Τρίτη, 17 Φεβρουαρίου 2015

ΛΟΓΟΣ ΚΔʹ - ΕIΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΚΥΠΡΙΑΝΟΝ





ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ  ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ.

ΛΟΓΟΣ ΚΔʹ.
ΕIΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΚΥΠΡΙΑΝΟΝ, ΕΞ
ΑΓΡΟΥ ΜΕΤΑ ΜΙΑΝ ΤΗΣ ΜΝΕΙΑΣ ΗΜΕΡΑΝ ΕΠΑΝΗΚΟΝΤΟΣ.

Αʹ. Μικροῦ Κυπριανὸς διέφυγεν ἡμᾶς· ὢ τῆς ζη-          
μίας! καὶ ὑμεῖς ἠνέσχεσθε, οἱ πάντων μᾶλλον τὸν        
ἄνδρα θαυμάζοντες, καὶ ταῖς δι᾽ ἔτους τιμῶντες ἐκεῖ-   
νον τιμαῖς τε καὶ πανηγύρεσι· Κυπριανὸς, οὗ,           
καὶ τοῖς τἄλλα ἐπιλήσμοσι, μεμνῆσθαι τῶν ἀναγ-         
καίων· εἴπερ τῶν ἀρίστων μάλιστα μνημονευτέον,         
καὶ ὧν τὸ μεμνῆσθαι ὅσιόν τε ὁμοῦ καὶ ὠφέλιμον,        
Ἀλλ᾽ ἀποδῶμεν σὺν τόκῳ τὸ χρέος, ἂν ἄρα τοσοῦτον       
εὐποροῦντες φανῶμεν, ἀλλὰ μὴ πάντα ὦμεν ἐν-            
δεεῖς τε καὶ πένητες. Ἂν δὲ καὶ λίαν πένητες, οἶδ᾽     
ὅτι συγγνώσεται ἡμῖν καὶ τῆς ὑπερημερίας, καὶ          
τῆς πενίας, ἐπεὶ καὶ πάντα μεγαλόψυχος ὁ ἀνὴρ καὶ      
φιλόσοφος· μόνον ἂν, ὅτι μὴ διέφυγεν ἡμᾶς, εὐχαρι-     
στήσωμεν. Εὐχαριστήσωμεν δέ· καὶ γὰρ ἄξιον.            
Ἀρκτέον δὲ οὕτως, ὡς εἰς καλὸν ὑμῖν ἐπανήκομεν,        
καὶ καλοῖς μέτροις Θεοῦ, τοῦ πάντα ἐν σταθμῷ καὶ       
μέτρῳ διορίζοντός τε καὶ διευθύνοντος, ἐκ τῆς ἡσυ-     
χίας ἐπὶ τὸν λόγον, ἐκ τῆς φιλομάρτυρος ἐπὶ            
μάρτυρας, ἐκ τῆς σωματικῆς ἀνέσεως ἐπὶ τὴν πνευ-       
ματικὴν ἑστίασιν.                    
                 
Βʹ. Ἐποθοῦμεν ὑμᾶς, ὦ τέκνα, καὶ ἀντεποθούμε-          
θα τοῖς ἴσοις μέτροις· πείθομαι γάρ. Ὁρᾶτε             
πατρὸς εὐγνωμοσύνην· καὶ τὸ ἐμαυτοῦ λέγω, καὶ τὸ        
ὑμέτερον μαρτυρῶ, καὶ τοσοῦτον διαζευχθέντες ἀλλή-     
λων, ὅσον τὸν πόθον γνωρίσαι καὶ δοκιμάσαι τῇ ἀπο-     
στάσει, καθάπερ οἱ ζωγράφοι τοὺς πίνακας, πά-          
λιν συνήλθομεν. Ὡς μέγα μνήμης ἐμπύρευμα,              
καὶ βραχεῖα συνήθεια φίλων, τοῖς τε ἀγαπητι-           
κοῖς τὸν τρόπον, καὶ Θεοῦ μιμουμένοις φιλανθρωπίαν!    
Πῶς δὲ οὐκ ἐμέλλομεν, οἱ Χριστοῦ μαθηταὶ, τοῦ κε-      
νωθέντος δι᾽ ἡμᾶς μέχρι δούλου μορφῆς, καὶ ξένους      
ὄντας τῶν οὐρανίων πρὸς ἑαυτὸν συναγαγόντος, ἀνθ-       
έξεσθαί τε καὶ περιέξεσθαι ἀλλήλων, καὶ τηρήσειν       
τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδεσμῷ τῆς εἰ-       
ρήνης, ἣ νόμου καὶ προφητῶν ἐστι μυστήριον, εἴτ᾽       
οὖν κεφάλαιον;          
    
                          
Γʹ. Ἓν μὲν δὴ τοῦτο τῆς εὐεργεσίας καὶ πρῶτον,         
τὸ ὡς τάχιστα προσδραμεῖν ἀλλήλοις καὶ περιπτύξα-      
σθαι. Οὐδὲ γὰρ φέρει τὴν ἀναβολὴν ὁ ζῆλος· καὶ βίος    
ὅλος ἡμέρα μία τοῖς πόθῳ κάμνουσιν. Δεύτερον δὲ, ὃ     
καὶ μέγιστον, τὸ μὴ κατόπιν ἑορτῆς δραμεῖν, μηδὲ       
μαρτύρων μυσταγωγίας ἀπολειφθῆναι, καὶ τῆς ἐν-         
τεῦθεν ἐγγινομένης ἡμῖν τρυφῆς τε καὶ ἀναψύξεως.       
Ἐγὼ γὰρ τἄλλα μὲν ὁμολογῶ παντὸς εἶναι νωθέστε-        
ρος· καὶ πάντα πόθον ἀπεσεισάμην, ἀφ᾽ οὗ Χριστῷ        
συνεταξάμην, καὶ οὐδὲν αἱρεῖ με τῶν ὅσα τερπνὰ         
τοῖς ἄλλοις καὶ περισπούδαστα· οὐ πλοῦτος ὁ κάτω       
συρόμενος καὶ περιτρεπόμενος, οὐ γαστρὸς ἡδοναὶ,       
καὶ κόρος πατὴρ ὕβρεως, οὐκ ἐσθὴς μαλακή τε καὶ        
περιῤῥέουσα, οὐ λίθων διαύγειαι καὶ χάριτες, οὐκ       
ἀκοὴ γοητεύουσα, οὐκ ὄσφρησις ἐκθηλύνουσα, οὐ κρό-     
τοι δήμων καὶ θεάτρων ἐκμαίνοντες, ὧν πάλαι τοῖς       
βουλομένοις παρεχωρήσαμεν· οὐχ ὅσα τῆς πρώτης          
γεύσεως ἡμῶν, ἐξ ἧς ἀπολώλαμεν, ἔκγονα· ἀλ-             
λὰ καὶ πολλὴν εὐήθειαν καταγινώσκω τῶν κρατεῖσθαι      
τούτοις ἀνεχομένων, καὶ τὸ τῆς ψυχῆς εὐγενὲς δια-      
φθείρειν τῇ περὶ ταῦτα μικροπρεπείᾳ, καὶ ὡς ἑστῶσι     
προστιθεμένων τοῖς φεύγουσιν. Ἐκείνου δὲ λίαν          
ἀπλήστως ἔχω καὶ περιέχομαι, καὶ τοῦ πάθους ἐμαυ-      
τὸν ἀποδέχομαι· μαρτύρων τιμαῖς ἐπιτέρπομαι, καὶ       
ἀθλητῶν αἵμασιν ἐπαγάλλομαι· καὶ ἄλλων μὲν οἱ          
ἆθλοι καὶ τὸ κρατεῖν, ἐμοὶ δὲ οἱ στέφανοι. Τοσοῦτον    
προαρπάζω τὴν εὐκοσμίαν, καὶ οὕτως οἰκειοῦ-            
μαι τὰ κατορθώματα!      
                             
Δʹ. Πᾶσι μὲν δὴ μάρτυσι πανηγυριστέον, καὶ πᾶσιν       
ἀνοικτέον ἑτοίμως καὶ γλῶσσαν, καὶ ἀκοὴν, καὶ διά-     
νοιαν, καὶ λέγοντάς τι προθύμως περὶ αὐτῶν καὶ         
ἀκούοντας, καὶ πάντα ἐλάττω νομίζοντας τῆς ἐκεί-       
νων ἀθλήσεως. Καὶ γὰρ οὕτως ἔχει, πολλῶν ὄντων         
ἡμῖν εἰς ὁδηγίαν τοῦ κρείττονος, καὶ πολλῶν            
τῶν πρὸς ἀρετὴν παιδευμάτων, λόγου, νόμου,             
προφητῶν, ἀποστόλων, αὐτῶν τῶν Χριστοῦ παθη-           
μάτων, τοῦ πρώτου μάρτυρος ἐπὶ τὸν σταυρὸν ἀνελ-       
θόντος, κἀμὲ συναγαγόντος, ἵνα προσηλώσῃ τὴν ἐμὴν      
ἁμαρτίαν, καὶ τὸν ὄφιν θριαμβεύσῃ, καὶ τὸ ξύλον        
ἁγιάσῃ, καὶ τὴν ἡδονὴν νικήσῃ, καὶ τὸν Ἀδὰμ ἀνα-       
σώσῃ, καὶ τὴν εἰκόνα πεσοῦσαν ἀνακαλέσηται· τοσ-       
ούτων ὄντων ἡμῖν καὶ τοιούτων, οὐδὲν ἔλαττον ἡμῖν      
εἰς παιδαγωγίαν οἱ μάρτυρες, ὁλοκαυτώματα              
λογικὰ, θύματα τέλεια, προσφοραὶ δεκταὶ, τῆς ἀλη-       
θείας κηρύγματα, τοῦ ψεύδους στηλιτεύματα, νόμου       
συμπλήρωσις, τοῦ γε πνευματικῶς νοουμένου, πλάνης      
κατάλυσις, κακίας διωγμὸς, ἁμαρτίας κατακλυσμὸς,       
κόσμου καθάρσιον.             
                        
Εʹ. Σὺ δέ μοι, Κυπριανὲ, τὸ τιμιώτατόν μοι καὶ         
πρᾶγμα καὶ ὄνομα, πλέον ἢ κατὰ τοὺς ἄλλους μάρτυ-      
ρας (φθόνος γὰρ οὐδεὶς παρὰ μαρτύρων μάρτυσιν)·        
καὶ σοῦ διαφερόντως ἥττημαί τε τῆς ἀρετῆς, καὶ τῇ      
μνήμῃ κουφίζομαι, καὶ ὥσπερ ἔνθους ὑφ᾽ ἡδονῆς γί-       
νομαι, καί τινα τρόπον σύνειμί τε τῇ μαρτυρίᾳ, καὶ     
κοινωνῶ τῆς ἀθλήσεως, καὶ ὅλος πρὸς σὲ μετ-            
ανίσταμαι· τάχα μὲν διὰ τὴν τῶν λόγων οἰκείωσιν, οἷς   
τοσοῦτον τῶν ἄλλων ἐκράτεις, ὅσον τὰ λογικὰ τῆς        
ἀλόγου φύσεως (συνεισέρχεται γὰρ, οὐκ οἶδ᾽ ὅπως,       
φίλτρον τοῖς κατά τι συναπτομένοις, οὐχ ἧττον τοῖς     
λοιποῖς πράγμασιν, ἢ τοῖς περὶ ἀγχιστείαν αἵματος)·    
τάχα δὲ διὰ τὸ τῆς μεταβολῆς ἀθρόον τε καὶ παρά-       
δοξον, ὃ κρεῖττον λόγου καὶ παραδείγματος.             
Ἐπεὶ γλυκὺ μὲν ἥλιος μετὰ νέφος, ᾧ τέως συνεκα-        
λύπτετο· γλύκιον δὲ τὸ ἔαρ, ὅτι μετὰ χειμῶνος κατ-     
ήφειαν· ἡδίων δὲ μειδιῶσα γαλήνη, καὶ θάλασσα          
ἡπλωμένη, καὶ ταῖς ἀκταῖς προσπαίζουσα μετὰ            
πνευμάτων στάσιν, καὶ ὠδίνοντα κύματα.     
           
Ϛʹ. Οὗτος Κυπριανὸς, ὦ ἄνδρες (ἵνα οἱ μὲν εἰδότες,     
ἡδίους γένησθε τῇ ὑπομνήσει, οἱ δὲ ἀγνοοῦντες,         
μάθητε τὸ κάλλιστον τῶν ἡμετέρων διηγημάτων, καὶ       
τὴν κοινὴν Χριστιανῶν φιλοτιμίαν), οὗτος ἐκεῖνος, τὸ   
μέγα ποτὲ Καρχηδονίων ὄνομα, νῦν δὲ τῆς οἰκουμέ-       
νης ἁπάσης, ὁ πλούτῳ περιφανὴς, καὶ δυναστείᾳ          
περίβλεπτος, καὶ γένει γνώριμος (εἴ γε μέγιστον εἰς    
εὐγενείας ἀπόδειξιν, συγκλήτου βουλῆς μετουσία καὶ      
προεδρία), τὸ τῆς νεότητος ἄνθος, τὸ τῆς φύσεως        
ἄγαλμα, τὸ τῶν λόγων κράτος, τῶν τε κατὰ               
φιλοσοφίαν, καὶ ὅσοι τῆς ἄλλης παιδεύσεως, καὶ τού-    
των ὃ βούλει μέρος· ὡς μᾶλλον μὲν τὸ ποικίλον ἢ τὸ     
ἄκρον ἐν ἑκάστῳ θαυμάζεσθαι, μᾶλλον δὲ τὸ εὐδόκιμον    
ἐν ἑκάστῳ τῆς περὶ πάντα πολυμαθίας· ἢ, ἵνα διέλω      
σαφέστερον, τῶν μὲν τῷ ποικίλῳ, τῶν δὲ τῷ ἄκρῳ,        
ἔστι δὲ ὧν ἀμφοτέροις, πᾶσι δὲ πάντων ἐκράτει.     
   
Ζʹ. Τῶν μὲν οὖν λόγων καὶ οἱ λόγοι μάρτυρες,            
οὓς πολλοὺς καὶ λαμπροὺς ἐκεῖνος ὑπὲρ ἡμῶν κατε-       
βάλετο, ἐπειδή γε μετήνεγκε Θεοῦ φιλανθρωπίᾳ τὴν       
παίδευσιν, τοῦ ποιοῦντος τὰ πάντα καὶ μετασκευά-       
ζοντος, πρὸς τὸ βέλτιον, καὶ τῷ λόγῳ τὴν ἀλο-          
γίαν ὑπέκλινεν· τὸ δὲ ἐντεῦθεν, οὐκ οἶδ᾽ ὅπως χρή-     
σωμαι, τῷ λόγῳ καὶ τίς γένωμαι· πῶς μὲν μὴ             
μακρὸν ἀποτείνω λόγον, καὶ παντελῶς ἔξω τοῦ και-       
ροῦ, πάντων τῶν Κυπριανοῦ μεμνημένος· πῶς δὲ μὴ        
τὰ μέγιστα ζημιώσω τοὺς παρόντας τοῖς σιωπωμέ-         
νοις. Ἵν᾽ οὖν μέσην βαδίσω τοῦ καιροῦ, καὶ τοῦ πό-     
θου τῶν ἀκουόντων, οὕτω μοι δοκεῖ ποιητέον εἶναι·      
τὰ μὲν ἄλλα παρεῖναι τοῖς εἰδόσιν, ἐκδιδάσκειν τοὺς    
ἀγνοοῦντας, εἴπερ εἰσί τινες, ἵν᾽ ἀμφότεροι εὐεργε-    
τῶνται ὁμοίως, καὶ οἱ διδάσκοντες τὰ ἐκείνου, καὶ      
οἱ μανθάνοντες (ἐπειδὴ καὶ τὸ μεμνῆσθαι τοῦ ἀν-        
δρὸς, ἁγιασμὸς, καὶ μέγιστον εἰς παράκλησιν ἀρε-       
τῆς ὁ λόγος)· ἑνὸς δὲ ἢ δύο τῶν ἐκείνου διὰ βραχέων    
ἐπιμνησθῆναι, καὶ τούτων ὅσα μηδὲ βουλομένῳ παρ-       
ελθεῖν δυνατόν.         
                              
Ηʹ. Μνησθήσομαι δὲ τοῦ προτέρου βίου, καὶ ἥτις         
αὐτῷ γέγονε σωτηρίας ὁδὸς, καὶ τίς ἡ κλῆσις, καὶ ἡ     
πρὸς τὸ κρεῖττον μετάθεσις. Ἐκεῖνο μέν γε λίαν          
ἀγεννὲς καὶ μικρόψυχον, οἴεσθαι καθυβρίζεσθαι τὸν      
ἀθλητὴν τῇ μνήμῃ τῶν σκαιοτέρων. Ἐπεὶ οὕτω καὶ         
Παῦλος ἡμῖν οὐκ ἐπαινετὸς ὁ μέγας, καὶ Ματθαῖος        
ὁ τελώνης ἐν τοῖς κακίστοις, καὶ Κυπριανὸς αὐτός·      
ὁ μὲν τῶν προτέρων ἑαυτοῦ διωγμῶν μεμνημένος, καὶ      
τῆς τοῦ ζήλου μεταθέσεως, ἵν᾽ ἐκ τοῦ παραλλή-          
λου μᾶλλον δοξάσῃ τὸν εὐεργέτην· ὁ δὲ τὸν              
Τελώνην ἑαυτῷ προστιθεὶς ἐν τῇ τῶν μαθητῶν ἀπ-         
αριθμήσει, ὥσπερ ἄλλο τι τῶν τιμίων ἐπίσημον· ὁ δὲ     
καὶ μακρῷ λόγῳ στηλιτεύων τὴν προτέραν ἑαυτοῦ          
κακίαν, ἵνα καὶ τοῦτο Θεῷ καρποφορήσῃ, τὴν ἐξ-         
αγόρευσιν, καὶ πολλοῖς ὁδὸς γένηται τῆς χρηστοτέρας    
ἐλπίδος τῶν ἀπὸ κακίας ἐπιστρεφόντων. Τίς οὖν ἡ        
κακία, καὶ σκοπεῖτε, ὅση καὶ ἡλίκη τὸ μέγεθος·         
Δαιμόνων ἦν θεραπευτὴς, ὁ Χριστοῦ μαθητὴς ὕστε-        
ρον· καὶ διώκτης πικρότατος, ὁ μέγας τῆς ἀληθείας      
ἀγωνιστής· καὶ λόγῳ καὶ ἔργῳ ταράσσων τὴν ἡμε-         
τέραν ὁδὸν, διὰ τὸ ἐν ἀμφοτέροις κράτος, ὁ κρά-        
τιστος ἀμφότερα μετὰ τοῦτο Χριστιανοῖς. Ὅσον κα-       
κὸν καὶ γοητεία τούτοις προστιθεμένη, τῶν ἐκεί-        
νου τὸ γνωριμώτατον! ὅσῳ δεινότερον καὶ                
ἀπληστία σώματος, ἣ καὶ τοὺς τἄλλα σοφοὺς ἐκμαί-       
νειν δύναται, καὶ χεῖρον φρονεῖν βιάζεται, καθά-       
περ ὑβριστὴς πῶλος, τὸν λογισμὸν συναρπάζουσα!         
Θʹ. Ἥκει δὲ ἡμῖν ἐπ᾽ αὐτὸ τὸ κεφάλαιον ὁ λόγος.        
Καὶ μὴ πρὸς τὰ πρῶτά τις ὁρῶν Κυπριανοῦ, ταῖς           
ἡδοναῖς ἐφιέτω· τοῖς δὲ τελευταίοις σωφρονιζέσθω.      
Παρθένος τις ἦν τῶν εὐπατρίδων, καὶ κοσμίων.           
Ἀκούετε, παρθένοι, καὶ συναγάλλεσθε, μᾶλλον δὲ         
καὶ τῶν ὑπὸ ζυγὸν ὅσαι σώφρονές τε καὶ φιλοσώ-         
φρονες· κοινὸν γὰρ ἀμφοτέραις καλλώπισμα τὸ            
διήγημα. Καὶ ἡ παρθένος καλὴ τῷ εἴδει σφόδρα·          
προσᾳδέτω ταύτῃ μεθ᾽ ἡμῶν ὁ θεῖος Δαβὶδ, Πᾶσα ἡ        
δόξα, λέγων, τῆς θυγατρὸς τοῦ βασιλέως ἔσω-            
θεν, νύμφη Χριστοῦ γνησία, κάλλος ἀπόθετον,             
ἄγαλμα ἔμψυχον, ἀνάθημα ἄσυλον, τέμενος ἀνεπί-         
βατον, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη           
(προσᾳδέτω γάρ τι καὶ Σολομὼν), μόνῳ Χριστῷ τη-        
ρουμένη. Ταύτης ὁ μέγας ἥλω Κυπριανὸς, οὐκ οἶδ᾽        
ὅθεν καὶ ὅπως, τῆς πάντα ἀσφαλοῦς καὶ κοσμίας.         
Ψαύουσι γὰρ ὀφθαλμοὶ λίχνοι καὶ τῶν ἀψαύστων, τὸ       
προχειρότατον ὀργάνων καὶ ἀπληστότατον. Καὶ            
οὐχ ἥλω μόνον, ἀλλὰ καὶ ἐπείρα. Ὢ τῆς εὐηθείας, εἰ     
ταύτην συλήσειν ἤλπιζε, μᾶλλον δὲ τῆς ἀναισχυν-        
τίας τοῦ τὰ τοιαῦτα τολμῶντός τε καὶ τολμᾷν πεί-       
θοντος! Ἐκεῖνος καὶ εἰς τὸν παράδεισον ἀπ᾽ ἀρχῆς       
παρέδυ κατὰ τοῦ πρώτου πλάσματος· καὶ μέσος            
ἀγγέλων ἵσταται τὸν Ἰὼβ ἐξαιτήσων· καὶ τὸ τελευ-       
ταῖον, κατ᾽ αὐτοῦ τολμᾷ τοῦ Δεσπότου, τοῦ καταλύ-      
σοντος αὐτὸν καὶ θανατώσοντος, καὶ πεῖραν              
προσάγει τῷ ἀπειράστῳ (ἐπειδὴ δεύτερον Ἀδὰμ εἶδε       
τοῦ Θεοῦ τὸ φαινόμενον), ὡς καὶ τοῦτον καταπα-         
λαίσων. Ἠγνόει γὰρ, ὅτι περιπεσεῖται θεότητι, προσ-    
δραμὼν ἀνθρωπότητι. Τί οὖν θαυμαστὸν, εἰ καὶ διὰ       
Κυπριανοῦ πειρᾶται τῆς ἁγίας ψυχῆς, καὶ τοῦ            
ἀνεπάφου σώματος;                 

                    
Ιʹ. Πλὴν ὁ μὲν ἐπείρα, καὶ προαγωγῷ χρῆται, οὐ          
γυναίῳ τινὶ παλαιῷ τῶν πρὸς ταῦτα ἐπιτηδείων,          
ἀλλὰ δαιμόνων τινὶ τῶν φιλοσωμάτων καὶ φιληδό-         
νων· ἐπειδὴ ταχεῖαι πρὸς τὴν τῶν τοιούτων ὑπηρε-       
σίαν αἱ ἀποστατικαὶ δυνάμεις καὶ φθονεραὶ, πολλοὺς     
κοινωνοὺς ζητοῦσαι τοῦ πτώματος. Καὶ ὁ μισθὸς τῆς      
προαγωγίας, θυσίαι τε καὶ σπονδαὶ, καὶ ἡ δι᾽           
αἱμάτων καὶ κνίσσης οἰκείωσις· τοιούτους γὰρ ἔδει      
μισθοὺς εἶναι τοῖς τὰ τοιαῦτα χαριζομένοις. Ἡ δὲ       
ὡς ᾔσθετο τοῦ κακοῦ, καὶ τὴν ἐπιβουλὴν ἔγνω (τα-       
χύτεραι γὰρ αἱ καθαραὶ ψυχαὶ καὶ θεοειδεῖς πρὸς        
θήραν τοῦ ἐνεργοῦντος, κἂν ὅτι μάλιστα σοφιστικὸς      
ᾖ καὶ ποικίλος τὴν ἐπιχείρησιν), τί ποιεῖ, καὶ τί      
ἀντιτεχνᾶται τῷ δημιουργῷ τῆς κακίας; Πάντων           
ἀπογνοῦσα τῶν ἄλλων, ἐπὶ τὸν Θεὸν καταφεύγει,          
καὶ προστάτην ποιεῖται κατὰ τοῦ μισητοῦ πόθου          
τὸν ἑαυτῆς νυμφίον, ὃς καὶ Σωσάνναν ἐῤῥύσατο, καὶ      
Θέκλαν διέσωσεν· τὴν μὲν ἀπὸ πικρῶν πρεσβυτέ-          
ρων, τὴν δὲ ἀπὸ τυράννου μνηστῆρος, καὶ τυ-            
ραννικωτέρας μητρός. Τίνα τοῦτον; Χριστὸν,             
ὃς καὶ πνεύμασιν ἐπιτιμᾷ, καὶ κουφίζει βαπτιζομέ-      
νους, καὶ πεζεύει πέλαγος, καὶ λεγεῶνα πνευμάτων       
τῷ βυθῷ δίδωσι· καὶ ῥύεται μὲν ἐκ λάκκου δίκαιον       
λέουσι προτεθέντα βορὰν, καὶ χειρῶν ἐκτάσει            
τοὺς θῆρας νικήσαντα· ῥύεται δὲ ὑπὸ κήτους κατα-       
ποθέντα φυγάδα προφήτην, κἀν τοῖς σπλάγχνοις τὴν       
πίστιν διασωσάμενον· σώζει δὲ Ἀσσυρίους ἐν              
φλογὶ παῖδας, ἀγγέλῳ τὴν πυρὰν καταψύξας, καὶ          
τοῖς τρισὶ παραζεύξας τὸν τέταρτον.         
          
ΙΑʹ. Ταῦτα καὶ πλείω τούτων ἐπιφημίζουσα, καὶ          
τὴν Παρθένον Μαρίαν ἱκετεύουσα βοηθῆσαι                
παρθένῳ κινδυνευούσῃ, τὸ τῆς νηστείας καὶ χαμευ-       
νίας προβάλλεται φάρμακον· ὁμοῦ μὲν τὸ κάλλος          
μαραίνουσα ὡς ἐπίβουλον, ἵν᾽ ὑποσπάσῃ τῆς φλογὸς       
τὴν ὕλην, καὶ δαπανήσῃ τὸ τῶν παθῶν ὑπέκκαυμα·         
ὁμοῦ δὲ τὸν Θεὸν ἱλεουμένη διὰ τῆς πίστεως καὶ          
διὰ τῆς ταπεινώσεως· οὐδενὶ γὰρ οὕτω τῶν πάντων,       
ὡς κακοπαθείᾳ, θεραπεύεται Θεὸς, καὶ δάκρυσι           
τὸ φιλάνθρωπον ἀντιδίδοται. Ποθεῖτε τὰ ἑξῆς, οἶδ᾽      
ὅτι, τοῦ διηγήματος. Ἀγωνιᾶτε γὰρ ὑπὲρ τῆς παρ-        
θένου, καὶ τοῦ ἐραστοῦ δὲ οὐχ ἧττον, μὴ εἰς κακὸν      
ἀμφοτέροις ὁ πόθος ἔληξεν. Ἀλλὰ θαρσεῖτε. Πίστεως      
γὰρ ὁ πόθος πρόξενος γίνεται· καὶ παρθένον ἑαυτῷ       
μνηστεύων ὁ ἐραστὴς, ὑπὸ Χριστοῦ μνηστεύεται·          
καὶ ἡ μὲν τῶν πόθων φλὸξ ἀποσβέννυται, ἡ δὲ            
τῆς ἀληθείας ἀνάπτεται. Πῶς καὶ τίνα τρόπον; Ἐν-       
ταῦθά μοι τὸ τοῦ διηγήματος ἥδιστον. Νικᾷ ἡ            
παρθένος, νικᾶται ὁ δαίμων. Ὁ πειραστὴς πρόσεισι       
τῷ ἐραστῇ, καταμηνύει τὴν ἧτταν· περιφρονεῖται.        
Δυσχεραίνει τῆς ὑπεροψίας· ἀμύνεται τὸν ὑπερ-          
όπτην. Ἡ ἄμυνα δὲ τίς; Εἰς αὐτὸν εἰσοικίζεται·         
τὸν τέως θεραπευτὴν, ἵνα κακῷ τὸ κακὸν ἐκκρουσθῇ,      
καὶ λύσσα λύσσης ἴαμα γένηται. Τῆς παρθένου μὲν        
ἀποκρούεται, καθάπερ τι μηχάνημα τείχους ὀχυροῦ        
καὶ γενναίου, λόγου φυγὰς καὶ δεήσεως· τῷ πέμ-         
ψαντι δὲ προσπαλαίει, (ὢ τοῦ θαύματος!) πρὸς τὸν       
βαλόντα πάλιν ἀναστραφεὶς, καὶ συμπνίγων, ὥσπερ        
τινὰ Σαοὺλ δεύτερον.        

                           
ΙΒʹ. Τί οὖν ὁ ἄφρων ἐραστὴς καὶ σώφρων ἐπί-            
ληπτος; Ζητεῖ τοῦ κακοῦ τὴν λύσιν, εὑρίσκει· εὐμή-     
χανον γὰρ ἅπαν τὸ πιεζόμενον. Τίς ἡ λύσις; Ἐπὶ         
τὸν τῆς παρθένου καταφεύγει Θεὸν, ὥσπερ Σαοὺλ          
ἐπὶ τὴν κινύραν τοῦ Δαβὶδ καὶ τὰ κρούσματα·            
πρόσεισι τῷ ταύτης Ποιμένι· καθαίρεται, ὥσπερ          
τοῦ πόθου διὰ τῆς πληγῆς, οὕτω τοῦ πονηροῦ πνεύ-       
ματος διὰ τῆς εἰς Χριστὸν πίστεως· μετατίθεται τὸν     
πόθον· ἐπὶ πολὺ μὲν ἀπιστούμενος καὶ ἀποπεμπόμε-        
νος· καὶ γὰρ ἐδόκει τὸ πρᾶγμα τῶν ἀπίστων εἶναι        
καὶ θαυμασίων, Κυπριανὸν ἐν Χριστιανοῖς ἀριθμη-        
θῆναί ποτε, εἰ καὶ πάντες ἄνθρωποι· μετατίθεται δ᾽     
οὖν, καὶ ἀπόδειξις τῆς μεταβολῆς ἐναργής·              
Προτίθησι δημοσίᾳ τὰς γοητικὰς βίβλους· θριαμβεύει     
τοῦ πονηροῦ θησαυροῦ τὴν ἀσθένειαν· κηρύσσει τὴν       
ἄνοιαν, λαμπρὰν ἐξ αὐτῶν αἴρει τὴν φλόγα, πυρὶ         
δαπανᾷ τὴν μακρὰν ἀπάτην, ἣ μιᾷ φλογὶ σαρκὸς           
οὐκ ἐπήμυνεν· ἀφίσταται τῶν δαιμόνων, οἰκειοῦται       
Θεῷ. Ὢ τῆς χάριτος! Ὅση Θεὸν εὑρίσκει πονηρῷ           
πόθῳ καὶ πνεύματι, πρόβατον ἱερὸν τῆς ἱερᾶς γίνε-      
ται ποίμνης, ὡς δὲ ἐγώ τινος ἤκουσα, καὶ νεωκό-        
ρος, πολλὰ δεηθεὶς, ἵνα φιλοσοφήσῃ τὸ ταπεινὸν         
εἰς κάθαρσιν τῆς προτέρας ἀλαζονείας. Εἶτα ποιμὴν,     
καὶ ποιμένων ὁ κράτιστός τε καὶ δοκιμώτατος.           
Οὐ γὰρ τῆς Καρχηδονίων προκαθέζεται μόνον Ἐκ-          
κλησίας, οὐδὲ τῆς ἐξ ἐκείνου καὶ δι᾽ ἐκεῖνον περιβοήτου
μέχρι νῦν Ἀφρικῆς, ἀλλὰ καὶ πάσης τῆς ἑσπερίου,        
σχεδὸν δὲ καὶ τῆς ἑῴας αὐτῆς, νοτίου τε καὶ βο-        
ρείου λήξεως, ἐφ᾽ ὅσα ἐκεῖνος ἦλθε τῷ θαύματι.         
Οὕτω Κυπριανὸς ἡμέτερος γίνεται.            

          
ΙΓʹ. Ταῦτα ὁ τῶν σημείων καὶ τῶν τεράτων                
Θεός· ταῦτα, ὁ τὸν Ἰωσὴφ ἀγαγὼν εἰς Αἴγυπτον           
ὤνιον διὰ ἀδελφῶν ἐπηρείας, καὶ ἐν γυναικὶ δοκιμά-     
σας, καὶ ἐν σιτοδοσίᾳ δοξάσας, καὶ ἐν ἐνυπνίοις        
σοφίσας, ἵν᾽ ἐπὶ ξένης πιστευθῇ, καὶ ὑπὸ Φαραὼ         
τιμηθῇ, καὶ πατὴρ γένηται πολλῶν μυριάδων, δι᾽ ἃς      
Αἴγυπτος βασανίζεται, θάλασσα τέμνεται, ἄρτος          
ὕεται, ἥλιος ἵσταται, γῆ τῆς ἐπαγγελίας κληροδοτεῖ-    
ται. Οἶδε γὰρ πόῤῥωθεν καταβάλλεσθαι τῶν μεγάλων       
πραγμάτων ἡ σοφία τὰς ὑποθέσεις, καὶ διὰ τῶν           
ἐναντίων τὰ ἐναντία οἰκονομεῖσθαι, ἵνα καὶ μᾶλ-        
λον θαυμάζηται. Ἀπόχρη καὶ ταῦτα τῶν του               
Κυπριανοῦ καλῶν εἰς μέτρον εὐφημίας τελειωτάτης.       
Νῦν δὲ τοσαῦτά ἐστι τὰ λειπόμενα καὶ τοιαῦτα,          
ὥστε εἰ καὶ μηδὲν αὐτῷ τῶν προειρημένων ὑπῆρχεν        
εἰς ἔπαινον, ἐξαρκεῖν τοῖς ἑξῆς νικᾷν ἅπαντας. Ἵνα     
γὰρ τὰ ἐν μέσῳ συντέμω, τὴν τῶν χρημάτων περι-         
φρόνησιν, τὴν τοῦ τύφου κατάλυσιν, τὴν τοῦ σώματος     
παιδαγωγίαν καὶ καθαρότητα τῶν προτέρων ὁρμῶν          
ἀντίπαλον, τὸ περὶ τὴν ἐσθῆτα φιλόσοφον, τὸ            
περὶ τὰς ἐντεύξεις ὑψηλόν τε ὁμοῦ καὶ φιλάνθρωπον,     
ὡς ἴσον ἀπέχειν εὐτελείας καὶ αὐθαδείας· τὰς           
χαμευνίας, τὰς ἀγρυπνίας, ὃς, καίτοι τῶν τοιού-        
των ὀψιμαθὴς ὢν, κατὰ πολὺ τῶν προειληφότων            
ἐκράτει· τὴν περὶ λόγους φιλοτιμίαν, ἐξ ὧν ἦθος        
ἅπαν ἐπαίδευσε, καὶ δογμάτων ἀπαιδευσίαν ἐκάθηρε,      
καὶ ἀνδρῶν βίους ἐκόσμησε, καὶ τῆς ἀρχικῆς καὶ          
βασιλικῆς Τριάδος τὴν θεότητα τεμνομένην, ἔστι δὲ      
ὑφ᾽ ὧν καὶ συναλειφομένην, εἰς τὸ ἀρχαῖον ἐπαν-        
ήγαγεν, ἐν ὅροις μείνας εὐσεβοῦς ἑνώσεώς τε καὶ        
συναριθμήσεως· ἵνα ταῦτα συνέλω διὰ τὴν ἀμετρίαν,      
τῇ τοῦ βίου καταλύσει συγκαταλύσω τὸν λόγον.     

     
ΙΔʹ. Ἐμαίνετο καθ᾽ ἡμῶν Δέκιος, καὶ πάσας              
ἰδέας κολάσεων ἐπενόει, καὶ τὰ μὲν ἤδη παρῆν τῶν       
δεινῶν, τὰ δὲ ἔμελλεν· ἴσον δὲ ἀγώνισμα ποιεῖται,      
καὶ Χριστιανοὺς ἑλεῖν, καὶ τοὺς πρὸ αὐτοῦ διώκτας       
ὑπερβαλεῖν, μᾶλλον δὲ, ἢ Χριστιανοὺς πάντας, ἢ         
Κυπριανὸν μόνον ἑλεῖν τε καὶ παραστήσασθαι. Ὅσῳ        
γὰρ εὐσεβείᾳ τε καὶ δόξῃ διαφέρειν τὸν ἄνδρα ἐγί-      
νωσκε, τοσούτῳ καὶ τὴν νίκην ἑαυτῷ περιφα-             
νεστέραν ἑώρα καὶ λαμπροτέραν, εἰ τούτου κρατή-        
σειεν. Ἐκείνως μὲν γὰρ Χριστιανῶν μόνον                
ὑπάρχειν κρατεῖν, οὕτω δὲ καὶ φιλοσοφίας αὐτῆς,        
καὶ λόγων. Καὶ τὴν γλῶσσαν περιελεῖν πρότερον,         
εἶτα ἀφώνους ἀπαγαγεῖν καὶ ἀλόγους τοὺς ὑπ᾽            
ἐκείνης ἐρειδομένους, ἀρίστης εἶναι στρατηγίας ἐνό-    
μιζεν· οὐκ ὀρθῶς μὲν, οὐδὲ εὐσεβῶς ταῦτα διανοού-      
μενος, οὐ μὴν παντάπασιν ἀλογίστως, πρός γε τὴν        
ἑαυτοῦ βούλησιν καὶ ἐπιχείρησιν· ἔδειξε δὲ τὸ ἔργον.   
Ἐπειδὴ γὰρ ἅπασαν προσβολήν τε καὶ πεῖραν ἀν-          
δρικῶς τε καὶ γενναίως ἀποσεισάμενος, ὥσπερ τις        
πέτρα παράλιος κυμάτων ἐπιδρομὰς, τέλος                
ἐξορίαν ὑπ᾽ αὐτοῦ κατακρίνεται· οὐ τὸ καθ᾽ ἑαυτὸν      
ἔστερξεν ὁ γεννάδας, οὐδὲ ἠγάπα σωζόμενος· οὐδὲ        
ἀσφάλειαν τῷ σώματι μᾶλλον τὴν ἀτιμίαν ἐνόμιζεν,       
ἢ ψυχῆς κίνδυνον τὴν ἡσυχίαν, καὶ τὸ περιορᾷν          
τοὺς ἄλλους τῷ καιρῷ κινδυνεύοντας, οὐκ ὄντος          
τοῦ παιδοτριβοῦντος, καὶ πρὸς τὸν ἀγῶνα θαῤῥύνον-       
τος. Οὐ γὰρ μικρὸν δύνασθαι καὶ λόγον εἰς ἀνδρείας     
προσθήκην τοῖς ἀποδυομένοις πρὸς τὸ τῆς ἀρετῆς         
στάδιον.          

                                    
ΙΕʹ. Διὰ τοῦτο τῷ σώματι μὲν ἀπῆν, τῷ πνεύματι         
δὲ παρῆν, καὶ τοῖς ἀθλοῦσι συνηγωνίζετο· καὶ τῇ        
γλώσσῃ μὲν βοηθεῖν οὐκ εἶχεν, βοηθεῖ δὲ τῷ γράμ-       
ματι. Πῶς; Ἀλείπτης ὑπερόριος γίνεται, τοὺς            
προτρεπτικοὺς συγγράφων, καὶ λογογραφῶν τὴν            
εὐσέβειαν, καὶ πλείους ἐκεῖνος σχεδὸν ἐξ ἐπι-          
στολῶν ποιεῖται μάρτυρας μόνος, ἢ πάντες δι᾽           
ἑαυτῶν οἱ παρόντες τοῖς τότε κάμνουσι. Πείθει          
γὰρ, μὴ πατρίδα, μὴ γένος, μὴ περιουσίαν, μὴ           
δυναστείαν, μὴ ἄλλο τι τῶν χαμαὶ κειμένων, ἔμ-         
προσθεν ἄγειν τῆς ἀληθείας, καὶ τῶν ἐκεῖθεν            
ἀποκειμένων ἄθλων τῆς ἀρετῆς, τοῖς ὑπὲρ τοῦ            
καλοῦ κινδυνεύουσι. Καὶ ταύτην εἶναι πραγματειῶν       
τὴν ἀρίστην, αἵματος ὀλίγου βασιλείαν οὐρα-            
νῶν ὠνήσασθαι, καὶ δόξης ἀϊδιότητα τῶν προσ-           
καίρων ἀντιλαβεῖν ἀγαθῶν. Μίαν μὲν γὰρ εἶναι           
πατρίδα τοῖς ὑψηλοῖς, τὴν νοουμένην Ἱερουσαλὴμ,        
οὐ τὰς μικροῖς ὁρίοις ἐνταῦθα διειλημμένας, καὶ        
πολλοὺς ἀμειβούσας οἰκήτορας· μίαν δὲ γένους           
λαμπρότητα, τὴν τῆς εἰκόνος τήρησιν, καὶ πρὸς          
τὸ ἀρχέτυπον ἐξομοίωσιν, ὅσον ἐφικτὸν τοῖς σαρ-        
κὸς δεσμίοις, καὶ βραχεῖαν ἀποῤῥοὴν τοῦ καλοῦ          
δέχεσθαι δυναμένοις· μίαν δὲ δυναστείαν, τὸ κατὰ        
τοῦ πονηροῦ κράτος, καὶ τὸ τῆς ψυχῆς ἀνάλωτον          
καὶ ἀήττητον ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν,            
ἡνίκα κακία πρὸς ἀρετὴν ἀγωνίζεται, καὶ                
κόσμος πρὸς κόσμον, ὁ λυόμενος πρὸς τὸν ἑστῶ-          
τα, καὶ πικρὸς ἀγωνοθέτης πρὸς γενναίους               
ἀγωνιστὰς, καὶ Βελίαρ πρὸς Χριστὸν παρατάσσε-          
ται. Διὰ ταῦτα καταφρονεῖν μὲν ξιφῶν ἀνέ-              
πειθε, ψυχρὸν δὲ νομίζειν τὸ πῦρ, ἡμέρους δὲ           
οἴεσθαι θηρῶν τοὺς ἀγριωτάτους, λιμὸν δὲ ὑπο-           
λαμβάνειν τὴν ἀνωτάτω τρυφὴν, δάκρυα δὲ τῶν            
οἰκείων, καὶ θρήνους, καὶ οἰμωγὰς παρατρέχειν,         
ὡς τοῦ πονηροῦ δελεάσματα, καὶ κωλύματα τῆς            
θείας ὁδοιπορίας. Ταῦτα γὰρ εἶναι ἀνδρικῶν ψυχῶν       
καὶ γενναίων, καὶ λογισμοῦ σώφρονος. Καὶ τὸ πα-        
ράδειγμα ἐγγύθεν αὐτὸς ὁ ταῦτα λέγων καὶ γρά-          
φων, πάντα ἡγησάμενος σκύβαλα, ἵνα Χριστὸν             
κερδήσῃ.              

                                
ΙϚʹ. Οὕτω διανοούμενος Κυπριανὸς, καὶ οὕτως            
ὁπλίζων τοῖς λόγοις πρὸς τὸν ἀγῶνα, πολλοὺς ἀθλη-      
τὰς ἀπειργάζετο. Καὶ τίνα μισθὸν τούτων κο-            
μίζεται; Ὡς δαψιλῆ καὶ φιλότιμον! Μάρτυς ἐπὶ           
πᾶσιν οἷς προέπεμψε γίνεται, ξίφει τὴν κεφαλὴν         
τμηθεὶς καὶ ταῖς πολλαῖς βασάνοις ταύτην               
ἐπιτίθησι τὴν κορωνίδα. Οὕτω Χριστῷ προσ-              
άγεται, οὕτω πρὸς Χριστὸν μετατίθεται, ὁ πολὺς         
ἐν ἀσεβείᾳ, καὶ πλείων ἐν εὐσεβείᾳ Κυπριανὸς, ὁ        
μέγας καὶ διώκτης καὶ στεφανίτης, ὁ τὴν μετα-          
βολὴν οὐχ ἧττον ἢ τὴν ἀρετὴν θαυμάσιος. Οὐ γὰρ         
οὕτω μέγα τύπον ἀγαθοῦ διασώσασθαι, ὡς τὸ καινο-       
τομῆσαι θεοσέβειαν. Τὸ μὲν γὰρ τῆς συνηθείας,          
τὸ δὲ τῆς εὐβουλίας· καὶ τὸ μὲν τῶν πολλοῖς ὑπαρ-       
χόντων, τοῦ δὲ ὀλίγα τὰ παραδείγματα.            

     
ΙΖʹ. Ἀλλ᾽ οἷον δὴ κἀκεῖνο τῶν ἐκείνου θαυμά-           
των; Μικρὸν ἔτι τῷ λόγῳ προσκαρτερήσωμεν,              
ἵνα τῷ ἀθλητῇ χαρισώμεθα. Τοιαύτη μὲν ἡ τοῦ            
ἀνδρὸς πολιτεία, τοιοῦτος δὲ ὁ τῆς ἀθλήσεως τρόπος.    
Ἐπεὶ δὲ καταλύει τὸν βίον (εἰ θέμις τοῦτο εἰπεῖν,      
ἀλλὰ μὴ πρὸς Θεὸν ἐκδημίαν ὀνομάσαι τὸ ἐκείνου         
πρᾶγμα, ἢ πόθου πλήρωσιν, ἢ δεσμῶν λύσιν, ἢ            
βάρους διάζευξιν), θαυματουργεῖταί τι κἀνταῦθα          
τῶν προειληφότων ἄξιον· τὸ μὲν ὄνομα πολὺ παρὰ         
πᾶσι Κυπριανοῦ, καὶ οὐ Χριστιανοῖς μόνον, ἀλλὰ         
καὶ τοῖς τὴν ἐναντίαν ἡμῖν τεταγμένοις (πᾶσι           
γὰρ ὁμοίως τὸ καλὸν αἰδέσιμον)· τὸ σῶμα δὲ             
ἀφανὲς ἦν, καὶ ὁ θησαυρὸς παρά τινι γυναίῳ             
τῶν θερμῶν εἰς εὐσέβειαν, καὶ τοῦτο ἐπὶ μακρόν·        
οὐκ οἶδ᾽ εἴτε τιμῶντος τοῦ Θεοῦ τὴν φιλό-              
θεον, καὶ διὰ τοῦτο περιεχομένην τοῦ                   
μάρτυρος, εἴτε τὸν πόθον ἡμῶν γυμνάζοντος, εἰ          
μὴ φέροιμεν ζημιούμενοι, καὶ τῶν ἁγίων λειψά-          
νων ἀποστερούμενοι. Ἐπεὶ δὲ οὐκ ἠνέσχετο τὸ πάν-       
των ἀγαθὸν ἴδιον ποιῆσαί τινος ὁ τῶν μαρτύρων          
Θεὸς, οὐδὲ τὸ κοινὸν ζημιῶσαι τῇ πρὸς ἐκείνην          
χάριτι, δημοσιεύει τὸ σῶμα δι᾽ ἀποκαλύψεως, καὶ        
ταύτην γυναίῳ τινὶ τῶν ἀξίων τὴν τιμὴν                 
καταθέμενος· ἵν᾽ ἁγιασθῶσι καὶ γυναῖκες, ὥσπερ         
τὸν Χριστὸν καὶ τεκοῦσαι πρότερον, καὶ τοῖς            
μαθηταῖς ἀπαγγείλασαι μετὰ τὴν ἐκ νεκρῶν ἀνά-          
στασιν, οὕτω καὶ νῦν Κυπριανὸν, ἡ μὲν παραδεί-         
ξασα, ἡ δὲ παραδοῦσα τὸ κοινὸν ὄφελος. Τοῦτο           
τῶν ἐκείνου καλῶν τὸ τελευταῖον. Οὕτως εἰς μέ-         
σον ἔρχεται ὁ τοῦ μὴ λαθεῖν ἄξιος, καὶ οὐ               
συγχωρεῖται φιλοσοφῆσαι τὴν ἑαυτοῦ κλοπὴν, ἐπει-       
δὴ καὶ τῶν ἐπὶ τοῖς σώμασι τιμῶν κρείσσων              
ἐκεῖνος καὶ ὑψηλότερος.         

                      
ΙΗʹ. Τὰ μὲν οὖν παρ᾽ ἡμῶν τοσαῦτα, καὶ οὐκ οἶδ᾽,       
ὅτι δεῖ πλείονα λέγειν. Οὐδὲ γὰρ, εἰ μακρὸν            
ἀποτείναιμεν λόγον, εἴποιμεν ἄν τι τῶν ἐκείνῳ          
προσόντων ἄξιον, καὶ ὧν ἕκαστος περὶ τοῦ ἀνδρὸς        
ὑπείληφεν. Καὶ ταῦτα, ὅσον ἀφοσιώσασθαι τὴν ὀφει-      
λομένην ἐκείνῳ τιμὴν, διήλθομεν· τὰ δὲ λοιπὰ παρ᾽      
ὑμῶν αὐτῶν προσθετέον, ἵνα τι καὶ αὐτοὶ τῷ μάρτυ-      
ρι προσενέγκητε, τὴν τῶν δαιμόνων καθαίρεσιν, τὴν      
τῶν νόσων κατάλυσιν, τὴν τοῦ μέλλοντος πρόγνωσιν·      
ἃ πάντα δύναται Κυπριανοῦ καὶ ἡ κόνις μετὰ τῆς         
πίστεως, ὡς ἴσασιν οἱ πεπειραμένοι, καὶ τὸ θαῦμα       
μέχρις ἡμῶν παραπέμψαντες, καὶ τῷ μέλλοντι πα-         
ραδώσοντες χρόνῳ. Μᾶλλον δὲ τὰ μείζω τούτων προ-       
εισενέγκατε, καὶ οἷα τοὺς ἐκεῖνον γνησίως τιμῶντας     
εἰκὸς, σώματος κένωσιν, ψυχῆς ἀνάβασιν, κακίας         
ἀποφυγὴν, ἀρετῆς ἐπίδοσιν· αἱ παρθένοι τὴν ἀσαρ-       
κίαν, αἱ γυναῖκες τὴν εὐκοσμίαν ἀρετῆς μᾶλλον          
ἢ σώματος, οἱ νέοι τὴν κατὰ τῶν παθῶν ἀν-              
δρίαν, οἱ πρεσβῦται τὴν εὐβουλίαν, οἱ ἐν δυ-           
ναστείᾳ τὴν εὐνομίαν, οἱ ἐν στρατηγίᾳ τὴν ἡμερό-       
τητα, οἱ ἐν λόγοις τὸ εὔλογον· εἴπω τι καὶ τῶν ἡμε-    
τέρων, οἱ ἱερεῖς τὴν μυσταγωγίαν, οἱ τοῦ λαοῦ          
τὴν εὐπείθειαν, οἱ ἐν πένθει τὴν παράκλησιν, οἱ ἐν      
εὐημερίᾳ τὸν φόβον, οἱ πλούσιοι τὴν μετάδοσιν, οἱ      
πένητες τὴν εὐχαριστίαν· πάντες τὴν κατὰ τοῦ πο-       
νηροῦ καὶ πικροῦ διώκτου παράταξιν, ἵνα μὴ φαινό-      
μενος βάλλῃ, μὴ τοξεύῃ κρυπτόμενος, μὴ ὡς σκότος       
πολεμῇ, μὴ ὡς ἄγγελος φωτὸς παίζῃ, καὶ κλέπτῃ          
πρὸς τὸ τῆς ἀπωλείας βάραθρον.            

            
ΙΘʹ. Δεινὸν ὀφθαλμοῖς ἁλῶναι, καὶ γλώσσῃ τρωθῆ-        
ναι, καὶ ἀκοῇ δελεασθῆναι, καὶ διὰ θυμοῦ ζέσαντος      
ἐμπρησθῆναι, καὶ γεύσει κατενεχθῆναι, καὶ ἁφῇ μα-       
λακισθῆναι, καὶ τοῖς ὅπλοις τῆς σωτηρίας, ὅπλοις       
θανάτου χρήσασθαι· δέον τῷ θυρεῷ φραξαμένους τῆς       
πίστεως, στῆναι πρὸς τὰς μεθοδείας τοῦ Πονηροῦ·        
καὶ μετὰ Χριστοῦ νικήσαντας, καὶ μετὰ τῶν μαρτύ-       
ρων ἀθλήσαντας, τῆς μεγάλης ἐκείνης ἀκοῦσαι            
φωνῆς· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κλη-      
ρονομήσατε τὴν ἐπηγγελμένην ὑμῖν βασιλείαν,            
ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία, καὶ χορευόν-     
των χορείαν τὴν ἀκατάλυτον· ἔνθα ἦχος ἑορταζόν-        
των, καὶ φωνὴ ἀγαλλιάσεως, καὶ θεότητος ἔλλαμψις       
τελεωτέρα καὶ καθωτέρα, ἧς νῦν ἐν αἰνίγμασι καὶ        
σκιαῖς ἡ ἀπόλαυσις. Τούτοις Κυπριανὸς χαίρει μᾶλ-      
λον τιμώμενος, ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις· ταῦτα καὶ     
παρὼν ἐφιλοσόφει τῷ βίῳ, καὶ ἀπὼν πᾶσι δια-            
κελεύεται διὰ τῆς ἡμετέρας φωνῆς· ἣν μηδαμῶς ἀτι-      
μάσητε, εἴπερ τι μέλει τῆς ἐκείνου καρτερίας ὑμῖν,     
καὶ τῶν ἐκείνου περὶ τῆς ἀληθείας ἀγωνισμάτων,         
κἀμοῦ τοῦ ταῦτα πρεσβεύοντος. Αὗταί σοι τῶν            
ἐμῶν λόγων αἱ ἀπαρχαὶ, ὦ θεία καὶ ἱερὰ κεφαλή·         
τοῦτό σοι καὶ τῶν λόγων γέρας καὶ τῆς ἀθλήσεως·        
οὐ κότινος Ὀλυμπιακὸς, οὔτε μῆλα Δελφικὰ παίγνια,      
οὐδὲ Ἰσθμικὴ πίτυς, οὐδὲ Νεμαίας σέλινα, δι᾽            
ὧν ἔφηβοι δυστυχεῖς ἐτιμήθησαν· ἀλλὰ λόγος, τὸ         
πάντων οἰκειότατον τοῖς Λόγου θεραπευταῖς· εἰ δὲ       
καὶ τῶν σῶν ἄθλων καὶ λόγων ἄξιον, τοῦ Λόγου τὸ        
δῶρον. Σὺ δὲ ἡμᾶς ἐποπτεύοις ἄνωθεν ἵλεως, καὶ τὸν     
ἡμέτερον διεξάγοις λόγον καὶ βίον, καὶ τὸ ἱερὸν τοῦ-   
το ποίμνιον ποιμαίνοις, ἢ συμποιμαίνοις, τά τε         
ἄλλα εὐθύνων ὡς οἷόν τε πρὸς τὸ βέλτιστον, καὶ         
τοὺς βαρεῖς λύκους ἀποπεμπόμενος, τοὺς θηρευτὰς        
τῶν συλλαβῶν καὶ τῶν λέξεων· καὶ τὴν τῆς ἁγίας         
Τριάδος ἔλλαμψιν, ἧς σὺ νῦν παραστάτης, τελεωτέ-       
ραν τε καὶ λαμπροτέραν ἡμῖν χαριζόμενος, ἣν προσ-      
κυνοῦμεν, ἣν δοξάζομεν, ᾗ συμπολιτευόμεθα,             
προσκυνοῦντες Πατέρα ἐν Υἱῷ, Υἱὸν ἐν ἁγίῳ Πνεύ-        
ματι, ᾗ καὶ παρασταίημεν ὕστερον εἰλικρινεῖς καὶ       
ἀπρόσκοποι, ἧς καὶ μεταλάβοιμεν τέλειοι τελείως, ἐν    
αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ πᾶσα δόξα,                
τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.            
Ἀμήν.                      



                            

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.