Τετάρτη, 22 Ιουλίου 2015

ΕΥΧΑΙ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΔΙΑ ΠΑΣΑΝ ΝΟΣΟΝ





ΕΥΧΑΙ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΔΙΑ ΠΑΣΑΝ ΝΟΣΟΝ






Περιεχόμενα




Α΄ Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.



Τοῦ  Κυρίου δεηθῶμεν.    πᾶσιν  ἀκαθάρτοις  πνεύμασιν  ἐπιτιμήσας,  καὶ δυνάμει ῥήματος ἐκδιώξας τὴν λεγεῶνα, ἐπιφανήθητι  καὶ νῦν διὰ τοῦ μονογενοῦς σου Υἱοῦ, ἐπὶ τὸ πλάσμα ὃ καὶ εἰκόνα σου, ἐποίησας, καὶ ἐξελοῦ αὐτὸ καταδυναστευόμενον ὑπὸ τοῦ ἀντικειμένου· ἵνα ἐλεηθὲν καὶ καθαρισθὲν ἐνταγῇ τῇ ἁγίᾳ σου ποίμνῃ, καὶ φυλαχθῇ  ναὸς ἔμψυχος τοῦ ἁγίου Πνεύματος καὶ τῶν θείων καὶ ἀχράντων ἁγιασμάτων, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ  τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παν  αγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι· νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Β΄ Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.


Τοῦ Κυρίου δεηθῶμεν. Ἐπικαλούμεθά σε, ∆έσποτα Θεὲ παντοκράτορ, ὕψιστε, ἀπείρατε, εἰρηνικὲ βασιλεῦ, ἐπικαλούμεθά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἐκ σοῦ γὰρ ἀνεφύη, καὶ τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος, δοὺς τοῖς ἀνθρώποις ὑπακούειν  τετράποδα καὶ ἄλογα ζῶα· ὅτι σὺ ὑπέταξας αὐτὰ, Κύριε. Ἔκτεινον τὴν χεῖρά  σου τὴν  κραταιὰν,  καὶ τὸν  βραχίονά  σου τὸν  ὑψηλὸν  καὶ τὸν  ἅγιον,  καὶ ἐπισκοπῶν   ἐπισκόπησον  τὸ   πλάσμα  σου  τοῦτο.   Κατάπεμψον  αὐτῷ   ἄγγελον εἰρηνικὸν,  ἄγγελον   κραταιὸν,  ψυχῆς  καὶ  σώματος  φύλακα,  ὃς  ἐπιτιμήσει  καὶ ἀπελάσει ἀπ' αὐτοῦ πᾶν πονηρὸν καὶ ἀκάθαρτον δαιμόνιον. Ὅτι σὺ Κύριος μόνος ὕψιστος, παντοκράτωρ, εὐλογητὸς, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Γ΄ Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.


Τοῦ Κυρίου δεηθῶμεν. Τὴν θείαν τε καὶ τὴν ἁγίαν καὶ μεγάλην, καὶ φρικτὴν, καὶ ἄστεκτον ὀνομασίαν καὶ ἐπίκλησιν ποιοῦμεν πρὸς τὴν σὴν ἐξέλασιν, ἀποστάτα, ὡσαύτως  καὶ  ἐπιτίμησιν  εἰς  τὴν  σὴν ἐξολόθρευσιν, διάβολε.  Ὁ Θεὸς ὁ ἅγιος,  ὁ ἄναρχος, ὁ φοβερὸς, ὁ ἀόρατος τῇ οὐσίᾳ, ὁ ἀνείκαστος τῇ δυνάμει, καὶ ἀκατάληπτος τῇ  θεότητι,    βασιλεὺς  τῆς  δόξης,  καὶ  παντοκράτωρ  ∆εσπότης, ἐπιτιμήσει  σου, διάβολε, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα εὐπραγῶς λόγῳ συστησάμενος, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ἐπιτιμᾷ σοι, διάβολε, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς, Κύριος τῶν δυνάμεων ὄνομα  αὐτοῦ.  Ἐπιτιμᾷ  σοι Κύριος, διάβολε,  ὁ ὑπὸ  τῶν  ἀναριθμήτων  οὐρανίων ταγμάτων πυρίνων φόβῳ λειτουργούμενος καὶ ὑμνούμενος, καὶ ἀπὸ πλήθους χορῶν ἀγγελικῶν καὶ ἀρχαγγελικῶν τρόμῳ προσκυνούμενος, καὶ δοξαζόμενος. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε,    τιμώμενος  ὑπὸ  τῶν  κύκλωθεν  παρεστωσῶν  δυνάμεων,  καὶ φρικωδεστάτων  ἑξαπτερύγων  καὶ  πολυομμάτων  Χερουβὶμ καὶ  Σεραφὶμ, τῶν  τὰ πρόσωπα ἑαυτῶν ταῖς δυσὶ πτέρυξι σκεπόντων διὰ τὴν ἀθεώρητον αὐτοῦ καὶ ἀνεξιχνίαστον Θεότητα, καὶ ταῖς δυσὶ πτέρυξι τοὺς ἑαυτῶν πόδας καλυπτόντων,  εἰς τὸ μὴ κατακαυθῆναι  ἐκ τῆς ἀῤῥήτου δόξης καὶ ἀκατανοήτου μεγαλειότητος  αὐτοῦ καὶ ταῖς δυσὶ πτέρυξι πετομένων καὶ τὸν οὐρανὸν πληρούντων  ἐκ τῆς βοῆς αὐτῶν, τὸ, Ἅγιος, Ἅγιος, Ἅγιος  Κύριος Σαβαὼθ, πλήρης  ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.


Δ΄ Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.


Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ ἐκ τοῦ κόλπου  τοῦ πατρικοῦ  καταβὰς ἐξ οὐρανοῦ Θεὸς Λόγος, καὶ διὰ τῆς ἐκ Παρθένου ἁγίας προσκυνητῆς, ἀφράστου καὶ ἀχράντου σαρκώσεως ἀνεκλαλήτως  φανεὶς ἐν τῷ  κόσμῳ τοῦ σῶσαι αὐτὸν, καὶ τῇ αὐθεντικῇ  αὑτοῦ δυνάμει ῥίψας σε οὐρανόθεν, καὶ ἀπόλυτον  παντὶ δείξας. Ἐπιτιμᾷ  σοι  Κύριος, διάβολε,    εἰπὼν  τῇ  θαλάσσῃ· Σιώπα,  πεφίμωσο·  καὶ  τῷ κελεύσματι εὐθέως ἐκόπασεν. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τῷ ἀχράντῳ πτυέλῳ πηλὸν ποιήσας, καὶ τὸ ἐλλεῖπον μέλος τῷ ἐκ γενετῆς τυφλῷ διαπλάσας, καὶ τὸ φῶς χαρισάμενος. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου λόγῳ ζωοποιήσας, καὶ τῆς χήρας τὸν υἱὸν ἐκ στόματος τοῦ θανάτου ἀφαρπάσας καὶ τῇ ἰδίᾳ μητρὶ ὁλόκληρον, καὶ ὑγιῆ αὐτὸν χαρισάμενος. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τὸν Λάζαρον ἐκ νεκρῶν τετραήμερον ἄσηπτον ὡς μὴ θανόντα, καὶ ἄσπιλον, εἰς ἔκπληξιν τῶν πολλῶν  παραστήσας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ διὰ τοῦ ῥαπίσματος τὴν κατάραν  καταργήσας, καὶ διὰ τῆς λόγχης  τῆς ἀχράντου  πλευρᾶς  αὐτοῦ  τὴν  τὸν παράδεισον φυλάττουσαν φλογίνην  ῥομφαίαν ἀναστείλας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε,  ὁ διὰ  τοῦ  ἐμπτύσματος τοῦ  τιμίου  αὐτοῦ  χαρακτῆρος  πᾶν  δάκρυον  ἐκ παντὸς προσώπου ἐκμάξας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ πήξας τὸν σταυρὸν εἰς στήριγμα ἓν  καὶ  σωτηρίαν  κόσμου, εἰς  πτῶσιν  δὲ σὴν καὶ  πάντων  τῶν  ὑπὸ  σὲ ἀγγέλων.  Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ δοὺς φωνὴν  ἐν τῷ σταυρῷ αὐτοῦ, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη, καὶ αἱ πέτραι διεῤῥάγησαν, καὶ τὰ μνημεῖα ἠνεῴχθησαν, καὶ οἱ ἀπ' αἰῶνος θανόντες ἀνέστησαν. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ θανάτῳ   θάνατον   θανατώσας,   καὶ   ζωὴν   τῇ   ἐγέρσει   αὐτοῦ   τοῖς   ἀνθρώποις χαρισάμενος.  Ἐπιτιμήσαι  σοι Κύριος,  διάβολε,    καταβὰς  εἰς  τὸν  ᾅδην,  καὶ  τὰ μνημεῖα αὐτοῦ ἐκτινάξας, καὶ πάντας τοὺς ἐν αὐτῷ κατεχομένους δεσμίους ἐλευθερώσας, καὶ πρὸς ἑαυτὸν ἀνακαλεσάμενος· ὃν οἱ πυλωροὶ ἰδόντες, ἔφριξαν, καὶ ἀγωνίᾳ τοῦ ᾅδου κρυβέντες ἐξέλιπον. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ ἐκ νεκρῶν ἀναστὰς Χριστὸς ὁ Θεὸς ἡμῶν καὶ πᾶσι τὴν ἀνάστασιν αὐτοῦ χαρισάμενος. Ἐπιτιμήσαι  σοι Κύριος,  διάβολε,    εἰς  οὐρανοὺς  ἐν  δόξῃ  ἀναληφθεὶς  πρὸς  τὸν Πατέρα αὐτοῦ,  καὶ  ἐκ  δεξιῶν  τῆς  μεγαλωσύνης  ἐπὶ  θρόνου  δόξης  καθήμενος. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ πάλιν ἐρχόμενος μετὰ δόξης ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ τῶν ἁγίων ἀγγέλων  αὐτοῦ, κρῖναι ζῶντας καὶ νεκρούς. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ τὸ πῦρ τὸ ἄσβεστον, καὶ σκώληκα τὸν ἀκοίμητον, καὶ σκότος τὸ ἐξώτερον ἑτοιμάσας σοι εἰς αἰώνιον κόλασιν. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι ἄστεκτος ἡ ὀργὴ τῆς ἐπὶ σὲ ἀπειλῆς αὐτοῦ.
Αὐτὸς ἐπιτιμᾷ σοι Κύριος, διάβολε, διὰ τοῦ φοβεροῦ αὐτοῦ ὀνόματος· φρίξον, τρόμαξον,  φοβήθητι,  ἀναχώρησον,  ἐξολοθρεύθητι,  φυγαδεύθητι    πεσὼν οὐρανόθεν, καὶ σὺν σοὶ πάντα τὰ πονηρὰ πνεύματα, πᾶν πνεῦμα πονηρὸν, πνεῦμα ἀσελγείας, πνεῦμα πονηρίας, πνεῦμα νυκτερινὸν καὶ ἡμερινὸν, μεσημβρινόν τε καὶ ἑσπερινόν· πνεῦμα  μεσονυκτικὸν,  πνεῦμα  φανταστικὸν,  πνεῦμα  συναντικὸν,  εἴτε χερσαῖον, εἴτε ἔνυδρον, εἴτε ἐν ἄλσοις, εἴτε ἐν καλάμοις, εἴτε ἐν φάραγξιν, εἴτε ἐνδιόδοις καὶ τριόδοις, ἐν λίμναις, καὶ ἐν ποταμοῖς, ἐν οἴκοις, ἐν αὐλαῖς, καὶ ἐν βαλανείοις παρατρέχον καὶ βλάπτον, καὶ ἀλλοιοῦν τὸν νοῦν τοῦ ἀνθρώπου.
Συντόμως  ἀναχωρήσατε ἀπὸ τοῦ πλάσματος τοῦ δημιουργοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ἀπαλλάχθητε  ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ τοῦδε, ἀπὸ νοὸς, ἀπὸ τῆς ψυχῆς, ἀπὸ τῆς καρδίας, ἀπὸ τῶν νεφρῶν,  ἀπὸ τῶν  αἰσθήσεων, ἀπὸ πάντων  τῶν μελῶν, πρὸς τὸ εἶναι αὐτὸν ὑγιῆ καὶ ὁλόκληρον, καὶ ἐλεύθερον, ἐπιγινώσκοντα τὸν ἴδιον ∆εσπότην, καὶ δημιουργὸν τὸν ἁπάντων  Θεὸν, τὸν ἐπισυνάγοντα  τοὺς πεπλανημένους,  καὶ  διδόντα  αὐτοῖς  σφραγίδα  σωτηρίας  διὰ  τῆς  γεννήσεως  καὶ ἀνακαινίσεως  τοῦ θείου βαπτίσματος, εἰς τὸ καταξιωθῆναι  αὐτὸν τῶν  ἀχράντων,  καὶ ἐπουρανίων, καὶ φρικτῶν αὐτοῦ μυστηρίων, καὶ ἑνωθῆναι  τῇ αὐτοῦ ποίμνῃ τῇ ἀληθινῇ  εἰς  τόπον  χλόης  κατασκηνοῦντα,  καὶ  ἐπὶ  ὕδατος  ἀναπαύσεως ἐκτρεφόμενον, καὶ ὑπὸ βακτηρίας τοῦ σταυροῦ ποιμαντικῶς καὶ ἀσφαλῶς ὁδηγούμενον,  εἰς ἄφεσιν ἁμαρτιῶν  καὶ εἰς ζωὴν αἰώνιον.  Ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, καὶ μεγαλοπρέπεια, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ,  καὶ ἀγαθῷ, καὶ ζωοποιῷ  αὐτοῦ Πνεύματι· νῦν  καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.   


ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΕΛΛΗΝΙΚΗ ΠΑΤΡΟΛΟΓΙΑ
ΤΟΜΟΣ 64 Απόσπασμα  64.1061
Precatio





Επιμέλεια κειμένου  Ν.Β
22/7/2015 1:15:13 μμ



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.