Σάββατο, 25 Απριλίου 2015

Αγιος Εφραιμ ο Σύρος - 23 Λόγοι ψυχωφελείς και ωφέλιμοι





Αʹ Περὶ ἀρετῶν καὶ κακιῶν λόγος

Μακαρίζω τὴν ὑμῶν ζωήν, ὦ φιλόχριστοι, ὅτι εὐπαρρησίαστός ἐστι, καὶ ταλανίζω τὸν ἐμὸν βίον, ὅτι ἄχρηστος ὑπάρχει. Μακαρίζω ὑμᾶς, ὦ γνήσιοι, ὅτι ὀρθῇ πολιτείᾳ φίλους ἑαυτοὺς ἐποιήσατε τῷ Θεῷ καὶ τοῖς ἀγγέλοις. Τίς δὲ περὶ ἐμοῦ πενθήσει, ὅτι παρώξυνα αὐτὸν διὰ τῶν ἔργων μου τῶν ματαίων; Μακάριοί ἐστε ὑμεῖς, οἱ κληρονομοῦντες τὸν παράδεισον διὰ τῆς ἁγνῆς ὑμῶν ἀναστροφῆς καὶ τῆς ἀγάπης ὑμῶν τῆς ἀμέτρου. Θαυμάζω γὰρ ὑμᾶς, πῶς οὐκ ὠκνήσατε τοσαύτης ὁδοῦ διανύσαι διάστημα διὰ λυσιτέλειαν ψυχῆς. Τὸ δὲ θαυμαστότερον, ὅτι πρὸς εὐτελῆ καὶ κατακεκριμένον ταῖς ἁμαρτίαις ἤλθετε, παρ' αὐτοῦ αἰτοῦντες τὸν τῆς ὠφελείας λόγον. Θαῦμα ἀληθῶς, πῶς οἱ κεκορεσμένοι πρὸς τὸν λιμῷ τηκόμενον ἤλθετε· πῶς οἱ τῆς δρόσου τῆς πνευματικῆς μετέχοντες πρὸς τὸν ξηραινόμενον τῇ δίψῃ ἤλθετε· πῶς οἱ τὸ γλυκὺ τῶν ἀρετῶν ἔχοντες πρὸς τὸν πεπικραμένον ταῖς ἁμαρτίαις· πῶς οἱ πλούσιοι πρὸς τὸν πένητα· πῶς οἱ σοφοὶ πρὸς τὸν ἰδιώτην· πῶς οἱ καθαροὶ πρὸς τὸν ῥυπαίνοντα· πῶς οἱ ὑγιαίνοντες πρὸς τὸν ἀσθενοῦντα τῇ συνειδήσει· πῶς οἱ εὐαρεστοῦντες πρὸς τὸν παροξύνοντα· πῶς οἱ ἐλεύθεροι πρὸς τὸν αἰχμάλωτον· πῶς οἱ ἐμμελεῖς πρὸς τὸν ἀμελῆ. Αὐτοὶ γὰρ θαυμάσιοι ὑπάρχετε ταῖς ἀρεταῖς·  ἐγὼ δὲ ἄφρων τυγχάνων πτωχεύω. Αὐτοὶ τὴν ἐγκράτειαν ἔχοντες εὐαρεστεῖτε· ἐγὼ δὲ ἀδιαφορῶν κατακρίνομαι. Αὐτοὶ διὰ τῶν καλῶν ἔργων καὶ τῆς ἐνδόξου ἁγνείας εὐωδία τυγχάνετε τοῦ Χριστοῦ· ἐγὼ δὲ διὰ τὴν χαυνότητά μου καὶ ῥᾳθυμίαν ὅλος δυσωδία ὑπάρχω. Θαῦμα οὖν ἀληθῶς, τοσαύτην ἐμπεριέχοντες ὠφέλειαν πρὸς ἐμὲ ἤλθετε, τὸν μήτε ἐμαυτῷ χρησιμεύοντα. Εἰκότως οὖν ἐποιήσατε, φιλόχριστοι, βουλόμενοι τὴν ἐμὴν χαυνότητα στηρίξαι καὶ τὴν ῥᾴθυμόν μου ψυχὴν ἐμμελῆ ἀπεργάσασθαι καὶ τὴν ὀλιγωρίαν μου στηρίξαι καὶ δυναμῶσαι. Τέλειοι γὰρ ὑπάρχοντες, οὐδὲν λείπεσθε. Ἐπειδὴ δὲ τῇ ταπεινοφροσύνῃ χρησάμενοι παρ' ἐμοῦ τοῦ εὐτελοῦς λόγον ὠφελείας ἐπιζητεῖτε, καὶ τὸν βίον μου διελέγξαι θέλοντες τοῦτό μοι ἐκελεύσατε, διὰ τὸν τῆς ὑπακοῆς καρπὸν λαλήσω· αἰσχύνομαι δέ. Ἐὰν ἄρξωμαι ὑμῖν συμβουλεύειν, ἐμαυτὸν κατακρίνω· καὶ ἐὰν ἄρξωμαι ἑτέρους διελέγχειν, ἐμαυτοῦ κατηγορῶ. Εἰκότως γὰρ κἀμοὶ ῥηθήσεται τὸ τοῦ Σωτῆρος λόγιον· Ἰατρέ, θεράπευσον σεαυτόν. Ἀλλὰ γὰρ καὶ αὐτὸς ὁ Κύριος καὶ Σωτὴρ τῶν ἁπάντων εἴρηκε· πάντα ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. ∆ιὸ εἰ καὶ   ἐγὼ   ἀκάθαρτος   τυγχάνω,   ἀλλὰ   ὀρθῶς   συμβουλεύειν   ἐπίσταμαι.   Ὅθεν ἀποβλέψας εἰς τὴν ἀγγελικὴν ταύτην πολιτείαν, ἐμακάρισα ἕκαστον αὐτῆς πλεονέκτημα. Τίς γὰρ οὐ μακαρίσει τὸν ὀρθῶς καὶ εὐαρέστως βιοῦντα καὶ ἐν ἁγνείᾳ ἀναστρεφόμενον, διὰ τὰ ἐναποκείμενα ἄπειρα καὶ ἄμετρα ἀγαθά; Καὶ τίς οὐ πενθήσει τὸν  ἀμελῶς  βιοῦντα  καὶ  δι'  οἰκτρὸν  πρᾶγμα  ἔξωθεν  ὄντα  τῆς  βασιλείας  τῶν οὐρανῶν, καὶ δι' ἀδιαφορίαν ἐκβαλλόμενον τοῦ νυμφῶνος ἐκείνου; 

2 Βʹ Περὶ φόβου Θεοῦ

 
Μακάριος ἄνθρωπος ἐκεῖνος, ὃς ἔχει φόβον Θεοῦ ἐν ἑαυτῷ· τοιοῦτος γὰρ προφανῶς   καὶ   ὑπὸ   τοῦ   Ἁγίου   Πνεύματος   μεμακάρισται·   μακάριος   ἀνὴρ   φοβούμενος τὸν Κύριον. Ὄντως γὰρ ὄντως ὁ φοβούμενος τὸν Κύριον ἐκτός ἐστι πάσης τέχνης τοῦ Ἐχθροῦ, καὶ πᾶσαν ἐπιβουλὴν τοῦ Ἐχθροῦ διαδρᾷ. Ὁ ἔχωνφόβον Θεοῦ  ῥᾳδίως  περιγίνεται  τῶν  ἐπινοιῶν  τοῦ  κακοτέχνου  Ἐχθροῦ·  ἐν  οὐδενὶ  γὰρ αὐτὸν αἰχμαλωτίζει. ∆ιὰ γὰρ τὸν φόβον ἡδονὴν σαρκὸς οὐ παραδέχεται. Ὁ φοβούμενος οὐ μετεωρίζεται ὧδε κἀκεῖσε· περιμένει γὰρ τὸν ἑαυτοῦ δεσπότην, μή πως  ἐξαίφνης  ἥξῃ  καὶ  εὕρῃ  αὐτὸν  ῥᾳθυμοῦντα,  καὶ  διχοτομήσῃ  αὐτόν.    ἔχων φόβον Θεοῦ οὐκ ἀμεριμνᾷ· νήφει γὰρ πάντοτε. Ὁ φοβούμενος ὕπνῳ ἀμέτρῳ ἑαυτὸν οὐ παραδίδωσι·  γρηγορεῖ γὰρ καὶ περιμένει τὴν παρουσίαν τοῦ Κυρίου αὑτοῦ. Ὁ φοβούμενος οὐκ ἀδιαφορεῖ, ἵνα μὴ παροξύνῃ τὸν ἑαυτοῦ ∆εσπότην. Ὁ φοβούμενος οὐ ῥᾳθυμεῖ· πάντοτε γὰρ ἐπιμελεῖται τοῦ κτήματος, ἵνα μὴ καταγνωσθῇ. Ὁ φοβούμενος πάντοτε δοκιμάζει τὰ ἀρέσκοντα τῷ Κυρίῳ αὑτοῦ· καὶ ταῦτα ἑτοιμάζει, ἵνα ἐλθὼν ὁ Κύριος αὑτοῦ ἐν πολλοῖς ἐπαινέσῃ αὐτόν. Ἐν πολλοῖς οὖν ἀγαθοῖς αἴτιος γίνεται ὁ φόβος τοῦ Κυρίου τοῖς κεκτημένοις αὐτόν. 

3 Γʹ Περὶ ἀφοβίας
 
μὴ ἔχων τὸν φόβον τοῦ Θεοῦ ἐν ἑαυτῷ, τοιοῦτος εὐάλωτός ἐστι τοῖςιαβόλου ἐπιχειρήμασιν. Ὁ μὴ ἔχων τὸν φόβον τοῦ Θεοῦ παρ' ἑαυτῷ μετεωρίζεται· ἀδιαφορεῖ· καθεύδει  ἀμερίμνως·  ἀπορρᾳθυμεῖ  ἐν  τοῖς  ἔργοις  αὑτοῦ·   δοχεῖον  γίνεται  τῶν ἡδονῶν· πᾶν ὅ, τι τερπνὸν ἥδεται ἐν ἑαυτῷ· οὐ φοβεῖται γὰρ παρουσίαν ∆εσπότου. Κομᾷ τοῖς πάθεσι· ταῖς ἀναπαύσεσι χαίρει·  τὴν κακουχίαν φεύγει· τὴν ταπείνωσιν βδελύσσεται· ὑπερηφανίαν ἀσπάζεται. Λοιπὸν ἔρχεται ὁ Κύριος αὑτοῦ, καὶ εὑρίσκει αὐτὸν οἷς οὐκ ἀρέσκεται, καὶ διχοτομήσει αὐτὸν καὶ παραπέμψει τῷ αἰωνίῳ σκότει. Τίς οὐ μὴ ταλανίσῃ τὸν τοιοῦτον;


 4 ∆ʹ Περὶ ἀγάπης

Μακάριος ὁ ἄνθρωπος ἐκεῖνος ὁ ἔχων ἀγάπην Θεοῦ, ὅτι τὸν Θεὸν ἐν ἑαυτῷ περιφέρει· ὅτι ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει. Ὁ ἔχων ἀγάπην, πάντων σὺν Θεῷ περιγίνεται.
<Ὁ ἔχων ἀγάπην οὐ φοβεῖται>· ἡ γὰρ ἀγάπη ἔξω βάλλει τὸν φόβον. Ὁ ἔχων ἀγάπην, οὐδένα βδελύσσεταί ποτε· οὐ μικρόν, οὐ μέγαν, οὐκ ἔνδοξον, οὐκ ἄδοξον, οὐ πένητα, οὐ  πλούσιον·  ἀλλὰ  πάντων  περίψημα  γίνεται.  Πάντα  στέγει,  πάντα  ὑπομένει.  Ὁ ἔχων ἀγάπην, οὐκ ἐπαίρεται κατά τινος· οὐ φυσιοῦται· οὐδενὸς καταλαλεῖ, ἀλλὰ καὶ τοὺς καταλαλοῦντας ἀποστρέφεται. Ὁ ἔχων ἀγάπην, ἐν δόλῳ οὐ πορεύεται·  οὐχ ὑποσκελίζεται ἢ ὑποσκελίζει τὸν ἀδελφόν. Ὁ ἔχων ἀγάπην, οὐ ζηλοῖ, οὐ φθονεῖ, οὐ βασκαίνει, οὐ χαίρει ἐπὶ πτώσει ἑτέρων· οὐ διασύρει τὸν πταίοντα, ἀλλὰ συλλυπεῖται καὶ συναντιλαμβάνεται· οὐ παρορᾷ τὸν ἀδελφὸν ἐν ἀνάγκῃ, ἀλλὰ συνεπαμύνει καὶ συναποθνῄσκει. Ὁ ἔχων ἀγάπην, τὸ θέλημα ποιεῖ τοῦ Θεοῦ καὶ μαθητὴς αὐτοῦ ἐστιν· αὐτὸς γὰρ ὁ καλὸς ἡμῶν ∆εσπότης εἶπεν· ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ὁ ἔχων ἀγάπην οὐδέποτέ τι ἑαυτῷ περιποιεῖται·  οὐ λέγει ἑαυτοῦ ἴδιον οὐδέν·  ἀλλὰ πάντα, ὅσα ἔχει, κοινὰ τοῖς πᾶσι προτίθησιν. Ὁ ἔχων ἀγάπην, ἀλλότριον οὐδένα λογίζεται, ἀλλὰ πάντας ἰδιοποιεῖται. Ὁ ἔχων ἀγάπην, οὐ παροξύνεται, οὐ φυσιοῦται, οὐκ ἐξάπτεται εἰς ὀργήν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, ἐπὶ ψεύδει οὐκ ἐνδελεχίζει, ἐχθρὸν οὐδένα ἡγεῖται, εἰ μὴ μόνον τὸν ∆ιάβολον. Ὁ  ἔχων  ἀγάπην, πάντα ὑπομένει·  χρηστεύεται·  μακροθυμεῖ. Μακάριος οὖν ὁ τὴν ἀγάπην κεκτημένος καὶ μετ' αὐτῆς ἀποδημήσας πρὸς τὸν Θεόν· ὅτι αὐτὸς τὸ ἴδιον ἐπιγινώσκων, προσδέξεται αὐτὸν ἐν τοῖς κόλποις αὑτοῦ·  ὁμοδίαιτος γὰρ Ἀγγέλων ἔσται καὶ σὺν Χριστῷ βασιλεύσει ὁ τῆς ἀγάπης ἐργάτης. ∆ι' αὐτῆς γὰρ καὶ Θεὸς Λόγος ἐπὶ τῆς γῆς παρεγένετο· δι' αὐτῆς καὶ ὁ παράδεισος ἀνέῳκται ἡμῖν, καὶ ἄνοδος εἰς οὐρανὸν ἀνεδείχθη πᾶσιν. Ἐχθροὶ ὑπάρχοντες τῷ Θεῷ, δι' αὐτῆς κατηλλάγημεν. Εἰκότως οὖν εἴπομεν ὅτι ἡ ἀγάπη ὁ Θεός ἐστι·  καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει. 


5 Εʹ Περὶ τῶν μὴ ἐχόντων ἀγάπην

Ἄθλιος καὶ ταλαίπωρος ὁ τῆς ἀγάπης μακρὰν ὑπάρχων· οὗτος γὰρ ὀνειροπολῶν τὰς ἡμέρας αὑτοῦ παρέρχεται. Καὶ τίς οὐ μὴ πενθήσει τὸν ἄνθρωπον ἐκεῖνον, τὸν ἀπὸ τοῦ Θεοῦ μακρὰν ὑπάρχοντα καὶ τοῦ φωτὸς ἐστερημένον καὶ ἐν σκότει διάγοντα; Λέγω γὰρ ὑμῖν, ἀδελφοί, ὅτι ὁ μὴ ἔχων τὴν ἀγάπην τοῦ Χριστοῦ, ἐχθρὸς αὐτοῦ ὑπάρχει. Ἀψευδὴς πάρα ὁ εἰπών, ὅτι ὁ μισῶν τὸν ἀδελφὸν αὑτοῦ ἀνθρωποκτόνος ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ ἐν πάσῃ ἁμαρτίᾳ εὐάλωτός ἐστιν. Ὁ γὰρ μὴ ἔχων ἀγάπην, ὀξέως θυμοῦται· ὀξέως παροργίζεται·  ὀξέως εἰς μῖσος συνάπτεται. Ὁ μὴ ἔχων ἀγάπην, χαίρει ἐπὶ ἀδικίᾳ ἑτέρων·  οὐ συμπάσχει τῷ πταίοντι·  οὐ χεῖρα ὀρέγει τῷ κειμένῳ·  οὐ παραινεῖ τῷ ἐσφαλμένῳ·  οὐ  στηρίζει  τὸν  σαλευόμενον.    μὴ  ἔχων  ἀγάπην,  πηρός  ἐστι  τῇ διανοίᾳ·  φίλος  ἐστὶ  τοῦ  ∆ιαβόλου·  εὑρετής  ἐστι  πάσης  πονηρίας·  ποιητικός  ἐστι  μαχῶν· λοιδόρων ἐστὶ φίλος· τῶν καταλαλούντων ἐστὶ συνόμιλος· τῶν ὑβριζόντων σύμβουλος· τῶν φθονούντων διορθωτής· τῆς ὑπερηφανίας ἐργάτης· τῆς ἀλαζονείας σκεῦος. Καὶ ἁπαξαπλῶς, ὁ μὴ κτησάμενος τὴν ἀγάπην, ὄργανόν ἐστι τοῦ ὑπεναντίου, καὶ πλανᾶται ἐν πάσῃ ἀτραπῷ, καὶ οὐκ οἶδεν ὅτι ἐν σκότει διαπορεύεται. 

6 ϛʹ Περὶ μακροθυμίας

Μακάριος ἀληθῶς ὁ ἄνθρωπος, ὅστις μακροθυμίαν ἐκτήσατο, ὅτι τὸν τοιοῦτον καὶ ἡ ἁγία Γραφὴ ἐπαινεῖ, λέγουσα· μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει. Καὶ τί πλέον τούτου; Ὁ γὰρ μακρόθυμος πάντοτε ἐν χαρᾷ ἐστιν, ἐν εὐφροσύνῃ, ἐν ἀγαλλιάσει·  ἐλπίζει  γὰρ  ἐπὶ Κύριον. Ὁ μακρόθυμος ἐκτὸς ὀργῆς ἐστι·  πάντα γὰρ ὑπομένει. Ὁ μακρόθυμος ταχέως εἰς ὀργὴν οὐκ ἐξάπτεται·  εἰς ὕβριν οὐ τρέπεται· λόγοις κενοῖς ῥᾳδίως οὐ κινεῖται· ἀδικούμενος οὐ λυπεῖται· τοῖς ἀνθισταμένοις οὐκ ἀνθίσταται· ἐν παντὶ πράγματι στερεὸς ὑπάρχει. Οὐκ ἔστιν εὐάλωτος ἐν ἀπά ταις· οὐκ   ἔστιν   εὐχερὴς   εἰς   παροξυσμόν·   ἐν   θλίψεσι   χαίρει·   παντὶ   ἔργῳ   ἀγαθῷ συναυλίζεται·  ἐν πᾶσι τοῖς βασκαίνουσιν ἀσμενίζει. Ἐπιτασσόμενος οὐκ ἀντιλέγει· ἐπιπληττόμενος οὐ σκυθρωπάζει·  τῇ μακροθυμίᾳ πάντοτε ἑαυτὸν θεραπεύει.

7 Ζʹ Περὶ τοῦ μὴ ἔχοντος μακροθυμίαν

Ὁ μὴ ἔχων μακροθυμίαν, καὶ ὑπομονῆς ἐκτός ἐστιν ὁ τοιοῦτος. Ὁ γὰρ μὴ ὢν μακρόθυμος, εὐχερῶς ἀνατρέπεται, ἕτοιμος εἰς παροξυσμόν. Ὀξέως εἰς μάχην ἐξάπτεται. Ὑβριζόμενος ἀνθυβρίζει, ἀδικούμενος ἀμύνεται.  Λογομαχεῖ  εἰς  οὐδὲν  χρήσιμον·  αἱ  πράξεις  αὐτοῦ  σὺν  τοῖς  ἔργοις,  ὡς φύλλα ὑπὸ ἀνέμου, σαλεύονται· ἐν λόγοις οὐ στερεοῦται· ὀξέως μεταπηδᾷ ἐκ τούτου εἰς  τοῦτο.    μὴ  ἔχων  μακροθυμίαν,  στερεότητος  ἐκτός  ἐστιν·   ἐν  τάχει  γὰρ ἀλλοιοῦται. ∆ιάκρισιν οὐ κτᾶται· τῷ πονηρῷ διατίθεται· τῷ ψέγοντι συνεδριάζει· τῷ ἀδικοῦντι συνεπαμύνεται·  μυστήριον οὐ στέγει· ἕτοιμός ἐστιν εἰς τὸ ἀποκαλύψαι λόγον. Καὶ τί τούτου ἀθλιώτερον; 

8 Ηʹ Περὶ ὑπομονῆς 

Μακάριος, ἀδελφοί, ὅστις ὑπομονὴν  ἐκτήσατο,  ὅτι    ὑπομονὴ  ἐλπίδα  ἔχει·     δὲ  ἐλπὶς  οὐ  καταισχύνει. Μακάριος οὖν ἀληθῶς καὶ τρισμακάριος ὁ ἔχων ὑπομονήν. Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Καὶ τί τῆς ἐπαγγελίας ταύτης ἄμεινον; Χρηστός ἐστι Κύριος τοῖς μένουσιν αὐτόν. Ὑπομονὴ δὲ ἕως πότε κρίνεται, ἀδελφοί, ἆρα ἐπίστασθε; Ἢ καὶ περὶ τούτου χρὴ ἡμᾶς εὐρῦναι τὸν λόγον πρὸς ἀσφάλειαν ὑμῶν; Οὐ γὰρ μία ἐστὶν ἡ ὑπομονή, ἀλλ' ἐν πολλαῖς ἀρεταῖς ζητεῖται. Ὁ γὰρ ὑπομονητικὸς πάσης ἀρετῆς ἐφάπτεται·   χαίρει  γὰρ  ἐν  θλίψεσι,  καὶ  ἐν  ἀνάγκαις  εὐδοκιμεῖ·   ἐν  πειρασμοῖς ἀγάλλεται  καὶ  εἰς  ὑπακοὴν  ἕτοιμος·  ἐν  μακροθυμίᾳ  ὡραῖος·  ἐν  ἀγάπῃ πεπληρωμένος· ἐν ὕβρεσιν εὐλογεῖ· ἐν μάχαις εἰρηνεύει· ἐν ἡσυχίᾳ ἀνδρεῖος· ἐν ψαλμῳδίᾳ ἄοκνος· ἐν νηστείαις ἕτοιμος· ἐν προσευχαῖς ὑπομονητικός· ἐν ἔργοις ἄμεμπτος· ἐν ἀποκρίσεσιν εὐθής· ἐν ἀποστολῇ εὐπειθὴς καὶ ἐν διαγωγῇ ἐπιμελητής· ἐν ταῖς ὑπηρεσίαις χαρίεις καὶ ἐν τῇ ἀναστροφῇ ὡραῖος· ἐν τῷ κοινοβίῳ τῆς ἀδελφότητος γλυκὺς καὶ ἐν συμβουλίαις ἡδύς· ἐν ταῖς ἀγρυπνίαις ἱλαρὸς καὶ ἐν τῇ ἐπιμελείᾳ τῶν ξένων σπουδαῖος· τῶν ἀσθενῶν προνοητὴς καὶ τῶν ἐν περισπασμῷ πρῶτος σύνδρομος· ἐν τῷ διανοεῖσθαι νηφάλιος, καὶ ἐν παντὶ πράγματι διεγηγερμένος. Ὁ ὑπομονὴν κτησάμενος ἐκτήσατο ἐλπίδα· παντὶ γὰρ ἔργῳ ἀγαθῷ κεκόσμηται ὁ τοιοῦτος· διὸ εὐπαρρησιάστως βοήσεται ὁ τοιοῦτος πρὸς τὸν Κύριον, λέγων· ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχε μοι.

 9 Θʹ Περὶ τοῦ μὴ ἔχοντος ὑπομονήν 

Ἄθλιος δὲ καὶ ταλαίπωρος ὁ μὴ κτησάμενος ὑπομονήν· τοῖς γὰρ τοιούτοις τὸ οὐαὶ ἠπείλησεν ἡ θεία Γραφή. Οὐαὶ γάρ, φησί, τοῖς ἀπολωλεκόσι τὴν ὑπομονήν. Ὄντως γὰρ ὄντως οὐαὶ τῷ μὴ ἔχοντι ὑπομονήν· ῥιπίζεται γὰρ ὥσπερ φύλλον ὑπὸ ἀνέμου  ὁ τοιοῦτος. Ὕβριν οὐ φέρει·  ἐν θλίψεσιν  ὀλίγωρος ὑπάρχει. Ὁ τοιοῦτος εὐάλωτός ἐστιν ἐν μάχαις, ἐν ὑπομονῇ γόγγυσος, καὶ ἐν ὑπακοῇ ἀντι λόγος. Ἐν ταῖς προσευχαῖς ῥᾴθυμος καὶ ἐν ἀγρυπνίαις ἐκλελυμένος· ἐν νηστείαις σκυθρωπὸς καὶ ἐν ἐγκρατείᾳ ἀμελής· ἐν ἀποκρίσεσιν ὀκνηρὸς καὶ ἐν τοῖς ἔργοις κακεργής· ἐν πονηρίᾳ ἀήττητος καὶ ἐν ἐπιτηδεύμασι δυνάστης·  ἐν λογομαχίαις ἀνδρεῖος καὶ ἐν ἡσυχίᾳ
ἀδύναμος. Ὁ τοιοῦτος τοῖς εὐδοκιμοῦσιν ἀντίκειται καὶ τοῖς προκόπτουσι ζηλοτυπεῖ. Ὁ μὴ ἔχων ὑπομονὴν πολλὰς ζημίας ὑφίσταται, καὶ ἀρετῆς ἐφάψασθαι ὁ τοιοῦτος ἀδυνατεῖ. ∆ι' ὑπομονῆς γὰρ τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, φησὶν ὁ Ἀπόστολος. Ὁ μὴ ἔχων ὑπομονὴν τῆς ἐλπίδος ταύτης ἀλλότριός ἐστι. ∆ιὸ παρακαλῶ, ὅσοι κατ' ἐμὲ ἀνυπομόνητοι ὑπάρχετε, κτήσασθε ὑπομονήν, ἵνα σωθῆτε. 

10 Ιʹ Περὶ ἀοργησίας

 Μακάριος ἄνθρωπος ἐκεῖνος, ὁ μὴ ῥᾳδίως ὀργιζόμενος ἢ θυμὸν ἐπιδεχόμενος. Ὁ τοιοῦτος ἐν εἰρήνῃ ἐστὶ πάντοτε. Ὁ τὸ θυμικὸν καὶ ὀργίλον πνεῦμα ἀφ' ἑαυτοῦ ἀπελαύνων, πολέμου καὶ ταραχῆς ἐκτὸς τυγχάνει, καὶ πάντοτε τῷ πνεύ ματι γαληνιᾷ, καὶ τῷ προσώπῳ χαίρει. Ὁ μὴ ταχέως ὀργιζόμενος ἀπὸ λόγου κενοῦ οὐ κινεῖται. Ὁ τοιοῦτος δικαιοσύνης καὶ ἀληθείας ἐργάτης ἐστίν. Ὁ τοιοῦτος ῥᾳδίως κατέχει, καὶ τοὺς γλωσσαλγοῦντας ῥᾳδίως φέρει· ἀδικίαν οὐκ ἐργάζεται. Τῷ τοιούτῳ ἀσθένειαι οὐ συναντῶσιν. Ὁ τοιοῦτος ἐν μάχαις οὐ χαίρει· πάντων γὰρ ἀγαπητικὸς ἀναδείκνυται. Ἀόργητος λογομαχίαις οὐ χαίρει· ὑγιαίνει δὲ πάντοτε ὁ τοιοῦτος· ἐν εἰρήνῃ χαίρει καὶ ἐν μακροθυμίᾳ αὐλίζεται. Ὁ τὸ πνεῦμα τῆς ὀξυχολίας μὴ ῥᾳδίως καταδεχόμενος, Πνεύματος Ἁγίου οἰκητήριον γίνεται. Ὁ τὸ πνεῦμα τῆς ὀξυχολίας μὴ ἔχων, τὸ Πνεῦμα τὸ Ἅγιον οὐ παροξύνει. Οὗτος δύναται καὶ πρᾷος εἶναι, δύναται καὶ ἀγάπην ἔχειν, καὶ ὑπομονὴν καὶ ταπείνωσιν. Καὶ παντὶ ἔργῳ ἀγαθῷ ὁ ἀόργητος κεκόσμηται, καὶ ὑπὸ τοῦ Χριστοῦ φιλεῖται. Τρισμακάριος οὖν ἀληθῶς ὁ τὸ πνεῦμα τῆς ὀργῆς καὶ τοῦ θυμοῦ πάντοτε ἐξελαύνων ἀφ' ἑαυτοῦ, ὅτι τούτου τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ ὁ νοῦς πάντοτε ἔρρωται. 


11 ΙΑʹ Περὶ ὀξυχολίας


Ὁ δὲ τῇ ὀξυχολίᾳ πάντοτε κρατούμενος καὶ πολλάκις καὶ ταχέως διὰ μηδαμινὸν πρᾶγμα ὀργιζόμενος, ἀκούσῃ τοῦ ἁγίου ἀποστόλου Ἰακώβου λέγοντος, ὅτι ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐκ ἐργάζεται. Καὶ ὄντως ἄθλιος καὶ ταλαίπωρος ὁ ἡττημένος τούτοις τοῖς πάθεσιν· ὀργιζόμενος γάρ, φησίν, ἀναιρεῖ τὴν ἑαυτοῦ ψυχήν. Ἐπ' ἀληθείας γὰρ ἀναιρεῖται καὶ ἀπόλλυσι τὴν ἑαυτοῦ ψυχὴν ὁ ὀργίλος· πάντοτε γὰρ ἐν ταραχαῖς διάγει ὁ τοιοῦτος, καὶ γαλήνης ἐκτός ἐστιν. Ὁ τοιοῦτος εἰρήνης ἀλλότριός ἐστιν, ἀλλὰ καὶ ὑγιείας ἐκτός ἐστι· πάντοτε γὰρ τὸ σῶμα αὐτοῦ ἐκτέτηκται, καὶ ἡ ψυχὴ λυπεῖται, καὶ ἡ σὰρξ μαραίνεται, καὶ ἡ ὠχρότης ἐπανθεῖ, καὶ ἡ διάνοια ἀλλοιοῦται, καὶ ὁ νοῦς ἀσθενεῖ, καὶ  οἱ  λογισμοὶ  ποταμηδὸν  ἀναβρύουσι,  καὶ  πρὸς  πάντας  μισητὸς  ὑπάρχει.  Ὁ τοιοῦτος μακροθυμίας καὶ ἀγάπης ἐκτός ἐστιν. Ἐν λόγοις κενοῖς ῥᾳδίως ταράσσεται καὶ  διὰ  οἰκτρὸν  πρᾶγμα  μάχας  ἐγείρει. Καὶ ὅπου  οὐκ ἔστιν  αὐτοῦ  χρεία, ἑαυτὸν παρεμβάλλει, καὶ ἑαυτῷ τὸ μῖσος σωρεύει. Ὁ τοιοῦτος ἐν πολυλογίαις χαίρει, καὶ ἐν πράγμασιν ἀσυμφόροις προπηδᾷ. Ὁ τοιοῦτος ἐν λοιδορίαις ἥδεται·  ὁ τοιοῦτος ἐν πρᾳότητι ἀσθενεῖ, ἐν πονηρίαις ἀνδρεῖος ὑπάρχει. Καὶ τίς οὐ μὴ πενθήσει τὸν τοιοῦτον; Ὅτι καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις βδελυκτὸς ὑπάρχει· ἐν παντὶ γὰρ μοχθηρὸς ὁ ὀξύχολος. ∆ιὸ καὶ προσέχετε ἀπὸ τῆς ὀξυχολίας. 

12 ΙΒʹ Περὶ πρᾳότητος

 Μακάριος ἄνθρωπος ἀληθῶς καὶ τρισμακάριος ὁ ἔχων πρᾳότητα· τούτῳ γὰρ ὁ ἅγιος Σωτὴρ καὶ Κύριος συνᾴδει, λέγων·  μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Καὶ τί τούτου τοῦ μακαρισμοῦ μακαριώτερον; Τί ταύτης τῆς ἐπαγγελίας ἀνώτερον; Τί ταύτης τῆς χαρᾶς λαμπρότερον, τοῦ κληρονομῆσαι τὴν γῆν τοῦ παραδείσου; ∆ιὸ ἀκούσαντες, ἀδελφοί, τὸ ὑπερβάλλον μέτρον τοῦ πλούτου τῆς ἐπαγγελίας, ζηλώσατε ἐπειχθῆναι. Ὀξυποδήσατε πρὸς τὴν λαμπρότητα τῆς ἀρετῆς. Ἀκούσαντες κατανύγητε καί, ὅση δύναμις, σπουδάσατε μή τις ἀποκληρονόμος γένηται τῆς γῆς ταύτης, καὶ κλαύσῃ πικρῶς, μετανοῶν ἀνόνητα. Ἀκούσαντες τῆς πρᾳότητος τῶν μακαρισμῶν, σπεύσατε πρὸς αὐτήν. Ἀκούσαντες τί λέγει περὶ αὐτῆς καὶ ὁ ἀψευδὴς Ἠσαΐας ἐν Πνεύματι Ἁγίῳ· ἐπὶτίνα ἀναπαύσομαι, λέγει Κύριος, ἀλλ' ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους. Ἆρα οὐκ ἔστι θαυμάσαι ἐπὶ τῇ ἐπαγγελίᾳ; Τί γὰρ ταύτης τῆς τιμῆς ἐνδοξότερον; Βλέπετε οὖν, ἀδελφοί, μή τις ἐκπέσῃ ταύτης τῆς μακαριότητος καὶ τῆς ἀμέτρου χαρᾶς καὶ ἀγαλλιάσεως. Σπεύσατε οὖν, σπεύσατε, παρακαλῶ. Κτήσασθε πρᾳότητα· ὁ γὰρ πρᾷος παντὶ ἔργῳ ἀγαθῷ κεκόσμηται. Ὁ πρᾷος, κἂν ὑβρίζηται, χαίρει· κἂν θλίβηται, εὐχαριστεῖ· τοὺς ὀργιζομένους πραΰνει ἐν ἀγάπῃ· ἐπιπλησσόμενος, στερεὸς μένει. Ἐν μάχῃ γαληνιᾷ· ἐν ἐπιταγῇ ἀγαλλιᾶται· ἐν ὑπερηφανίᾳ οὐ κνίζεται· ἐν ταῖς ταπεινώσεσι χαίρει· ἐν κατορθώμασιν οὐχ ὑψοῦται, οὐ γαυριᾷ. Πρὸς πάντας ἡσυχίαν ἄγει· ἐν πάσῃ ὑποταγῇ δεδούλωται·  πρὸς  πᾶν  ἔργον  ἕτοιμος  ὑπάρχει·  ἐν  πᾶσιν  εὐδοκιμεῖ·  παρὰ πάντων ἐπαινεῖται· πρὸς πᾶν ἐκτός, καὶ ὑποκρίσεως μακρὰν ὑπάρχει. Ὁ τοιοῦτος δόλῳ οὐ δεδούλωται καὶ φθόνῳ οὐχ ὑποτάσσεται· λοιδορίας ἀποστρέφεται, καταλαλιὰν οὐ παραδέχεται· τοὺς ψέγοντας μισεῖ καὶ τοὺς καταλαλοῦντας ἀποστρέφεται. Ὤ, μακάριος πλοῦτος ἡ πρᾳότης! Ὅτι παρὰ πάντων δοξάζεται.

13 ΙΓʹ Περὶ πονηρίας

Θρηνεῖν οὖν, ἀδελφοί, καὶ πενθεῖν ἐπὶ τοὺς μὴ ἔχοντας πρᾳότητα, ἀλλὰ τῇ πονηρίᾳ συνεζευγμένους, ὅτι ἀποφάσει πονηρᾷ ὑπόκεινται. Οἱ πονηρευόμενοι γάρ, φησίν, ἐξολοθρευθήσονται. Ὁ δὲ ἅγιος ἡμῶν Θεὸς τοὺς τοιούτους ἐνυβρίζει, λέγων· ὁ πονηρὸς  ἄνθρωπος  ἐκ  τοῦ  πονηροῦ  θησαυροῦ  τῆς  καρδίας  αὑτοῦ  προφέρει  τὰ πονηρά. Καὶ πάλιν ὁ Προφήτης· ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις, ἀκούσεται  τὸ  οὖς  μου.  ∆εινὸν  γὰρ  δαιμόνιον  τὸ  τῆς  πονηρίας,  ἀδελφοί.  ∆ιὸ προσέχετε μή τις ἐν αὐτῷ ἐμπεσών, ἑαυτῷ μέμψηται. Ὁ πονηρὸς γὰρ οὐδέποτε εἰρηνεύει, ἀλλὰ πάντοτε ἐν ταραχαῖς ὑπάρχει. Πάντοτε θυμοῦ καὶ δόλου καὶ ὀργῆς πεπλήρωται. Πάντοτε ἀποβλέπεται τὸν ἔγγιστα αὑτοῦ. Πάντοτε ψιθυ ρίζει, πάντοτε φθονεῖ, πάντοτε ζηλεύει, πάντοτε τραχύνεται, πάντοτε ἐπιτάσσεται καὶ ἀντιλέγει, κελεύεται καὶ διαστρέφει, συμβουλεύεται καὶ κακοποιεῖ, συντίθεται καὶ διασύρει, ἀγαπᾶται καὶ σκώπτει. Τοὺς εὐδοκιμοῦντας βδελύσσεται· τοὺς προκόπτοντας ἀηδίζεται· τὰς νουθεσίας σμικρύνει· τοὺς ἀδελφοὺς διαστρέφει· τοὺς ἀφελεῖς κακοῖ· τοὺς πραεῖς ἀποσείεται· τοὺς μακροθυμοῦντας ἐγγελᾷ· τοὺς ξένους ὑποκρίνεται· ἕνα τῷ ἑνὶ ἐνδιαβάλλει· πρὸς ἕνα ἕκαστον ἐναντιάζεται· πρὸς μάχας συμβάλλεται. Εἰς παροξυσμὸν ἀναγείρει· εἰς ἀνταπόδοσιν συνεπαμύνει. Εἰς λοιδορίας ἕτοιμος, εἰς καταλαλιὰς ἡδύς, εἰς ὕβριν εὐχερής, εἰς πολυλογίαν ἀνδρεῖος, εἰς τὸ ἐπιπλήσσειν πρόθυμος, εἰς θόρυβον πρῶτος σύνδρομος, εἰς ψαλμῳδίαν ἀσθενής, εἰς νηστείαν ἐκλελυμένος,   εἰς   πᾶν   ἔργον   ἀγαθὸν   ἀδύνατος   καὶ   ἀνόνητος,   εἰς   λόγους πνευματικοὺς νωθρός· πᾶσα γὰρ ἀνομία ἐμφράξει τὸ στόμα αὐτοῦ. Πολλοῦ οὖν θρήνου  ἄξιος    τοιοῦτος.  ∆ιὸ  παρακαλῶ  ὑμᾶς,  ἀδελφοί,  φυλάξασθε  ἀπὸ  τῆς πονηρίας.

14 Ι∆ʹ Περὶ ἀληθείας 

Μακάριος ὃς ἐν ἀληθείᾳ τὸν βίον αὑτοῦ ἐρρύθμισε, καὶ ἐπὶ παντὶ ψεύδει οὐχ ἑάλωκε. Μακάριος καὶ τρισμακάριος ὁ τῆς ἀληθείας γενόμενος ἐργάτης, ὅτι ἀληθής ἐστιν ὁ Θεός, καὶ ψεῦδος ἐν αὐτῷ οὐκ ἔστι. Καὶ τίς οὐ μὴ μακαρίσῃ τὸν ἀλήθειαν φυλάσσοντα, ὅτι τὸν Θεὸν μιμεῖται ὁ τοιοῦτος; Ὄντως γὰρ ὁ ἀληθεύων πάντοτε καὶ Θεῷ εὐάρεστος ὑπάρχει καὶ πᾶσιν ἀνθρώποις χρήσιμός ἐστι. Ἐν ἀδελφότητι ὡραῖος καὶ ἐν παντὶ πράγματι ὀρθός. Ὁ ἀληθὴς προσώποις οὐ χαίρει, καὶ ἄδικον κρίσιν οὐ κρίνει. Ἀξιώματος καὶ τιμῆς οὐκ ἀντιλαμβάνεται, καὶ πένητα καὶ ἐνδεῆ οὐ παραβλέπει. Ἐν ἀποκρίσεσιν ἄδολός ἐστι, καὶ ἐν διαγνώσει ὀρθός. Ἐν τῷ ἔργῳ ἐπιμελητὴς καὶ ἐν τῷ κοινῷ τῆς ἀδελφότητος σώματι τίμιος.∆όλον οὐκ οἶδεν·  ὑπόκρισιν οὐκ ἀγαπᾷ. Παντὶ ἔργῳ ἀγαθῷ κεκόσμηται, καὶ πάσῃ ἀρετῇ  πολιτεύεται.  Μακάριος  οὖν    πάντοτε  τῇ  ἀληθείᾳ  δουλεύων. 


15  ΙΕʹ  Περὶ ψεύδους

Ἄθλιος δὲ καὶ ταλαίπωρος ὁ παντὶ ψεύδει ἐνδελεχίζων, ὅτι ἀπ' ἀρχῆς ὁ ∆ιάβολος ψεύστης ἐστίν. Ὁ δὲ τῷ ψεύδει ἐνδελεχίζων, οὗτος ἀπαρρησίαστός ἐστι· μισητὸς γὰρ ὑπάρχει καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις. Καὶ τίς οὐ μὴ πενθήσῃ τὸν ἐν ψεύδει διάγοντα; Ὅτι ὁ τοιοῦτος ἐν παντὶ ἔργῳ ἀδόκιμος, καὶ ἐν πάσῃ ἀποκρίσει ἀνεπιτήδειος. Ὁ τοιοῦτος ὀργὰς καὶ μάχας ἐν μοναστηρίῳ διεγείρει· καὶ ἐν τῷ κοινῷ τῆς ἀδελφότητός ἐστιν ὥσπερ ἰὸς σιδήρῳ·  θρασεῖαν γὰρ τὴν καρδίαν ἔχει καὶ οὐ στέγει.  Ἡδέως  ἀκροᾶται  μυστήρια  καὶ  ῥᾳδίως  ἀποκαλύπτει·   καὶ  οἶδε  διὰ  τῆς  γλώσσης ἀνατρέπειν τοὺς καλῶς ἑστῶτας. Ἄρχεται πράγματος, καὶ ἑαυτὸν ἀναίτιον δείκνυσιν. Ἐκτὸς ὅρκου οὐδὲν λέγει, καὶ ἐκ πολυλογίας δοκεῖ πείθειν. Πολυμήχανός ἐστι καὶ πολύτροπος ὁ ψεύστης. Μείζων τῆς πληγῆς ταύτης οὐκ ἔστι, καὶ ὄνειδος ἀνώτερον τούτου οὐχ ὑπάρχει· παρὰ πάντων γάρ ἐστι βδελυκτός, καὶ γέλως ἐστὶ τοῖς πᾶσι. ∆ιὸ προσέχετε, ἀδελφοί, μὴ ἐνδελεχίζειν ψεύδει. 

16 Ιϛʹ Περὶ ὑπακοῆς

Μακάριος ὃς ἐκτήσατο καὶ ἔσχεν ὑπακοὴν ἀληθῆ καὶ ἀνυπόκριτον, ὅτι ὁ τοιοῦτος μιμητής ἐστι τοῦ ἀγαθοῦ ἡμῶν ∆ιδασκάλου, ὃς ὑπήκοος γέγονε μέχρι θανάτου. Ὄντως οὖν ὁ ἔχων ὑπακοὴν μακάριος, ὅτι τοῦ Κυρίου μιμητὴς ὑπάρχων συγκληρονόμος αὐτοῦ γίνεται. Ὁ ἔχων ὑπακοὴν πρὸς πάντας τῇ ἀγάπῃ ἥνωται. Ὁ ἔχων ὑπακοὴν μέγα κτῆμα ἐκτήσατο, μέγαν πλοῦτον ἐκτήσατο. Ὁ ὑπήκοος πᾶσιν εὐάρεστος· ὑπὸ πάντων ἐπαινεῖται, ὑπὸ πάντων δοξάζεται. Ὁ ὑπήκοος ἐν τάχει ὑψοῦται καὶ ἐν τάχει ἐν προκοπαῖς ἔσται. Ὁ ὑπήκοος ὑποτάσσεται, καὶ οὐκ ἀντιλέγει· κελεύεται, καὶ οὐ διαστρέφει· ἐπιτιμᾶται, καὶ οὐκ ὀργίζεται· πρὸς πᾶν ἔργον ἀγαθὸν ἕτοιμός ἐστι. Τῇ ὀξυχολίᾳ ῥᾳδίως οὐχ ἁλίσκεται. Ἐὰν ἀκούσῃ ἐπίπληξιν, οὐ ταράσσεται, καὶ ἐν ὕβρεσιν οὐκ ἐξάπτεται. Ἐν λύπαις χαίρει, ἐν θλίψεσιν εὐχαριστεῖ. Τόπον ἐκ τόπου οὐ μεθίσταται, καὶ ἀπὸ μονῆς εἰς μονὴν οὐ μετέρχεται. Νουθετούμενος οὐ πτύρεται. Ἐν ᾧ ἐκλήθη τόπῳ ὑπομένει, καὶ τῇ ἀκηδίᾳ οὐ κατέχεται. Τὸν πατέρα οὐκ εὐτελίζει, καὶ ἀδελφὸν οὐ σμικρύνει. Τὴν οἴκησιν τοῦ μοναστηρίου οὐ περικάμπτει. Ἀναπαύσεσιν οὐ χαίρει, οὐχ ἥδεται τόποις, καὶ ἀέρι οὐ τέρπεται· ἀλλὰ καὶ κατὰ τὸν ἅγιον Ἀπόστολον,  ἐν    ἐκλήθη  τόπῳ,  ἐν  τούτῳ  καὶ  μένει.  Πολλοὶ  οὖν  ὡς  ἀληθῶς  οἱ καρποὶ τῆς ὑπακοῆς· διὸ μακάριος ὁ κτησάμενος αὐτήν. 

17 ΙΖʹ Περὶ ἀνυποταξίας καὶ γογγυσμοῦ 

Ἐπικατάρατος δὲ καὶ ταλαίπωρος, ὃς ὑπακοὴν οὐκ ἐκτήσατο, ἀλλὰ γογγυσμόν· ὁ γὰρ γογγυσμὸς ἐν μοναστηρίῳ πληγὴ μεγάλη ἐστί, σκάνδαλον τῷ κοινῷ, ἀνατροπὴ ἀγάπης, ὁμονοίας διασκεδασμός, τάραχος τῆς εἰρήνης. Ὁ γόγγυσος ἐπιτασσόμενος ἀντιλέγει· ἐν ἔργῳ ἐστὶν ἀχρήσιμος, οὐδέποτε χάριν ἔχει ὁ τοιοῦτος. Ὁ αὐτὸς γάρ ἐστι καὶ ὀκνηρός, ἡ γὰρ ὀκνηρία τῷ γογγυσμῷ συνέζευκται. Πᾶς οὖν ὀκνηρὸς ἐμπεσεῖται εἰς κακά, ἡ ἱερὰ Γραφὴ εἴρηκεν. Ὀκνηρὸς γάρ, φησίν, ἀποστελλόμενος εἰς ὁδόν, λέγει, λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλα τείαις φονευταί. Ὁ  γόγγυσος  πάντοτε  προφασίζεται.  Ἐὰν  ἐπιταχθῇ  ἔργον  ποιῆσαι,  γογγύζει  καὶ εὐθέως διαστρέφει καὶ ἄλλους. Καί, εἰς τί τοῦτο; Καί, ἵνα τί ἐκεῖνο; Καί, οὐκ ἔστι, φησί, τόδε τὸ πρᾶγμα συμφέρον. Ἐὰν ἀποσταλῇ εἰς ὁδόν, μεγάλας βλάβας φάσκει ὑφίστασθαι ἐκ τῆς ὁδοῦ. Ἐὰν εἰς ψαλμῳδίαν αὐτὸν διεγείρωσι, θυμοῦται. Ἐὰν εἰς ἀγρυπνίαν, τὸν στόμαχον καὶ τὴν κεφαλὴν προβάλλεται ἠλγηκέναι. Ἐὰν αὐτὸν νουθετῇς, σεαυτόν, φησί, νουθέτει καὶ περὶ ἐμοῦ, ὡς θέλει ὁ Θεός. Ἐὰν αὐτὸν διδάσκῃς τι, εἴθε, φησί, καὶ σὺ οἶδας, ὥσπερ ἐγὼ ἐπίσταμαι. Οὐδέποτε ποιεῖ ἔργον μόνος, ἐὰν μὴ καὶ ἕτερον συνεπισπάσηται. Τοῦ γογγύζοντος πᾶν ἔργον ἀδόκιμον καὶ ἄχρηστον καὶ πάσῃ ἀρετῇ ἀνεπιτήδειον. Ὁ γόγγυσος ἐν ἀναπαύσει χαίρει, καὶ ἐν κακουχίᾳ οὐ τέρπεται. Ὁ γόγγυσος τραπέζαις ἥδεται, καὶ ἐν νηστείαις βδελύσσεται. Ὁ γόγγυσος καὶ ὀκνηρός, καὶ ψιθυρίζειν οἶδε καὶ λόγους τεκταίνειν ἐπίσταται. Ὁ τοιοῦτος πολύτροπος καὶ πολύτεχνος ὑπάρχει, καὶ ἐν πολυλογίαις ἀήττητος. Ὁ τοιοῦτος πάντοτε ἄλλον ἄλλῳ ἐνδιαβάλλει. Ὁ γόγγυσος ἐν εὐποιΐαις σκυθρωπός ἐστι,  καὶ  ἐν  ὑποδοχῇ  ξένων  ἀνεπι  τήδειος.  Ἐν  ἀγάπῃ  ὑποκριτής,  καὶ  ἐν  μίσει ἀνδρεῖος. ∆ιό, ἀδελφοί, μὴ γογγύζωμεν ἐν ταῖς ἐπιταγαῖς· μηδὲ ἀντιρρητορεύωμεν ἢ δικαιολογῶμεν, ὥς τι πλέον ἐπιστάμενοι.

18 ΙΗʹ Περὶ τοῦ μὴ ἔχειν φθόνον ἢ ζῆλον

Μακάριος ὃς φθόνῳ καὶ ζήλῳ οὐχ ὑπετάγη·  ὁ ζῆλος γὰρ καὶ ὁ φθόνος ἀλλήλοις ἐκκρέμανται·  καὶ    ἔχων  ἓν  τούτων,  τὰ  συναμφότερα  ἔχει.  Μακάριος  οὖν  ὡς ἀληθῶς, ὃς οὐ κατέπεσεν ἐν τούτοις, οὐδὲ ἐτρώθη ἐξ ἑνὸς τούτων. Ὁ ζηλῶν γὰρ τὸν ἀδελφὸν αὐτοῦ ἐπ' ἀδικίᾳ, σὺν τῷ ∆ιαβόλῳ κατακρίνεται. Ὁ ζηλῶν ἡττημένος ἐστίν, ἔχει καὶ τὸ μῖσος, ἔχει καὶ τὴν ἔχθραν, καὶ ἐπὶ προκοπῇ ἑτέρων ἄχθεται. Ὁ δὲ μὴ
ἔχων φθόνον ἢ ζῆλον οὐδέποτε ἐπὶ προκοπῇ ἑτέρων λυπεῖται. Ἄλλου τιμωμένου, αὐτὸς   οὐ   ταράσσεται·   ἑτέρου   ὑψουμένου,   αὐτὸς   οὐκ   ἀδημονεῖ·   πάντας   γὰρ προηγεῖται· πάντας προτιμᾷ ἑαυτοῦ. Ἑαυτὸν ἀνάξιον, καὶ πάντων ἔσχατον ἡγεῖται. Πάντας ἡγεῖται μείζονας καὶ πάντας βελτίους ἑαυτοῦ. τιμὴν οὐκ ἐπισπᾶται ὁ ἄφθονος. Τοῖς χαίρουσι συγχαίρει. Κλέος οὐδέποτε περιτίθησιν ἑαυτῷ. Προκόπτουσι συνεπαμύνει. Τοῖς καλῶς βαδίζουσι συναγάλλεται καὶ τοὺς ὀρθῶς βιοῦντας ἐπαινεῖ. Ἐὰν ἀδελφὸν ἴδῃ κατορθοῦντα, οὐκ ἐμποδίζει, ἀλλὰ παραινεῖ τὸν τοιοῦτον ταῖς παραινέσεσιν. Ἐὰν ἄλλον ἴδῃ ἐν ἀνανεύσει, οὐκ ἐνδιαβάλλει, ἀλλὰ συνᾴδει. Ἐὰν ἴδῃ ἀδελφὸν ἐν σφάλμασιν, οὐ διασύρει, ἀλλ' ὀρθῶς πραΰνει. Ἐὰν ἴδῃ ὀργιζόμενον, οὐκ ἐπιταράσσει, ἀλλ' ἐν ἀγάπῃ τοῦτον καταστέλλει, τῇ εἰρήνῃ συμβιβάζων. Ἐὰν ἴδῃ λυπούμενον, οὐ παρορᾷ, ἀλλὰ τούτῳ συναλγεῖ καὶ παρακαλεῖ λόγοις ὠφελείας. Ἐὰν ἴδῃ ἀμαθῆ ἢ ἰδιώτην, σπεύδει τοῦτον διδάξαι καὶ συμβιβάσαι ἐπὶ τὸ συμφέρον. Ἐὰν ἴδῃ ἀγνοοῦντα, ἀφθόνως ὁδηγεῖ ἐπὶ τὸ κρεῖττον. Ἐὰν δὲ ἴδῃ καθεύδοντα ἐν καιρῷ τῆς ψαλμῳδίας, σπουδαίως τοῦτον διυπνίζει. Καὶ ἁπλῶς εἰπεῖν· ὁ ἄφθονος καὶ ἐκτὸς ζήλου ὑπάρχων, ἐν οὐδενὶ πράγματι ἀντικοτεῖ τῷ πλησίον· ἀλλ' ἐν πάσῃ προκοπῇ καὶ ἀνδραγαθίᾳ τοῦ ἑταίρου χαίρει ὁ ἄφθονος. 

19 ΙΘʹ Περὶ φθόνου καὶ ζήλου

Ὁ δὲ ἐν τούτοις ἑαυτὸν κατατιτρώσκων ταλαίπωρος· συμμέτοχος γάρ ἐστι τοῦ ∆ιαβόλου, δι' οὗ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ὁ γὰρ ἔχων τὸν φθόνον καὶ τὸν ζῆλον πᾶσίν ἐστιν ἀντικείμενος· ἑαυτοῦ γὰρ ἄλλον οὐ θέλει προτιμᾶσθαι. Τοὺς εὐδοκιμοῦντας σμικρύνει, καὶ τοῖς καλῶς βαδίζουσι σκάνδαλα τίθησι. Τοὺς ὀρθῶς βιοῦντας ψέγει, καὶ τὸν εὐλαβῆ βδελύσσεται. Τὸν νηστεύοντα κενόδοξον ἀποκαλεῖ, καὶ τὸν σπουδαῖον ἐν ψαλμῳδίᾳ φιλενδείκτην. Τὸν πρόχειρον ἐν τῇ ὑπηρεσίᾳ λιμβόν, καὶ τὸν  διεγηγερμένον  ἐν  τοῖς  ἔργοις  φιλόδοξον.  Τὸν  φιλόπονον  ἐν  ταῖς  Γραφαῖς ἀεργόν, καὶ τὸν δόκιμον ἐν ταῖς ἀποκρίσεσι γαστρίμαργον. Οὐδέποτε χαίρει ὁ φθονερὸς ἐπὶ προκοπῇ ἑτέρου. Ἐὰν ἴδῃ ἀμελοῦντα, οὐ διεγείρει, ἀλλὰ μᾶλλον προτρέπεται ἐπὶ τῷ κακῷ. Ὅταν ἴδῃ καθεύδοντα ἐν τῷ καιρῷ τῆς προσευχῆς, οὐ διυπνίζει, ἀλλὰ μᾶλλον καὶ ἡσυχίαν παρέχει. Ἐὰν ἴδῃ ἀδελφὸν ἀναπαυόμενον, ἐνδιαβάλλει. Ἐὰν ἴδῃ ἐν παραπτώματι, ἐπὶ πάντων αὐτὸν διασύρει. Ὢ ἀπὸ τοῦ φθονοῦντος·  ὅτι  πάντοτε    καρδία  αὐτοῦ  ἐν  λύπαις  ἀσθενεῖ,  καὶ  τὸ  σῶμα  ἐν ὠχρότητι φθείρεται, καὶ ἡ δύναμις αὐτοῦ φθίνει· καὶ πρὸς πάντας ἐστὶ πικρός, καὶ πάντων ἐχθρὸς τυγχάνει· καὶ πάντας ὑποκρίνεται, καὶ δόλον τεκταίνει, καὶ πρόσωπα λαμβάνει. Σήμερον τούτῳ συντίθεται καὶ αὔριον τῷ ἑτέρῳ· καὶ πρὸς πάντας ἀλλοιοῦται, καὶ πρὸς τὴν ἑκάστου θέλησιν μεταβάλλεται, καὶ μετὰ μικρὸν καταγινώσκει πάντων. Καὶ τοῦτον ἐπὶ τούτῳ διασύρει, καὶ ἕκαστον ἑκάστῳ καταδεσμεύει. ∆εινὸν οὖν φάρμακον ὁ φθόνος καὶ ὁ ζῆλος, ὅτι καταλαλιὰ καὶ μῖσος ἐκ  τούτων  γεννᾶται  καὶ  φόνοι.  Μακρὰν  οὖν  φεύγετε  ἀπὸ  τοῦ  φθόνου,  οἱ  τῆς οὐρανίου πολιτείας στρατιῶται. Μακρὰν ποιήσατε ἀφ' ὑμῶν τὸν ζῆλον καὶ τὸν φθόνον, ἵνα μὴ σὺν τῷ ∆ιαβόλῳ κατακριθῆτε.

20 Κʹ Περὶ τοῦ μὴ εἶναι λοίδορον 

Μακάριος καὶ τρισμακάριος ὁ τὴν γλῶσσαν αὐτοῦ μὴ βλάψας ἐν λοιδορίαις ἑτέρων, καὶ διὰ τῆς γλώσσης τὴν καρδίαν σπιλώσας, ἀλλὰ–συνεὶς ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις–καὶ ἐπὶ λοιδορίᾳ ἑτέρων οὐχ ἡδύνθη, ἀλλὰ προσώχθισε τῷ τοιούτῳ πάθει. Ὁ γὰρ μὴ λοιδορῶν τὸν ἕτερον, ἑαυτὸν ἐφύλαξεν ἄμωμον. Τῷ τοιούτῳ πρόσκομμα οὐκ ἐγένετο καὶ ἡ συνείδησις αὐτοῦ οὐκ ἐμολύνθη. Ὁ φεύγων τὸ λοίδορον πνεῦμα ἐφύλαξεν αὑτὸν ἀπὸ συνοχῆς κακῶν, καὶ ἐνίκησε φάλαγγα δαιμόνων. Ὁ μὴ κτησάμενος λοίδορον γλῶσσαν ἐκτήσατο θησαυρὸν ἄσυλον. Ὁ μὴ καμφθεὶς ἐπὶ λοιδορίᾳ ἑτέρων, οὗτος ἀδελφοκτονίαν ἐξέφυγε, καὶ ὑπὸ ἑτέρων οὐ λοιδορηθήσεται. Ὁ μὴ ἁλοὺς πνεύματι λοιδορίας, οὗτος ἀληθῶς ἔγνω ἑαυτὸν ἄνθρωπον ὄντα σάρκινον, καὶ ἑαυτὸν ἐφύλαξεν ἀκηλίδωτον. Ὁ μὴ συνεδριάζων μετὰ λοιδόρων, οὗτος μετὰ Ἀγγέλων αὐλισθήσεται. Ὁ μὴ φαρμακωθεὶς τὰ ὦτα καὶ τὴν γλῶσσαν τῇ
λοιδορίᾳ, ὁ τοιοῦτος τῷ φαρμάκῳ τῆς ἀγάπης ἐστὶ πεπληρωμένος. Ὁ μὴ μολύνων τὸ στόμα αὑτοῦ ταῖς λοιδορίαις, τούτου τὸ στόμα εὐωδιάζει τοὺς καρποὺς τοῦ Ἁγίου Πνεύματος. Μακάριος οὖν ἀληθῶς καὶ πάλιν μακάριος, ὁ φυλάξας ἑαυτὸν ἀπὸ τῆς λοιδορίας. 

21 ΚΑʹ Περὶ λοιδορίας καὶ λοιδόρων 

Ὁ ἐπὶ λοιδορίᾳ ἑτέρων ἡδόμενος, οὗτος φανερός ἐστιν, ὅτι ἐν οἷς λοιδορεῖ, ἑαυτὸν ἑάλωκεν. Ὁ γὰρ λοιδορῶν τὸν ἕτερον ἑαυτὸν κατακρίνει· σαρκικὸς γάρ ἐστιν ἐν τοῖς τοῦ κόσμου δικτύοις συμπλεκόμενος. Ὁ λοίδορος ἔχει τὰ συναμφότερα·  καὶ καταλαλιὰν καὶ μῖσος καὶ ψιθυρισμόν. Ὁ τοιοῦτος οὖν ἀδελφοκτόνος κρίνεται καὶ ἄσπλαχνος καὶ ἀνελεήμων. Ὁ  δὲ  ἔχων  τὸν  φόβον  τοῦ  Θεοῦ  πάντοτε  μεθ'  ἑαυτοῦ  καὶ  τὴν  καρδίαν  αὐτοῦ καθαράν, ἐπὶ λοιδορίαις οὐ χαίρει ἑτέρων, ἐπὶ ἀλλοτρίοις κρυπτοῖς οὐχ ἥδεται, ἐπὶ πτώσει ἑτέρων οὐκ ἀναπαύεται. Θρήνου οὖν ἄξιος ἀληθῶς καὶ πένθους ὁ ἑαυτὸν ἐθίσας ἐν λοιδορίαις. Καὶ τί τούτου τοῦ μίσους ἀνώτερον; Ὅθεν καὶ ὁ ἅγιος Ἀπόστολος ἀπαγορεύων τὰ τῆς ἀτοπίας ἔργα, συναριθμεῖ καὶ τὸν λοίδορον· οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ κληρονομήσουσι.


22 ΚΒʹ Περὶ ἐγκρατείας

Μακάριος ἀληθῶς καὶ τρισμακάριος ὁ ἐγκράτειαν φυλάξας, ὅτι ὄντως μεγάλη ἀρετὴ ἡ ἐγκράτεια. Ἀλλ' ἀκούσατε μέχρι τίνος καὶ ἕως πόσου καὶ ἐπὶ τίνων ἡ ἐγκράτεια λέγεται    κρίνεται    ζητεῖται.  Ἔστιν  οὖν  ἐγκράτεια  ἐπὶ  γλώσσης  τὸ  μὴ  λόγοις πλείοσι καὶ κενοῖς ἐξέλκεσθαι, τὸ κρατεῖν γλώσσης καὶ μὴ λοιδορεῖν, τὸ μὴ ὑβρίζειν, τὸ μὴ καταρᾶσθαι, τὸ μὴ ἀργολογεῖν τὰ μὴ καθήκοντα, τὸ κρατεῖν γλώσσης καὶ μὴ ἐνδιαβάλλειν ἕνα τῷ ἑνί, μὴ ψέγειν ἀδελφόν, τὸ μὴ ἀποκαλύπτειν μυστήρια, τὸ μὴ μελετᾶν τὰ μὴ ἴδια. Ἐγκράτειά ἐστι καὶ ἐπὶ ἀκοῆς, τὸ κρατεῖν καὶ μὴ κατακροᾶσθαι ἀπὸ ἀκοῆς ματαίας. Ἐγκράτεια καὶ ἐπὶ ὀφθαλμῶν, τὸ κρατεῖν ὁράσεως καὶ μὴ ἐνατενίζειν ἢ καταμανθάνειν ἐν πᾶσι τερπνοῖς, καὶ οἷς οὐ πρέπει. Ἐγκράτεια ἐπὶ θυμοῦ, τὸ κρατεῖν ὀργῆς καὶ μὴ ταχέως ἐξάπτεσθαι. Ἐγκράτεια ἐπὶ δόξης, τὸ κρατεῖν φρενῶν καὶ μὴ θέλειν δοξάζεσθαι, τὸ μὴ ζητεῖν δόξαν, τὸ μὴ ὑψοῦσθαι, τὸ μὴ ζητεῖν τιμὴν καὶ φυσιοῦσθαι, τὸ μὴ φαντάζεσθαι ἐπαίνοις. Ἐγκράτειά ἐστι λογισμῶν, καὶ τούτους  κολάζειν  τῷ  φόβῳ  τοῦ  Θεοῦ,  τὸ  μὴ  συγκατατίθεσθαι    ἐνηδύνεσθαι λογισμῷ θέλγοντι καὶ ἐξάπτοντι. Ἐγκράτεια ἐπὶ βρωμάτων, τὸ κρατεῖν καὶ μὴ ἐπιζητεῖν βρώματα ὑπέρογκα ἢ ἐδέσματα πολύτιμα, τὸ μὴ παρὰ καιρὸν ἢ παρὰ τὴν ὥραν ἐσθίειν, τὸ μὴ ἐνέχεσθαι τῷ πνεύματι τῆς γαστριμαργίας, τὸ μὴ ἀπληστεύεσθαι ἐν κάλλει βρωμάτων, τὸ μὴ ὀρέγεσθαι ἄλλου καὶ ἄλλου βρώματος. Ἐγκράτεια ἐπὶ πόματος, τὸ κρατεῖν καὶ μὴ συμπίπτειν ἐν οἰνοποσίαις ἢ ἡδύτησιν οἴνων, τὸ μὴ ἀδεῶς οἰνοποτεῖν, τὸ μὴ ἐπιζητεῖν διαφορὰν πόματος καὶ κατεσκευασμένων συγκερασμάτων ἡδονάς, τὸ μὴ ἀμέτρως χρᾶσθαι οὐ μόνον τῷ οἴνῳ, ἀλλ' ἢ δυνατὸν καὶ  τῷ  ὕδατι.  Ἐγκράτεια  ἐπὶ  ἐπιθυμίας  καὶ  ἡδονῆς  πονηρᾶς,  τὸ  κρατεῖν  τῆς αἰσθήσεως  καὶ  μὴ  συγκαταπίπτειν  ταῖς  συμβαινούσαις  ἐπιθυμίαις,  τὸ  μὴ κατατίθεσθαι τοῖς λογισμοῖς ἡδυπάθειαν ὑποβάλλουσι, τὸ μὴ ἡδύνεσθαι ὡς ἅτε δὴ πράσσων τὸ μύσος, τὸ μὴ ποιεῖν τὸ θέλημα τῆς σαρκός, ἀλλὰ χαλινοῦν τῷ φόβῳ τοῦ Θεοῦ τὰ πάθη. Ὁ γὰρ ἀληθῶς ἐγκρατὴς ἐκεῖνός ἐστιν ὁ ἔχων ἐπιθυμίαν τῶν ἀθανάτων ἐκείνων ἀγαθῶν, καὶ πρὸς αὐτὰ ἀτενίζων τῷ νῷ ταύτην ἀποστρέφεται τὴν  ἐπιθυμίαν.  Τὴν  συνουσίαν  βδελύσσεται,  ὡς  σκιάν  τινα  οὖσαν·  προσώποις θηλειῶν οὐ χαίρει·  σώμασιν οὐ τέρπεται·  κάλλεσιν οὐ συμπίπτει· πνοαῖς ἡδίσταις οὐχ   ἡδύνεται·   λόγοις   κολακείας   οὐ   δελεάζεται.   Μετὰ   θηλειῶν,   καὶ   μάλιστα ἀσέμνων, οὐκ ἐνδελεχίζει· ἐν ὁμιλίαις γυναικῶν οὐκ ἐγχρονίζει. Ὁ ἀληθὴς ἀνδρεῖος καὶ ἐγκρατὴς καὶ ἑαυτὸν τηρῶν εἰς ἐκείνην τὴν ἄμετρον ἀνάπαυσιν, ἐπὶ παντὸς λογισμοῦ  ἐγκρατεύεται, ἐπὶ πάσης ἐπιθυμίας κρατεῖ ἐπιθυμίᾳ τοῦ κρείττονος καὶ φόβῳ τοῦ μέλλοντος αἰῶνος.


23 ΚΓʹ Περὶ ἀκρασίας

Ὁ δὲ ἀκρατὴς καὶ μὴ ἐγκράτειαν ἔχων, ἐν παντὶ ἀτοπήματι ῥᾳδίως ἁλίσκεται·  ὁ ἀκρατὴς δέ ἐστι καὶ φιλήδονος. Ὁ ἀκρατὴς ἐπὶ λόγοις πολλοῖς καὶ κενοῖς ἥδεται·  ἐπὶ ἀργολογίαις καὶ εὐτραπελίαις τέρπεται· καὶ ἐπὶ ἡδονῇ βρωμάτων τέρπεται. Ἐπὶ πολυφαγίᾳ καὶ πολυποσίᾳ ἀνδρίζεται, ἐπὶ τῇ ματαίᾳ ἡδονῇ ἐκκαίεται. Τοῖς ἀκαθάρτοις λογισμοῖς συγκατατίθεται. Τῇ ἡδονῇ μωραίνεται· ἐπὶ δόξῃ ὀρέγεται, ἐπὶ τιμῇ φαντάζεται, ὡς ἅτε δὴ ἐγχειρισθείς. Ἐν συντυχίαις γυναικῶν φαιδρύνεται· ἐν κάλλεσι συμπίπτει· ἐν χρόαις σωμάτων τροφοδυνεῖται·  ἐπὶ εὐποιΐαις μαγεύεται· ἐν ὁμιλίαις θηλειῶν καὶ γελωτοποιῶν προστέτηχεν· ἐν μνήμαις ὄψεων φαντάζεται· μνήμῃ κρατεῖται· ἀναζωγραφεῖ ἐν τῇ διανοίᾳ πρόσωπα θηλειῶν, ψηλαφήσεις χειρῶν, περιλήψεις σωμάτων, συμπλοκὰς μελῶν, λόγους ἐμπαθεῖς, γέλωτας θελγοποιούς, νεύματα ὀφθαλμῶν, στολισμὸν ἱματίων, χρόας σωμάτων, λαλιὰς κολακευτικάς, χειλέων συνολκήν, σώματος ἡδύτητα, ἐνοπτρισμοὺς κινημάτων, ὥρας καὶ τόπους συνομιλιῶν, καὶ πάντα ὅσα ἐστὶ πρὸς ἡδονὴν φέροντα. Ταῦτα ὁ φιλήδονος καὶ μὴ ὢν ἐγκρατὴς ἀναζωγραφεῖ τῇ διανοίᾳ, τοῖς λογισμοῖς συντιθέμενος. Ὁ τοιοῦτος ἐὰν ἴδῃ γραφὴν περὶ σωφροσύνης ἀναγινωσκομένην, σκυθρωπάζει. Ἐὰν ἴδῃ σύλλογον πατέρων ὠφέλιμον, ἐκκλίνει καὶ ἀποδοκιμάζει. Ἐὰν ἴδῃ αὐστηρότητα πατέρων, ἀηδίζεται.  Ἐὰν  περὶ  νηστείας  ἀκούσῃ,  ταράσσεται.  Ἐν  συλλόγῳ  ἀδελφῶν  οὐ τέρπεται. Ἐὰν ἴδῃ θηλείας, φαιδρύνεται·  συντρέχει ἄνω καὶ κάτω τὰς ὑπηρεσίας γενέσθαι. Τότε καὶ εἰς τὸ ψάλλειν εὔτονος εὑρίσκεται· εὔτονος εἰς τὸ εὐτραπελεῦσαι, εἰς τὸ γελοιᾶσαι, πῶς ἵνα ἡδύνῃ ἑαυτόν, καὶ ὡραῖον καὶ τερπνὸν ἀποδεῖξαι ταῖς παρατυχούσαις γυναιξίν. Ἐν ἡσυχίαις στυγνὸς καὶ ἀσθενὴς ὑπάρχει. Ἄθλιος οὖν καὶ ταλαίπωρος    μὴ  ἔχων  ἐγκράτειαν  κατὰ  παντὸς  τρόπου  καὶ  πράγματος.  ∆ιό, ἀδελφοί, ἀκούσαντες τῆς ἐγκρατείας τοὺς καρποὺς καὶ τῆς ἀκρασίας τὰ δράγματα, φύγωμεν ἀπ' αὐτῆς καὶ κολληθῶμεν τῇ ἐγκρατείᾳ·  μεγάλη γὰρ τῆς ἐγκρατείας ἡ μισθαποδοσία, καὶ οὐκ ἔστι περασμὸς τῆς μεγαλειότητος αὐτῆς. Μακάριος οὖν ὄντως ἀληθῶς ὁ κτησάμενος ἐγκράτειαν. Μακάριος ὁ ἐν πάσῃ ἀρετῇ ἑαυτὸν ῥυθμίσας καὶ ἐν ἔργοις δικαιοσύνης ἐκλάμψαι σπουδάσας. Καὶ μακάριος, ὃς οὐκ ἐποίησε κρυπτὸν τὸ μὴ ἀρέσκον Θεῷ, ἀλλὰ πάσῃ ἀληθείᾳ ἐδούλευσε καὶ πᾶσαι αἱ πράξεις αὐτοῦ ἐν φωτὶ ἐγένοντο, καὶ ὃς οὐκ ηὐθέτησε παντὶ λογισμῷ συμβουλεύοντι μάταια. Καὶ τί ποιήσω ἐγὼ πᾶσαν ἀρετὴν ἐπαινέσας, καὶ οὐδὲ ἐν μιᾷ αὐτῶν ἀναστραφείς, ἀλλ' ἐν πᾶσι  κακοῖς  τὰ  ἔτη  μου  δαπανήσας;  Καὶ  πληροῦται  ἐν  ἐμοὶ  τὸ  γεγραμμένον· φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ ἑνὶ τῶν δακτύλων οὐ προσψαύετε. ∆ιὸ παρακαλῶ τὴν πάντων ὑμῶν ἀγάπην, εὐλογημένοι τοῦ Χριστοῦ, καὶ μέτοχοι τοῦ παραδείσου, πάντες σπουδάσατε ἀρέσαι τῷ στρατολογήσαντι ὑμᾶς Χριστῷ, μή τις ὑμῶν ἀποβληθῇ ὡς καταφρονήσας ἢ ἀμελήσας. Ὅσοι χάριτι Χριστοῦ ὑπὸ ζυγὸν ἄγεσθε, προσέχετε μὴ ποιεῖν τὰ θελήματα τῆς σαρκός, ἵνα μὴ ἀναπολόγητοι εὑρεθῶμεν ἐπὶ τοῦ φρικτοῦ βήματος ἐκείνου· ἐν ᾧ γενήσεται ἡ ἀνταπόδοσις ἑκάστου, εἴτε ἀγαθὸν εἴτε κακόν τις διεπράξατο. Οὐαὶ δὲ ἐμοὶ τότε, ὅτι ἀπαρρησίαστος μέλλω παρίστασθαι· καὶ τί ποιήσω ἐν τῇ ὥρᾳ τῆς ἀπαραιτήτου ἀνάγκης; Μακάριοι ὅσοι τότε μετὰ παρρησίας παραστήσονται τῷ Κριτῇ· οἵτινες μέλλουσιν  ἀπολαμβάνειν  τὸν ἅγιον μισθὸν  ἐκ χειρὸς Κυρίου. Οὐαὶ δὲ τοὺς τότε αἰσχυνομένους δι' ἐλάχιστον καὶ μηδαμινὸν πρᾶγμα. Οἷόν τι λέγω· Ποία ἀπολογία τῷ διὰ φιλοδοξίαν ἐγκαλουμένῳ ἢ δι' αὐθάδειαν ἢ διὰ παρακοὴν ἢ δι' ἀνυποταξίαν ἢ γαστριμαργίαν ἢ διὰ προπέτειαν ἢ διὰ πολυλογίαν ἢ δι' ὑπερηφανίαν ἢ δι' αὐθεντίαν ἢ δι' ἀλαζονείαν ἢ διὰ φθόνον ἢ ἔριν ἢ ὀξυχολίαν ἢ διὰ λοιδορίαν ἢ συκοφαντίαν; Ποία ἀπολογία τῷ διὰ ταῦτα τὰ ἐλάχιστα μέλλοντι ἐγκαλεῖσθαι; Ποῖον κέρδος ἢ ποία ἡδονὴ ἐκ τούτου προσγίνεταί σοι; Ποῖον δὲ βάρος ταῦτα φυλάξαι; ∆ιὸ παρακαλῶ ὑμᾶς, ἀδελφοί, μηδενὶ τούτων τις ὑμῶν κατακριθῇ. Περὶ γὰρ τῶν βαρέων ἁμαρτημάτων εὖ οἶδα κρατεῖν ὑμᾶς· ἀλλὰ τούτων, ὡς ἐλαχίστων, ἕκαστος καταφρονεῖ,  νομίζων  μὴ  εἶναι  ἔτασιν  τούτων·  καὶ  διὰ  τούτων  ἁλίσκει  ἡμᾶς  ὁ∆ιάβολος· ποιεῖ γὰρ ἕκαστον ἡμῶν καταφρονεῖν, ὡς μηδαμινῶν. Ἀλλὰ σπουδάσατε  μὴ ἐν τούτοις ἁλίσκεσθαι· ἀλλὰ πάσῃ φυλακῇ τηρήσατε ἑαυτούς, ἵνα σὺν Χριστῷ δοξασθῆτε· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 Ἀμήν.


Αγιος Εφραίμ ο Σύρος

Ελληνική Πατρολογία

 
Sermo de virtutibus et vitiis

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.