα συντρίψῃ  τοῦ  πολεμίου  τὰ  κέντρα,  καὶ  ἵνα  τρέχῃ  τὴν  κατὰ  Θεὸν  ὁδόν.  Καὶ ἐνέγκαντες  τὸν μόσχον τὸν σιτευτὸν, θύσατε. Ποῖον μόσχον λέγει σιτευτόν; Ποῖον; Ὃν ἡ δάμαλις Μαρία παρθένος ἐγέννησεν.

Ἐνέγκατε τὸν μόσχον τὸν ἀδάμαστον, τὸν μὴ δεξάμενον ἁμαρτίας ζυγὸν, τὸν παρθένον,  καὶ ἐκ παρθένου, τὸν  ἀκολουθοῦντα  τοῖς ἀκολουθοῦσιν  αὐτῷ, οὐκ ἐξ ἀνάγκης, ἀλλ'  ἑκουσίως· τὸν μὴ χρώμενον  τῇ δυνάμει αὐτοῦ, μηδὲ τοῖς κέρασιν, ἀλλ' ἑτοίμως ὑποκλίναντα  τὸν ἑαυτοῦ αὐχένα τοῖς σφάττειν θέλουσι. Θύσατε οὖν ἑκόντα θυόμενον, θύσατε τὸν ζωοποιοῦντα τοὺς θύοντας, θύσατε τὸν θυόμενον καὶ μὴ νεκρούμενον· θύσατε τὸν μελιζόμενον,  καὶ τοὺς μελίζοντας  αὐτὸν ἁγιάζοντα· θύσατε  τὸν  ἐσθιόμενον  παρὰ  τῶν  εἰδότων  αὐτὸν,  καὶ  μηδέποτε  δαπανώμενον· θύσατε  τὸν   τοὺς  ἐσθίοντας   μακαρίους  ἀπεργαζόμενον.   Καὶ  φαγόντες   πάντες εὐφρανθῶμεν,  Ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπολωλὼς  ἦν, καὶ ηὑρέθη. Καὶ ἤρξαντο  εὐφραίνεσθαι.  Ἐπίστασθε τὴν  πνευματικὴν  εὐφροσύνην,  οἱ ταύτης γευσάμενοι καὶ μεμνημένοι τῶν φρικτῶν  μυστηρίων, τῶν λειτουργῶν  τῆς θείας ἱερουργίας, τῶν μιμουμένων τὰς τῶν ἀγγέλων πτέρυγας ταῖς λεπταῖς ὀθόναις ταῖς ἐπὶ τῶν  ἀριστερῶν ὤμων  κειμέναις,  καὶ ἐν τῇ ἐκκλησίᾳ περιτρεχόντων  καὶ βοώντων·  Μή τις  τῶν  κατηχουμένων,   μή  τις  τῶν  μὴ  ἐσθιόντων,  μή  τις  τῶν κατασκόπων, μή τις τῶν μὴ δυναμένων  θεάσασθαι τὸν Μόσχον ἐσθιόμενον, μή τις τῶν  μὴ  δυναμένων   θεάσασθαι  τὸ  οὐράνιον  αἷμα  τὸ  ἐκχυνόμενον   εἰς  ἄφεσιν ἁμαρτιῶν, μή τις ἀνάξιος τῆς ζώσης θυσίας, μή τις ἀμύητος, μή τις μὴ δυνάμενος ἀκαθάρτοις χείλεσι προσψαύσασθαι τῶν φρικτῶν μυστηρίων· εἶτα καὶ τῶν ἀγγέλων οὐρανόθεν ἐπευφημούντων  καὶ λεγόντων·  Ἅγιος ὁ Πατὴρ, ὁ θελήσας τυθῆναι τὸν Μόσχον τὸν σιτευτὸν, τὸν μὴ γνόντα ἁμαρτίαν, καθώς φησιν ὁ προφήτης Ἡσαΐας· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ἅγιος ὁ Υἱὸς, ἅμα καὶ Μόσχος ὁ ἀεὶ θυόμενος ἑκὼν, καὶ ἀεὶ ζῶν· ἅγιος ὁ Παράκλητος, τὸ Πνεῦμα τὸ  ἅγιον,  τὸ  τὴν  θυσίαν  τελεσιουργῆσαν.  Τούτων  οὖν  ἔνδον  ἐπιτελουμένων     πρεσβύτερος υἱὸς  μακρόθεν  παραγενόμενος  ἤκουσε συμφωνίας  καὶ  χορῶν·  καὶ προσκαλεσάμενος  ἕνα   τῶν   παίδων,   ἐπυνθάνετο   τί   ἂν   εἴη  τοῦτο·  Ἦχός  τις περιεκτύπει μου τὰ ὦτα.

Ὁ δέ φησι, ∆αυῒδ ὁ προφήτης ἔνδον μελῳδεῖ· Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Ὁ αὐτὸς πάλιν  προτρέπεται τοὺς παρόντας  πρὸς τὴν ἑστίασιν, καὶ λέγει· Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Παῦλος ὁ τῶν θείων μυστηρίων ἐξηγητὴς ἀναβοᾷ καὶ λέγει· Τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ἡ Ἐκκλησία πανηγυρίζει εὐφραινομένη, καὶ χορεύει. Ὁ δέ φησι πρὸς τὸν δοῦλον· Ναὶ, καὶ μὴ παρόντος ἐμοῦ ἄλλοι τὰ ἐμὰ μυστήρια παρὰ τὴν ἐμὴν ἀπουσίαν ἐν τῇ ἐμῇ αὐλῇ μερίζονται. Ναὶ, φησίν· ὅτι ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτὸν, ὅτι ὑγιαίνοντα  αὐτὸν  ἀπέλαβεν.  Ὠργίσθη δὲ πρὸς ταῦτα ὁ δίκαιος, καὶ οὐκ ἠθέλησεν εἰσελθεῖν. Ὠργίσθη ὁ δίκαιος, καὶ τοῦ φθόνου  ἐγένετο δοῦλος· ὁ καταπατήσας τοῦ βίου τὰ τερπνὰ, φθόνῳ  κεκράτηται. Καὶ πῶς φησιν ὁ Παῦλος  λέγων·  Ἐβουλόμην  αὐτὸς  ἐγὼ  ἀνάθεμα  εἶναι  ἀπὸ  Χριστοῦ ὑπὲρ  τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα; Οὐχ ἵνα βάσκανον δείξῃ τὸν δίκαιον, ἀλλὰ διὰ τὴν ὑπερβολὴν  οὕτω τὸν λόγον  ἐσχημάτισεν ὁ Σωτήρ· ἵνα κηρύξῃ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος τοῦ Πατρὸς αὐτοῦ.Καὶ τοῦτο  δηλοῖ  διὰ  τῶν  ἐφεξῆς.    γὰρ  πατὴρ  αὐτοῦ,  φησὶν,  ἐξελθὼν παρεκάλει αὐτόν. Ὢ σοφίας ἀῤῥήτου, ὢ προνοίας θεοφιλοῦς· καὶ τὸν ἁμαρτωλὸν ἠλέησε, καὶ τὸν δίκαιον ἐκολάκευσε· καὶ τὸν ἱστάμενον οὐκ ἀφῆκε πεσεῖν, καὶ τὸν πεσόντα ἤγειρε· καὶ τὸν πένητα πλούσιον ἀπέδειξε, καὶ τὸν πλούσιον οὐ συνεχώρησε τῷ φθόνῳ γενέσθαι πτωχόν. Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· Ἰδοὺ ἐγὼ τοσαῦτα ἔτη ἔχω δουλεύων σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον· καὶ ἐμοὶ οὐκ ἔδωκάς ποτε ἔριφον,  ἵνα  μετὰ τῶν  φίλων  μου εὐφρανθῶ·  ἀλλὰ  περιέρχομαι ἐν μηλωταῖς,  ἐν αἰγείοις δέρμασιν, ὑστερούμενος, θλιβόμενος, κακουχούμενος. Ὅταν δὲ ὁ υἱός σου οὗτος  ἦλθεν,  ὁ καταφρονήσας  σου, καὶ καταφαγών  σου τὸν  βίον  μετὰ πορνῶν, εὐθέως ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν· καὶ οὔτε ῥήματι ἐνεκάλεσας αὐτῷ, οὔτε σχήματι τὸ πρόσωπόν σου ἀπέστρεψας ἀπ' αὐτοῦ· ἀλλ' εὐθέως ἐξενοδόχησας αὐτὸν, καὶ πάσῃ τῇ στολῇ σου κατεκόσμησας, καὶ τῷ χρυσῷ δακτυλίῳ περιήστραψας, καὶ τοῖς ὑποδήμασι περιέφραξας, καὶ τὴν ἐκκλησίαν ἠνέῳξας, καὶ τὴν τράπεζαν ἐκαλλώπισας, καὶ τοὺς κρατῆρας ἐπλήρωσας, καὶ τὸν μόσχον τὸν σιτευτὸν κατέσφαξας, καὶ πρὸς τὴν εὐωχίαν τοὺς πιστοὺς προσεκάλεσας, καὶ τοὺς ἀγγέλους χορεύειν  ἐποίησας,  καὶ  ξένον  οὐρανοῦ  καὶ  γῆς  συμπόσιον  συνεκρότησας·  καὶ τοιαύτας  δωρεὰς  παρέσχες  τῷ  καταφρονήσαντι   τῆς  σῆς  ἀγαθότητος,  καὶ  τὴν εὐγένειαν καθυβρίσαντι. Τί εἴπω πρὸς τὸ βάθος καὶ τὸ πέλαγος τῶν σῶν οἰκτιρμῶν; πῶς θαυμάσω τὴν θάλατταν τῆς σῆς γαληνότητος; Ἐλεεῖς, Κύριε, πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων  εἰς μετάνοιαν.  Ὁ δὲ Πατὴρ αὐτοῦ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετ' ἐμοῦ εἶ. Σὺ τῶν ἐμῶν κόλπων οὐκ ἐχωρίσθης ποτέ·  σὺ  τῆς  Ἐκκλησίας  τῆς  ἐμῆς  οὐκ  ἀπεσκίρτησας· σὺ  ψαλμοῖς  καὶ  ὕμνοις προσέσχες ἀεί· σὺ μετὰ τῶν  ἀγγέλων  ἐντυγχάνεις  διαπαντός· σὺ τῷ θυσιαστηρίῳ παριστάμενος, μετὰ παῤῥησίας βοᾷς, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Οὗτος δὲ προσῆλθέ μοι κατακεκριμένος, κατῃσχυμμένος, τὸ πρόσωπον ὠθῶν  εἰς τὴν γῆν, καὶ μετὰ συντετριμμένης καὶ στυγνῆς φωνῆς  ἀνεβόησε· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν  σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι  υἱός σου· ποίησόν  με ὡς  ἕνα  τῶν  μισθίων  σου. Τί εἶχον  ποιῆσαι πρὸς τὰ  ῥήματα ταῦτα; ἠδυνάμην μὴ ἐλεῆσαι τὸν ἐμὸν υἱὸν προσελθόντα μοι; Σὺ δίκασον ὁ θυμούμενος. Ἀλλ' οὐ πέφυκα, φιλάνθρωπος  ὢν, ἀπάνθρωπόν  τι διαπράξασθαι· οὐ δύναμαι μὴ ἐλεῆσαι, ὃν ἐγὼ ἐποίησα· οὐ δύναμαι μὴ οἰκτείρειν, ὃν ἐκ τῶν  ἐμῶν σπλάγχνων ἐγέννησα. Τέκνον, σὺ πάντοτε μετ' ἐμοῦ εἶ, καὶ τὰ ἐμὰ πάντα, σά ἐστιν· ὁ οὐρανὸς σὸς, τὸ στερέωμα σὸν, ὁ ἥλιος δᾳδοῦχος σὸς, ἡ σελήνη θεραπαίνη σὴ, οἱ ἀστέρες λαμπτῆρες σοὶ, ὁ ἀὴρ τροφεὺς σὸς, καὶ πάντα τὰ ἐναέρια σά· ἡ γῆ καὶ τὰ ἐν αὐτῇ σὰ, ἡ θάλασσα καὶ τὰ ἐν αὐτῇ σὰ, ὁ κόσμος σὸς, ἡ Ἐκκλησία σὴ, τὸ θυσιαστήριον σὸν, ὁ μόσχος ὁ σιτευτὸς σὸς, ἡ θυσία σὴ, οἱ ἄγγελοι σοὶ, οἱ ἀπόστολοι σοὶ, οἱ μάρτυρες σοί· τὰ παρόντα σὰ, τὰ μέλλοντα σὰ, ἡ ἀνάστασις σὴ, ἡ ἀθανασία σὴ, ἡ ἀφθαρσία σὴ, ἡ βασιλεία τῶν  οὐρανῶν  σὴ, πάντα  τὰ φαινόμενα  καὶ τὰ νοούμενα  σά. Μὴ τὰ σὰ ἀπήγαγον,  κἀκείνῳ  προσήγαγον; μὴ σὲ ἀπέδυσα, κἀκεῖνον  ἐνέδυσα; οὐχὶ ἐκ τῶν ἐμῶν πραγμάτων ἐχαρισάμην τὸ ἔλεος; οὐχ ὅμοιός εἰμι καὶ σοῦ κἀκείνου πατήρ; Καὶ σὲ τιμῶ διὰ τὴν ἀρετὴν, κἀκεῖνον ἐλεῶ διὰ τὴν καλλίστην ἐπιστροφήν· καὶ σὲ ποθῶ διὰ τὴν ζωὴν, κἀκεῖνον διὰ τὴν μεταβολήν· καὶ σὲ διὰ τὴν πολιτείαν φιλῶ, κἀκεῖνον διὰ  τὴν  μετάνοιαν·  καὶ  σὲ διὰ  μακροθυμίαν,  κἀκεῖνον  διὰ  τὴν  ἐν  ἐμοὶ ἐπιστροφήν. Εὐφρανθῆναι δὲ καὶ χαρῆναί σε ἔδει, ὅτι οὗτος ὁ ἀδελφός σου νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπολωλὼς ἦν, καὶ εὑρέθη. Τίς βλέπων νεκρὸν ἀνιστάμενον, οὐκ εὐφραίνεται;  καὶ τίς  εὑρὼν  ἃ ἀπώλεσεν, οὐκ ἀγάλλεται;  ∆εῦρο καὶ σὺ, υἱέ μου, συνευφράνθητι  σὺν ἡμῖν, καὶ συσκίρτησον σὺν τοῖς ἀγγέλοις, καὶ περίπτυξον  σὺν ἡμῖν τὸν σὸν ἀδελφὸν, καὶ σύμψαλλε τῷ ∆αυῒδ ἐκεῖνο τὸ πνευματικὸν  μέλος, τὸ πρέπον τῇ παρούσῃ πανηγύρει· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν. Ἠκούσατε τῆς θείας παραβολῆς, καὶ τὸν ταύτης σκοπὸν ἔγνωτε, καὶ τὴν δύναμιν αὐτῆς εἴδετε· ἐμάθετε πῶς φιλάνθρωπον ἔχομεν Κύριον, πῶς ἀνεξίκακον.Αὐτῷ τοίνυν προσφύγωμεν μετὰ καθαρᾶς καρδίας. ∆εῦτε, κοινῇ φωνῇ βοήσωμεν  πρὸς  αὐτόν·  ∆έσποτα, Κύριε φιλάνθρωπε,   μονογενὲς  Υἱὲ τοῦ  Θεοῦ, ἡμάρτομεν εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ ἐσμὲν ἄξιοι κληθῆναι υἱοί σου· ἀλλὰ  θαῤῥοῦμεν  τοῖς  σοῖς οἰκτιρμοῖς·  ἔχομεν  ὅμηρα τῆς  σῆς φιλανθρωπίας   τὸν τίμιον σταυρὸν, ὃν ὑπέμεινας δι' ἡμᾶς· ἔχομεν ἐγγυητὰς τῆς σῆς εὐσπλαγχνίας τήν ποτε  πόρνην,  καὶ  τόν  ποτε  λῃστήν.  ∆ιὰ  τούτων  γὰρ  καὶ  ἡμεῖς  καὶ  πάντες  οἱ ἁμαρτωλοὶ προτρεπόμεθα προστρέχειν τῇ σῇ φιλανθρωπίᾳ.  Ὡς ἐκείνους ἀοιδίμους καὶ μακαρίους ἀπέδειξας, Κύριε, καὶ ἡμᾶς προσπίπτοντάς σοι ἐλέησον· ὡς ἀνέστησαςνεκροὺς σταυρωθεὶς, καὶ ἡμᾶς νεκρωθέντας τῇ ἁμαρτίᾳ διὰ τὴν πολλήν σου φιλανθρωπίαν  ἀνάστησον, ἵνα ἀπολαύσωμεν μετὰ τῶν ἀπολυτρωσαμένων  τῆς σῆς ἀναστάσεως. Ταῦτα λέγοντες, ἐπιμείνωμεν, ἵνα καὶ πρὸς ἡμᾶς εἴπῃ ὁ ∆εσπότης ἡμῶν Χριστός· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ὑμεῖς δὲ οἱ μέλλοντες  ἀπολαύειν  τῆς τοῦ βαπτίσματος δωρεᾶς, πάντα λογισμὸν ἀλλότριον ἀποῤῥίψαντες, καὶ τὰς ψυχὰς ὑμῶν εἰς τὸν οὐράνιον νυμφίον εὐθύναντες, τῆς τοῦ ἁγίου Πνεύματος χάριτος ἀπολαύσατε. Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Ἐπὶ θύραις ὁ λυτρωτὴς ἐφέστηκεν, ὁ ἰατρὸς τοῖς πιστεύουσι πάρεστι, τὸ ἰατρεῖον ἠνέῳκται, τὰ φάρμακα πρόκεινται, ἡ κολυμβήθρα πάντας προσδέχεται, ἡ χάρις ἐξήπλωται, ἡ πνευματικὴ στολὴ παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐξυφαίνεται.  Μακάριοι οἱ καταξιούμενοι  φορέσαι τὴν  στολήν. Μόνον ὑμεῖς τῆς πίστεως τὰς λαμπάδας  ἀνάψατε, καὶ τὸ ἔλαιον  τῆς εὐσεβείας δαψιλῶς ἐπιβάλλετε,  ἵνα νυκτὸς,  ὅταν γίνηται  φωνὴ  λέγουσα, «Ἰδοὺ ὁ νυμφίος  ἔρχεται,» ἐξέλθητε εἰς ὑπάντησιν αὐτοῦ μετὰ φαιδρῶν τῶν λαμπάδων, χορεύοντες καὶ σκιρτῶντες, καὶ βοῶντες, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.